ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΗ΄ Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην.

Παρασκευή 28 Οκτωβρίου 2016

ΟΗ΄ Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΟΗ΄ Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν.

αʹ. Μεγάλη τῆς ἀθυμίας ἡ τυραννὶς, καὶ πολλῆς ἡμῖν τῆς ἀνδρείας δεῖ, ὥστε στῆναι πρὸς τουτὶ τὸ πάθος γενναίως, καὶ τὸ χρήσιμον ἀπ' αὐτοῦ καρπουμένους, τὸ περισσὸν ἐᾷν· ἔχει γάρ τι καὶ χρήσιμον. Ὅταν μὲν γὰρ ἁμαρτάνωμεν ἡμεῖς ἢ ἕτεροι, τότε  μόνον  λυπεῖσθαι  καλόν·  ὅταν  δὲ  ἀνθρωπίναις   περιστάσεσιν  ἐμπέσωμεν, ἄχρηστος λοιπὸν τῆς ἀθυμίας ἡ χρῆσις. Ἐπεὶ οὖν καὶ . τοὺς μαθητὰς οὐδέπω τελείους ὄντας αὕτη κατεπάλαισεν, ὅρα πῶς αὐτοὺς διορθοῦται διὰ τῆς ἐπιπλήξεως. Οἱ γὰρ μυρία πρὸ τούτου αὐτὸν ἐρωτῶντες (καὶ γὰρ ὁ Πέτρος ἔλεγε, Ποῦ ὑπάγεις; καὶ ὁ Θωμᾶς δὲ, Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι; καὶ ὁ Φίλιππος, ∆εῖξον ἡμῖν τὸν Πατέρα σου), οὗτοι νῦν ἀκούσαντες ὅτι Ἀποσυναγώγους ποιήσουσι, καὶ ὅτι Μισήσουσιν ὑμᾶς, καὶ, ὅτι


Ὁ ἀποκτείνας  ὑμᾶς, δόξει λατρείαν προσφέρειν τῷ Θεῷ, οὕτω κατέπεσον, ὡς ἀφασίᾳ κατασχεθῆναι λοιπὸν, καὶ μηδὲν αὐτῷ διαλέγεσθαι. Ὅπερ οὖν αὐτοῖς ὀνειδίζων  ἔλεγε· Ταῦτα ἐξ . ἀρχῆς οὐκ εἶπον ὑμῖν, ὅτι μεθ' ὑμῶν ἤμην. Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ∆εινὸν γὰρ ἡ ταύτης ἀμετρία, δεινὸν, καὶ θανάτου κατασκευαστικόν.  ∆ιὰ  τοῦτο  ὁ  Παῦλος  ἔλεγε·  Μή  πως  τῇ  περισσοτέρᾳ  λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ταῦτα δὲ ἐξ ἀρχῆς οὐκ εἶπον ὑμῖν, φησί. Τίνος δὲ ἕνεκεν ἐξ ἀρχῆς οὐκ εἶπεν; Ἵνα μή τις λέγῃ, ὅτι ἀπὸ τῶν πολλάκις συμβάντων στοχαζόμενος ἔλεγε. Καὶ τί δήποτε πράγματι  ἐπιχειρεῖ  τοσαύτην ἔχοντι  δυσκολίαν; Ἤδειν μὲν, φησὶν, αὐτὰ καὶ ἐξ ἀρχῆς, καὶ οὐ διὰ τὸ μὴ εἰδέναι οὐκ ἔλεγον· ἀλλ' Ὅτι μεθ' ὑμῶν ἤμην. Καὶ τοῦτο ἀνθρωπίνως  πάλιν· ὡσανεὶ ἔλεγεν, Ὅτι ἐν ἀσφαλείᾳ ἦτε, καὶ ἐξὸν ἦν ἐρωτᾷν ὅτε ἐβούλεσθε, καὶ ἐπ' ἐμὲ ὁ πόλεμος ἅπας ἀνεῤῥιπίζετο, καὶ περιττὸν ἦν εἰπεῖν ταῦτα ἐξ ἀρχῆς. Ἆρ' οὖν τοῦτο οὐκ εἶπεν; οὐχὶ τοὺς δώδεκα καλέσας ἔλεγεν· Ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε, καὶ μαστιγώσουσιν ὑμᾶς ἐν ταῖς συναγωγαῖς; πῶς   οὖν   φησιν,   ὅτι   Ἀπ'   ἀρχῆς   οὐκ   εἶπον;   Ὅτι   μάστιγας   καὶ   ἀπαγωγὰς προανεφώνησεν, οὐ μὴν ὅτι οὕτω δόξει ὁ θάνατος αὐτῶν εἶναι περισπούδαστος, ὡς καὶ λατρείαν τὸ πρᾶγμα νομίζεσθαι. Τοῦτο γὰρ πάντων  μᾶλλον ἱκανὸν ἦν αὐτοὺς καταπλῆξαι, εἴ γε ἔμελλον ὡς ἀσεβεῖς καὶ λυμεῶνες κριθήσεσθαι. Πρὸς τούτοις δὲ κἀκεῖνο  ἔστιν  εἰπεῖν,  ὅτι  ἐκεῖ  μὲν  ἃ  παρὰ  τῶν  ἐθνῶν  ἔμελλον  πάσχειν  εἶπεν, ἐνταῦθα δὲ καὶ τὰ Ἰουδαϊκὰ προσέθηκε μετὰ πλείονος  τῆς ὑπερβολῆς, καὶ ὅτι ἐπὶ θύραις ἐστὶν ἐδίδαξε. Νῦν δὲ ὑπάγω  πρὸς τὸν  πέμψαντά  με, καὶ οὐδεὶς ἐξ ὑμῶν λέγει· Ποῦ ὑπάγεις; Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Οὐ μικρὰ καὶ αὕτη παραμυθία τὸ μαθεῖν αὐτοὺς, ὅτι ᾔδει τῆς ἀθυμίας τὴν ὑπερβολήν.  Ὑπὸ γὰρ  τῆς  ἀγωνίας  τῆς  διὰ  τὴν  ἐρημίαν  τὴν  αὐτοῦ,  καὶ  τοῦ  τὰ μέλλοντα ἐκδέχεσθαι αὐτοὺς δεινὰ (οὐδὲ γὰρ ᾔδεσαν εἰ δυνήσονται ἀνδρείως ἐνεγκεῖν)  ἐξέστησαν.  Τίνος  οὖν  ἕνεκεν  οὐ  μετὰ  ταῦτα  εἶπεν  αὐτοῖς,  ὅτε  τοῦ Πνεύματος κατηξιώθησαν; Ἵνα μάθῃς, ὅτι σφόδρα ἦσαν ἐνάρετοι. Εἰ γὰρ μηδέπω Πνεύματος  καταξιωθέντες  οὐκ  ἀπεπήδησαν,  τῇ  λύπῃ  καταχωσθέντες,  ἐννόησον τίνες ἔμελλον ἔσεσθαι τῆς χάριτος ἀπολαύσαντες. Εἰ γὰρ τότε ἀκούσαντες ἤνεγκαν, τῷ Πνεύματι ἂν τὸ πᾶν ἐλογισάμεθα· νῦν δὲ ὁλόκληρος τῆς διανοίας αὐτῶν ἐστιν ὁ καρπὸς, καὶ  σαφὴς  τοῦ  πόθου  τοῦ  περὶ  τὸν  Χριστὸν ἀπόδειξις,  γυμνὴν  ἔτι  τὴν διάνοιαν βασανίζοντος. Ἀλλ' ἐγὼ τὴν ἀλήθειαν ὑμῖν λέγω. Ὅρα πῶς παραμυθεῖται αὐτοὺς πάλιν. Οὐ γὰρ τὰ πρὸς χάριν λέγω, φησὶν, ἀλλὰ, κἂν μυριάκις λυπῆσθε, τὸ συμφέρον  ἀκοῦσαι δεῖ.  Ὑμῖν  μὲν  γὰρ  κατὰ  γνώμην  ἐστὶν  ἐμὲ  παρεῖναι·  τὸ  δὲ συμφέρον ἕτερον. Κηδομένου δέ ἐστι, τὸ μὴ ἐπὶ τοῖς συμφέρουσι τῶν  γνωρίμων φείδεσθαι καὶ ἀπάγειν τοῦ λυσιτελοῦντος αὐτούς. Ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, φησὶν, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ. Τί λέγουσιν ἐνταῦθα οἱ τὴν προσήκουσαν περὶ τοῦ Πνεύματος οὐκ ἔχοντες δόξαν; συμφέρει ∆εσπότην ἀπελθεῖν, καὶ δοῦλον παραγενέσθαι; Ὁρᾷς πῶς  πολλὴ  τοῦ Πνεύματος ἡ ἀξία; Ἐὰν δὲ ἀπέλθω,  πέμψω αὐτὸν πρὸς ὑμᾶς. Καὶ τί τὸ κέρδος; Ἐκεῖνος ἐλθὼν, ἐλέγξει τὸν κόσμον· τουτέστιν, Οὐκ ἀτιμωρητὶ  ταῦτα  πράξουσιν, ἂν  ἐκεῖνος  ἔλθῃ.  Ἱκανὰ  μὲν  γὰρ  καὶ  τὰ  ἤδη γεγενημένα   ἐπιστομίσαι  αὐτούς·  ὅταν  δὲ  καὶ  δι'  ἐκείνου  ταῦτα  γίνηται,   καὶ διδάγματα   τελειότερα   καὶ   σημεῖα  μείζονα,   πολλῷ   μᾶλλον   κατακριθήσονται, ὁρῶντες τοσαῦτα ἐν τῷ ὀνόματί μου γινόμενα· . ὅπερ σαφεστέραν ποιεῖ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Νῦν μὲν γὰρ δύνανται λέγειν, ὅτι ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν  τὸν  πατέρα καὶ τὴν  μητέρα· ὅταν  δὲ ἴδωσι θάνατον  λυόμενον κακίαν ἐκβαλλομένην, χωλείαν φύσεως διορθουμένην, δαίμονας ἐλαυνομένους, Πνεύματος  χορηγίαν  ἄφατον,  καὶ  ταῦτα  πάντα  ἐμοῦ  καλουμένου  γινόμενα,  τί ἐροῦσιν; Ἐμαρτύρησε γὰρ περὶ ἐμοῦ καὶ ὁ Πατήρ· μαρτυρήσει δὲ καὶ τὸ Πνεῦμα. Καίτοι καὶ παρὰ τὴν ἀρχὴν ἐμαρτύρησεν· ἀλλὰ καὶ νῦν  τοῦτο ποιήσει.

βʹ. Τὸ δὲ, Ἐλέγξει  περὶ ἁμαρτίας, τοῦτ' ἔστι, Πᾶσαν ἀπολογίαν  αὐτῶν  ἐκκόψει,  καὶ  δείξει πεπλημμεληκότας  ἀσύγγνωστα.  Καὶ περὶ δικαιοσύνης, ὅτι  ἐγὼ  πρὸς τὸν  Πατέρα πορεύομαι, καὶ οὐκέτι θεωρεῖτέ με· τουτέστιν, Ὅτι ἄληπτον παρεσχόμην βίον. Καὶ τοῦτο  τεκμήριον,  τὸ  πρὸς  τὸν  Πατέρα πορεύεσθαι. Ἐπειδὴ  γὰρ  αὐτῷ  ἀεὶ  τοῦτο ἐνεκάλουν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἁμαρτωλὸν αὐτὸν ἔλεγον καὶ παράνομον, φησὶν, ὅτι καὶ ταύτην ἀναιρήσει τὴν πρόφασιν. Εἰ γὰρ τὸ νομίζεσθαι ἐμὲ μὴ εἶναι ἐκ τοῦ Θεοῦ, τοῦτο παράνομον δείκνυσιν·  ὅταν δείξῃ τὸ Πνεῦμα ἐκεῖ με ἀπελθόντα, καὶ οὐ πρὸς ὥραν, ἀλλὰ μένοντα ἐκεῖ (τὸ γὰρ, Οὐκ ἔτι θεωρεῖτέ με, τοῦτό ἐστι δηλοῦντος)· τί ἐροῦσι λοιπόν; Ὅρα διὰ δύο τούτων ἀναιρουμένην τὴν πονηρὰν ὑποψίαν. Οὔτε γὰρ τὸ σημεῖα ποιεῖν ἁμαρτωλοῦ (οὐ γὰρ δύναται ἁμαρτωλὸς σημεῖα ποιεῖν),  οὔτε  τὸ  παρὰ Θεῷ εἶναι  διαπαντὸς  ἁμαρτωλοῦ.  Ὥστε οὐκ  ἔτι  δύνασθε λέγειν, ὅτι Οὗτος ἁμαρτωλός ἐστιν, ὅτι οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ. Περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. Πάλιν ἐνταῦθα τὸν περὶ δικαιοσύνης ἀνακινεῖ λόγον, ὅτι κατεπάλαισε τὸν ἀντίδικον. Οὐκ ἂν δὲ ἁμαρτωλὸς ὢν κατεπάλαισεν· ὅπερ οὐδὲ δίκαιός τις ἀνθρώπων ποιῆσαι ἴσχυσεν. Ὅτι γὰρ κατακέκριται δι' ἐμὲ, εἴσονται οἱ  καταπατοῦντες  αὐτὸν  ὕστερον, καὶ  τὴν  ἀνάστασίν  μου  σαφῶς  εἰδότες,  ὅπερ κατακρίνοντός  ἐστιν. Οὐ γὰρ ἴσχυσέ με κατασχεῖν. Ἐπεὶ οὖν ἔλεγον, ὅτι δαιμόνιον ἔχω, καὶ ὅτι πλάνος εἰμὶ, καὶ ταῦτα μετὰ ταῦτα δειχθήσεται ἕωλα ὄντα. Οὐ γὰρ ἂν αὐτὸν εἷλον, εἴ γε ἁμαρτίᾳ ὑπεύθυνος ἤμην· νυνὶ δὲ κατακέκριται καὶ ἐκβέβληται. Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Οὐκοῦν συμφέρει ἐμὲ ἀπελθεῖν, εἴ γε τότε μέλλετε βαστάζειν, ὅταν ἀπέλθω. Καὶ τί γέγονεν; Μεῖζόν σου τὸ Πνεῦμά ἐστιν, ὅτι νῦν μὲν οὐ βαστάζομεν, ἐκεῖνο δὲ ἡμᾶς βαστάζειν παρασκευάσει; μείζων ἡ ἐκείνου ἐνέργεια καὶ τελειοτέρα; Οὐ τοῦτο· καὶ γὰρ ἐκεῖνος τὰ ἐμὰ ἐρεῖ. ∆ιὰ τοῦτό  φησι· Ἀφ'  ἑαυτοῦ  λαλήσει  οὐδὲν,  ἀλλ'  ὅσα ἂν  ἀκούσῃ, λαλήσει,  καὶ  τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐκεῖνος ὑμᾶς διδάξει καὶ ἀναμνήσει, καὶ ἐν ταῖς θλίψεσιν ὑμᾶς παραμυθήσεται, ὅπερ αὐτὸς οὐκ ἐποίησε, καὶ ὅτι Συμφέρει ἐμὲ ἀπελθεῖν, κἀκεῖνον ἐλθεῖν, καὶ, Νῦν μὲν οὐ δύνασθε βαστάζειν, τότε  δὲ  δυνήσεσθε,  καὶ  ὅτι  Ὁδηγήσει  εἰς  πᾶσαν  τὴν  ἀλήθειαν·  ἵνα  μὴ  ταῦτα ἀκούοντες,  μεῖζον  τὸ  Πνεῦμα  νομίσωσι,  καὶ  εἰς  ἀσεβείας  ὑπόθεσιν  ἐσχάτην ἐμπέσωσι, διὰ τοῦτό φησιν, Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστιν, Ἅπερ ἂν εἶπον ἐγὼ, ταῦτα  κἀκεῖνος  ἐρεῖ. Ὅταν δὲ εἴπῃ, Οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, οὐδὲν  ἐναντίον, οὐδὲν ἴδιον παρὰ τὰ ἐμά φησιν. Ὥσπερ οὖν περὶ ἑαυτοῦ . λέγων, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, τοῦτό φησιν, ὅτι οὐδὲν ἐκτὸς τῶν τοῦ Πατρὸς, οὐδὲν ἴδιόν τι παρ' ἐκεῖνον καὶ ἀλλότριον· οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐγὼ οἶδα, ἐκ τῆς  ἐμῆς  γνώσεως.  Μία γὰρ ἐμοῦ καὶ  τοῦ  Πνεύματος γνῶσις.  Καὶ τὰ  ἐρχόμενα ἀναγγελεῖ  ὑμῖν.  Ἐπῆρεν  αὐτῶν  τὴν  διάνοιαν·  πρὸς οὐδὲν  γὰρ  οὕτω  λίχνον  τὸ ἀνθρώπειον   γένος,  ὡς  πρὸς  τὸ  μανθάνειν   τὰ  μέλλοντα.  Τοῦτο  γοῦν  συνεχῶς ἠρώτων αὐτὸν, Ποῦ ὑπάγεις; τίς ἐστιν ἡ ὁδός; Καὶ ταύτης οὖν ἀπαλλάττων  αὐτοὺς τῆς  φροντίδος,  λέγει,  ὅτι  Πάντα  ὑμῖν  προερεῖ,  ὥστε  μὴ  ἐμπεσεῖν  ἀφυλάκτως. Ἐκεῖνος ἐμὲ δοξάσει. Πῶς; Ἐν τῷ ὀνόματι τῷ ἐμῷ δώσει τὰς ἐνεργείας. Ἐπειδὴ γὰρ μείζονα ἔμελλον ποιεῖν σημεῖα παραγινομένου τοῦ Πνεύματος, διὰ τοῦτο πάλιν τὴν ἰσοτιμίαν εἰσάγων, φησίν· Ἐκεῖνος ἐμὲ δοξάσει. Ποίαν λέγει πᾶσαν ἀλήθειαν; Καὶ γὰρ καὶ τοῦτο αὐτῷ μαρτυρεῖ, ὅτι αὐτὸς ἡμᾶς ἂν ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν. Αὐτὸς μὲν γὰρ καὶ διὰ τὸ σάρκα περικεῖσθαι, καὶ διὰ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ λέγειν, καὶ διὰ τὸ μηδέπω αὐτοὺς τὴν ἀνάστασιν εἰδέναι σαφῶς, καὶ ἀτελεστέρους εἶναι, καὶ διὰ  τοὺς  Ἰουδαίους,  ἵνα  μὴ  ὡς  παρανομοῦντα   δόξωσι  κολάζειν,  οὐδὲν  μέγα ἐφθέγγετο συνεχῶς, οὔτε τοῦ νόμου σαφῶς ἀπέστησεν. Ἐπειδὴ δὲ αὐτῶν ἀπεσχίσθησαν οἱ  μαθηταὶ,  καὶ  ἔξω  λοιπὸν  ἦσαν  ἐκεῖνοι,  καὶ  πολλοὶ  πιστεύειν ἔμελλον, καὶ τῶν ἁμαρτημάτων ἀφίεσθαι, καὶ ἄλλοι ἦσαν οἱ περὶ αὐτοῦ λέγοντες, οὐκ ἔτι αὐτὸς περὶ ἑαυτοῦ μεγάλα εἰκότως  ἐφθέγγετο.  Ὥστε οὐ τῆς ἀγνοίας  τῆς ἐμῆς, φησὶ, τὸ μὴ εἰπεῖν ἅπερ εἰπεῖν ἐχρῆν, ἀλλὰ τῆς τῶν ἀκουόντων ἀσθενείας. ∆ιὰ τοῦτο εἰπὼν, Ὁδηγήσει εἰς πᾶσαν τὴν ἀλήθειαν, ἐπήγαγεν· Ἀφ' ἑαυτοῦ οὐκ ἐρεῖ. Ὅτι γὰρ οὐ διδασκαλίας τὸ Πνεῦμα δεῖται, ἄκουσον τοῦ Παύλου λέγοντος· Οὕτω καὶ τὰ τοῦ  Θεοῦ οὐδεὶς  οἶδεν,  εἰ  μὴ  τὸ  Πνεῦμα τοῦ  Θεοῦ. Ὥσπερ οὖν  τὸ  πνεῦμα  τοῦ ἀνθρώπου οὐ μανθάνον  παρ'  ἑτέρου οἶδεν· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον Ἐκ τοῦ ἐμοῦ λήψεται· τουτέστι, Συνῳδὰ τοῖς ἐμοῖς ἐρεῖ. Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ.

∆ιατί δὲ οὐκ ἤρχετο πρὶν ἢ αὐτὸν ἀπελθεῖν; Ὅτι οὔπω τῆς κατάρας ἀρθείσης, οὔπω τῆς  ἁμαρτίας  λυθείσης, ἀλλ'  ἔτι  πάντων  ὑπευθύνων  ὄντων  τῇ  τιμωρίᾳ,  οὐκ ἂν παρεγένετο. ∆εῖ οὖν, φησὶ, τὴν ἔχθραν λυθῆναι, καὶ καταλλαγῆναι ὑμᾶς τῷ Θεῷ, καὶ τότε   δέξασθαι   τὸ   δῶρον   ἐκεῖνο.   ∆ιατί   δέ   φησι,   Πέμψω   αὐτόν;   Τουτέστι,Προπαρασκευάσω ὑμᾶς πρὸς τὴν  ὑποδοχήν.  Πῶς γὰρ τὸ πανταχοῦ  ὂν  πέμπεται; Ἄλλως  δὲ, καὶ τῶν  ὑποστάσεων  τὸ διάφορον  δείκνυσι.  ∆ιὰ δύο δὲ ταῦτα  οὕτω φθέγγεται· καὶ ἐπειδὴ οὗτοι δυσαποσπάστως εἶχον, πείθων τοῦ Πνεύματος ἔχεσθαι,
καὶ ἵνα αὐτὸ θεραπεύσωσιν. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς ταῦτα ἐργάζεσθαι· ἀλλὰ διὰ τοῦτο ἐκεῖνο συγχωρεῖ θαυματουργεῖν, ἵνα μάθωσιν αὐτοῦ τὴν ἀξίαν. Ὥσπερ γὰρ ὁ Πατὴρ ἠδύνατο τὰ ὄντα παραγαγεῖν, ὁ δὲ Υἱὸς αὐτὸ ποιεῖ, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, οὕτω καὶ τοῦτο. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἐσαρκώθη, τῷ Πνεύματι τηρῶν τὴν ἐνέργειαν, καὶ ἐμφράττων τὰ στόματα τῶν τὴν ὑπόθεσιν τῆς ἀφάτου φιλανθρωπίας εἰς ἀφορμὴν ἀσεβείας λαμβανόντων  Ὅταν γὰρ λέγωσιν, ὅτι διὰ τοῦτο ἐσαρκώθη ὁ Υἱὸς ἐπειδὴ καταδεέστερος ἦν τοῦ Πατρὸς, ἐροῦμεν πρὸς αὐτοὺς, Τί οὖν ἂν εἴποιτε περὶ τοῦ Πνεύματος; Οὐ γὰρ . ἔλαβε σάρκα, καὶ οὐ δήπου διὰ τοῦτο μεῖζον τοῦ Υἱοῦ αὐτὸ  ἐρεῖτε,  οὐδὲ  τὸν  Υἱὸν αὐτοῦ  καταδεέστερον. ∆ιὰ  τοῦτο  καὶ  ἐπὶ  τοῦ βαπτίσματος ἡ Τριὰς παραλαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάζεσθαι δύναται, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ ἁγίου, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῆς χορηγίας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν  τῆς ἀξίας καταμανθάνωμεν.  Ἐπεὶ ὅτι δύναται  ὁ Υἱὸς καθ' ἑαυτοῦ ταῦτα, ἅπερ ἐπὶ τοῦ βαπτίσματος μετὰ τοῦ Πατρὸς δύναται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἄκουσον ταῦτα σαφῶς. Τοῖς γὰρ Ἰουδαίοις ἔλεγεν· Ἵνα γὰρ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου  ἐπὶ τῆς γῆς ἀφιέναι  ἁμαρτίας· καὶ πάλιν,  Ἵνα υἱοὶ φωτὸς γένησθε, καὶ, Ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Εἶτα μετὰ ταῦτα, Ἵνα ζωὴν, φησὶν, ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἴδωμεν δὲ καὶ τὸ Πνεῦμα τὸ αὐτὸ τοῦτο ποιοῦν. Ποῦ ἔστιν  ἰδεῖν;  Ἑκάστῳ  δὲ  ἡ  φανέρωσις  τοῦ  Πνεύματος,  φησὶ,  δίδοται  πρὸς  τὸ συμφέρον. Ὁ τοίνυν  ταῦτα παρέχων, καὶ ἁμαρτήματα πολλῷ  μᾶλλον  ἀφίησι. Καὶ πάλιν· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· καὶ, Ζωοποιήσει διὰ τοῦ ἐνοικοῦντος  αὐτοῦ Πνεύματος ἐν ὑμῖν· καὶ, Τὸ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην· καὶ πάλιν, Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα  υἱοθεσίας. Καὶ τότε δὲ πάντα  ἅπερ ἐποίουν, παραγενομένου  τοῦ Πνεύματος ἐθαυματούργουν. Καὶ Κορινθίοις δὲ γράφων  ἔλεγε Παῦλος· Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐπεὶ οὖν περὶ μὲν Πατρὸς πολλὰ ἤκουσαν, καὶ τὸν Υἱὸν δὲ εἶδον  πολλὰ  ἐργασάμενον, περὶ δὲ τοῦ Πνεύματος οὐδὲν οὐδέπω σαφῶς ᾔδεσαν, θαυματουργεῖ, καὶ τὴν τελείαν εἰσάγει γνῶσιν. Ἀλλ' ἵνα μὴ μεῖζον ἐντεῦθεν ὑποπτεύηται (ὅπερ ἔφθην εἰπὼν), διὰ τοῦτό φησιν· Ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα  ἀναγγελεῖ.  Ἐπεὶ εἰ  μὴ  τοῦτό  ἐστι, πῶς  οὐκ  ἄτοπον,  εἰ  τότε  ἔμελλεν ἀκούειν, καὶ διὰ τοὺς μαθητευομένους; Οὐδὲ γὰρ τότε ἔμελλε καθ' ὑμᾶς εἰδέναι, εἰ μὴ διὰ τοὺς ἀκουσομένους. Καὶ τί τούτου παρανομώτερον τοῦ ῥήματος γένοιτ' ἄν; Ἄλλως δέ· τί καὶ ἔμελλεν ἀκούσεσθαι; οὐ ταῦτα πάντα εἶπε διὰ τῶν προφητῶν; Εἴτε γὰρ περὶ τῆς τοῦ νόμου λύσεως ἔμελλε διδάσκειν, εἴρητο· εἴτε περὶ τοῦ Χριστοῦ καὶ τῆς θεότητος αὐτοῦ, καὶ τῆς οἰκονομίας, καὶ ταῦτα εἴρητο. Τί γὰρ καὶ τρανότερον ἔμελλε μετὰ ταῦτα ἐρεῖν; Καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ. Ἐνταῦθα μάλιστα δείκνυσιν αὐτοῦ τὸ ἀξίωμα, ἐπειδὴ Θεοῦ τοῦτο μάλιστα ἴδιον, τὸ λέγειν τὰ μέλλοντα. Εἰ δὲ καὶ αὐτὸ μανθάνοι  παρ' ἑτέρων, οὐδὲν πλέον  ἕξει τῶν  προφητῶν·  ἀλλ' ἐνταῦθα  τὴν ἀπηκριβωμένην  πρὸς τὸν  Θεὸν γνῶσιν  δηλοῖ, ὅτι ἀδύνατον  ἄλλο  τι φθέγξασθαι αὐτόν. Τὸ δὲ, Ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν σάρκα τὴν ἐμὴν ἐλθόντος, ἢ ὅτι ἀπὸ τῆς γνώσεως, ἧς καὶ ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδὲ ὡς παρ' ἑτέρου μαθὼν, ἀλλ' ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς. Καὶ διατί οὕτως εἶπε, καὶ μὴ ἑτέρως; Ὅτι οὐδέπω τὸν περὶ τοῦ Πνεύματος ᾔδεσαν λόγον. ∆ιόπερ ἓν κατασκευάζει μόνον, ὥστε πιστευθῆναι αὐτὸν καὶ δεχθῆναι παρ' αὐτῶν, καὶ μὴ σκανδαλισθῆναι. Ἐπειδὴ  γὰρ  ἔλεγεν,  Εἷς ἐστιν  ὑμῶν  ὁ  διδάσκαλος  ὁ  Χριστὸς, ἵνα  μὴ  νομίσωσι παρακούειν ἐκείνῳ . πειθόμενοι, Μία ἡ ἐμὴ καὶ ἐκείνου διδασκαλία ἐστίν· ἐξ ὧν ἔμελλον  ἐγὼ διδάσκειν, ἐκ τῶν  αὐτῶν  καὶ αὐτὸς ἐρεῖ. Μὴ δὴ νομίσητε ἕτερα εἶναι τὰ ἐκείνου· καὶ γὰρ καὶ ἐκεῖνα ἐμά ἐστι, καὶ τὴν ἐμὴν συγκροτεῖ δόξαν. Ἓν γὰρ θέλημα  Πατρὸς, καὶ  Υἱοῦ, καὶ  ἁγίου  Πνεύματος. Οὕτω καὶ  ἡμᾶς  εἶναι  βούλεται λέγων· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἐγὼ καὶ σὺ ἕν ἐσμεν.

δʹ. Οὐδὲν γὰρ ὁμονοίας ἴσον οὐδὲ συμφωνίας· ὁ γὰρ εἷς, πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκ ἔτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται, καὶ εὑρήσεις ἐν  τοῖς  δέκα τὸν  ἕνα, καὶ ἐν  τῷ  ἑνὶ  τοὺς δέκα. Κἂν ἐχθρὸν  ἔχωσιν,  οὐ τῷ  ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Οὐ γὰρ ὑφ' ἑνὸς βάλλεται μόνον, ἀλλ' ὑπὸ τῶν δέκα στομάτων. Ἠπόρησεν ὁ εἷς; Ἀλλ' οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει, τουτέστι, τοῖς ἐννέα, εὐπορεῖ, καὶ τὸ ἀποροῦν συσκιάζεται μέρος, τὸ ἔλαττον, διὰ τοῦ πλείονος τοῦ εὐποροῦντος. Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει, καὶ εἴκοσι ὀφθαλμοὺς, καὶ πόδας τοσούτους. Οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον ὀφθαλμοῖς ὁρᾷ, ἀλλὰ καὶ τοῖς ἑτέρων, οὐ τοῖς ἑαυτοῦ βαστάζει ποσὶν, ἀλλὰ καὶ τοῖς ἑτέρων· οὐ ταῖς ἑαυτοῦ χερσὶν ἐργάζεται, ἀλλὰ καὶ ταῖς ἐκείνων. Ψυχὰς ἔχει δέκα· οὐ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ μόνον,  ἀλλὰ  καὶ ἐκεῖναι  ὑπὲρ αὐτοῦ μεριμνῶσιν.  Εἰ δὲ καὶ ἑκατὸν γένοιντο,  τὸ αὐτὸ ἔσται πάλιν,  καὶ ἐκταθήσεται  τὰ τῆς  δυνάμεως.  Εἶδες ἀγάπης ὑπερβολὴν,  πῶς  ἀκαταγώνιστον  ποιεῖ  τὸν  ἕνα  καὶ πολλαπλασίω;  πῶς  ὁ εἷς καὶ πολλαχοῦ  δύναται εἶναι; ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ; καὶ ὅπερ φύσις οὐ δύναται, ἡ ἀγάπη δύναται; Τὸ μὲν γὰρ αὐτοῦ ἐνταῦθα ἔσται, τὸ δὲ ἐκεῖ· μᾶλλον δὲ ὁλόκληρος ἐνταῦθα, καὶ ὁλόκληρος ἐκεῖ. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Ὁρᾷς πῶς αὐξητικὸν ἡ ἀγάπη; Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν  ποιῆσαι τὸν ἕνα. Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα  τὴν  δύναμιν   ταύτην,  καὶ  ἐν  ἀσφαλείᾳ  καθιστῶμεν   ἑαυτούς;  Τοῦτο δυναστείας καὶ πλούτου  κρεῖττον  παντός· τοῦτο ὑγείας, τοῦτο αὐτοῦ τοῦ φωτὸς πλεῖον·  τοῦτο  εὐθυμίας  ὑπόθεσις. Μέχρι τίνος  εἰς ἕνα  καὶ δύο περιιστῶμεν  τὴν ἀγάπην; Μάθε καὶ ἐξ ἐναντίας τὸ πρᾶγμα. Ἔστω τις μηδένα φίλον ἔχων, ὅπερ ἀνοίας ἐστὶν ἐσχάτης (μωρὸς γὰρ ἐρεῖ· Οὐχ ὑπάρχει μοι φίλος)· ὁ τοιοῦτος ποίαν ζήσεται ζωήν; Κἂν γὰρ μυριάκις ᾖ πλούσιος, κἂν ἐν ἀφθονίᾳ καὶ τρυφῇ, κἂν μυρία ἀγαθὰ κεκτημένος, πάντων  ἔρημος καὶ γυμνὸς καθίσταται. Ἐπὶ δὲ τῶν φίλων  οὐχ οὕτως, ἀλλὰ κἂν πένητες ὦσι, τῶν πλουσίων εὐπορώτεροι τυγχάνουσι· καὶ ἅπερ αὐτὸς ὑπὲρ αὐτοῦ οὐκ εἰπεῖν ἐπιχειρεῖ, ταῦτα . ὁ φίλος  ἐρεῖ· καὶ ὅσα οὐ δύναται  ἑαυτῷ χαρίσασθαι, δι' ἑτέρου δυνήσεται, καὶ πολλῷ πλείονα, καὶ πάσης ἡμῖν ἔσται ἀπολαύσεως  καὶ  ἀσφαλείας  ὑπόθεσις. Οὐ γὰρ ἔστι παθεῖν  κακῶς  ὑπὸ  τοσούτοις δορυφόροις  φυλαττόμενον.   Οὐ γὰρ  τοιοῦτοι  τοῦ  βασιλέως  οἱ  σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ  καὶ  ἀγάπῃ·  πολλῷ  δὲ  φόβου  τυραννικωτέρα   αὕτη.  Κἀκεῖνος  μὲν  τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ, καὶ διὰ τούτους οὐδένα  τῶν   ἐπιβουλευόντων   δέδοικεν.  Ἐμπορευσώμεθα  τοίνυν   τὴν  ἐμπορίαν ταύτην, ὁ πένης, ἵνα τῆς πενίας ἔχῃ παραμυθίαν· ὁ πλούσιος, ἵνα τὸν πλοῦτον  ἐν ἀσφαλείᾳ  κεκτημένος  ᾖ· ὁ ἄρχων,  ἵνα  μετὰ  ἀσφαλείας  ἄρχῃ· ὁ ἀρχόμενος,  ἵνα εὐμενεῖς ἔχῃ τοὺς ἄρχοντας. Τοῦτο ἡμερότητος ἀφορμὴ, τοῦτο πραότητος ὑπόθεσις. Ἐπεὶ καὶ ἐν τοῖς θηρίοις ἐκεῖνα μάλιστά ἐστι χαλεπὰ καὶ ἀτίθασσα, τὰ μὴ συναγελαζόμενα.  ∆ιὰ τοῦτο  πόλεις  οἰκοῦμεν,  καὶ  ἀγορὰς  ἔχομεν,  ἵνα  ἀλλήλοις συγγινώμεθα.  Τοῦτο  καὶ  Παῦλος  ἐκέλευσε  λέγων·  Μὴ ἐγκαταλιμπάνοντες  τὴν ἐπισυναγωγὴν  ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὡς μόνωσις κακὸν, καὶ τὸ ἄσπονδον καὶ ἀπρόσιτον. Τί οὖν οἱ μοναχοὶ, φησὶ, καὶ οἱ τὰς κορυφὰς τῶν ὀρέων κατειληφότες; Οὐδὲ ἐκεῖνοι φίλων  εἰσὶ χωρὶς, ἀλλὰ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς ἔφυγον  θορύβους, πολλοὺς  δὲ  ἔχουσιν  ὁμοψύχους,  καὶ  ἀκριβῶς  ἀλλήλοις  συνδεδεμένους·  καὶ  ἵνα τοῦτο  κατορθώσωσιν,  ἀνεχώρησαν.  Ἐπειδὴ  γὰρ  ἡ  τῶν  πραγμάτων  φιλονεικία πολλὰς ποιεῖ τὰς ἔριδας, διὰ τοῦτο ἐκ μέσου γενόμενοι τὴν ἀγάπην γεωργοῦσι μετὰ ἀκριβείας πολλῆς. Τί οὖν, εἴ τις μόνος εἴη, φησὶ, κἀκεῖνος μυρίους ἔχει φίλους; Ἐγὼ μὲν γὰρ βούλομαι, εἰ δυνατὸν, καὶ συνδιατρίβειν ἀλλήλοις εἰδέναι· τέως δὲ μενέτω τὰ τῆς φιλίας ἀκίνητα. Οὐ γὰρ ὁ τόπος ποιεῖ τοὺς φίλους. Πολλοὺς γοῦν ἔχουσι τοὺς θαυμάζοντας· οὐκ ἂν δὲ ἐθαύμασαν, εἰ μὴ ἐφίλουν.  Καὶ αὐτοὶ πάλιν  ὑπὲρ ἁπάσης εὔχονται  τῆς οἰκουμένης, ὅπερ μέγιστον φιλίας  ἐστὶ τεκμήριον. ∆ιὰ τοῦτο καὶ ἐν τοῖς  μυστηρίοις ἀσπαζόμεθα ἀλλήλους,  ἵνα  οἱ πολλοὶ  γενώμεθα  ἕν· καὶ ἐπὶ τῶν ἀμυήτων  κοινὰς  ποιούμεθα  τὰς  εὐχὰς,  λιτανεύοντες  ὑπὲρ  νοσούντων,  καὶ  τῶν καρπῶν τῆς οἰκουμένης, καὶ γῆς καὶ θαλάττης. Ὁρᾷς πᾶσαν τῆς ἀγάπης τὴν δύναμιν; ἐν ταῖς εὐχαῖς; ἐν τοῖς μυστηρίοις; ἐν ταῖς παραινέσεσι; Τοῦτο πάντων  αἴτιον τῶν ἀγαθῶν. Ἂν ταύτης ἐχώμεθα μετὰ ἀκριβείας, καὶ τὰ παρόντα καλῶς οἰκονομήσομεν, καὶ τῆς βασιλείας ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |