ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι∆ʹ ∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν

Παρασκευή 28 Οκτωβρίου 2016

Ι∆ʹ ∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν



ΙωάννηςΧρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61


Ι∆ʹ ∆ιὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει  τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ.

αʹ. Σκόπει μοι κἀνταῦθα τὴν γενναίαν  ψυχὴν, τὴν πυρὸς θερμοτέραν καὶ γοργοτέραν. Ἐβούλετο μὲν γὰρ αὐτὸς παραγενέσθαι μάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει  τοὺς μαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ μὲν ἐδήλωσεν ἐν τῇ πρὸς  Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπιστολῇ ταύτῃ. λέγων·  Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες, ἐλεύσομαι δέ. Ἠπείγετο μὲν οὖν καὶ ἐπεθύμει παραγενέσθαι αὐτός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ  καὶ τῇ τοῦ μαθητοῦ  ἀποστολῇ. ∆ιὰ τοῦτο  γὰρ, φησὶν, ἔπεμψα ὑμῖν Τιμόθεον.


∆ιὰ τοῦτο· ποῖον; Ἐπειδὴ ὡς παίδων  κήδομαι, καὶ ὡς γεγεννηκώς.  Καὶ μετὰ τῆς συστάσεως τοῦ προσώπου, ἡ Ἐπιστολή· Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν  ἐν  Κυρίῳ. Τοῦτο  δὲ  εἶπε,  τήν  τε  αὐτοῦ  ἀγάπην  ἐμφαίνων,   κἀκείνους παρασκευάζων  αἰδεσίμως  αὐτὸν  ἰδεῖν.  Καὶ οὐχ  ἁπλῶς  πιστὸν,  ἀλλ'  Ἐν  Κυρίῳ, τουτέστιν, ἐν τοῖς κατὰ Κύριον πράγμασιν. Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς  εἶναί  τινα πιστὸν, ἐγκώμιον, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Εἰ τοίνυν ἀγαπητὸν αὐτοῦ τέκνον,  ἐννόησον  πόση τοῦ Παύλου ἡ ἀγάπη, ὅτι  εἵλετο  αὐτοῦ  χωρισθῆναι  διὰ Κορινθίους. Εἰ δὲ καὶ πιστὸν, ἀλήπτως διακονήσει τοῖς πράγμασιν. Ὃς ὑμᾶς ἀναμνήσει. Οὐκ εἶπε, ∆ιδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ' αὐτοῦ μανθάνοντες.
∆ιὰ τοῦτο καὶ πρὸς τῷ τέλει φησί· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, καθὼς καὶ ἐγώ· μή τις  οὖν  αὐτὸν  ἐξουθενήσῃ. Οὐδεὶς γὰρ ἦν  ἐν ἀποστόλοις φθόνος,  ἀλλὰ  πρὸς ἓν ἑώρων,   τῆς   Ἐκκλησίας  τὴν   οἰκοδομήν·   καὶ  εἰ  ἐλάττων   ἦν   ὁ  ἐργαζόμενος, συνεκρότουν  αὐτὸν  μετὰ  σπουδῆς  ἁπάσης. ∆ιὰ  τοῦτο  οὐδὲ  ἠρκέσθη τῷ  εἰπεῖν, Ἀναμνήσει, ἀλλ' ἐπὶ πλέον ἄγει τὸν λόγον, ὑποτέμνεσθαι βουλόμενος αὐτῶν  τὸν φθόνον  (καὶ γὰρ ἦν νέος ὁ Τιμόθεος)· διὸ ἐπήγαγε· Τὰς ὁδούς μου. Οὐ τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐμὰς, τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόμους, τοὺς θεσμοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα. Ἐπειδὴ γὰρ εἶπε, Γυμνητεύομεν  καὶ  κολαφιζόμεθα  καὶ  ἀστατοῦμεν,  καὶ  ταῦτα,  φησὶ, πάντα  ὑμᾶς ἀναμνήσει  καὶ  τοὺς  νόμους  τοὺς  τοῦ  Χριστοῦ, ὥστε τὰς  αἱρέσεις ἀνελεῖν.  Εἶτα ἀνωτέρω τὸν λόγον ἀναγαγὼν ἐπήγαγε· Τὰ ἐν Χριστῷ· πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ ∆εσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν  ἑξῆς ἐντεῦθεν  κατασκευάζων· διὸ καὶ ἐπάγει· Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Οὐδὲν πρὸς ὑμᾶς καινὸν εἶπον· ταῦτά μοι  συνίσασι καὶ  αἱ  λοιπαὶ  Ἐκκλησίαι πᾶσαι. Ὁδοὺς δὲ αὐτὰς  ἐν  Χριστῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ. Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ μέλλων ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυμοῦ γέμοντας λόγους ἀφίησιν, οὐκ αὐτὸς ταῦτα  πάσχων,  ἀλλ'  ἐκείνους  διορθούμενος·  καὶ  τὸν  πεπορνευκότα  ἀφεὶς,  τοῖς ἄλλοις διαλέγεται,  οὐκ ἀξιῶν ἐκεῖνον  οὔτε τῶν  παρ' αὐτοῦ λόγων· ὅπερ ἐπὶ τῶν οἰκετῶν  τῶν  σφόδρα προσκεκρουκότων ποιοῦμεν. Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιμόθεον πέμπω, ἵνα μὴ τούτῳ ῥᾳθυμότεροι γένωνται, ὅρα τί φησιν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐνταῦθα γὰρ καὶ ἐκείνων  καθάπτεται καὶ ἑτέρων τινῶν,  κατασείων αὐτῶν  τὸ φρόνημα. Φιλαρχίας γὰρ τὸ ἔγκλημα, τῇ ἐρημίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρῆσθαι. Ὅταν μὲν οὖν πρὸς τοὺς πολλοὺς διαλέγηται, σκόπει πῶς ἐντρεπτικῶς  αὐτὸ ποιεῖ· ὅταν δὲ πρὸς τοὺς αἰτίους, καταφορικώτερον. Ἐκείνοις μὲν γὰρ λέγει, Πάντων περίψημα, καὶ θεραπεύων αὐτούς φησιν· Οὐκ ἐντρέπων  ὑμᾶς, γράφω  ταῦτα· τούτοις  δὲ, Ὡς μὴ ἐρχομένου  δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες, δεικνὺς ὅτι παιδικῆς διανοίας ἡ ἀπόνοια· καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδασκάλου ῥᾳθυμότεροι γίνονται.  Τοῦτο δὲ οὖν ἐνδείκνυται,  καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία.

βʹ. Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ κατεπτηχέναι   τὰ  ζῶα·  οὕτω  καὶ  ἡ  Παύλου  τοὺς  διαφθείραντας   τὴν Ἐκκλησίαν. ∆ιὸ καὶ ἐπάγει· Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ μὲν τοῦτο εἰπεῖν μόνον, ἐδόκει ἀπειλῆς εἶναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν  καὶ αὐτὸν  ἐπαγγείλασθαι,  κἀκείνους ἀπαιτεῖν,  τοῦτο ἦν μεγαλόφρονος διανοίας.  ∆ιόπερ καὶ προσέθηκε τοῦτο, εἰπών·  Καὶ γνώσομαι  οὐ τὸν  λόγον  τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων οἰκείων, ἀλλ' ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώμης ἦν καταφρονητικῆς. ∆ιὰ τοῦτο εἰπὼν, Ἔπεμψα Τιμόθεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσομαι, ἀλλὰ πρότερον αὐτῶν  κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσομαι. Εἰ μὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ τέθεικεν, ἀπολογία μᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπολειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ μετὰ τὴν κατηγορίαν  θεὶς, καὶ ἀξιόπιστον  αὐτὸν  καὶ φοβερὸν  ἐποίησε. Καὶ ὅρα αὐτοῦ  τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύσομαι, ἀλλ', Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισμένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα μὴ διὰ τοῦτο πάλιν  ἀναπέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων,  ἀλλὰ τὴν δύναμιν.  Οὐκ εἶπεν, ὅτι Γνώσομαι τὴν σοφίαν, οὐδὲ τὰ σημεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνόματι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πεπορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον  ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναμιν,  ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρμένα. Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ' ἐπειδὴ ἐν δυνάμει τὰ ἡμέτερα. Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν  πολλὰ  φθεγγομένων  τὸ κατορθοῦν,   ἀλλὰ   τῶν   πολλὰ   ἐργαζομένων·   οὕτω   δὴ  καὶ  ἐνταῦθα,   οὐ  τῶν λαλούντων,  ἀλλὰ τῶν ποιούντων ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ' εἰ μὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐντεῦθεν  ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν  καταγγελλόντων, καὶ  σημείοις ταύτην  βεβαιούντων,  τί  πεφύσησαι ἐπὶ πράγματι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντα τι συντελέσαι δυναμένῳ; Τί γὰρ λόγων  ἐπίδειξις δύναιτ' ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίμονας ἐλάσαι, ἢ ἄλλην  τινὰ  τοιαύτην  ἐργάσασθαι θαυματουργίαν;  Τούτων  δὲ χρεία νῦν,  καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται. ∆ιὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. ∆ιὰ σημείων, φησὶν, οὐ δι' εὐγλωττίας ἐκρατήσαμεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν  οὐρανῶν, μεγίστην ἀπόδειξιν  παρεχόμενοι  τὰ σημεῖα, ἅπερ ποιοῦμεν  τῇ δυνάμει  τοῦ Πνεύματος. Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δειξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι· καὶ μή μοι ῥημάτων προβαλλέσθωσαν κόμπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡμᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί  τε πραότητος; Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Γνώσομαι, ἔτι ὑπεσταλμένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε;  ἐν  ῥάβδῳ ἔλθω  πρὸς ὑμᾶς; ἐπὶ  τὸν  διδασκαλικὸν  λοιπὸν  ἀναβαίνοντος θρόνον  κἀκεῖθεν  αὐτοῖς διαλεγομένου,  καὶ τὴν  ἐξουσίαν ἀναλαβόντος  πᾶσαν. Τί ἐστιν, Ἐν ῥάβδῳ; Ἐν κολάσει, ἐν τιμωρίᾳ, τουτέστιν, Ἀνελῶ,  πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίησεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύμα τοῦ μάγου. Οὐκέτι γὰρ λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ' αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥάβδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης μὲν ἦν· ἀλλ' ἐπειδὴ σφόδρα ἀγαπῶν ἀναδύεται πρὸς τιμωρίαν, διὰ τοῦτο οὕτω φησίν. Ὅτε μὲν οὖν περὶ τιμωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύματί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύματι ἐγίνετο· ἔστι γὰρ πνεῦμα πραότητος, καὶ πνεῦμα αὐστηρότητος· ἀλλ'  οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ' ἀπὸ  τῶν  χρηστοτέρων.  ∆ιὰ τοῦτο  καὶ  ὁ Θεὸς καίτοι  γε  τιμωρούμενος,  ὅτι  μὲν ἐλεήμων  ἐστὶ καὶ  μακρόθυμος  καὶ  πλούσιος  ἐν  ἐλέει  καὶ  οἰκτιρμοῖς,  πολλαχοῦ λέγεται· ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων,  καὶ τούτου κἀκείνου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται. Καὶ γὰρ ἡμεῖς ἐσμεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν  ἐμπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν·  ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλησεν. Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ  τῆς  γῆς  φάγεσθε.

 γʹ. Ἀλλ' ἴσως ἐρεῖ τις,  ὅτι  Θέλω. Καὶ οὐδεὶς  οὕτως ἀνόητος, ὥστε μὴ θέλειν· ἀλλ' οὐκ ἀρκεῖ μοι τὸ θέλειν. Καὶ μὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος  ποιῇς· νυνὶ  δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων  γυμνάσωμεν,  εἰ  δοκεῖ.  Εἰπὲ γάρ  μοι,  ὁ  βουλόμενος  γυναῖκα  ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν;  Οὐδαμῶς, ἀλλὰ καὶ προμνηστρίας ἐπιζητεῖ, καὶ φίλους  ἀξιοῖ συναγρυπνῆσαι,  καὶ  χρήματα  συνάγει.  Πάλιν  ὁ  ἔμπορος  οὐκ  οἴκοι  καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς. Πῶς οὖν οὐκ ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας  τῷ θέλειν  ἀρκεῖσθαι μόνον; μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτεται τῶν ἐπὶ τοῦτο ἀγόντων  ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιμένεις αὐτόματα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάντα ποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ἐνεργὸς εἶ καὶ παρατεταγμένος πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ. ∆ιὰ τοῦτο γάρ σε αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιμῆς ἀπέλαυσας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων·  ∆ιὰ τί γάρ με κύριον ἐποίησεν ἀρετῆς; Ἀλλὰ πῶς ἔδει κοιμώμενον  καὶ νυστάζοντα  καὶ τῆς κακίας ἐφιέμενον  καὶ τρυφῶντα  καὶ γαστριζόμενον  ἐπὶ  τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ' οὐκ ἂν ἀπέστης κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειμένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόμενος  ῥᾳθυμότερος καὶ χείρων  πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξεις  εἰπεῖν, ὅτι Ἔδειξε μὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συμμαχίαν. Ἀλλ' ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται  πολλή·  καὶ  ἡ  μὲν  ἔστι  πλατεῖα  καὶ  εὐρύχωρος,  ἡ  δὲ  στενὴ  καὶ τεθλιμμένη. Ἆρα διόλου, εἰπέ μοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀμφότεραι τοιαῦται; Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν  ἐπὶ κάμινον,  ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ μὲν  ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάμινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν; Κἂν γὰρ νῦν  φιλονεικῶν  ἀντείπῃς,  ἀλλὰ τοῖς σφόδρα ὡμολογημένοις,  κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι μὲν γὰρ αὕτη μᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν  ἀρχὴν ἔχουσα χαλεπὴν,  ἀλλὰ  μὴ τὸ τέλος, ἀπὸ τῶν  ἐν χερσὶν ὑμᾶς διδάξαι πειράσομαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας μεταχειρίσωμεν πρῶτον· αὗται γὰρ τὴν μὲν ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ' οὐδεὶς, φησὶν, ἥψατο τέχνης  μὴ τὸν  ἀναγκάζοντα  ἔχων.  Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, μᾶλλον  αἱρήσεται τρυφᾷν  ἐν  ἀρχῇ, καὶ πρὸς τῷ  τέλει  μυρία παθεῖν  τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοιμίοις, καὶ καρποῦσθαι μετὰ ταῦτα ἐκ τῶν πόνων ἐκείνων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυμίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν. ∆εῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον  ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέχειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας  ἄγειν  τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν· ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευματικῶν  διακεῖσθαι πραγμάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς   πόνους   τῶν   καρπῶν   ἀποστερηθῆναι   ἐποίησε.  Κἂν  ἐπιτύχωσι   δὲ  οἱ μετιόντες,  οὐδὲν  μέγα  καρπώσονται·  τῷ  γὰρ παρόντι  βίῳ  πάντα  συγκαταλύεται ἐκεῖνα.  Ἐνταῦθα  δὲ  οὐδὲ  ὑπὲρ τοιούτων  τρέχομεν  ψυχρῶν  καὶ  ἐπικήρων,  οὔτε δεδοίκαμεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν  ἀποδημίαν.  Τίς οὖν  ἔσται συγγνώμη; τίς  δὲ ἀπολογία  μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ' ἐρωτῶσιν ἔτι· ∆ιὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς μὲν βασίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν μεθυόντων  καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώμης  ἄξια;

δʹ. Ἀλλ'  οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί μὴ εὐρύχωρος ἦν ἡ ἀρετή. Καὶ μὴν ἐὰν θέλωμεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὸ διορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς δεσμωτήριον ἐμπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούμενον παντὸς ἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον. Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὰ πάντων  ὑφελόμενον  καὶ ὀλίγοις ἐντρυφήσαντα  χρόνον βραχὺν, στρεβλοῦσθαι καὶ μαστίζεσθαι ἀθάνατα, ἢ ἐν πενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστερον; μήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωμεν, ἀλλὰ τέως τί εὐκολώτερον. Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κολάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ μοι, τραχεῖαν  καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγωρίαν ἐξεταζομένη  τὴν  ἡμετέραν· ἐπεὶ  ὅτι  γε  ῥᾳδία καὶ  εὔκολος,  ἄκουσον τί  φησιν  ὁ Χριστός· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυμίαν ἐῤῥωμένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βαρέα. Τί γὰρ, εἰπέ μοι, τῆς τοῦ μάννα  τραπέζης ἥδιον  καὶ ἀπονώτερον;  Ἀλλ' ἐδυσχέραινον  οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες  τρυφῆς.  Τί λιμοῦ  πικρότερον,  καὶ  τῶν  ἄλλων  τῶν  ἐπιμόχθων  ὧν ὑπέμεινε Παῦλος; Ἀλλ' ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώμης  διαφορά. Ἂν τοίνυν  ταύτην, οἵαν εἶναι χρὴ, κατασκευάσῃς,  ὄψει  τὴν  εὐκολίαν  τῆς  ἀρετῆς.  Τί  οὖν,  ἀπὸ  τῆς  γνώμης   τῶν μετιόντων  τοιαύτη  γίνεται,  φησίν; Οὐκ ἀπὸ τῆς γνώμης  μόνον,  ἀλλὰ  καὶ φύσει τοιαύτη  τίς ἐστι. Καὶ γὰρ εἰ μὲν διόλου  ἐπίπονος  ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων  εἶπε ταύτην εὐκολωτέραν ἐκείνης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ μὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ τέλη, τῆς μὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέ μοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ μὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες,  διεφθαρμένην  τὴν  γνώμην  ἔχουσι, καὶ  ἕλοιντ'  ἂν  τὴν  πρόσκαιρον ἡδονὴν  ἀντὶ  τῆς  αἰωνίας.  Οὐκοῦν τοῦτο  εὔκολον;  Οὐκ εὔκολον,  ἀλλ' ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ' ἐπειδὴ κατασχεῖν  οὐκ ἀνέχονται  τῆς ἐπιθυμίας τῆς ἀτόπου· οὕτω καὶ οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁμοῦ μετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο. Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ' αὐτῶν τῶν πραγμάτων ἐξετάσωμεν τὸ αὐτὸ τοῦτο πάλιν.  Τί γὰρ ἥδιον,  εἰπέ μοι, καὶ εὐκολώτερον;  Ἀλλὰ μὴ πάλιν  ἀπὸ τῆς ἐπιθυμίας τῶν πολλῶν τὰ πράγματα κρίνωμεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ' ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή. Οὐδὲ γὰρ, ἂν μυρίους μοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουμένους μετὰ ταῦτα κολάζεσθαι, ἀποδέξομαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ μοι, ἐφίεσθαι πολλῶν χρημάτων, ἢ μείζονα εἶναι τῆς ἐπιθυμίας ταύτης; Ἐμοὶ μὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ' αὐτὰ τὰ πράγματα τὸν λόγον ἀγάγωμεν. Καὶ ἔστω ὁ μὲν πολλῶν ἐφιέμενος, ὁ δὲ μηδενός· τί τοίνυν  κρεῖττον, εἰπέ μοι, καὶ τί σεμνότερον;


εʹ. Ἀλλὰ τοῦτο  μὲν  παρείσθω· τοῦτο  γὰρ ὡμολόγηται,  ὅτι  οὗτος  ἐκείνου  σεμνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦμεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ ἥδιον. Ὁ μὲν γὰρ  φιλάργυρος   οὐδὲ  τῶν   ὄντων   ἀπολαύσεται·  ὃ  γὰρ  φιλεῖ,   οὐκ  ἂν  ἕλοιτο δαπανῆσαι, ἀλλ' ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρημάτων  τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν  τῶν  ὄντων,  ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν  ἑαυτοῦ; Ὅμοιον γὰρ εἶναί μοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχοντες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, μὴ ὁμοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι. Εἴπω καὶ ἕτερον, τοῦ μὲν  τὴν  ἡδονὴν,  τοῦ δὲ ἀθυμίαν  ἐνδεικνύμενος.  Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυμίας  ταύτης, οὐ τῷ  μὴ δύνασθαι τὰ πάντων  λαβεῖν μόνον,  ἀλλὰ  καὶ τῷ, ὅσα ἂν περιβάληται,  μηδὲν  ἡγεῖσθαι ἔχειν·  ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυμίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λόγον ἐστὶν, ὡς ἐπιθυμία ἀπολαύσεως ἐστερημένη, ὃ μάλιστα καὶ τὴν διεστραμμένην δείκνυσι γνώμην. Σκόπει δέ· ὁ ἐπιθυμῶν χρημάτων καὶ κτησάμενος πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν  τι γένοιτ' ἄν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτεται· κἂν τὰ πάντων  λάβῃ, μᾶλλον ἀνιᾶται· κἂν κτήσηται ἑκατὸν τάλαντα, ὅτι μὴ χίλια ἔλαβεν,  ἀλγεῖ  κἂν  χίλια  λάβῃ, ὅτι  μὴ μύρια, δάκνεται· κἂν  μύρια λάβῃ, ὅτι  μὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα,  τοσούτῳ πλειόνων  ἐπιθυμεῖ. Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ μᾶλλον  γίνεται  πένης· ὁ γὰρ πλειόνων  ἐπιθυμῶν,  μᾶλλον  πένης ἐστίν. Ὅταν μὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυμεῖ· ὅταν χίλια λάβῃ, τότε μᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων  ὡς πρότερον, ἀλλὰ μυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυμεῖν, καὶ μὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν μοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον,  ἐφ' ἕτερον αὐτὸ πάλιν  ἀγαγόντες,  ἐξετάσωμεν. Ὅταν διψῶμεν, οὐ διὰ τοῦτο ἡδόμεθα πίνοντες, ὅτι τὸ δίψος παύομεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν,  ὅτι μεγάλης ἡμᾶς ἀπαλλάττει  βασάνου, τῆς ἐπιθυμίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον·  ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν μοι δοκοῦσι διηνεκῶς, καὶ κατ' ἐκεῖνον εἶναι τὸν ἀξιοῦντα ταύτης ἀπολαῦσαι, καὶ μὴ ἐπιτυγχάνοντα·  μᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους.  Καθάπερ γὰρ  ἐκεῖνοι  πολὺ  φέροντες  ὕδωρ  ἐν  τῷ  σώματι  μᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι πολλὰ περιφέροντες χρήματα πλειόνων ἐπιθυμοῦσι.  Τὸ δὲ  αἴτιον,  ὅτι  οὔτε  ἐκεῖνοι  ἐν  τοῖς  προσήκουσι τόποις  τὸ  ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν. Φεύγωμεν οὖν τὴν ξένην  ταύτην  καὶ κενὴν  νόσον, φεύγωμεν  τὴν ῥίζαν τῶν  κακῶν, φεύγωμεν  τὴν παροῦσαν γέενναν· γέεννα γὰρ ἡ τούτων ἐπιθυμία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκά στου, καὶ τοῦ καταφρονοῦντος  χρημάτων  καὶ τοῦ μὴ καταφρονοῦντος·  καὶ ὄψει ὅτι ὁ μὲν τοῖς μαινομένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόμενος· ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐτῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ' αὐτῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ μὲν πάντας  καὶ κολακεύειν  καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐδένα. Εἰ τοίνυν  καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας  πολλῆς  καὶ  κολάσεως,  ὁ  δὲ  καταφρονῶν   χρημάτων,   τῶν  ἐναντίων ἀπολαύει  πάντων,   οὐκ  εὔδηλον  ὅτι  ἡδίων  ἡ  ἀρετή;  Καὶ  τοῖς  λοιποῖς  δὲ  ἂν ἐπεξήλθομεν  κακοῖς, δι' ὧν  δείκνυται  ὅτι οὐδέν  ἐστι κακὸν  ἡδονὴν  ἔχον,  εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο. Ταῦτ' οὖν εἰδότες, ἑλώμεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων  ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.



ΙΕʹ.Ὅλως ἀκούεται  ἐν  ὑμῖν  πορνεία, καὶ τοιαύτη  πορνεία, ἥτις  οὐδὲ ἐν  τοῖς ἔθνεσιν ὀνομάζε ται, ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον  ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν  ὁ τὸ ἔργον τοῦτο ποιήσας. 

αʹ.  Ὅτε  μὲν   περὶ   τοῦ   διεσπάσθαι  αὐτοὺς   διελέγετο,   οὐκ   εὐθέως καταφορικῶς  ἐχρήσατο τῷ λόγῳ, ἀλλὰ προσηνέστερον πρότερον, καὶ ὕστερον εἰς κατηγορίαν ἐτελεύτησεν, οὕτως εἰπών· Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ  τῶν  Χλόης, ὅτι  ἔριδες ἐν  ὑμῖν  εἰσιν. Ἐνταῦθα  δὲ οὐχ  οὕτως,  ἀλλ' εὐθέως πληκτικῶς, καὶ κοινοῖ ὡς οἷόν τε τὸ ὄνειδος τοῦ ἐγκλήματος. Οὐ γὰρ εἶπε, ∆ιὰ τί ὁ δεῖνα ἐπόρνευσεν; ἀλλ', Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία· ἵνα μὴ ὡς ἀλλότριοι πάντη τῆς κατηγορίας ὄντες ῥᾳθυμήσωσιν, ἀλλ' ὡς τοῦ κοινοῦ πληγέντος, καὶ τῆς Ἐκκλησίας διαβληθείσης, οὕτω γένωνται  ἐναγώνιοι.  Οὐδεὶς γὰρ ἐρεῖ, φησὶν, ὅτι Ὁ δεῖνα ἐπόρνευσεν, ἀλλ',  ὅτι Ἐν τῇ Κορινθίων Ἐκκλησίᾳ γέγονε τὸ ἁμάρτημα. Καὶ οὐκ εἶπε, Τολμᾶται πορνεία, ἀλλὰ, Ἀκούεται, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται. Καὶ γὰρ ἀεὶ ἀπὸ τῶν  ἐθνικῶν  ὀνειδίζει  τοῖς πιστοῖς· καὶ Θεσσαλονικεῦσι γράφων ἔλεγεν·  Ἕκαστος τὸ ἑαυτοῦ σκεῦος κτάσθω ἐν  ἁγιασμῷ, μὴ ἐν  πάθει  ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη· καὶ Κολασσαεῦσι καὶ Ἐφεσίοις· Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς  καὶ  τὰ  λοιπὰ  ἔθνη  περιπατεῖ.  Εἰ  δὲ  τὸ  τὰ  αὐτὰ  αὐτοὺς  ἁμαρτάνειν ἀσύγγνωστον, τὸ καὶ ὑπερβαίνειν τοὺς ἐθνικοὺς, ποῦ θήσομεν, εἰπέ μοι; Παρὰ γὰρ ἐκείνοις, φησὶν, οὐ μόνον οὐ τολμᾶταί τι τοιοῦτον, ἀλλ' οὐδὲ ὀνομάζεται. Εἶδες ποῦ τὸ ἔγκλημα ἐπῆρεν; Ὅταν γὰρ τοιούτους φαίνωνται  εὑρίσκοντες ἀσελγείας τρόπους, οὓς οὐ μόνον  οὐ τολμῶσιν,  ἀλλ' οὐδὲ ἴσασιν οἱ ἄπιστοι, ἄφατος  τῆς ἁμαρτίας ἡ ὑπερβολή. Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς  εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν. Ὁρᾷς πόσης βαρυθυμίας ὁ λόγος γέμει; πόσου θυμοῦ κατὰ πάντων; Εἰ γὰρ μὴ πολλῆς ὀργῆς ἐπέπληστο, μηδὲ πρὸς πάντας ἀπετείνετο, οὕτως ἂν εἶπεν· Ἐπειδὴ ἤκουσα ὅτι ὁ δεῖνα ἐπόρνευσε, κολάσατε αὐτόν· νῦν δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς πάντας ἀποδύεται. Καὶ γὰρ εἰ μὲν προλα  βόντες ἔγραψαν, ἐκεῖνα ἂν  εἶπεν·  ἐπειδὴ  δὲ οὐ μόνον  οὐκ ἔγραψαν,  ἀλλὰ  καὶ συνεσκίασαν τὸ σφάλμα, τούτου χάριν σφοδρότερον κέχρηται τῷ λόγῳ. Ὥστε γυναῖκα τινὰ τοῦ πατρὸς ἔχειν. ∆ιὰ τί μὴ εἶπεν, Ὥστε πορνεύειν εἰς γυναῖκα; Τὸ σφόδρα αἰσχρὸν παρῃτήσατο. ∆ιὸ σεμνοτέρως  αὐτὸ  παρέδραμεν,  ὡς  ἐν  τοῖς  ἔμπροσθεν  δεδηλωμένον,  κἀν  τούτῳ αὔξων  τὸ ἔγκλημα  πάλιν,  καὶ δεικνὺς  ὅτι τοιαῦτα  τολμᾶται  παρ' αὐτοῖς, ἃ οὐδὲ εἰπεῖν σαφῶς ἀνεκτὸν τῷ Παύλῳ. ∆ιὰ τοῦτο καὶ προϊὼν τῷ αὐτῷ κέχρηται τρόπῳ λέγων· Τὸν οὕτω τοῦτο κατεργασάμενον· καὶ πάλιν αἰσχύνεται καὶ ἐρυθριᾷ σαφῶς εἰπεῖν, ὅπερ καὶ ἡμῖν ἔθος ἐπὶ τῶν σφόδρα αἰσχρῶν ποιεῖν. Καὶ οὐκ εἶπε, Μητρυιὰν, ἀλλὰ, Γυναῖκα πατρὸς, ὥστε πολλῷ χαλεπώτερον πλῆξαι. Καὶ γὰρ ὅταν τὰ ὀνόματα ἀρκῇ πρὸς κατηγορίαν,  δι'  αὐτῶν  πρόεισιν, οὐδὲν  προστιθείς. Καὶ μή μοι εἴπῃς, φησὶν, ὅτι εἷς ἐστιν ὁ πεπορνευκώς· κοινὸν  πάντων  τὸ ἔγκλημα  γέγονε.  ∆ιὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. Οὐκ εἶπε, τῷ ἁμαρτήματι (τοῦτο γὰρ ἀλογίας ἐστὶ), ἀλλ' ἐπὶ τῇ διδασκαλίᾳ τῇ παρ' ἐκείνου. Αὐτὸς δὲ οὐ τοῦτο τέθεικεν,  ἀλλ' ἀφῆκεν αὐτὸ μέσον, ἵνα πλήξῃ μειζόνως. Καὶ σκόπει τὴν σύνεσιν Παύλου. Πρότερον καθελὼν  τὴν  σοφίαν  τὴν  ἔξωθεν,  καὶ δείξας οὐδὲν  οὖσαν καθ' ἑαυτὴν,  κἂν  μὴ ἁμάρτημα ᾖ προσκείμενον, τότε λοιπὸν καὶ περὶ τοῦ ἁμαρτήματος διαλέγεται. Εἰ μὲν γὰρ πρὸς σύγκρισιν τοῦ πεπορνευκότος,  σοφοῦ τινος  ἴσως ὄντος,  μέγα  εἶναι  τὸ χάρισμα τὸ πνευματικὸν  ἔφησεν, οὐδὲν ἂν μέγα ἐποίει· τὸ δὲ καὶ χωρὶς ἁμαρτίας καθελεῖν,  καὶ  μηδὲν  οὖσαν ἀποφῆναι  τὴν  σοφίαν  τὴν  ἔξωθεν,  τοῦτο  ἦν  δεῖξαι σφόδρα εὐτελῆ αὐτὴν οὖσαν. ∆ιὸ πρότερον οὕτω τὴν σύγκρισιν ποιησάμενος, τότε καὶ τοῦ σφάλματος αὐτοῦ μέμνηται. Κἀκείνῳ μὲν οὐκ ἀξιοῖ διαλέγεσθαι (κἀν τούτῳ δείκνυσι τὴν ὑπερβολὴν τῆς ἀτιμίας)· τούτοις δέ φησιν, ὅτι Ἔδει πενθεῖν ὑμᾶς καὶ θρηνεῖν καὶ ἐγκαλύπτεσθαι· νῦν δὲ τοὐναντίον  ποιεῖτε· διὸ καὶ ἐπήγαγε· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Καὶ τί γέγονεν  ἵνα πενθήσωμεν, φησίν;  Ὅτι  εἰς  τὸ  κοινὸν  ἡ  διαβολὴ  τῆς  Ἐκκλησίας  προεχώρησε.  Καὶ ἵνα  τί κατορθώσωμεν πενθήσαντες;  Ἵνα ἐξαρθῇ ἐξ ὑμῶν  ὁ τοιοῦτος. Καὶ οὐδὲ ἐνταῦθα τίθησιν αὐτοῦ τὸ ὄνομα, μᾶλλον δὲ οὐδαμοῦ, ὅπερ ἐπὶ τῶν σφόδρα ἀτόπων ποιεῖν εἰώθαμεν.  Καὶ οὐκ εἶπεν,  Οὐχὶ μᾶλλον  ἐξεβάλετε, ἀλλ',  ὡς  ἐπὶ  νόσου τινὸς  καὶ λοιμοῦ, πένθους  χρεία καὶ ἱκετηρίας ἐπιτεταμένης,  Ἵνα ἐξαρθῇ, φησί· καὶ εὐχῇ χρήσασθαι δεῖ εἰς τοῦτο, καὶ πάντα ἐργάσασθαι ὥστε αὐτὸν ἀποτμηθῆναι. Καὶ οὐκ ἐγκαλεῖ,  ὅτι οὐκ ἐδήλωσαν  αὐτῷ,  ἀλλ'  ὅτι οὐκ ἐπένθησαν  ὥστε ἐξαρθῆναι, δεικνὺς ὅτι καὶ χωρὶς τοῦ διδασκάλου τοῦτο γενέσθαι ἔδει διὰ τὴν περιφάνειαν  τοῦ πλημμελήματος. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι.

βʹ. Ὅρα θυμόν· οὐδὲ ἀναμεῖναι  αὐτοῦ τὴν παρουσίαν ἀφίησιν, οὐδὲ ἐκδέξασθαι αὐτὸν καὶ τότε δῆσαι, ἀλλ' ὥσπερ τινὰ λοιμὸν μέλλων  ἀπελαύνειν, πρὶν ἢ διαδοθῆναι εἰς τὸ λοιπὸν σῶμα, ἐπείγεται κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἤδη κέκρικα ὡς παρών. Ταῦτα δὲ ἔλεγεν, οὐ μόνον κατεπείγων  αὐτοὺς εἰς τὴν ἀπόφασιν, καὶ οὐκ ἀφιεὶς ἄλλο τι βουλεύσασθαι, ἀλλὰ καὶ φοβῶν, ὡς εἰδὼς τὰ ἐκεῖ γενησόμενα καὶ κριθησόμενα. Τοῦτο γάρ ἐστι παρεῖναι τῷ πνεύματι, ὥσπερ ὁ Ἑλισσαῖος παρῆν τῷ Γιεζῇ, καὶ ἔλεγεν· Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ; Βαβαί! πόση τοῦ χαρίσματος ἡ δύναμις,  ὅταν  πάντας  ὁμοῦ καὶ  κατ' αὐτὸ  εἶναι  ποιῇ, καὶ  τὰ  πόῤῥωθεν  εἰδέναι παρασκευάζῃ! Ἤδη κέκρικα ὡς παρών. Οὐκ ἀφίησιν αὐτοὺς ἕτερόν τι ἐννοῆσαι· Καὶ γὰρ ἐξήνεγκα τὴν ἀπόφασιν ὡς παρών· μή μοι ἀναβολὰς καὶ μελλήσεις λέγε· οὐδὲν γὰρ  ἕτερον  δεῖ  γενέσθαι.  Εἶτα  ἵνα  μὴ  δόξῃ  πολλὴ   εἶναι   ἡ  αὐθεντία,   μηδὲ αὐθαδέστερος γένηται ὁ λόγος, ὅρα πῶς καὶ αὐτοὺς κοινωνοὺς ποιεῖ τοῦ κρίματος. Εἰπὼν γὰρ, Κέκρικα, ἐπήγαγε. Τὸν οὕτω τοῦτο κατεργασάμενον. Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων  ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καὶ τί ἐστιν, Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ἀντὶ τοῦ, Κατὰ Θεὸν, μὴ ἀνθρωπίνῃ  κατεχομένους  προλήψει.  Τινὲς  δὲ  οὕτως  ἀναγινώσκουσι·  Τὸν  οὕτω τοῦτο  κατεργασάμενον  ἐν  τῷ  ὀνόματι  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ  Χριστοῦ· καὶ ὑποστίξαντες ἐνταῦθα, ἢ μέσην θέντες, οὕτως ἐπάγουσι τὸ ἑξῆς λέγοντες· Συναχθέντων  ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ. Καί φασι τὴν ἔννοιαν  ταύτην εἶναι τῆς τοιαύτης ἀναγνώσεως· Τὸν τοῦτο κατεργασάμενον, φησὶν, ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ παράδοτε τῷ σατανᾷ· τουτέστι, τὸν  εἰς  τὸ  ὄνομα  τοῦ  Χριστοῦ ἐνυβρίσαντα,  τὸν  μετὰ  τὸ  γενέσθαι  πιστὸν  καὶ ἐπώνυμον  ἐκείνης  τῆς  προσηγορίας  τοιαῦτα  τολμήσαντα,  τοῦτον  παράδοτε  τῷ σατανᾷ. Ἐμοὶ δὲ ἡ προτέρα ἀληθεστέρα ἔκδοσις εἶναι δοκεῖ. Ποία δὴ αὕτη; Ἐν τῷ ὀνόματι  τοῦ  Κυρίου συναχθέντων   ὑμῶν·  τουτέστιν,  Αὐτοῦ τοῦ  ὀνόματος  ὑμᾶς συνάγοντος, ὑπὲρ οὗ συνέρχεσθε. Καὶ τοῦ ἐμοῦ πνεύματος. Πάλιν ἐπέστησεν αὐτοῖς ἑαυτὸν, ἵν' ὅταν δικάζωσιν, ὡς αὐτοῦ παρόντος, οὕτως αὐτὸν ἀποτέμωσι, καὶ μηδεὶς τολμήσῃ συγγνώμης  αὐτὸν  ἀξιῶσαι, εἰδὼς  ὅτι Παῦλος εἴσεται τὰ γενόμενα.  Εἶτα φοβερώτερον αὐτὸ ποιῶν, φησί· Σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τουτέστιν, ἢ ὅτι ὁ Χριστὸς δύναται  τοιαύτην  ὑμῖν χάριν δοῦναι, ὡς δύνασθαι τῷ διαβόλῳ παραδιδόναι· ἢ ὅτι καὶ αὐτὸς μεθ' ὑμῶν κατ' αὐτοῦ φέρει τὴν ψῆφον. Καὶ οὐκ εἶπεν, Ἐνδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ, ἀλλὰ, Παραδοῦναι, ἀνοίγων αὐτῷ τῆς μετανοίας  τὰς θύρας, καὶ ὥσπερ παιδαγωγῷ  τὸν τοιοῦτον  παραδιδούς. Καὶ  πάλιν. Τὸν τοιοῦτον, καὶ οὐδαμοῦ ἀνέχεται τῆς προσηγορίας αὐτοῦ μνημονεῦσαι. Εἰς ὄλεθρον τῆς σαρκός. Ὥσπερ ἐπὶ τοῦ μακαρίου Ἰὼβ γέγονεν, ἀλλ' οὐχ ὑπὲρ τῆς αὐτῆς ὑποθέσεως. Ἐκεῖ μὲν γὰρ ὑπὲρ στεφάνων λαμπροτέρων, ἐνταῦθα δὲ ὑπὲρ ἁμαρτημάτων  λύσεως, ἵνα  μαστίξῃ αὐτὸν  ἕλκει  πονηρῷ  ἢ νόσῳ ἑτέρᾳ. Καὶ μὴν ἀλλαχοῦ  φησιν, ὅτι Ὑπὸ τοῦ Κυρίου κρινόμεθα, ταῦτα πάσχοντες. Ἀλλ' ἐνταῦθα μᾶλλον  καθάψασθαι  θέλων,  τῷ  σατανᾷ  παραδίδωσι.  Καὶ τοῦτο  δὲ  Θεῷ δοκοῦν ἐγίνετο, ὥστε κολάζεσθαι αὐτοῦ τὴν σάρκα. Ἐπειδὴ γὰρ ἀπὸ τῆς ἀδηφαγίας καὶ τῆς τρυφῆς τῆς κατὰ τὴν σάρκα ἐπιθυμίαι  τίκτονται,  ταύτην κολάζει. Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Τουτέστιν, ἡ ψυχή· οὐχ ὡς ταύτης σωζομένης μόνης, ἀλλ' ὡς ὁμολογουμένου τούτου, ὅτι σωζομένης ἐκείνης, ἀναντιῤῥήτως καὶ τὸ σῶμα κοινωνήσει τῆς σωτηρίας. Καὶ γὰρ θνητὸν δι' αὐτὴν ἐγένετο ἁμαρτοῦσαν· κἂν αὐτὴ δικαιοπραγήσῃ, πάλιν πολλῆς καὶ αὐτὸ ἀπολαύσεται δόξης. Τινὲς δὲ τὸ πνεῦμα τὸ χάρισμά φασιν, ὅπερ σβέννυται ἁμαρτανόντων  ἡμῶν. Ἵν' οὖν τοῦτο μὴ γένηται, φησὶ, τιμωρείσθω, ἵνα ταύτῃ βελτίων γενόμενος, ἐπισπάσηται τὴν χάριν, καὶ εὑρεθῇ σώαν αὐτὴν  ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρεχόμενος. Ὥστε κηδομένου μᾶλλόν  ἐστι καὶ ἰατρεύοντος, οὐχὶ κόπτοντος ἁπλῶς, οὐδὲ κολάζοντος εἰκῆ καὶ μάτην. Μεῖζον γὰρ τὸ κέρδος τῆς τιμωρίας· ἡ μὲν γὰρ πρόσκαιρος, τὸ δὲ διηνεκές. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἵνα τὸ πνεῦμα σωθῇ, ἀλλ',  Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καλῶς αὐτοὺς καὶ εὐκαίρως τῆς ἡμέρας  ἐκείνης  ἀναμιμνήσκει,  ἵνα  καὶ  αὐτοὶ  προθυμότερον  ἔλθωσιν  ἐπὶ  τὴν ἰατρείαν, κἀκεῖνος καταδέξηται μᾶλλον, οὐχ ὡς ὀργῆς ῥήματα ὄντα, ἀλλ' ὡς πατρὸς κηδεμονικοῦ πρόνοιαν. ∆ιὰ γὰρ τοῦτο, Καὶ εἰς ὄλεθρον τῆς σαρκὸς, εἶπεν· ἤδη τῷ διαβόλῳ νόμους τιθεὶς, καὶ οὐκ ἀφεὶς αὐτὸν περαιτέρω προβῆναι· ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔλεγεν ὁ Θεός· Πλὴν τῆς ψυχῆς αὐτοῦ μὴ ἅψῃ.

γʹ. Εἶτα ἀπαρτίσας τὴν ἀπόφασιν, καὶ ἐν  βραχεῖ  αὐτὴν  εἰπὼν  καὶ οὐκ ἐνδιατρίψας,  ἐπάγει  πάλιν  ἐπιτίμησιν,  πρὸς ἐκείνους ἀποτεινόμενος· Οὐ καλὸν τὸ καύχημα ὑμῶν· δεικνὺς ὅτι ἐκεῖνοι μέχρι τοῦ παρόντος οὐκ εἴασαν αὐτὸν μετανοῆσαι, καυχώμενοι ἐπ' αὐτῷ. Εἶτα δηλοῖ ὅτι οὐκ ἐκείνου φειδόμενος μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ αὐτῶν τούτων· διὸ καὶ ἐπάγει· Οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον  τὸ φύραμα ζυμοῖ; Εἰ γὰρ καὶ ἐκείνου  τὸ ἁμάρτημα, φησὶν, ἀλλ' ἀμελούμενον δύναται καὶ τὸ λοιπὸν τῆς Ἐκκλησίας σῶμα λυμήνασθαι.
Ὅταν γὰρ ὁ πρῶτος ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι ταῦτα πλημμελήσουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι ὑπὲρ ὅλης τῆς Ἐκκλησίας, οὐχ ὑπὲρ ἑνὸς αὐτοῖς ἐστιν ὁ ἀγὼν καὶ ὁ κίνδυνος· διὸ καὶ τῆς εἰκόνος ἐδεήθη τῆς ζύμης. Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα, ὅλον πρὸς ἑαυτὴν μεταβάλλει  τὸ φύραμα· οὕτω καὶ οὗτος, ἂν ἀφεθῇ ἀτιμώρητος καὶ ἀνεκδίκητος ἡ ἁμαρτία αὕτη γένηται, καὶ τοῖς λοιποῖς λυμανεῖται. Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην. Τουτέστι, τὸν πονηρὸν τοῦτον· μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλ', Ἐκκαθάρατε· μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λείψανον  μηδὲ σκιὰν εἶναι τοιαύτην. Τῷ μὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε, δείκνυσιν ἔτι πονηρίαν παρ' αὐτοῖς οὖσαν· τῷ δὲ εἰπεῖν, Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι,  δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει, ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ καθὼς πρέπει εἶναι ὑμᾶς. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωμεν  μὴ ἐν ζύμῃ παλαιᾷ,  μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Οὕτω καὶ ὁ Χριστὸς ζύμην τὴν διδασκαλίαν ἐκάλεσε. Καὶ αὐτὸς δὲ ἐπιμένει τῇ μεταφορᾷ, ἀναμιμνήσκων  παλαιᾶς αὐτοὺς ἱστορίας, καὶ πάσχα καὶ ἀζύμων καὶ τῶν εὐεργεσιῶν τῶν τότε καὶ τῶν νῦν, καὶ τῶν κολάσεων καὶ τῶν τιμωριῶν. Ἑορτῆς ἄρα ὁ παρὼν καιρός. Καὶ γὰρ εἰπὼν, Ἑορτάζωμεν, οὐκ ἐπειδὴ Πάσχα παρῆν, οὐδὲ ἐπειδὴ ἡ Πεντηκοστὴ, ἔλεγεν,  ἀλλὰ δεικνὺς ὅτι πᾶς ὁ χρόνος ἑορτῆς ἐστι καιρὸς τοῖς Χριστιανοῖς διὰ τὴν ὑπερβολὴν τῶν δοθέντων ἀγαθῶν. Τί γὰρ οὐ γέγονεν ἀγαθόν; ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε διὰ σέ· θανάτου σε ἀπήλλαξεν, εἰς βασιλείαν ἐκάλεσεν. Ὁ τοιούτων τοίνυν ἐπιτυχὼν σὺ καὶ ἐπιτυγχάνων,  πῶς οὐκ ὀφείλεις ἑορτάζειν πάντα τὸν βίον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς  ἐπὶ πενίᾳ  καὶ νόσῳ καὶ ἐπιβουλῇ· ἑορτῆς γὰρ ἡμῶν  ὁ καιρὸς ἅπας. ∆ιό φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ, χαίρετε, πάλιν  ἐρῶ, χαίρετε. Ἐν ταῖς ἑορταῖς οὐδεὶς ῥυπαρὰ ἐνδέδυται ἱμάτια· μὴ τοίνυν  μηδὲ ἡμεῖς· γάμοι γὰρ γεγόνασι, γάμοι πνευματικοί. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ. Ἔνθα δὲ βασιλεὺς γάμους ποιεῖ, καὶ γάμους τῷ   υἱῷ,   τί   μεῖζον   ἂν   γένοιτο   τῆς   ἑορτῆς   ταύτης;   Μηδεὶς   τοίνυν   ῥάκια περιβεβλημένος   εἰσίτω.  Οὐ  περὶ  ἱματίων   ἡμῖν   ὁ  λόγος,  ἀλλὰ  περὶ  πράξεων ἀκαθάρτων. Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα  ἡ  εἰς  τὸν  γάμον  ἐκεῖνον  εἴσοδος. Οὐ διὰ  ταῦτα  δὲ  αὐτοὺς  μόνον ὑπομιμνήσκει τῶν ἀζύμων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι μετὰ τὰ ἄζυμα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ' ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκείνοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ  ὁ Ἰουδαῖος. ∆ιόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν μέγα ἐρεῖ· μᾶλλον δὲ μέγα μὲν ἐρεῖ, ἀλλ' οὐδὲν  τοιοῦτον  οἷον  ἡμεῖς, ἐπειδὴ τὴν  ἀλήθειαν  οὐκ οἶδεν. Ἐκεῖνος μὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω μετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς  ἡμᾶς προσεξωθεῖν  τοὺς  πρὸ τούτου  κατέχοντας  ἡμᾶς πρὸς βίαν,  καὶ μὴ συγχωρήσαντας ζυμῶσαι τὸ φύραμα. Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτισμα μυρίων  γέμον ἀγαθῶν,  ἔνθα ὁ παλαιὸς ἄνθρωπος  ἀπεπνίγη.  Πάλιν τὸν Ἰουδαῖον  ἂν  ἐρωτήσῃς, τίνος  ἕνεκεν  ἐξελαύνει  πάντων  τῶν  ὁρίων  τὴν  ζύμην, ἐνταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ μοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄμωμον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντριβήσεται; τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας καλεῖν; ἢ τὸ, ἑστῶτας, ἢ τὸ ἐν ἑσπέρᾳ ἐσθίειν; ἢ τὸ, τῷ  αἵματι τειχίζεσθαι τὴν οἰκίαν; Οὐδὲν ἕτερον ἐκεῖνος ἐρεῖ, ἀλλ' ἄνω καὶ κάτω τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐρῶ καὶ τὸ αἷμα τί βούλεται,  καὶ ἡ ἑσπέρα, καὶ τὸ πάντας  ἐσθίειν  ὁμοῦ, καὶ τὸ ἑστῶτας πάντας.

δʹ. Πρότερον δὲ εἴπωμεν, διὰ τί ἐκ τῶν ὁρίων πάντων ἐλαύνεται ἡ ζύμη. Τί οὖν ἐστι τὸ αἴνιγμα; Πάσης πονηρίας ἀπηλλάχθαι δεῖ τὸν πιστόν. Ὥσπερ γὰρ ἐκεῖνος ἀπόλλυται,  ἔνθα  ἂν  εὑρεθῇ  παλαιὰ  ζύμη, οὕτω  καὶ  παρ'  ἡμῖν  ἔνθα  ἂν  εὑρεθῇ πονηρία. Οὐ γὰρ δήπου ἐπὶ μὲν τῆς σκιᾶς τοσαύτη ἡ κόλασις, ἐπὶ δὲ ἡμῶν οὐ πολλῷ μείζων. Εἰ γὰρ τὰς οἰκίας οὕτως ἐκκαθαίρουσι τῆς ζύμης, καὶ μυῶν ὀπὰς περιεργάζονται, πολλῷ μᾶλλον ἡμᾶς τὴν ψυχὴν διερευνᾶσθαι δεῖ, ὥστε πάντα λογισμὸν ἀκάθαρτον ἐκβάλλειν. Ἀλλὰ τοῦτο παρ' αὐτοῖς πρώην μὲν ἐγίνετο, νῦν δὲ οὐκέτι· πανταχοῦ  γὰρ ζύμη ὅπου Ἰουδαῖος. Ἐν μέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυμον γίνεται, ὅπερ ἐστὶ παίγνια  μᾶλλον, ἢ νόμος λοιπόν. Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν  ἔχουσιν οἱ τύποι. Ὥστε καὶ διὰ τοῦ παραδείγματος τούτου σφόδρα ἐξελαύνει τῆς Ἐκκλησίας τὸν πεπορνευκότα. Οὐ γὰρ δὴ μόνον, φησὶν, οὐδὲν ὠφελεῖ παρὼν, ἀλλὰ καὶ βλάπτει, τῷ κοινῷ πάλιν τοῦ σώματος λυμαινόμενος. Οὐ γὰρ οἶδέ τις πόθεν ἡ δυσωδία, κρυπτομένου τοῦ σεσηπότος, ἀλλὰ τῷ κοινῷ ταύτην λογίζεται.
∆ιὸ καὶ  κατεπείγει  σφόδρα  αὐτοὺς  ἐκκαθᾶραι  τὴν  ζύμην·  Ἵνα  ἦτε,  φησὶ,  νέον φύραμα, καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Οὐκ εἶπεν, Ἀπέθανεν, ἀλλ' οἰκειότερον τῷ προκειμένῳ, Ἐτύθη. Μὴ ζήτει τοίνυν  ἄζυμα τοιαῦτα, ἐπειδὴ μηδὲ ἀμνὸν ἔχεις τοιοῦτον· μὴ ζήτει ζύμην τοιαύτην, ἐπειδὴ μηδὲ τὰ ἄζυμά σου τοιαῦτα. Ἐπὶ μὲν οὖν τῆς ζύμης τῆς αἰσθητῆς τὸ μὲν ἄζυμον γένοιτ' ἂν ζυμωτὸν,  τὸ  δὲ  ζυμωτὸν  οὐκέτ' ἂν  γένοιτ' ἄζυμον· ἐνταῦθα  δὲ  ἔνι  τοὐναντίον τούτου γενέσθαι πάλιν· ἀλλ' ὅμως αὐτὸ οὐκ ἐδήλωσε. Καὶ θέα τὴν σύνεσιν· Ἐν τῇ προτέρᾳ Ἐπιστολῇ οὐ δίδωσιν  ἐλπίδας  ἐπανόδου  τῷ  πεπορνευκότι,  ἀλλὰ  πάντα αὐτοῦ τὸν βίον ἐν μετανοίᾳ κελεύει γενέσθαι, ἵνα μὴ ῥᾳθυμότερον αὐτὸν ἐργάσηται τῇ ὑποσχέσει. Οὐ γὰρ εἶπε, Παράδοτε αὐτὸν τῷ σατανᾷ, ἵνα μετανοήσας πάλιν  τῇ Ἐκκλησίᾳ παραδοθῇ, ἀλλὰ τί; Ἵνα σωθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Παραπέμπει γὰρ αὐτὸν εἰς ἐκεῖνον  τὸν καιρὸν, ἵνα αὐτὸν ἐναγώνιον  ἐργάσηται· καὶ ὅπερ ἔμελλεν  αὐτῷ χαρίζεσθαι μετὰ τὴν μετάνοιαν, οὐκ ἐκκαλύπτει, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος. Ὥσπερ γὰρ ὁ Θεός φησιν, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, καὶ οὐ προσέθηκεν, Ἐὰν δὲ μετανοήσῃ, σωθήσεται·  οὕτω  καὶ  οὗτος  οὐκ  εἶπεν,  Ἐὰν δὲ μετανοήσῃ ἀξίως, κυρώσομεν εἰς αὐτὸν ἀγάπην· ἀλλ' ἀναμένει  ποιῆσαι αὐτὸν τὸ ἔργον, καὶ τότε λαβεῖν αὐτὸν τὴν χάριν. Εἰ γὰρ ἐξ ἀρχῆς τοῦτο εἶπεν, ἐξέλυσεν ἂν αὐτοῦ τὸν φόβον· διόπερ οὐ μόνον οὐ ποιεῖ τοῦτο, ἀλλὰ διὰ τοῦ παραδείγματος τῆς ζύμης οὐδὲ ἀφίησιν  αὐτὸν  ἐλπίσαι ἐπάνοδον, ἀλλ' ἐκείνῃ τηρεῖ τῇ ἡμέρᾳ αὐτὸν, Ἐκκαθάρατε, λέγων,  τὴν  παλαιὰν  ζύμην,  καὶ, Μὴ ἑορτάζωμεν  ἐν  ζύμῃ παλαιᾷ. Ἐπειδὴ δὲ μετενόησε, μετὰ πάσης αὐτὸν  εἰσήγαγε πάλιν  τῆς σπουδῆς. ∆ιὰ τί δὲ παλαιὰν  καλεῖ; Ἢ διὰ τὸ τὸν  πρότερον  ἡμῶν  βίον  τοιοῦτον  εἶναι· ἢ διὰ τὸ τὸ παλαιὸν  ἐγγὺς  εἶναι  ἀφανισμοῦ,  καὶ  δυσῶδες  ὁμοῦ  καὶ  αἰσχρὸν,  οἷόν  ἐστιν  ἡ ἁμαρτία· οὔτε γὰρ ἁπλῶς διαβέβληται τὸ παλαιὸν, οὔτε ἁπλῶς ἐπαινεῖται τὸ καινὸν, ἀλλὰ πρὸς τὰ ὑποκείμενα. Καὶ γὰρ ἀλλαχοῦ φησιν· Οἶνος νέος, φίλος νέος· ἐὰν δὲ παλαιωθῇ,  τότε  μετ'  εὐφροσύνης  πίεσαι  αὐτόν·  ἐγκωμιάζων   ἐπὶ  φιλίας μᾶλλον  τὸ παλαιὸν,  ἢ τὸ νέον· καὶ πάλιν,  Ὁ παλαιὸς  τῶν  ἡμερῶν ἐκάθητο, καὶ ἐνταῦθα πάλιν ἐπὶ ἐγκωμίων καὶ δόξης μεγίστης τὸ παλαιὸν ἐκλαμβάνων. Ἀλλαχοῦ δὲ ἐπὶ ψόγου λαμβάνει τὸ παλαιὸν ἡ Γραφή. Ἐπειδὴ γὰρ τὰ πράγματα ποικίλα ἐστὶν ἐκ πολλῶν συγκείμενα, καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς κέχρηται τοῖς αὐτοῖς, οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον. Ὅρα γοῦν καὶ ἀλλαχοῦ ψεγόμενον τὸ παλαιόν· Ἐπαλαιώθησαν, καὶ ἐχώλαναν  ἀπὸ τῶν τρίβων αὐτῶν· καὶ πάλιν, Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου· καὶ πάλιν, Πεπαλαιωμένε ἡμερῶν κακῶν. Οὕτω καὶ ἡ ζύμη πολλάκις   εἰς   τὴν   βασιλείαν   τῶν   οὐρανῶν   λαμβάνεται,   καίτοι   γε   ἐνταῦθα διαβληθεῖσα· ἀλλ' ἐκεῖ πρὸς ἕτερον, καὶ ἐνταῦθα  πρὸς ἕτερον.

εʹ. Ἐμοὶ δὲ δοκεῖ μάλιστα ὁ περὶ τῆς ζύμης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολλὴν ἔνδοθεν εἶναι ζύμην παλαιὰν, οὐκ ἐκκαθαίροντες ἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας,  τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ πλεονεξία ζύμη παλαιὰ, καὶ ὅπουπερ ἂν πέσῃ, καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται. Κἂν μικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν  σου τὴν οὐσίαν ἐζύμωσε. ∆ιὰ τοῦτο πολλάκις  τὰ εἰσενεχθέντα  κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Οὐδὲν γὰρ σαθρότερον πλεονεξίας· κἂν  τὴν  κλεῖν  ἐπιθῇς  τῷ  τοιούτῳ  ταμιείῳ,  κἂν  θύραν, κἂν  μοχλὸν,  εἰκῆ πάντα ποιεῖς,   πλεονεξίαν   ἔνδον   τὸν   χαλεπώτατον    λῃστὴν   ἀποκλείσας,   καὶ   πάντα δυνάμενον   ἐξενεγκεῖν.  Τί  οὖν,  φησὶν,  ὅταν  πολλοὶ  πλεονεκτοῦντες   μὴ  ταῦτα πάσχωσι; Μάλιστα μὲν πείσονται, κἂν μὴ παρ' αὐτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ, κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως τὰ ἑτέρων ἔχει· καὶ τοῦτο πέπεισται ἀκριβῶς, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Εἰ γὰρ τοῦ δεῖνος ἁρπάσαντος ἔλαβες σὺ, εἶτα ἐλθὼν ὁ ἁρπαγεὶς  ἀπῄτει,  ἆρα ἂν  ἤρκεσέ σοι εἰς  ἀπολογίαν  τὸ  μὴ  αὐτὸν  ἡρπακέναι  σε; Οὐδαμῶς· τί γὰρ ἂν εἶπες ἐγκαλούμενος,  εἰπέ μοι; Ὅτι ἕτερος ἀπέδυσεν; ἀλλὰ σὺ κατέχεις. Ἐκεῖνος ἥρπασεν; ἀλλὰ σὺ ἀπολαύεις. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος, καὶ ποίησον ὅπερ ἐποίησεν ὁ Ζακχαῖος μετὰ πολλῆς τῆς προσθήκης· εἰ δὲ ἀγνοεῖς, καὶ ἑτέραν σοι δίδωμι ὁδὸν, καὶ οὐκ ἀποκλείω σε τῆς θεραπείας· εἰς τοὺς δεομένους διάνειμαι ταῦτα ἅπαντα, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Εἰ δέ τινες καὶ εἰς παῖδας καὶ ἐκγόνους  ταῦτα παρέπεμψαν, ἀλλ' ἕτερα ἀντὶ  τούτων  ἔπαθον δεινά. Καὶ τί λέγω τὰ ἐνταῦθα; Οὐ γὰρ δήπου καὶ κατ' ἐκείνην  τὴν ἡμέραν ταῦτα ἐρεῖται, ὅταν  ἀμφότεροι  γυμνοὶ  φαίνωνται,  οἵ τε ἁρπαγέντες  οἵ τε ἁρπάσαντες· μᾶλλον  δὲ οὐχ ὁμοίως γυμνοί.  Τῶν μὲν γὰρ χρημάτων  ὁμοίως ἑκάτερος γυμνὸς ἔσται, θάτερος δὲ καὶ τῶν ἐκ τούτων ἐγκλημάτων ἐμπεπλησμένος. Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς  παράγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος  συνήγορον; τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι  τὸ δικαστήριον δυνήσῃ τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ νῦν· καὶ γὰρ καὶ νῦν πάρεστιν ἐκεῖνο τὸ δικαστήριον. Καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν  τινος ἐκδικίας, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα  οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν; Ἀλλ'   οὐκ   εἰς   τέλος.   Ἄκουσον   τί   φησιν   ὁ   προφήτης·   Μὴ  παραζήλου   ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Ποῦ γὰρ, εἰπέ μοι, μετὰ τὴν ἐντεῦθεν ἀπαγωγὴν ὁ ἁρπάσας; ποῦ αἱ λαμπραὶ ἐλπίδες; ποῦ τὸ σεμνὸν ὄνομα; οὐχὶ πάντα παρῆλθεν; οὐχὶ ὄναρ καὶ σκιὰ πάντα τὰ ἐκείνου; Τοῦτο καὶ περὶ ἑκάστου τῶν τοιούτων προσδόκα, καὶ τοῦ ζῶντος καὶ τοῦ μετ' ἐκεῖνον. Ἀλλ' οὐ τὰ τῶν ἁγίων ἀνδρῶν τοιαῦτα, οὐδὲ δυνήσῃ τὰ αὐτὰ καὶ ἐπ' ἐκείνων εἰπεῖν, ὅτι σκιὰ καὶ ὄναρ καὶ διηγήματα τὰ τούτων. Καὶ εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρὸς δῆλον, παραγάγωμεν εἰς μέσον. Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Ὅλως γὰρ ἐπιθυμεῖς; ὅλως ἐφίεσαι καὶ βούλει γενέσθαι τοιοῦτος; Ναὶ, φησίν. Οὐκοῦν ἐλθὲ τὴν ὁδὸν, ἣν οὗτος ἦλθε, καὶ οἱ μετ' αὐτοῦ. Καὶ ποίαν ἦλθεν ὁδόν; Ὁ μέν φησιν· Ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι· ὁ δὲ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Οὕτως οὐδὲν εἶχον, καὶ ὅμως πάντα κατεῖχον. Τί ταύτης σεμνότερον τῆς φωνῆς; τί μακαριώτερόν τε καὶ εὐπορώτερον; Ἕτεροι μὲν γὰρ ἐπὶ τοῖς ἐναντίοις  ἡβρύνοντο λέγοντες· Ἔχω τόσα καὶ τόσα χρυσίου τάλαντα, καὶ πλέθρα γῆς ἄπειρα καὶ οἰκίας καὶ ἀνδράποδα· οὗτος δὲ, ἐπὶ τῷ πάντων  εἶναι γυμνός· καὶ οὐ καταδύεται τῇ πενίᾳ, ὅπερ πάσχουσιν οἱ ἀνόητοι, οὐδὲ ἐγκαλύπτεται, ἀλλὰ  καὶ  ἐγκαλλωπίζεται.  Ποῦ νῦν  οἱ πλουτοῦντες,  οἱ  τόκους  ἀριθμοῦντες  καὶ τόκους τόκων, οἱ τὰ πάντων  λαμβάνοντες,  καὶ οὐδέποτε κορεννύμενοι;  ἠκούσατε τῆς Πέτρου φωνῆς τῆς ἐπιδεικνυμένης  πενίαν πλούτου μητέρα; τῆς οὐδὲν ἐχούσης, καὶ τῶν  τὰ διαδήματα περικειμένων  εὐπορωτέρας; Αὕτη γὰρ ἡ μηδὲν ἔχουσα καὶ νεκροὺς ἀνίστα, καὶ χωλοὺς διώρθου, καὶ δαίμονας ἤλαυνε, καὶ τοιαῦτα ἐχαρίζετο, ἅπερ οἱ  τὴν  ἁλουργίδα  περιβεβλημένοι,  καὶ  τὰ  μεγάλα  καὶ  φοβερὰ  στρατόπεδα ἄγοντες, οὐδέποτε ἴσχυσαν· αὕτη ἡ φωνὴ τῶν εἰς οὐρανὸν ἤδη μεταστάντων, τῶν ἐκείνης ἐπειλημμένων  τῆς κορυφῆς. Οὕτως ἔστι μηδὲν ἔχοντα, τὰ πάντων κατέχειν· οὕτως ἔστι μηδὲν κτώμενον, τὰ πάντων  κεκτῆσθαι. Ἂν δὲ κτησώμεθα τὰ πάντων, τῶν πάντων ἀπεστερήμεθα. Τάχα αἴνιγμα τὸ εἰρημένον εἶναι δοκεῖ, ἀλλ' οὐκ ἔστιν. Ἀλλὰ πῶς, φησὶν, ὁ μηδὲν ἔχων, τὰ πάντων κατέχει; οὐ πολλῷ μᾶλλον ὁ τὰ πάντων ἔχων;  Οὐδαμῶς, ἀλλὰ  τοὐναντίον  ἅπαν. Ὁ γὰρ μηδὲν  ἔχων  πᾶσιν ἐπιτάττει,  ὡς κἀκεῖνοι ἐποίουν· καὶ γὰρ αἱ κατὰ τὴν οἰκουμένην αὐτοῖς οἰκίαι ἦσαν ἀνεῳγμέναι πᾶσαι, καὶ χάριν εἶχον οἱ παρέχοντες, καὶ ὡς πρὸς φίλους  καὶ συγγενεῖς ἤρχοντο. Καὶ γὰρ πρὸς τὴν πορφυροπώλιδα ἦλθον,  καὶ ἐκείνη καθάπερ θεραπαινὶς τὰ ἑαυτῆς προὔθηκε· καὶ πρὸς τὸν δεσμοφύλακα, κἀκεῖνος τὴν οἰκίαν αὐτοῖς ἀνέῳξεν ἅπασαν· καὶ πρὸς ἑτέρους μυρίους. Οὕτω πάντα εἶχον, καὶ οὐδὲν εἶχον. Οὐδὲν γὰρ τῶν  ὑπαρχόντων  ἔλεγον ἴδιον εἶναι·  διὰ τοῦτο πάντα ἦν αὐτῶν. Ὁ γὰρ κοινὰ τὰ ὄντα ἡγούμενος, οὐ τοῖς αὐτοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἑτέρων χρήσεται ὡς ἰδίοις· ὁ δὲ ἀποσχίζων, καὶ ποιῶν ἑαυτὸν κύριον τῶν αὐτοῦ μόνων, οὐδὲ τούτων ἔσται κύριος. Καὶ τοῦτο ἀπὸ ὑποδείγματος  δῆλον. Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν  μήτε περιττὸν  ἱμάτιον,  ἀλλὰ  διὰ τὸν  Θεὸν πάντων  ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων  ἅπερ ἂν θέλῃ, λήψεται· καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει. Ὁ δὲ ἔχων τινὰ, οὐδὲ τούτων ἔσται κύριος· οὔτε γὰρ δώσει τις τῷ κεκτημένῳ, καὶ λῃστῶν καὶ κλεπτῶν καὶ συκοφαντῶν καὶ μεταβολῆς πραγμάτων  καὶ  πάντων  μᾶλλον  ἔσται, ἢ  ἐκείνου,  τὰ  ἐκείνου.  Πᾶσαν γοῦν  τὴν οἰκουμένην  διέδραμεν ὁ Παῦλος, οὐδὲν ἐπιφερόμενος,  οὐ πρὸς φίλους  ἀπιὼν,  οὐ πρὸς συνήθεις· καὶ γὰρ κοινὸς ἐν ἀρχῇ πολέμιος πᾶσιν ἦν· ἀλλ' ὅμως τὰ πάντων εἶχε μετὰ τὸ εἰσελθεῖν. Ὁ δὲ Ἀνανίας καὶ ἡ Σάπφειρα, ἵνα μικρόν τι τῶν ἰδίων κτήσωνται σπεύσαντες, πάντων ἐξέπεσον μετὰ καὶ αὐτῆς τῆς ζωῆς. Ἀπόστηθι τοίνυν τῶν σῶν, ἵνα ὡς ἰδίοις χρήσῃ τοῖς ἀλλοτρίοις. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς εἰς τοσαύτην ἐξηνέχθην ὑπερβολὴν,   ἀνθρώποις   τοιαῦτα   φθεγγόμενος,   οἷς  ἀγαπητὸν   κἂν   τῶν   ὄντων μεταδοῦναί τι μικρόν.  ∆ιόπερ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς τελείους εἰρήσθω· πρὸς  δὲ  τοὺς  ἀτελεστέρους  ἐκεῖνα  λέγωμεν   ∆ότε  τῶν  ὄντων   τοῖς  δεομένοις, αὐξήσατε τὴν οὐσίαν. Ὁ γὰρ διδοὺς πτωχῷ, φησὶ, δανείζει Θεῷ. Εἰ δὲ ἐπείγῃ, καὶ οὐκ ἀναμένεις   τὸν   καιρὸν   τῆς   ἀντιδόσεως,   ἐννόει   τοὺς   τὰ  χρήματα   ἀνθρώποις δανείζοντας.  Οὐδὲ γὰρ οὗτοι παραχρῆμα βούλονται  τοὺς τόκους ἀπολαβεῖν, ἀλλὰ πλείονα ἐπιθυμοῦσι χρόνον μεῖναι παρὰ ταῖς τοῦ δανεισαμένου χερσὶ τὸ κεφάλαιον, μόνον ἐὰν ἀσφαλὴς ἡ ἀπόδοσις ᾖ, καὶ μὴ ὑποπτεύωσι τὸν εἰληφότα. Τοῦτο τοίνυν καὶ ἐνταῦθα γινέσθω· ἄφες αὐτὰ παρὰ τῷ Θεῷ, ἵνα ἀποδῷ σοι τὸν μισθὸν πολλαπλασίω. Μὴ ἐνταῦθα τὸ πᾶν ζήτει· ἂν γὰρ ἐνταῦθα αὐτὸ ἀπολάβῃς ὅλον, πῶς ἀπολήψῃ ἐκεῖ; ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἐκεῖ ταμιεύεται, ἅτε ἐπικήρου τοῦ παρόντος βίου τυγχάνοντος.   ∆ίδωσι  δὲ  καὶ  ἐνταῦθα·   Ζητεῖτε  γὰρ,  φησὶ,  τὴν  βασιλείαν  τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἀλλ' ἡμεῖς πρὸς ἐκείνην βλέπωμεν, καὶ μὴ ἐπειγώμεθα πρὸς τὴν ἁπάντων ἀντίδοσιν, ἵνα μὴ ἐλαττώσωμεν τὴν ἀμοιβὴν, ἀλλ' ἀναμένωμεν τὸν καιρόν. Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ' οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι. Τούτους τοίνυν  συναγαγόντες  μετὰ δαψιλείας  πολλῆς, οὕτως ἐντεῦθεν  ἀπέλθωμεν,  ἵνα  καὶ  τῶν  παρόντων  καὶ  τῶν  μελλόντων   ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |