ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΑ΄ Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πάλιν,εἶπεν αὐτοῖς·

Παρασκευή 28 Οκτωβρίου 2016

ΟΑ΄ Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πάλιν,εἶπεν αὐτοῖς·




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΟΑ΄ Καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀναπεσὼν πάλιν,εἶπεν αὐτοῖς· Γινώσκετε τί πεποίηκα ὑμῖν; καὶ τὰ ἑξῆς.

αʹ. Χαλεπὸν,  ἀγαπητοὶ,  χαλεπὸν   εἰς  βάθος  κακῶν  ἐλθεῖν.  Λοιπὸν  γὰρ δυσδιόρθωτος ἡ ψυχὴ γίνεται. ∆ιὰ τοῦτο χρὴ πάντα πράττειν, ὥστε μὴ ἁλῶναι τὴν ἀρχήν.  Εὐκολώτερον γὰρ μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντα  ἀνακτήσασθαι ἑαυτόν.  Ὅρα γοῦν, ἐπειδὴ ἐνέβαλεν ἑαυτὸν ὁ Ἰούδας, πόσης ἀπολαύει βοηθείας, καὶ οὐδὲ οὕτω διανίσταται. Εἶπε πρὸς αὐτὸν, ὅτι Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν· εἶπεν, ὅτι Οὐ πάντες πιστεύουσιν· εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω· καὶ, ὅτι Οἶδα ἐγὼ οὓς ἐξελεξάμην, καὶ οὐδενὸς τούτων αἰσθάνεται. Ὡς δὲ ἔνιψε τοὺς πόδας, καὶ ἀνέλαβε τὰ ἱμάτια αὐτοῦ, καὶ κατεκλίθη, φησί· Γινώσκετε τί πεποίηκα ὑμῖν; Οὐκέτι πρὸς Πέτρον μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας διαλέγεται.  Ὑμεῖς φωνεῖτέ  με, Ὁ Κύριος καὶ ὁ διδάσκαλος· καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ὑμεῖς φωνεῖτέ με. Τὴν κρίσιν αὐτῶν προσλαμβάνει.


 Εἶτα ἵνα μὴ τῆς ἐκείνων  χάριτος εἶναι δόξῃ τὰ ῥήματα, ἐπάγει· Εἰμὶ γάρ. Τῷ μὲν οὖν παρ' αὐτῶν   τὸν   λόγον   εἰσαγαγεῖν,   εὐθέως   ἀνεπαχθῆ   ποιεῖ·  τῷ   δὲ  παρ'  ἐκείνων εἰσαχθέντα  βεβαιῶσαι παρ' ἑαυτοῦ, ἀνύποπτον.  Εἰμὶ γὰρ, φησίν. Ὁρᾷς ὅταν πρὸς τοὺς  μαθητὰς  διαλέγηται,  πῶς  ἐκκαλύπτων  τὰ  καθ'  ἑαυτὸν  φθέγγεται  μᾶλλον; Ὥσπερ οὖν  λέγει,  Μὴ καλέσητε διδάσκαλον  ἐπὶ  τῆς  γῆς· εἷς  γὰρ ὑμῶν  ἐστιν  ὁ καθηγητής· οὕτω λέγει, Καὶ μὴ καλέσητε πατέρα ἐπὶ τῆς γῆς. Τὸ δὲ, Εἷς καὶ Εἷς, οὐ περὶ τοῦ Πατρὸς εἴρηται μόνον ἀλλὰ καὶ περὶ αὐτοῦ. Εἰ γὰρ ἑαυτὸν ἐκβάλλων ἔλεγε, πῶς φησιν, Ἵνα υἱοὶ φωτὸς  γένησθε; Καὶ πάλιν,  εἰ διδάσκαλον μόνον  ἔλεγε τὸν Πατέρα, πῶς λέγει, Εἰμὶ γάρ; καὶ πάλιν, Εἷς ἐστιν ὑμῶν ὁ καθηγητὴς, ὁ Χριστός; Εἰ οὖν  ἐγὼ, φησὶν, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος, ἔνιψα  ὑμῶν  τοὺς πόδας, καὶ ὑμεῖς ἀλλήλους  ὀφείλετε  νίπτειν.  Τοῦτο γὰρ  ὑπόδειγμα  ἔδωκα  ὑμῖν,  ἵνα  καθὼς  ἐγὼ ἐποίησα ὑμῖν, οὕτω καὶ ὑμεῖς ποιῆτε. Καὶ μὴν οὐκ ἔστι τὸ αὐτό. Αὐτὸς μὲν γὰρ διδάσκαλος καὶ Κύριος, ὑμεῖς δὲ ἀλλήλων ὁμόδουλοι. Τί οὖν ἐστι τὸ, Οὕτω; Μετὰ τῆς αὐτῆς σπουδῆς. ∆ιὰ γὰρ τοῦτο ἀπὸ τῶν μειζόνων πραγμάτων λαμβάνει τὰ παραδείγματα, ἵνα κἂν τὸ ἔλαττον ἐργασώμεθα. Καὶ γὰρ οἱ διδάσκαλοι τοῖς παισὶ τὰ γράμματα μετὰ πολλοῦ  τοῦ κάλλους  γράφουσιν, ἵνα κἂν πρὸς τὸ καταδεέστερον ἔλθωσι τῆς μιμήσεως. Ποῦ νῦν  οἱ διαπτύοντες  τοὺς ὁμοδούλους; ποῦ νῦν  οἱ τὰς τιμὰς ἀπαιτοῦντες; Τοῦ προδότου τοὺς πόδας ὁ Χριστὸς ἔνιψε, τοῦ ἱεροσύλου καὶ κλέπτου,  καὶ  παρὰ  τὸν  καιρὸν  τῆς  προδοσίας,  καὶ  ἀνιάτως   ἔχοντα  τραπέζης κοινωνὸν  . ἐποίησε· καὶ σὺ μέγα φρονεῖς καὶ τὰς ὀφρῦς ἀνασπᾷς; Τοὺς πόδας οὖν ἀλλήλων  νίπτωμεν,  φησίν· οὐκοῦν καὶ τῶν οἰκετῶν. Καὶ τί μέγα, εἰ καὶ τῶν οἰκετῶν; Ἐνταῦθα μὲν γὰρ ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνομάτων ἐστὶ διαφορά· ἐκεῖ δὲ, πραγμάτων  ἀλήθεια.  Φύσει γὰρ αὐτὸς Κύριος ἦν, καὶ ἡμεῖς δοῦλοι, καὶ οὐδὲ τοῦτο παρῃτήσατο νῦν ποιεῖν. Νυνὶ δὲ ἀγαπητὸν, εἰ μὴ τοῖς ἐλευθέροις ὡς δούλοις ἡμεῖς χρησαίμεθα, ὡς ἀνδραπόδοις ἀργυρωνήτοις. Καὶ τί ἐροῦμεν τότε, τοσαύτης μὲν ἀνεξικακίας  ὑποδείγματα  λαβόντες,  αὐτοὶ  δὲ  οὐδὲ  μικρὸν  μιμούμενοι,  ἀλλ'  ἐξ ἐναντίας   ἑστῶτες,   καὶ   πρὸς   διάμετρον   ἐπαιρόμενοι,   καὶ   τὴν   ὀφειλὴν   οὐκ ἀποδιδόντες; Ὀφειλέτας  γὰρ ἡμᾶς ἀλλήλων  κατέστησεν ὁ Θεὸς, αὐτὸς κατάρξας τούτου, καὶ ὀφειλέτας  ἐλάττονος  μοίρας. Αὐτὸς μὲν γὰρ Κύριος ἦν· ἡμεῖς δὲ πρὸς τοὺς συνδούλους τοῦτο ποιοῦμεν, ἐὰν ποιήσωμεν. Ὃ δὴ καὶ αὐτὸ ᾐνίξατο διὰ τοῦ εἰπεῖν· Εἰ οὖν ἐγὼ, ὁ Κύριος καὶ ὁ ∆ιδάσκαλος· καὶ πάλιν, Οὕτω καὶ ὑμεῖς. Τὸ μὲν γὰρ ἀκόλουθον ἦν εἰπεῖν, Πόσῳ μᾶλλον ἡμεῖς οἱ δοῦλοι· ἀλλ' ἀφῆκεν αὐτὸ τῷ συνειδότι τῶν ἀκροωμένων. Τί δήποτε δὲ αὐτὸ νῦν πεποίηκεν; Ἔμελλον λοιπὸν τιμῆς ἀπολαύσεσθαι, οἱ μὲν  πλείονος,  οἱ δὲ ἐλάττονος.

βʹ. Ἵν' οὖν  μὴ κατ' ἀλλήλων ἐπαίρωνται, καὶ ταῦτα λέγωσιν ἃ καὶ πρὸ τούτου, Τίς ἐστι μείζων; μηδὲ ἀγανακτῶσι πρὸς ἀλλήλους, πάντων  αὐτῶν καθαιρεῖ τὰ φρονήματα, λέγων, ὅτι Κἂν σφόδρα ᾖς μέγας, ὀφείλεις ἐπὶ τοῦ ἀδελφοῦ μηδὲν μέγα φρονεῖν. Καὶ οὐκ εἶπε τὸ μεῖζον, ὅτι Εἰ ἐγὼ τοῦ προδότου τοὺς πόδας ἔνιψα, τί μέγα, ἂν ὑμεῖς τοὺς ἀλλήλων; ἀλλὰ διὰ τῶν ἔργων αὐτὸ δηλώσας, εἴασεν ἐν τῇ κρίσει τῶν θεωμένων λοιπόν. ∆ιὰ τοῦτο ἔλεγεν, Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται. Τοῦτο γάρ ἐστι τὸ διδάξαι, τὸ διὰ τῶν  ἔργων  αὐτὸ  ποιεῖν.  Τίνα  γὰρ  οὐκ  ἂν  τοῦτο  τῦφον  καθέλοι;  ποίαν  οὐκ  ἂν κενώσειεν  ἀπόνοιαν  καὶ ἀλαζονείαν; Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, τοὺς πόδας ἔνιψε  τοῦ  προδότου· σὺ δὲ, ἄνθρωπε,  γῆ  καὶ  σποδὸς ὢν,  καὶ  τέφρα,  καὶ  κόνις, ἐπαίρεις σεαυτὸν καὶ μέγα φρονεῖς; καὶ πόσης οὐκ ἂν εἴης ἄξιος γεέννης;  Εἰ οὖν ὄντως ἐπιθυμεῖς μεγάλου φρονήματος, δεῦρο, ἐγώ σοι δείξω ὁδόν· οὐδὲ γὰρ οἶδας τί ποτέ  ἐστι. Ὁ τοίνυν  τοῖς  παροῦσιν  ὡς  μεγάλοις  προσέχων,  οὗτος  ψυχῆς  ἐστιν εὐτελοῦς. Ὥστε οὐδὲ ταπεινοφροσύνη  γένοιτ' ἂν, εἰ μὴ μετὰ μεγαλοψυχίας·  οὐδὲ φύσημα, εἰ μὴ ἀπὸ μικροψυχίας. Καθάπερ γὰρ οἱ παῖδες οἱ μικροὶ πρὸς τὰ εὐτελῆ τῶν πραγμάτων ἐπτόηνται, πρὸς σφαίρας καὶ τροχοὺς καὶ ἀστραγάλους κεχηνότες, τῶν δὲ μεγάλων οὐδὲ ἔννοιαν λαβεῖν δύνανται· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν φιλοσοφῶν οὐδὲν  ἡγήσεται τὰ παρόντα  (οὐκοῦν οὐδὲ αὐτὸς αἱρήσεται κατασχεῖν,  οὐδὲ παρ' . ἑτέρου αὐτὰ λαβεῖν) ὁ δὲ μὴ τοιοῦτος ἐναντία  πείσεται, πρὸς ἀράχνας, καὶ σκιὰς, καὶ ὀνείρατα, καὶ τὰ τούτων ἀδρανέστερα πράγματα ἐπτοημένος. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. Οὐ περὶ πάντων ὑμῶν λέγω, ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ, ὅτι Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ. Ὃ ἀνωτέρω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει ἐντρέπων. Εἰ γὰρ  οὐκ  ἔστι  δοῦλος  μείζων  τοῦ  κυρίου  αὐτοῦ,  οὐδὲ  ἀπόστολος  μείζων  τοῦ πέμψαντος αὐτὸν, παρ' ἐμοῦ δὲ ταῦτα γέγονε, πολλῷ μᾶλλον χρὴ ταῦτα παρ' ὑμῶν γενέσθαι.  Εἶτα ἵνα  μή  τις  εἴπῃ,  Τί δήποτε  ταῦτα  λέγεις;  νῦν  γὰρ  οὐκ  οἴδαμεν· προσέθηκε τοῦτο  αὐτό· Οὐχ ὡς  ἀγνοοῦσι  ταῦτα  λέγω,  ἀλλ' ἵνα  διὰ  τῶν  ἔργων ἐπιδείξητε τὰ λεγόμενα. Τὸ μὲν γὰρ εἰδέναι, πάντων· τὸ δὲ ποιεῖν, οὐ πάντων. ∆ιὰ γὰρ τοῦτο εἶπε, Μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά. ∆ιὰ δὴ τοῦτο αὐτὸ συνεχῶς καὶ ἐγὼ ἀεὶ  λέγω,  καίτοι  γε  εἰδότων  ὑμῶν,  ἵνα  εἰς  τὸ  ἔργον  ὑμᾶς  ἐμβιβάσω. Ἐπεὶ καὶ Ἰουδαῖοι οἴδασιν, ἀλλ' οὐκ εἰσὶ μακάριοι· οὐ γὰρ ποιοῦσιν αὐτά. Οὐ περὶ πάντων, φησὶν, ὑμῶν  λέγω.  Βαβαὶ τῆς ἀνεξικακίας! οὐδέπω  τὸν  προδότην  ἐλέγχει,  ἀλλὰ συσκιάζει τὸ πρᾶγμα, ἐντεῦθεν διδοὺς αὐτῷ μετανοίας χώραν. Καὶ ἐλέγχει, καὶ οὐκ ἐλέγχει, οὕτω λέγων· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν. ∆οκεῖ δέ μοι καὶ τὸ, Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, καὶ πρὸς τοῦτο εἰρῆσθαι, ἵνα εἴ ποτε παρὰ οἰκετῶν,  ἢ παρά τινων  εὐτελεστέρων  πάθοιέν  τινες  κακὸν, μὴ σκανδαλίζωνται, εἰς τὸ κατὰ τὸν Ἰούδαν ἀφορῶντες παράδειγμα, ὃς μυρίων ἀπολαύσας ἀγαθῶν,  τοῖς ἐναντίοις  ἠμείβετο τὸν εὐεργέτην.  ∆ιὸ καὶ ἐπήγαγεν· Ὁ τρώγων  μετ' ἐμοῦ ἄρτον· καὶ πάντα τὰ ἄλλα παρεὶς, τοῦτο, ὃ μάλιστα ἱκανὸν  ἦν αὐτὸν  κατασχεῖν  καὶ ἐντρέψαι,  τέθεικεν.  Ὁ παρ' ἐμοῦ τρεφόμενος,  ὁ παρ' ἐμοῦ τραπέζης κοινωνῶν,  φησί. Ταῦτα δὲ ἔλεγε, παιδεύων αὐτοὺς τοὺς κακῶς ποιοῦντας εὐεργετεῖν, κἂν μένωσιν ἀνιάτως  ἔχοντες. Εἰπὼν δὲ, Οὐ περὶ πάντων  ὑμῶν λέγω, ἵνα  μὴ εἰς πολλοὺς  περιστήσῃ τὸ δέος, ἀποσχίζει λοιπὸν  αὐτὸν,  οὕτω  λέγων·  Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον. Τὸ γὰρ, Οὐ περὶ πάντων, οὐ πάντως εἰς ἕνα περιίστη τὸν  λόγον·  διὸ  ἐπήγαγεν·  Ὁ τρώγων  μετ'  ἐμοῦ  τὸν  ἄρτον,  δεικνὺς  ἐκείνῳ  τῷ ταλαιπώρῳ,  ὅτι οὐκ ἀγνοῶν  συλλαμβάνεται, ἀλλὰ καὶ σφόδρα εἰδώς· ὃ καὶ αὐτὸ μάλιστα πάντων  ἱκανὸν ἦν αὐτὸν κατασχεῖν. Καὶ οὐκ εἶπε, Παραδίδωσιν ἐμὲ, ἀλλ', Ἦρεν ἐπ' ἐμὲ πτερνισμόν· τὸ δολερὸν  καὶ ὕπουλον  καὶ λαθραῖον  τῆς ἐπιβουλῆς παραστῆσαι βουλόμενος.

γʹ. Ταῦτα δὲ γέγραπται, ἵνα μὴ μνησικακῶμεν τοῖς ἀδικοῦσιν,  ἀλλ'  ἐλέγχωμεν   αὐτοὺς  καὶ  θρηνῶμεν.  Θρήνων  γὰρ  ἄξιοι,  οὐχ  οἱ πάσχοντες,  ἀλλ' οἱ  ποιοῦντες  κακῶς.  Ἑαυτοὺς μὲν  γὰρ μέγιστα  ἀδικοῦσιν  ὅ τε πλεονέκτης, ὅ τε συκοφάντης, ὅ τε ἕτερόν τι κακὸν ἐργαζόμενος· ἡμᾶς δὲ ὠφελοῦσι τὰ   μέγιστα   ἐὰν   μὴ   ἑαυτοὺς   ἐκδικῶμεν.   Οἷόν  τι   λέγω·   Ἥρπασεν  ὁ  δεῖνα; ηὐχαρίστησας  ὑπὲρ  τῆς  ἀδικίας  σὺ,  καὶ  ἐδόξασας  τὸν  Θεόν; Μυρίους  διὰ  τῆς εὐχαριστίας ἐκείνης ἐκαρπώσω μισθούς· ὥσπερ οὖν ἐκεῖνος ἄφατον ἑαυτῷ συνήγαγε πῦρ.  Εἰ  δὲ  λέγοι   τις·  Τί  γὰρ,  εἰ  μὴ  ἠδυνάμην   ἀμύνασθαι  τὸν   ἀδικήσαντα; ἀσθενέστερος ὤν; ἐκεῖνο ἂν εἴποιμι, ὅτι Ἠδύνασο πρᾶξαι τὸ δυσχερᾶναι, τὸ ἀποδυσπετῆσαι· ταῦτα γὰρ ἐν ἐξουσίᾳ ἡμῶν, τὸ κατεύξασθαι τοῦ λελυπηκότος, τὸ . καταράσασθαι αὐτῷ μυρία, τὸ πρὸς πάντας  διαβαλεῖν. Ὁ τοίνυν  ταῦτα μὴ ποιήσας, καὶ τοῦ μὴ ἀμύνασθαι μισθὸν λήψεται. ∆ῆλον γὰρ ὅτι καὶ ἐκείνου κύριος ὢν,  οὐκ ἂν  ἐποίησεν. Ὁ γὰρ ἠδικημένος,  τῷ  παρατυχόντι  κέχρηται  ὅπλῳ,  ὅταν μικρόψυχος ὢν, κατάραις, λοιδορίαις, ἐπιβουλαῖς ἀμύνηται τὸν ἠδικηκότα. Ταῦτα τοίνυν καὶ σὺ μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὖξαι περὶ αὐτοῦ· καὶ γὰρ ἂν ταῦτα μὴ ποιήσῃς μόνον, ἀλλὰ καὶ εὔξῃ ὑπὲρ αὐτοῦ, τῷ Θεῷ γέγονας  ὅμοιος. Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων  ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πῶς μέγιστα κερδαίνομεν ἀπὸ τῆς τῶν ἑτέρων ἐπηρείας; Οὐδὲν οὕτω τὸν Θεὸν εὐφραίνει, ὡς τὸ μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. Καὶ τί λέγω, μὴ ἀποδιδόναι   κακὸν   ἀντὶ   κακοῦ;   Τἀναντία   μὲν   οὖν   ἀποδιδόναι   ἐπετάγημεν, εὐεργεσίας εὐχάς. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν  μέλλοντα  αὐτὸν  προδιδόναι  τοῖς ἐναντίοις  πᾶσιν ἠμείψατο·  οἷον, τοὺς πόδας ἔνιπτεν,  ἤλεγχε  λάθρα, φειδομένως ἔπληττεν, ἐθεράπευσε, τραπέζης καὶ φιλήματος μετεδίδου· καὶ οὐδὲ τούτοις ἐγένετο βελτίων,  καὶ ὅμως  παρέμενεν  αὐτὸς  τὰ ἑαυτοῦ ποιῶν.  Ἀλλὰ φέρε καὶ ἀπὸ τῶν δούλων σε παιδεύσωμεν, καὶ ἐκ περιουσίας τῶν ἐν τῇ Παλαιᾷ, ἵνα εἰδῇς οὐδεμίαν ἔχοντας   ἡμᾶς  ἀπολογίας   ἀφορμὴν,   ὅταν   μνησικακῶμεν.   Βούλεσθε  οὖν  εἴπω Μωϋσέα, ἢ ἔτι τὸν λόγον ἀνωτέρω  ἀγάγωμεν; Ὅσῳ γὰρ ἂν ἀρχαιότερα δειχθῇ τὰ παραδείγματα,   τοσούτῳ   μᾶλλον   ἡμεῖς   νικώμεθα.   Τί   δήποτε   δέ;   Ὅτι   τότε δυσκολωτέρα ἦν ἡ ἀρετή. Οὐδὲ γὰρ ὑποθήκας ἐγγράφους εἶχον ἐκεῖνοι τότε, οὐ βίων παραδείγματα· ἀλλὰ γυμνὴ καθ' ἑαυτὴν ἡ φύσις ἠγωνίζετο, καὶ ἀνερμάτιστος πανταχοῦ νήχεσθαι ἠναγκάζετο. ∆ιὰ τοῦτο καὶ τὸν Νῶε ἐπαινῶν, οὐχ ἁπλῶς τέλειον ἐκάλεσεν, ἀλλὰ προσέθηκεν, Ἐν τῇ γενεᾷ αὐτοῦ, δηλῶν, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅτε  πολλὰ  τὰ  κωλύματα  ἦν·  ἐπεὶ  μετ'  αὐτὸν  ἔλαμψαν  ἕτεροι,  καὶ  ὅμως  οὐδὲν ἔλαττον αὐτῶν ἕξει. Ἐν γὰρ τοῖς χρόνοις αὐτοῦ τέλειος ἦν. Τίς οὖν πρὸ Μωϋσέως μακρόθυμος;  Ὁ μακάριος  καὶ  γενναῖος  Ἰωσὴφ,  ὃς  τῇ  σωφροσύνῃ  λάμψας,  οὐκ ἔλαττον  ἔλαμψε τῇ μακροθυμίᾳ. Ἐπράθη γὰρ οὐδὲν ἠδικηκὼς,  ἀλλὰ  θεραπεύων, δουλεύων,   τὰ  οἰκετῶν   πάντα  ἐπιδεικνύμενος.   Κατήνεγκαν  γοῦν  αὐτῷ  ψόγον πονηρὸν, καὶ οὐκ ἠμύνατο, καίτοι τὸν πατέρα ἔχων μεθ' ἑαυτοῦ· ἀλλὰ καὶ ἀπῆλθε κομίζων αὐτοῖς εἰς τὴν ἔρημον τροφήν· καὶ οὐχ εὑρὼν αὐτοὺς, οὐ περιεκάκησεν, οὐδὲ ὑπέστρεψε (καίτοι γε εἶχε πρόφασιν, εἴ γε ἐβούλετο), ἀλλὰ πρὸς τὰ θηρία καὶ τοὺς  ὠμοὺς  ἐκείνους  ἔμενεν  ἀδελφοῦ  γνησίου  φυλάττων  προαίρεσιν. Πάλιν  τὸ δεσμωτήριον οἰκήσας, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς, οὐδὲν εἶπε περὶ αὐτῶν  πονηρὸν, ἀλλ' ὅτι Οὐδὲν ἐποίησα, καὶ, Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων. Καὶ μετὰ ταῦτα πάλιν γενόμενος κύριος, καὶ ἔθρεψε, καὶ ἀπήλλαξε μυρίων δεινῶν. Ἂν γὰρ νήφωμεν, οὐκ ἰσχύει τοῦ πλησίον ἡ κακία τῆς ἀρετῆς ἡμᾶς ἐκβαλεῖν τῆς ἑαυτῶν. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ ἀπέδυσαν, καὶ ἀνελεῖν ἐπεχείρησαν καὶ ὀνειδίζουσι τὸ ἐνύπνιον, καίτοι καὶ τροφὴν παρ' αὐτοῦ κομισάμενοι, καὶ ζωῆς καὶ ἐλευθερίας αὐτὸν ἐκβαλεῖν ἐπεχείρουν.  Καὶ οἱ  μὲν  ἤσθιον,  τὸν  δὲ  ἀδελφὸν  περιεώρων  ἐν  λάκκῳ  γυμνὸν ἐῤῥιμμένον. Τί ταύτης τῆς θηριωδίας . γένοιτ' ἂν χεῖρον; πόσων ἀνδροφόνων οὐκ  ἦσαν  χείρους;  Καὶ μετὰ  ταῦτα  δὲ  αὐτὸν  ἀνελκύσαντες,  μυρίοις  θανάτοις παρέδωκαν, ἀνθρώποις  βαρβάροις καὶ ἀγρίοις αὐτὸν ἀποδόμενοι πρὸς βαρβάρους μέλλουσιν ἀπιέναι. Ἀλλ' αὐτὸς γενόμενος βασιλεὺς, οὐ μόνον τὴν τιμωρίαν αὐτοῖς ἀφῆκεν,  ἀλλὰ  καὶ  τῆς  ἁμαρτίας  αὐτοὺς,  τό  γε  εἰς  αὐτὸν  ἧκον,  ἀπήλλαξεν, οἰκονομίαν Θεοῦ τὰ γεγενημένα καλῶν, οὐ πονηρίαν ἐκείνων. Καὶ ἅπερ δὲ ἐποίησεν εἰς αὐτοὺς, οὐ μνησικακῶν, ἀλλ' ὑπὲρ τοῦ ἀδελφοῦ ταῦτα πάντα ὑπεκρίνατο. Μετὰ γοῦν  ταῦτα ἐπειδὴ εἶδεν ἀντεχομένους  αὐτοῦ, ἔῤῥιψε τὸ προσωπεῖον εὐθέως καὶ ὠλόλυξε καὶ περιεπτύξατο ὡς τὰ μέγιστα εὐηργετημένος, ὁ πάλαι παρ' αὐτῶν ἀνῃρημένος·  καὶ  πάντας  αὐτοὺς  εἰς  Αἴγυπτον  κατ  . ήγαγε,  καὶ  μυρίαις εὐεργεσίαις  ἠμείψατο.  Τίνα  οὖν  ἕξομεν  ἀπολογίαν   μετὰ  νόμον  καὶ  χάριν  καὶ τοσαύτης   φιλοσοφίας   ἐπίδοσιν,   μηδὲ   τὸν   πρὸ  τῆς   χάριτος   καὶ   τοῦ   νόμου ζηλώσαντες;  τίς  ἡμᾶς  ἐξαιρήσεται  τῆς  κολάσεως;  Οὐ  γὰρ  ἔστι,  οὐκ  ἔστι  τι μνησικακίας χαλεπώτερον.  Καὶ τοῦτο ἐδήλωσεν ὁ τὰ μυρία τάλαντα ὀφείλων· εἶτα οὐκ ἀπαιτηθεὶς καὶ πάλιν ἀπαιτηθείς· οὐκ ἀπαιτηθεὶς μὲν, διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν·  ἀπαιτηθεὶς  δὲ διὰ τὴν οἰκείαν πονηρίαν, καὶ τὸ μνησικακῆσαι τῷ συνδούλῳ. Ἅπερ πάντα μαθόντες, ἀφῶμεν  τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ τοῖς ἐναντίοις  αὐτοὺς ἀμειβώμεθα, ἵνα καὶ τῆς παρὰ τοῦ Θεοῦ τύχωμεν  φιλανθρωπίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |