ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΘʹ Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ·

Παρασκευή 28 Οκτωβρίου 2016

ΜΘʹ Ταῦτα εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΜΘʹ Ταῦτα εἰπὼν  αὐτοῖς,  ἔμεινεν  ἐν  τῇ Γαλιλαίᾳ· ὡς  δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐ τὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ.
.
αʹ. Τὰ ἀνθρωπίνως  ὑπὸ τοῦ Χριστοῦ οἰκονομούμενα,  οὐ διὰ τοῦτο μόνον οἰκονομεῖται,  ἵνα  τὴν  σάρκωσιν βεβαιώσηται, ἀλλ' ἵνα  καὶ ἡμᾶς παιδεύσῃ πρὸς ἀρετήν.   Εἰ  γὰρ   πάντα   ὡς   Θεὸς  ἔπραττε,   πόθεν   ἐδυνάμεθα   ἡμεῖς   εἰδέναι, περιπίπτοντες  ἀβουλήτοις, τί χρὴ ποιεῖν; οἷόν τι λέγω· ἐν τούτῳ τε αὐτῷ ὢν τῷ χωρίῳ φονώντων τῶν Ἰουδαίων εἰς μέσον εὐθέως παρελθὼν κατέστειλε τὴν ὁρμήν. Εἰ τοίνυν τοῦτο ἐποίει διηνεκῶς, ἡμεῖς οὐ δυνάμενοι τοῦτο ποιεῖν, περιπίπτοντες δὲ, πόθεν ἂν ἔγνωμεν πῶς δεῖ τῷ πράγματι χρῆσθαι; καὶ πότερον εὐθέως ἀποθανεῖν, ἤ τι καὶ οἰκονομῆσαι δέον, ὥστε προχωρῆσαι τὸν λόγον; Ἐπεὶ οὖν οὐκ ἂν ἐμάθομεν ἡμεῖς, οἱ μὴ δυνάμενοι, παρελθόντες εἰς μέσον τί δεῖ ποιεῖν, διὰ τοῦτο καὶ ταῦτα παρ' αὐτοῦ παιδευόμεθα.


 Ταῦτα γὰρ, φησὶν, εἰπὼν ὁ Ἰησοῦς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν  οἱ ἀδελφοὶ  αὐτοῦ, τότε ἀνέβη καὶ αὐτὸς, οὐ φανερῶς,  ἀλλ' ὡς ἐν κρυπτῷ. Τὸ εἰπεῖν,  ὅτι Ἀνέβησαν οἱ ἀδελφοὶ  αὐτοῦ, ἐμφαίνοντός  ἐστιν, ὅτι οὐκ ἐβούλετο μετ' ἐκείνων ἀνελθεῖν. ∆ιὸ καὶ μένει ἐν ᾧπερ ἦν, οὔτε δῆλον κατέστησεν ἑαυτὸν,  ἐκείνων  πως  κατεπειγόντων   τοῦτο  ποιῆσαι. Τί δήποτε  δὲ  ἐν  παῤῥησίᾳ διαλεγόμενος  ἀεὶ, ὡς ἐν κρυπτῷ νῦν  τοῦτο ποιεῖ; Οὐκ εἶπεν, Κρύφα, ἀλλ' Ὡς ἐν κρυπτῷ. Οὕτω γὰρ ἐχρῆν, ὅπερ εἶπον, παιδεύων ἡμᾶς τὰ πράγματα οἰκονομεῖν. Καὶ χωρὶς τούτου δὲ οὐκ ἦν ἴσον ζεόντων αὐτῶν καὶ σφαδαζόντων ἐμπεσεῖν, καὶ μετὰ ταῦτα τῆς ἑορτῆς διαλυθείσης. Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν, καὶ ἔλεγον, Ποῦ ἔστιν ἐκεῖνος; Καλά γε αὐτῶν τὰ ἐν ταῖς ἑορταῖς κατορθώματα· ἐπὶ φόνον ὁρμῶσι, καὶ ἐν τῇ ἑορτῇ βουλεύονται αὐτὸν συλλαβεῖν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ λέγουσι· Τί δοκεῖτε ὅτι οὐ μὴ ἔλθῃ ἐν τῇ ἑορτῇ; Καὶ ἐνταῦθα, Ποῦ ἐστιν ἐκεῖνος; Ὑπὸ τοῦ πολλοῦ μίσους καὶ τῆς ἀπεχθείας οὐδὲ ὀνομαστὶ αὐτὸν καλεῖν ἐβούλοντο. Πολλὴ ἡ εἰς τὴν ἑορτὴν αἰδὼς, μεγάλη ἡ εὐλάβεια· ἀπ' αὐτῆς τῆς ἑορτῆς αὐτὸν θηρεῦσαι ἐβούλοντο. Καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τοῖς ὄχλοις. Ἐμοὶ δὲ δοκεῖ καὶ ἀπὸ τοῦ τόπου παροξύνεσθαι αὐτοὺς, ἔνθα τὸ σημεῖον ἐγένετο, καὶ ὁμοῦ ἀγριαίνειν, καὶ δεδοικέναι, οὐχ  οὕτως  ὑπὲρ  τοῦ  παρελθόντος   ὀργιζομένους,  ὡς  φοβουμένους,  μὴ  πάλιν ἐργάσηταί τι τοιοῦτον. Ἐξέβαινε . δὲ πᾶν τοὐναντίον,  καὶ ἄκοντες φανερὸν αὐτὸν ἐποίουν. Καὶ οἱ μὲν ἔλεγον, ὅτι Ἀγαθός ἐστιν, οἱ δὲ, Οὒκ, ἀλλὰ πλανᾷ  τὸν ὄχλον.  Ἐκείνην  μὲν  οὖν  οἶμαι  τὴν  δόξαν  τῶν  πολλῶν  εἶναι·  ταύτην  δὲ,  τῶν ἀρχόντων καὶ τῶν ἱερέων. Τὸ γὰρ διαβάλλειν τῆς ἐκείνων βασκανίας καὶ πονηρίας ἐστί.  Πλανᾷ,  φησὶ,  τὸν  ὄχλον.   Τί  ποιῶν,   εἰπέ  μοι;  ἆρα  φαντάζων   καὶ  οὐκ ἐργαζόμενος  τὰ  σημεῖα;  Καὶ μὴν  τοὐναντίον   ἡ  πεῖρα  μαρτυρεῖ.  Οὐδεὶς μέντοι παῤῥησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. Ὁρᾷς πανταχοῦ τὸ μὲν ἀρχικὸν διεφθαρμένον, τοὺς δὲ ἀρχομένους ὑγιαίνοντας μὲν τῇ κρίσει, οὐκ ἔχοντας δὲ ἀνδρείαν προσήκουσαν, ἧς μάλιστα τῷ πλήθει δεῖ; Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς, καὶ ἐδίδασκε. Τῇ ἀναβολῇ προσεκτικωτέρους αὐτοὺς ἐποίησεν. Οἱ γὰρ ταῖς ἡμέραις ζητήσαντες αὐτὸν ταῖς πρώταις καὶ λέγοντες, Ποῦ ἔστιν ἐκεῖνος; ἄφνω παρόντα ἰδόντες, ὅρα πῶς ἐπέστησαν, καὶ ἔμελλον ἐπικεῖσθαι λέγοντι, οἵ τε ἀγαθὸν  λέγοντες,  οἵ  τε  μὴ  τοιοῦτον·  ἀλλ'  ἐκεῖνοι  μὲν,  ὥστε  κερδάναι  τι  καὶ θαυμάσαι· οὗτοι δὲ, ὥστε ἐπιλαβέσθαι, καὶ κατασχεῖν. Τὸ μὲν οὖν, Πλανᾷ τὸν ὄχλον, ἀπὸ  τῆς  διδασκαλίας  τῶν  δογμάτων  ἔλεγον,  οὐ  νοοῦντες  τὰ  λεγόμενα·  τὸ  δὲ, Ἀγαθὸς, ἀπὸ τῶν σημείων. Χαλάσας τοίνυν αὐτῶν τὸν θυμὸν οὕτως ἐπέστη, ὥστε μετὰ σχολῆς ἀκοῦσαι τῶν λεγομένων,  μηκέτι τῆς ὀργῆς ἐμφραττούσης τὰ ὦτα. Τί μὲν οὖν ἐδίδαξεν, οὐκ εἶπεν· ὅτι δὲ θαυμαστῶς, τοῦτο μόνον λέγει, καὶ ὅτι εἷλεν αὐτοὺς καὶ μετέβαλε· τοσαύτη τῶν  λεγομένων  ἦν ἡ δύναμις. Οἱ δὲ εἰπόντες,  ὅτι Πλανᾷ τὸν  ὄχλον,  μεταβαλλόμενοι  ἐθαύμαζον· διὸ  καὶ  ἔλεγον·  Πῶς οὗτος  οἶδε γράμματα, μὴ μεμαθηκώς· Ὁρᾷς πῶς δείκνυσι καὶ ἐνταῦθα πονηρίας γέμον τὸ θαῦμα αὐτῶν; Οὐ γὰρ εἶπεν, ὅτι τὴν διδασκαλίαν ἐθαύμαζον· ἢ ὅτι ἐδέχοντο τὰ λεγόμενα· ἀλλ'  ἁπλῶς,   Ἐθαύμαζον·  τουτέστιν,   εἰς  ἐκπληξίαν   ἐνέπιπτον   καὶ  διηπόρουν λέγοντες,  Πόθεν τούτω  ταῦτα; δέον ἀπὸ τῆς ἀπορίας ταύτης  συνιδεῖν,  ὅτι οὐδὲν ἀνθρώπινον  ἦν ἐν αὐτῷ. Ἀλλ' ἐπειδὴ τοῦτο αὐτοὶ οὐκ ἤθελον  ὁμολογῆσαι, ἀλλὰ μέχρι τοῦ θαυμάζειν ἵσταντο μόνον, ἄκουσον τί φησιν αὐτός· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή. Πάλιν πρὸς τὴν ὑπόνοιαν  αὐτῶν  ἀποκρίνεται, ἐπὶ τὸν Πατέρα αὐτοὺς ἄγων,  κἀκεῖθεν  ἐπιστομίσαι βουλόμενος.  Ἐάν τις  θέλῃ  τὸ θέλημα  αὐτοῦ  ποιεῖν, γνώσεται περὶ τῆς διδασκαλίας, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. Ὃ δὲ λέγει, τοῦτό ἐστι· τὴν πονηρίαν ἐξ ἑαυτῶν ἐκβάλετε, καὶ τὴν ὀργὴν, καὶ τὸν φθόνον,  καὶ τὸ μῖσος τὸ εἰκῆ πρὸς ἐμὲ γεγενημένον,  καὶ οὐδὲν τὸ κωλύον  ὑμᾶς γνωρίσαι, ὅτι Θεοῦ ὄντως . ἐστὶ τὰ ῥήματα τὰ ἐμά. Νῦν μὲν γὰρ ὑμῖν ταῦτα ἐπισκοτεῖ, καὶ τὴν ὀρθὴν διαφθείρει κρίσιν λάμπουσαν· ἂν δὲ ταῦτα ἐξέλητε, οὐκ ἔτι τοῦτο πείσεσθε. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἂν αὐτοὺς σφοδρῶς· πάντα δὲ ταῦτα ᾐνίξατο διὰ τοῦ εἰπεῖν, Ὁ ποιῶν τὸ θέλημα αὐτοῦ, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ· τουτέστιν, Ἢ ἐγὼ ἀλλότριόν τι καὶ ξένον καὶ ἐναντίον  φθέγγομαι. Τὸ γὰρ, Ἀπ' ἐμαυτοῦ, ἀεὶ ἐπὶ τοῦτο κεῖται, ὅτι οὐδὲν  ἔξω τῶν  αὐτῷ  δοκούντων  λέγω,  ἀλλὰ  πάντα  ἃ ὁ Πατὴρ βούλεται, ταῦτα κἀγώ. Ἐάν τις τὸ θέλημα αὐτοῦ ποιῇ, γνώσεται περὶ τῆς διδαχῆς. Τί ἐστιν, Ἐάν τις τὸ θέλημα  αὐτοῦ  ποιῇ; Ἐάν τις  ἐραστὴς ᾖ τοῦ  βίου  τοῦ  κατ' ἀρετὴν,  εἴσεται τῶν λεγομένων  τὴν  δύναμιν·  ἐάν τις θέλῃ προσέχειν ταῖς προφητείαις,  πότερον κατ' αὐτὰς λαλῶ, ἢ οὔ.

βʹ. Πῶς δὲ αὐτοῦ καὶ οὐκ αὐτοῦ; Οὐ γὰρ εἶπεν, ἡ διδασκαλία αὕτη οὐκ ἔστιν ἐμή· ἀλλὰ πρότερον εἰπὼν, ὅτι Ἐμή ἐστι, καὶ οἰκειωσάμενος αὐτὴν, τότε ἐπήγαγεν, Οὐκ ἔστιν ἐμή. Πῶς οὖν τὸ αὐτὸ δύναται εἶναι, καὶ αὐτοῦ, καὶ οὐκ αὐτοῦ; Αὐτοῦ μὲν, ὅτι ὡς μὴ διδασκόμενος ἔλεγεν·  οὐκ αὐτοῦ δὲ, ὅτι τοῦ Πατρὸς ἦν ἡ διδασκαλία. Πῶς οὖν λέγει, Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, καὶ τὰ ἐμὰ αὐτοῦ; Εἰ γὰρ ἐπειδὴ τοῦ Πατρός ἐστι, διὰ τοῦτο οὐκ ἔστι σὴ, ψεῦδος ἐκεῖνο· διὰ τοῦτο γὰρ ὤφειλεν εἶναι σή. Ἀλλὰ τὸ, Οὐκ ἐμὴ, σφόδρα αὐτοῦ καὶ τοῦ Πατρὸς μίαν εἶναι δηλοῖ τὴν διδαχήν· ὡσανεὶ ἔλεγεν· οὐδὲν ἔχει παρηλλαγμένον,  ὡς ἑτέρου οὖσα. Εἰ γὰρ καὶ ἡ ὑπόστασις ἄλλη, ἀλλ' οὕτω καὶ λέγω καὶ πράττω, ὡς μὴ νομίζεσθαι ἕτερόν τι παρὰ τὸν Πατέρα, ἀλλὰ τὸ αὐτὸ ὅπερ ὁ Πατὴρ εἶπεν ἢ ἔπραξεν. Εἶτα καὶ ἄλλον  ἐπάγει συλλογισμὸν  ἀναντίῤῥητον,  ἀνθρώπινόν  τι  παράγων  εἰς μέσον, καὶ ἀπὸ τῶν  ἐν συνηθείᾳ παιδεύων. Τί δὲ τοῦτό ἐστιν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ. Τουτέστιν, ὁ βουλόμενος  ἰδίαν  τινὰ  στῆσαι διδασκαλίαν,  δι' οὐδὲν  ἕτερον βούλεται, ἀλλ' ἢ δόξαν ἐκ τούτου καρποῦσθαι. Εἰ δὲ ἐγὼ οὐ βούλομαι καρπώσασθαι δόξαν, τίνος ἕνεκεν ἰδίαν τινὰ βούλομαι στῆσαι διδασκαλίαν; Ὁ ἀφ' ἑαυτοῦ λαλῶν· τουτέστιν,  ὁ ἴδιόν  τι καὶ παρηλλαγμένον,  διὰ τοῦτο λαλεῖ,  ἵνα τὴν δόξαν αὐτοῦ στήσῃ. Εἰ δὲ ἐγὼ τὴν δόξαν τοῦ πέμψαντός με ζητῶ, τίνος ἕνεκεν ἂν ἑλοίμην ἕτερα διδάσκειν; Ὁρᾷς ὅτι αἰτία τις ἦν, δι' ἣν καὶ ἐκεῖ ἔλεγε μηδὲν ἀφ' ἑαυτοῦ ποιεῖν; Τίς δὲ αὕτη; Ἵνα πιστεύσωσιν, ὅτι οὐ δόξης ἐφίεται τῆς τῶν πολλῶν. ∆ιὰ τοῦτο ὅταν μὲν ταπεινὰ λέγῃ, Ἐγὼ τὴν δόξαν τοῦ Πατρὸς ζητῶ, φησί· πανταχοῦ πεῖσαι βουλόμενος αὐτοὺς, ὅτι οὐ δόξης ἐρᾷ. Τοῦ μὲν οὖν ταπεινὰ φθέγγεσθαι πολλαί εἰσιν αἰτίαι· οἷον τὸ μὴ ἀγέννητον  νομισθῆναι, τὸ μὴ ἀντίθεον, τὸ σάρκα περιβεβλῆσθαι, τὸ ἀσθενὲς τῶν ἀκουόντων,  τὸ διδάσκειν τοὺς ἀνθρώπους μετριάζειν, καὶ μηδὲν περὶ ἑαυτῶν λέγειν  μέγα. Τοῦ δὲ ὑψηλὰ  φθέγγεσθαι  μίαν εὕροι τις ἂν αἰτίαν,  τῆς φύσεως τὸ μέγεθος. Εἰ γὰρ, ἐπειδὴ εἶπεν, Πρὸ τοῦ Ἀβραὰμ ἐγώ εἰμι, ἐσκανδαλίσθησαν, τί οὐκ ἂν ἔπαθον ἀεὶ ῥημάτων ὑψηλῶν ἀκούοντες; Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; Καὶ ποίαν ἀκολουθίαν ἔχει τοῦτο, φησὶν, ἢ τί κοινὸν πρὸς τὰ πρότερον εἰρημένα; ∆ύο ἐγκλήματα ἐπήγαγον, ἓν, ὅτι τὸ σάββατον λύει· ἄλλο, ὅτι Πατέρα ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Ὅτι γὰρ οὐ τῆς ἐκείνων ὑπονοίας ἦν, ἀλλὰ τῆς αὐτοῦ γνώμης· καὶ ὅτι οὐχ ὡς οἱ  πολλοὶ,  ἀλλ'  ἐξαιρέτως  καὶ  ἰδιαζόντως  ἔλεγε,  δῆλον  ἐκεῖθεν.  . Πολλοὶ πολλάκις πατέρα εἶπον τὸν Θεὸν ἑαυτῶν· οἷον, ὅτι Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ πατὴρ εἷς  πάντων   ἡμῶν·  ἀλλ'  οὐ  παρὰ  τοῦτο  ἴσος  ἦν  ὁ  λαὸς  τῷ  Θεῷ· ὅθεν  οὐδὲ ἐσκανδαλίζοντο   ἀκούοντες.  Ὥσπερ  οὖν  ὅτε,  Οὐκ  ἔστιν  ἐκ  Θεοῦ, ἔλεγον,  καὶ ἐθεράπευσεν αὐτοὺς πολλάκις,  καὶ ὑπὲρ τῆς τοῦ σαββάτου λύσεως ἀπελογήσατο· οὕτω καὶ τοῦτο, εἰ τῆς ἐκείνων ὑποψίας ἦν, καὶ μὴ τῆς αὐτοῦ γνώμης, διώρθωσεν ἂν καὶ εἶπεν· τί με νομίζετε ἴσον τῷ Θεῷ; Οὐκ εἰμὶ ἴσος. Ἀλλ' οὐδὲν τοιοῦτον  εἶπεν, ἀλλὰ καὶ τοὐναντίον,  καὶ ἀπέδειξεν ὅτι ἴσος ἐστὶ διὰ τῶν  ἑξῆς. Τὸ γὰρ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱός· καὶ, Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, καὶ Τὰ ἔργα, ἃ ἂν ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· ταῦτα πάντα τῆς ἰσότητός ἐστι συστατικά. Καὶ περὶ τοῦ νόμου δὲ λέγει· Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας. Οὕτως οἶδε καὶ τὰς ἐν διανοίᾳ πονηρὰς ὑπονοίας ἐξελεῖν. Ἐνταῦθα δὲ τὴν τοῦ ἴσου ὑπόνοιαν οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλὰ καὶ βεβαιοῖ. ∆ιὸ καὶ ἀλλαχοῦ εἰπόντων αὐτῶν, ὅτι Ποιεῖς σεαυτὸν Θεὸν, οὐκ ἀνεῖλε  τὴν ὑπόνοιαν,  ἀλλὰ  καὶ ἐβεβαίωσεν εἰπών·  Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν  ἔχει  ὁ  Υἱὸς τοῦ  ἀνθρώπου  ἀφιέναι  ἁμαρτίας  ἐπὶ  τῆς  γῆς,  λέγει  τῷ παραλυτικῷ· Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Ἐκεῖνο μὲν οὖν τὸ πρότερον ἐπέτεινε, τὸ ἴσον ἑαυτὸν ποιεῖν τῷ Θεῷ, δεικνὺς ὅτι οὐκ ἔστιν ἀντίθεος, ἀλλὰ καὶ τὰ αὐτὰ λέγει,  καὶ τὰ αὐτὰ ἐκείνῳ  διδάσκει· λοιπὸν  πρὸς τὴν  τοῦ σαββάτου λύσιν ἵσταται λέγων· Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν τηρεῖ τὸν νόμον; Ὡσανεὶ ἔλεγεν· Εἶπεν ὁ νόμος, Οὐ φονεύσεις· ὑμεῖς δὲ φονεύετε, καὶ ἐμοὶ ἐγκαλεῖτε ὡς παραβαίνοντι τὸν νόμον; ∆ιατί δὲ εἶπεν, Οὐδείς; Ὅτι πάντες ἐζήτουν αὐτὸν ἀποκτεῖναι.  Ἐγὼ μὲν οὖν εἰ καὶ ἔλυσα τὸν νόμον, φησὶν, ἀλλὰ ἄνθρωπον σώσας· ὑμεῖς  δὲ παραβαίνετε  ἐπὶ  κακῷ. Τὸ ἐμὸν  εἰ καὶ παράβασις ἦν,  ἀλλ' ἐπὶ σωτηρίᾳ, καὶ οὐκ ἐχρῆν ὑφ' ἡμῶν τῶν τὰ μεγάλα παραβαινόντων  ἐμὲ κρίνεσθαι. Τὸ γὰρ ὑμέτερον, ἀνατροπὴ τοῦ νόμου παντός. Εἶτα καὶ ἐπαγωνίζεται, καίτοι πολλὰ καὶ πάλαι διαλεχθείς· ἀλλὰ τότε μὲν ὑψηλότερον καὶ κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ, νῦν δὲ ταπεινότερον. Τί δήποτε; Ὅτι οὐκ ἐβούλετο συνεχῶς παρακνίζειν αὐτούς. Νῦν γὰρ τὰ   τῆς   ὀργῆς   ἐπιτέτατο,   καὶ   εἰς   φόνον   προῄεσαν.  ∆ιὸ  μένει,   δύο  τούτοις καταστέλλων  αὐτούς· τῷ τε ἐλέγξαι αὐτῶν  τὸ τόλμημα καὶ εἰπεῖν, Τί με ζητεῖτε ἀποκτεῖναι; καὶ τῷ μετ' ἐπιεικείας εἰπεῖν, Ἄνθρωπον,  ὃς τὴν ἀλήθειαν  λελάληκα, καὶ  τῷ  δεῖξαι  ὅτι  φονῶντες  οὐκ εἰσὶν  ἄξιοι  κρίνειν  ἕτερον.  Σὺ δὲ ὅρα καὶ  τῆς ἐρωτήσεως τὸ ταπεινὸν  τῆς τοῦ Χριστοῦ, καὶ τῆς ἀποκρίσεως ἐκείνων  τὸ θρασύ.
∆αιμόνιον  ἔχεις· τίς  σε ζητεῖ ἀποκτεῖναι;  Ὀργῆς τὸ ῥῆμα, καὶ θυμοῦ, καὶ ψυχῆς ἀναισχυντούσης ἐπὶ τῷ παραδόξως ἐληλέγχθαι, καὶ προκαταπληττομένης αὐτῶν, ὡς ᾤοντο.  Καθάπερ γὰρ λῃσταί  τινες  ᾄδοντες  ἐπὶ  ταῖς  ἐπιβουλαῖς  εἶτα  βουλόμενοι ἀφύλακτον ἐργάσασθαι τὸν ἐπιβουλευόμενον, διὰ τῆς σιωπῆς τοῦτο ποιοῦσιν· οὕτω καὶ οὗτοι. Αὐτὸς δὲ ἀφεὶς ἐλέγξαι τοῦτο, ὥστε μὴ ἀναισχυντοτέρους ποιῆσαι, πάλιν τῆς  ἀπολογίας  ἅπτεται  τῆς  ὑπὲρ τοῦ  σαββάτου, ἀπὸ τοῦ  νόμου  συλλογιζόμενος αὐτούς. 

γʹ.  Καὶ  ὅρα  πῶς  συνετῶς.  Οὐδὲν  θαυμαστὸν,  φησὶν,  . εἰ  ἐμοῦ παρακούετε, ὅπου γε τοῦ νόμου, οὗ δοκεῖτε ἀκούειν, καὶ ὃν νομίζετε παρὰ Μωϋσέως δεδόσθαι, παρακούετε. Οὐδὲν οὖν καινὸν, εἰ τοῖς ἐμοῖς οὐ προσέχετε λόγοις. Ἐπειδὴ γὰρ ἔλεγον,  ὅτι Μωϋσεῖ λελάληκεν  ὁ Θεὸς, τοῦτον  δὲ οὐδὲ οἴδαμεν πόθεν  ἔστι, δείκνυσιν ὅτι καὶ εἰς ἐκεῖνον  ὕβριζον· καὶ γὰρ τὸν νόμον ἐκεῖνος ἔδωκε, καὶ οὐκ ἤκουσαν. Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. Σκόπει πῶς ἔνθα ἂν ἀπολογήσασθαι δέῃ, καὶ ὡς ἔγκλημα δέχεσθαι τὸ γεγονὸς, οὐ μέμνηται τοῦ Πατρὸς, ἀλλὰ τὸ αὐτοῦ πρόσωπον εἰσάγει. Ἓν ἔργον ἐποίησα. Θέλει δεῖξαι, ὅτι τὸ μὴ ποιῆσαι, λῦσαι τὸν  νόμον  ἦν· καὶ ὅτι ἐστὶ πολλὰ  τοῦ νόμου κυριώτερα· καὶ ὅτι ἐντολὴν ἠνέσχετο δέξασθαι Μωϋσῆς κατὰ τοῦ νόμου, καὶ τοῦ νόμου κυριωτέραν. Τοῦ γὰρ σαββάτου ἡ περιτομὴ κυριωτέρα·  καίτοι οὐκ ἔστι τοῦ νόμου, ἀλλὰ τῶν  πατέρων. Ἐγὼ δὲ καὶ τῆς περιτομῆς τὸ κυριώτερον ἐποίησα καὶ κρεῖττον. Εἶτα οὐ μέμνηται ἐντολῆς νομικῆς· οἷον, ὅτι οἱ ἱερεῖς τὸ σάββατον βεβηλοῦσι, καθάπερ ἤδη εἶπεν, ἀλλ' ἐκ μείζονος περιουσίας. Τὸ δὲ, Θαυμάζετε, τοῦτό ἐστι, θορυβεῖσθε, ταράττεσθε. Εἰ γὰρ ἔδει εἶναι βέβαιον τὸν νόμον, οὐκ ἂν ἡ περιτομὴ αὐτοῦ κυριωτέρα ἦν. Καὶ οὐκ εἶπεν, ὅτι  μεῖζον  ἐποίησα  τῆς  περιτομῆς·  ἀλλ'  ἐκ  περιουσίας  ἐλέγχει   τῷ  εἰπεῖν·  Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος. Ὁρᾷς ὅτι τότε μάλιστα ἵσταται ὁ νόμος, ὅταν αὐτὸν λύῃ; ὁρᾷς ὅτι ἡ τοῦ σαββάτου λύσις τήρησίς ἐστι τοῦ νόμου; ὡς εἰ μὴ ἐλύθη τὸ σάββατον, ἀνάγκη  τὸν  νόμον  ἦν λυθῆναι· ὥστε καὶ ἐγὼ  ἔστησα αὐτόν.  Καὶ οὐκ εἶπεν, Ἐμοὶ χολᾶτε, ὅτι μεῖζον περιτομῆς εἰργασάμην· ἀλλὰ τὸ γεγονὸς μόνον εἰπὼν, αὐτοῖς τὴν κρίσιν ἐπέτρεψεν, εἰ μὴ περιτομῆς ἀναγκαιότερον ὁλόκληρος ὑγίεια. Ἵνα σημεῖον λάβῃ ὁ ἄνθρωπος οὐδὲν πρὸς ὑγείαν συντελοῦν, λύεται νόμος, φησίν· ἵνα νόσου τοσαύτης ἀπαλλαγῇ, δυσχεραίνετε, καὶ ἀγανακτεῖτε; Μὴ κρίνετε κατ' ὄψιν. Τί ἐστι, Κατ' ὄψιν; Μὴ ἐπειδὴ Μωϋσῆς μείζονα παρ' ὑμῖν ἔχει τὴν δόξαν, ἀπὸ τοῦ τῶν προσώπων ἀξιώματος φέρετε τὴν ψῆφον· ἀλλ' ἀπὸ τῆς τῶν  πραγμάτων  φύσεως· τοῦτο γάρ ἐστι τὸ δικαίως κρῖναι. ∆ιατί γὰρ οὐδεὶς ἐνεκάλεσε Μωϋσεῖ; διατί οὐδεὶς ἠπείθησε κελεύοντι τὸ σάββατον λύεσθαι ὑπὸ ἐντολῆς ἔξωθεν ἐπεισενεχθείσης τῷ νόμῳ; Ἀλλ' ἐκεῖνος  μὲν  τοῦ οἰκείου νόμου ἀνέχεται  ἐντολὴν  εἶναι  κυριωτέραν, ἐντολὴν,  τὴν  . οὐκ ὑπὸ  τοῦ  νόμου  εἰσενεχθεῖσαν,  ἀλλ' ἔξωθεν·  ὅπερ ἐστὶ μάλιστα θαυμαστόν· ὑμεῖς δὲ οἱ οὐ νομοθέται, πέρα τοῦ μέτρου ἐκδικεῖτε τὸν νόμον, καὶ ἀμύνετε αὐτῷ. Ἀλλὰ ἀξιοπιστότερος ὑμῶν ἐστιν ὁ Μωϋσῆς, ὁ κελεύων λύεσθαι τὸν νόμον παρὰ ἐντολῆς οὐ νομίμης. Τῷ γοῦν εἰπεῖν, Ὅλον ἄνθρωπον, δείκνυσι καὶ μερικὴν ὑγείαν οὖσαν τὴν περιτομήν. Καὶ τίς ἡ ὑγεία τῆς περιτομῆς; Ψυχὴ, φησὶ, πᾶσα, ἥτις ἐὰν μὴ περιτμηθῇ, ἐξολοθρευθήσεται. Ἐγὼ δὲ οὐκ ἀπὸ μέρους κεκακωμένον,  ἀλλ' ὅλον διεφθαρμένον  ἀνέστησα. Μὴ κρίνετε, τοίνυν  κατ' ὄψιν. Τοῦτο πειθώμεθα μὴ τοῖς τότε εἰρῆσθαι μόνον, ἀλλὰ καὶ ἡμῖν, ὥστε μηδενὶ πράγματι διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πάντα ὑπὲρ τούτου ποιεῖν· εἴτε πένης, εἴτε πλούσιος ᾖ τις, μὴ τοῖς προσώποις προσέχειν, ἀλλὰ τὰ πράγματα ἐξετάζειν. Οὐκ ἐλεήσεις, φησὶ, πένητα  ἐν κρίσει. Τί δή ἐστι τὸ λεγόμενον;  Μὴ κατακλασθῇς, μηδὲ ἐπικαμφθῇς, φησὶν, ἐὰν πένης ὁ ἀδικῶν  τύχῃ. Εἰ δὲ πένητι  χαρίζεσθαι οὐ χρὴ, πολλῷ  μᾶλλον πλουτοῦντι. Ταῦτα δὲ λέγω, οὐ πρὸς τοὺς δικάζοντας μόνον, ἀλλὰ καὶ πρὸς πάντας ἀνθρώπους, ὥστε μηδαμοῦ διαφθείρειν τὸ δίκαιον, ἀλλὰ πανταχοῦ ἀκέραιον φυλάττειν. Ἀγαπᾷ, φησὶ, δικαιοσύνην ὁ Κύριος. Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.  Μὴ δὴ μισήσωμεν τὰς ἑαυτῶν  ψυχὰς, μηδὲ ἀγαπήσωμεν  ἀδικίαν. Πάντως γὰρ αὐτῆς τὸ κέρδος νῦν  μικρὸν καὶ οὐδέν· ἀλλ' εἰς τὸ μέλλον  μεγάλα ζημιοῖ· μᾶλλον δὲ οὐδὲ ἐνταῦθα αὐτῆς ἀπολαυσόμεθα. Ὅταν γὰρ μετὰ συνειδότος πονηροῦ τρυφῶμεν,  ἆρα οὐχὶ κόλασις καὶ τιμωρία τοῦτο; Ἀγαπήσωμεν τοίνυν  τὸ δίκαιον, καὶ μηδαμοῦ παραβλάψωμεν τοῦτον τὸν νόμον. Τί γὰρ δυνησόμεθα ἐκ τοῦ παρόντος καρπώσασθαι βίου, ἂν μὴ λαβόντες ἀρετὴν ἀπέλθωμεν; Τί δὲ ἐκεῖ ἡμῶν προστήσεται; φιλία καὶ συγγένεια καὶ ἡ τοῦ δεῖνος χάρις; Καὶ τί λέγω ἡ τοῦ δεῖνος χάρις; Κἂν γὰρ τὸν Νῶε, κἂν τὸν Ἰὼβ, κἂν τὸν ∆ανιὴλ ἔχωμεν πατέρα, οὐδὲν ἡμᾶς ὠφελήσει τοῦτο, ὅταν ἀπὸ τῶν οἰκείων ἔργων ὦμεν προδεδομένοι. Ἀλλ' ἑνὸς ἡμῖν δεῖ μόνου, ἀρετῆς τῆς κατὰ ψυχήν. Αὕτη ἡμᾶς διασῶσαι δυνήσεται, καὶ ἀπαλλάξαι τοῦ αἰωνίου  πυρός. Αὕτη παραπέμψει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |