Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην Απόστολον Ευαγγελιστήν
Τόμος 59
ΟΒʹ Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει, καὶ ὁ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
αʹ. Μεγάλη τῆς περὶ τοὺς δούλους τοῦ Θεοῦ θεραπείας ἡ ἀνταπόδοσις, καὶ τοὺς καρποὺς ἐντεῦθεν ἡμῖν ἀποδίδωσιν. Ὁ δεχόμενος γὰρ, φησὶν, ὑμᾶς, ἐμὲ δέχεται· ὁ δὲ λαμβάνων ἐμὲ, λαμβάνει τὸν πέμψαντά με. Τοῦ δὲ τὸν Χριστὸν δέξασθαι, καὶ τὸν τούτου Πατέρα, τί γένοιτ' ἂν ἴσον; Καὶ ποία αὕτη ἀκολουθία πρὸς τὰ ἔμπροσθεν εἰρημένα; τί δὲ κοινὸν ἔχει πρὸς ὃ εἶπεν, Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε, τὸ ἐπαγαγεῖν, Ὁ δεχόμενος ὑμᾶς; Μεγάλη καὶ σφόδρα συνᾴδουσα· καὶ σκόπει πῶς. Ἐπειδὴ γὰρ ἔμελλον ἐξιέναι, καὶ πολλὰ πάσχειν δεινὰ, δύο τρόποις αὐτοὺς παραμυθεῖται· ἑνὶ μὲν, τῷ παρ' ἑαυτοῦ· ἑτέρῳ δὲ, τῷ παρ' ἑτέρων. Ἐὰν γὰρ φιλοσοφῆτε, φησὶν, ἐμὲ διὰ παντὸς ἔχοντες ἐν μνήμῃ, καὶ ἅπερ ἔπαθον, καὶ ἅπερ ἐποίησα περιφέροντες ἅπαντα, ῥᾳδίως οἴσετε τὰ δεινά. Οὐ τούτῳ δὲ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ τῷ παρὰ πάντων πολλῆς ἀπολαύειν θεραπείας. Καὶ τὸ μὲν πρότερον ἐδήλωσεν, εἰπών· Ἐὰν ποιῆτε ταῦτα, μακάριοί ἐστε· τὸ δὲ ἕτερον, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται, λέγων.
Τὰς γὰρ πάντων ἀνέῳξεν αὐτοῖς οἰκίας, ὥστε καὶ ἐκ τῆς τῶν τρόπων φιλοσοφίας, καὶ ἐκ τῆς τῶν θεραπευόντων προθυμίας διπλῆν ἔχειν παράκλησιν. Εἶτα, ἐπειδὴ ταῦτα αὐτοῖς διετάξατο ὡς μέλλουσι τὴν οἰκουμένην διατρέχειν ἅπασαν, ἐννοῶν ὅτι ἑκατέρων τούτων ὁ προδότης ἀπεστέρηται, καὶ οὐδενὸς αὐτῶν ἀπολαύσεται, οὔτε τῆς ἐν τοῖς πόνοις ὑπομονῆς, οὔτε τῆς τῶν ὑποδεχομένων θεραπείας, ἐταράχθη πάλιν. Ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἐπισημαινόμενος, καὶ δηλῶν ὅτι δι' ἐκεῖνον ταράσσεται, ἐπάγει· Ταῦτα εἰπὼν ὁ Ἰησοῦς, ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Πάλιν εἰς πάντας περιίστησι τὸν φόβον τῷ μὴ ὀνομαστὶ εἰπεῖν· οἱ δὲ ἀποροῦνται, καίτοι ἑαυτοῖς μηδὲν συνειδότες πονηρόν· τῶν οἰκείων γὰρ λογισμῶν τὴν ἀπόφασιν τοῦ Χριστοῦ πιστοτέραν ἡγοῦντο. ∆ιὸ καὶ ἔβλεπον εἰς ἀλλήλους. Τῷ μὲν οὖν εἰς ἕνα περιστῆσαι τὸ πᾶν, ὑπετέμνετο τὸν φόβον· τῷ δὲ προσθεῖναι, Εἷς ἐξ ὑμῶν, συνετάρασσεν ἅπαντας. Τί οὖν; Οἱ μὲν ἄλλοι βλέπουσιν εἰς ἀλλήλους· ὁ δὲ πανταχοῦ θερμὸς Πέτρος τῷ Ἰωάννῃ νεύει. Ἐπειδὴ γὰρ καὶ πρότερον ἐπετιμήθη, καὶ βουλομένου νίψαι ἐκώλυσε, καὶ πανταχοῦ εὑρίσκεται ἀπὸ . πόθου μὲν ὁρμῶν, ἐγκαλούμενος δὲ, τούτου χάριν δεδοικὼς, οὔτε ἡσύχασεν, οὔτε ἐφθέγξατο, ἀλλὰ διὰ μέσου τοῦ Ἰωάννου βούλεται μαθεῖν. Ἐκεῖνο δὲ ἄξιον διαπορῆσαι, τί δήποτε πάντων ἀγωνιώντων, τρεμόντων, τοῦ κορυφαίου δεδοικότος, ὁ Ἰωάννης ὥσπερ ἐντρυφῶν ἀνάκειται εἰς τὸν κόλπον τοῦ Ἰησοῦ· καὶ οὐκ ἀνάκειται μόνον, ἀλλὰ καὶ τῷ στήθει· καὶ οὐ τοῦτο μόνον ἄξιον ζητήσεως, ἀλλὰ καὶ τὸ ἑξῆς. Τί δὲ τοῦτό ἐστιν; Ὃ περὶ ἑαυτοῦ λέγει, Ὃν ἠγάπα ὁ Ἰησοῦς. ∆ιατί γὰρ μηδεὶς ἕτερος τοῦτο εἶπε περὶ αὐτοῦ, καίτοι καὶ οἱ ἄλλοι ἠγαπῶντο; Ἀλλ' οὗτος πλέον τῶν ἄλλων. Εἰ δὲ μηδεὶς ἄλλος τοῦτο περὶ αὐτοῦ εἶπεν, ἀλλ' αὐτὸς περὶ ἑαυτοῦ, θαυμαστὸν οὐδέν. Ποιεῖ δὲ αὐτὸ καὶ Παῦλος, καιροῦ καλοῦντος, οὕτω λέγων Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων· καίτοι γε οὐ μικρὰ αὐτοῦ διῆλθεν ἐγκώμια ἕτερα. Ἢ μικρὸν εἶναί σοι δοκεῖ τὸ ἀκούσαντα, Ἀκολούθει μοι, εὐθέως ἀφέντα τὰ δίκτυα καὶ τὸν πατέρα, ἀκολουθῆσαι, καὶ τὸ μετὰ Πέτρου μόνον αὐτὸν λαβεῖν εἰς τὸ ὄρος, καὶ ἀλλαχοῦ πάλιν εἰς οἰκίαν εἰσελθόντα; Αὐτὸς δὲ ἡλίκον ἐγκώμιον τοῦ Πέτρου διῆλθε, καὶ οὐκ ἀπεκρύψατο, εἰρηκέναι τὸν Χριστὸν λέγων· Πέτρε, φιλεῖς με πλέον τούτων; Καὶ πανταχοῦ δὲ δείκνυσιν αὐτὸν θερμὸν καὶ γνησίως ἔχοντα πρὸς αὐτόν. Ὅτε γοῦν ἔλεγεν, Οὗτος δὲ τί; ἐκ πολλοῦ πόθου τοῦτο ἔλεγε. ∆ιὰ τοῦτο οὖν ἄλλος οὐδεὶς εἶπε περὶ αὐτοῦ· ἀλλ' οὐδὲ αὐτὸς εἶπεν ἂν, εἰ μὴ εἰς τοῦτο ἐνέπεσε τὸ χωρίον. Εἰ γὰρ εἰπὼν, ὅτι Πέτρος ἔνευσεν Ἰωάννῃ ἐρωτῆσαι, καὶ μηδὲν ἄλλο προσέθηκε, πολλὴν ἐποίει τὴν ἀπορίαν, καὶ ζητεῖν ἠνάγκαζεν ἡμᾶς τὴν αἰτίαν· διὰ τοῦτο λύων αὐτὸς ταύτην, Ἀνέκειτο, φησὶ, εἰς τὸν κόλπον τοῦ Ἰησοῦ. Ἢ μικρὸν οἴει μεμαθηκέναι, ἀκούσας ὅτι ἀνέκειτο, καὶ τοσαύτης αὐτοῖς ὁ διδάσκαλος μετεδίδου παῤῥησίας; Εἰ καὶ τούτου τὴν αἰτίαν ζητεῖς μαθεῖν, ἀγάπης τὸ πρᾶγμα ἦν· διὰ τοῦτό φησιν, Ὃν ἐφίλει ὁ Ἰησοῦς Ἐγὼ δὲ αὐτὸν καὶ δι' ἄλλο οἶμαι τοῦτο ποιεῖν, βουλόμενον δεῖξαι ἀλλότριον ἑαυτὸν τοῦ ἐγκλήματος. ∆ιὰ τοῦτο παῤῥησιάζεται καὶ θαῤῥεῖ. Ἐπεὶ διὰ τί μὴ ἐν ἄλλῳ χωρίῳ τοῦτο εἶπεν, ἀλλ' ὅτε ὁ κορυφαῖος ἔνευσεν; Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ὡς μείζονι ὄντι ἔνευσεν, λέγει, ὅτι διὰ τὴν πολλὴν ἀγάπην τοῦτο ἐγίνετο. Τί δὲ καὶ ἐπιπίπτει τῷ στήθει; Οὐδὲν οὐδέπω περὶ αὐτοῦ μέγα ὑπώπτευον· ἄλλως δὲ, καὶ τὴν ἀθυμίαν κατεπράϋνεν. Εἰκὸς γὰρ καὶ τὴν ὄψιν αὐτῶν εἶναι κατηφῆ τότε. Εἰ γὰρ ταῖς . ψυχαῖς αὐτῶν ἐταράχθησαν, πολλῷ μᾶλλον ταῖς ὄψεσι. Μειλισσόμενος τοίνυν αὐτοὺς καὶ τῷ λόγῳ καὶ τῇ ἐρωτήσει, προοδοποιεῖ καὶ συγχωρεῖ ἀναπεσεῖν ἐπὶ τὸ στῆθος. Σκόπει δὲ αὐτοῦ καὶ τὸ ἀκόμπαστον. Οὐ γὰρ εἶπε τὸ ὄνομα, ἀλλ' ὅτι Ὃν ἠγάπα· καθάπερ καὶ Παῦλος, ὅτε ἔλεγεν· Οἶδα ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων. Τότε δὴ πρῶτον αὐτὸν ἐλέγχει ὁ Ἰησοῦς, καὶ οὐδὲ τότε ὀνομαστί· ἀλλὰ πῶς; Ὧ ἐγὼ βάψας τὸ ψωμίον ἐπιδώσω. Καὶ ὁ τρόπος ἐντρεπτικός· οὐδὲ γὰρ τὴν τράπεζαν ᾐδέσθη, τοῦ αὐτοῦ ἄρτου κοινωνήσας. Ἔστω, ἡ κοινωνία τῶν ἁλῶν οὐκ ἐνέτρεψε· τὸ καὶ παρ' αὐτοῦ δέξασθαι τὸ ψωμίον, τίνα οὐκ ἂν ἐπεσπάσατο; Ἀλλ' οὐκ ἐκεῖνον.
∆ιὸ καὶ Ὁ σατανᾶς τότε εἰσῆλθεν εἰς αὐτὸν, γελάσας αὐτὸν τῆς ἀναισχυντίας. Ἕως γὰρ ἦν τοῦ χοροῦ, οὐκ ἐτόλμα ἐπιπηδῆσαι, ἀλλ' ἔξωθεν προσέβαλλεν· ἐπειδὴ δὲ δῆλον αὐτὸν ἐποίησε καὶ ἀφώρισεν, ἐπεπήδησε λοιπὸν μετὰ ἀδείας· οὐδὲ γὰρ ἔδει τοιοῦτον ὄντα καὶ ἀδιόρθωτον ἐπὶ πολὺ μένοντα κατέχειν ἔνδον. ∆ιὰ τοῦτο καὶ ἐξέβαλεν αὐτὸν λοιπὸν, καὶ ἀποτμηθέντα λαμβάνει τότε ἐκεῖνος, καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθε νυκτός. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον. Καὶ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων.
βʹ. Βαβαὶ, πόση ἡ ἀναισθησία! πῶς οὐκ ἐμαλάχθη, οὐδὲ ᾐσχύνθη, ἀλλὰ ἀναισχυντότερος γενόμενος ἐξῄει! Τὸ δὲ, Ποίησον τάχιον, οὐ προστάττοντός ἐστιν, οὐδὲ συμβουλεύοντος, ἀλλ' ὀνειδίζοντος καὶ δεικνύντος, ὅτι αὐτὸς μὲν ἐβούλετο διορθώσασθαι· ἐπειδὴ δὲ ἀδιορθώτως εἶχεν, ἀφίησιν αὐτόν. Καὶ τοῦτο οὐδεὶς, φησὶν, ἔγνω τῶν ἀνακειμένων. Πολλὴν ἄν τις ἐνταῦθα ἀπορίαν εὕροι, εἴ γε, ἐρωτησάντων τῶν μαθητῶν, τίς ἐστι, λέγει· Ὧ βάψας τὸ ψωμίον ἐπιδώσω, καὶ οὐδὲ οὕτω συνῆκαν· πλὴν εἰ μὴ λάθρα εἴρηκεν, ὥστε μηδένα ἀκοῦσαι. Καὶ γὰρ ὁ Ἰωάννης διὰ τοῦτο παρὰ τὸ στῆθος ἀναπεσὼν, ἐρωτᾷ μονονουχὶ πρὸς τὸ οὖς, ὥστε μὴ γενέσθαι φανερὸν τὸν προδότην· καὶ ὁ Χριστὸς οὕτως ἀπεκρίνατο, καὶ οὐδὲ τότε αὐτὸν ἐποίησε φανερόν· καὶ ὁ μὲν καίπερ ἐμφαντικῶς εἰπὼν, Ἑταῖρε, ὃ ποιεῖς, ποίησον τάχιον· οἱ δὲ οὐδὲ οὕτω συνίεσαν. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι ἀληθῆ τὰ πρὸς τοὺς Ἰουδαίους εἰρημένα ἦν αὐτῷ περὶ τοῦ θανάτου. Καὶ γὰρ πρὸς ἐκείνους εἴρηκε τὸ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ. Ἕως γοῦν κατεῖχεν, οὐδεὶς ἴσχυσεν· ἐπειδὴ δὲ ἀφῆκε λοιπὸν, εὔκολον τότε τὸ πρᾶγμα γίνεται. Ταῦτ' οὖν ἅπαντα αἰνιττόμενος εἶπεν, Ὃ ποιεῖς, ποίησον τάχιον· καὶ οὐδὲ τότε αὐτὸν δῆλον ἐποίησε. Τάχα γὰρ ἂν αὐτὸν καὶ διέσπασαν, τάχα ἂν ὁ Πέτρος καὶ ἀνεῖλεν αὐτόν. ∆ιὰ τοῦτο Οὐδεὶς ἔγνω τῶν ἀνακειμένων. Ἆρα οὐδὲ ὁ Ἰωάννης; Οὐδὲ οὗτος· οὐ γὰρ ἂν προσεδόκησεν, ὅτι μαθητὴς ἐπὶ τοσοῦτον χωρήσει παρανομίας. Ἐπειδὴ γὰρ πόῤῥω τῆς τοιαύτης πονηρίας ἦσαν, οὐδὲ περὶ ἑτέρων τοιαῦτα ὑποπτεύειν εἶχον. Ὥσπερ οὖν ἔμπροσθεν αὐτοῖς εἶπεν, ὅτι Οὐ περὶ πάντων λέγω, καὶ οὐδαμοῦ ἐξεκάλυψεν· οὕτω καὶ ἐνταῦθα ἐνόμισαν περὶ ἑτέρου λέγεσθαι. Ἦν δὲ νὺξ ὅτε ἐξῆλθε, φησί. ∆ιατί μοι τὸν καιρὸν λέγεις; Ἵνα μάθῃς τὴν ἰταμότητα, ὅτι οὐδὲ ὁ καιρὸς αὐτὸν ἐπέσχε τῆς ὁρμῆς. Ἀλλ' οὐδὲ τοῦτο αὐτὸν κατάδηλον ἐποίησε. Ἐκεῖνοι γοῦν φόβῳ κατεχόμενοι καὶ ἀγωνίᾳ πολλῇ τότε τεθορύβηντο, . καὶ τὴν μὲν ἀληθῆ τῶν εἰρημένων αἰτίαν οὐκ ᾔδεσαν· ὑπώπτευον δὲ, ὅτι Τοῖς πένησιν ἵνα τι δῷ, ταῦτα ἔλεγε. Πολλὴν γὰρ ἐποιεῖτο τῶν πτωχῶν τὴν ἐπιμέλειαν, διδάσκων καὶ ἡμᾶς πολλὴν ὑπὲρ τούτου ποιεῖσθαι σπουδήν. Ἐδόκουν δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐπειδὴ τὸ γλωσσόκομον εἶχε· καίτοι γε οὐδεὶς φαίνεται προσενεγκὼν αὐτῷ χρήματα· ἀλλ' ὅτι μὲν ἔτρεφον αὐτὸν ἐκ τῶν ὑπαρχόντων αἱ μαθήτριαι, εἶπε· τοῦτο δὲ οὐδαμοῦ ᾐνίξατο. Πῶς δὲ, μὴ πήραν, μὴ χαλκὸν, μὴ ῥάβδον κελεύων ἐπιφέρεσθαι, γλωσσόκομον ἐπεφέρετο πρὸς τὴν τῶν πενήτων διακονίαν; Ἵνα μάθῃς, ὅτι καὶ τὸν σφόδρα ἀκτήμονα καὶ ἐσταυρωμένον τούτου δεῖ τοῦ μέρους πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν. Πολλὰ γὰρ πρὸς τὴν ἡμετέραν οἰκονομῶν διδασκαλίαν ἔπραττε. Τοῦτο οὖν καὶ λέγειν ἐνόμισαν οἱ μαθηταὶ, ἵνα τοῖς πένησί τι δῷ. Καὶ οὐδὲ τοῦτο ἐνέτρεψε, τὸ μέχρις ἐσχάτης ἡμέρας μὴ θελῆσαι αὐτὸν παραδειγματίσαι. Τοῦτο καὶ ἡμᾶς δεῖ ποιεῖν, καὶ μὴ ἐκπομπεύειν τὰ τῶν συνόντων ἁμαρτήματα, κἂν ἀνιάτως ἔχωσι. Καὶ γὰρ καὶ μετὰ ταῦτα ἐλθόντι προδοῦναι φίλημα ἔδωκε. καὶ κατεδέξατο πρᾶγμα τοσοῦτον, καὶ ἐπὶ τὸ πολλῷ τολμηρότερον προῄει, τὸν σταυρὸν αὐτὸν, τὸν θάνατον τὸν ἐπονείδιστον· καὶ πάλιν ἐκεῖ τὴν αὐτοῦ φιλανθρωπίαν ἐπεδείκνυτο. Καὶ δόξαν ἐνταῦθα τὸ πρᾶγμα καλεῖ, διδάσκων ἡμᾶς ὅτι οὐδὲν οὕτως αἰσχρὸν καὶ ἐπονείδιστον, ὃ μὴ λαμπρότερον ποιεῖ τὸν μετιόντα, ὅταν κατὰ Θεὸν γίνηται. Μετὰ γοῦν τὸ ἐξελθεῖν τὸν Ἰούδαν ἐπὶ τὸ παραδοῦναι, λέγει· Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου· ταύτῃ πεπτωκότας τοὺς λογισμοὺς τῶν μαθητῶν ἀνιστῶν, καὶ πείθων μὴ μόνον μὴ κατηφεῖν, ἀλλὰ καὶ χαίρειν. ∆ιὰ τοῦτο καὶ Πέτρῳ ἐξ ἀρχῆς ἐπετίμησε. Τὸ γὰρ ἐν θανάτῳ γενόμενον περιγενέσθαι θανάτου, δόξα μεγάλη. Καὶ τοῦτό ἐστιν ὃ περὶ ἑαυτοῦ ἔλεγεν· Ὅταν ὑψωθῶ, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Λύσατε τὸν ναὸν τοῦτον· καὶ πάλιν, Σημεῖον οὐ δοθήσεται ὑμῖν, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Πῶς γὰρ οὐ δόξα μεγάλη, τὸ καὶ μετὰ θάνατον ἰσχῦσαι τῶν πρὸ τοῦ θανάτου μείζονα. Ἵνα γὰρ πιστευθῇ ἡ ἀνάστασις, μείζονα εἰργάσαντο οἱ μαθηταί. Εἰ δὲ μὴ ἔζη, καὶ Θεὸς ἦν, πῶς ἐν ὀνόματι αὐτοῦ τοσαῦτα εἰργάσαντο οὗτοι; Καὶ ὁ Θεὸς δοξάσει αὐτόν. Τί ἐστι, Καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ; Τουτέστι, δι' ἑαυτοῦ, οὐ δι' ἑτέρου. Καὶ εὐθέως δοξάσει αὐτόν· τουτέστιν, ἅμα τῷ σταυρῷ. Οὐδὲ γὰρ διὰ χρόνου πολλοῦ, φησὶν, οὐδὲ τὸν μακρὸν τῆς ἀναστάσεως ἀναμενεῖ καιρὸν, οὐδὲ τότε δείξει λαμπρὸν, ἀλλ' εὐθέως ἐν αὐτῷ τῷ σταυρῷ τὰ λαμπρὰ φανεῖται. Ὁ γοῦν ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐῤῥάγησαν, τὸ καταπέτασμα ἐσχίσθη, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὁ τάφος σήμαντρα εἶχε, καὶ φύλακες παρεκαθέζοντο· καὶ ἐπικειμένου τῷ σώματι τοῦ λίθου, ἀνέστη τὸ σῶμα· τεσσαράκοντα ἡμέραι παρῆλθον, καὶ ἡ τοῦ Πνεύματος ἦλθε χορηγία, καὶ πάντες αὐτὸν εὐθέως ἀνεκήρυττον. Τοῦτό ἐστι, ∆οξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθέως δοξάσει αὐτόν· οὐ δι' ἀγγέλων καὶ ἀρχαγγέλων, οὐδὲ δι' ἄλλης τινὸς δυνάμεως, ἀλλὰ δι' ἑαυτοῦ.
γʹ. Πῶς δὲ καὶ ἐδόξατε δι' αὐτοῦ; Πάντα πράξας τὰ πρὸς δόξαν τοῦ Υἱοῦ· καίτοι πάντα ὁ Υἱὸς ἐποίησεν. Ὁρᾷς ὅτι τὰ ὑπ' αὐτοῦ γινόμενα τῷ Πατρὶ ἀνατίθησι· Τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι. Ζητήσετέ . με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι Ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν· καὶ ὑμῖν λέγω ἄρτι. Ἄρχεται λοιπὸν τῶν λυπηρῶν μετὰ τὸ δεῖπνον. Ὅτε γὰρ Ἰούδας ἐξῆλθεν, οὐκ ἔτι ἑσπέρα ἦν, ἀλλὰ νύξ. Ἐπειδὴ γὰρ ἔμελλον μικρὸν ὕστερον ἐπιστήσεσθαι, ἔδει πάντα παρακαταθέσθαι αὐτοῖς, ὥστε ἔχειν ἐν μνήμῃ· μᾶλλον δὲ τὸ Πνεῦμα πάντα αὐτοὺς ἀνέμνησε. Πολλὰ γὰρ εἰκὸς, ἅτε πρῶτον τότε ἀκούοντας, καὶ τοιούτους μέλλοντας πειρασμοὺς ὑπομένειν, ἀποβάλλειν αὐτούς. Οἱ γὰρ πρὸς ὕπνον καταφερόμενοι, καθὼς καὶ ἕτερός φησιν εὐαγγελιστὴς, καὶ ἀθυμίᾳ συνεχόμενοι, καθὼς καὶ αὐτὸς ὁ Χριστὸς λέγει· Ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν· πῶς ἂν ταῦτα πάντα κατέσχον ἀκριβῶς; Τί δήποτε οὖν ἐλέγετο; Οὐ μικρὸν αὐτοῖς ἐγίνετο κέρδος εἰς τὴν Χριστοῦ δόξαν, τὸ σαφῶς εἰδέναι μετὰ ταῦτα ὑπομιμνησκομένους, ὅτι ταῦτα πάλαι ἀκηκοότες ἦσαν παρὰ τοῦ Χριστοῦ. Τίνος δὲ ἕνεκεν προκαταβάλλει αὐτῶν τὴν ψυχὴν, λέγων, Ἔτι μικρὸν χρόνον μεθ' ὑμῶν εἰμι; Τοῖς μὲν γὰρ Ἰουδαίοις εἰκότως ἐλέγετο· ἡμᾶς δὲ τίνος ἕνεκεν ἐπίσης εἰς τὴν αὐτὴν τάξιν ἄγεις ἐκείνοις τοῖς ἀγνώμοσιν; Οὐδαμῶς. Καὶ τίνος ἕνεκεν εἶπε, Καθὼς εἶπον τοῖς Ἰουδαίοις; Ἀνέμνησεν ὅτι οὐχὶ νῦν ἀπὸ τῆς τῶν δεινῶν παρουσίας ταῦτα προλέγει· ἀλλ' ἄνωθεν αὐτὰ προῄδει, καὶ μάρτυρες αὐτοὶ οἱ ἀκούσαντες, ὅτι καὶ πρὸς Ἰουδαίους ταῦτα ἔλεγε. ∆ιὸ καὶ προσέθηκε τὸ, Τεκνία· ἵνα ἀκούσαντες, Καθὼς εἶπον τοῖς Ἰουδαίοις, μὴ καὶ πρὸς αὐτοὺς ὁμοίως εἰρῆσθαι τὸ εἰρημένον νομίσωσιν. Οὐ καταβάλλων τοίνυν αὐτοὺς, ἀλλὰ παραμυθούμενος ταῦτά φησιν, ἵνα μὴ ἀπροσδόκητα ἐπιστάντα αὐτοῖς τὰ δεινὰ ἐκταράξῃ, Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ∆είκνυσιν, ὅτι ὁ θάνατος αὐτοῦ μετάστασίς ἐστι καὶ μετάθεσις ἀμείνων, εἰς τόπον σώματα οὐ δεχόμενον φθαρτά. Ταῦτα δὲ λέγει, καὶ τὸν εἰς αὐτὸν διεγείρων πόθον καὶ θερμότερον ποιῶν. Ἴστε γὰρ ὅτι ἐπειδὰν ἴδωμεν τῶν φιλτάτων τινὰς ἀναχωροῦντας, μάλιστα διαθερμαινόμεθα, καὶ μᾶλλον ὅταν ἴδωμεν εἰς τόπον ἀπιόντας, εἰς ὃν οὐδὲ δυνατὸν ἡμῖν ἀπελθεῖν. Ἐκείνους μὲν οὖν φοβῶν, ταῦτα ἔλεγε, τούτοις δὲ τὸν πόθον ἐξάπτων. Τοιοῦτός ἐστιν ὁ τόπος, ὥστε μὴ μόνον ἐκείνους, ἀλλὰ μηδὲ ὑμᾶς τοὺς φιλτάτους δύνασθαι παραγενέσθαι ἐκεῖ. Ἐνταῦθα καὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ δείκνυσι. Καὶ ὑμῖν λέγω ἄρτι. ∆ιὰ τί, Ἄρτι; Ἑτέρως ἐκείνοις, καὶ ἑτέρως ὑμῖν· τουτέστιν, οὐ μετ' ἐκείνων. Ποῦ δὲ αὐτὸν ἐζήτησαν οἱ Ἰουδαῖοι; ποῦ δὲ οἱ μαθηταί; Οἱ μαθηταὶ μὲν, ὅτε ἔφυγον· οἱ Ἰουδαῖοι δὲ, ὅτε τὰ ἀνήκεστα ἔπασχον δεινὰ καὶ πάντα ὑπερβαίνοντα λόγον, τῆς πόλεως αὐτῆς ἁλούσης, καὶ τῆς θεηλάτου πάντοθεν κατ' αὐτῶν φερομένης ὀργῆς. Ἐκείνοις μὲν οὖν τότε ἔλεγε διὰ τὴν ἀπιστίαν, ὑμῖν δὲ νῦν, διὰ τὸ μὴ ἀπροσδόκητα ἐπελθεῖν τὰ δεινά. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Ἐπειδὴ γὰρ εἰς θόρυβον αὐτοὺς ἐμπεσεῖν εἰκὸς ἦν ταῦτα ἀκούοντας, ὡς ἐρήμους μέλλοντας ἔσεσθαι, παραμυθεῖται αὐτοὺς, τὴν πάντων τῶν ἀγαθῶν ῥίζαν καὶ ἀσφάλειαν περιβάλλων αὐτοῖς, τὴν ἀγάπην· ὡσανεὶ ἔλεγεν· Ἀλγεῖτε ἀπιόντος ἐμοῦ; ἀλλ' ἐὰν ἀγαπᾶτε ἀλλήλους, ἔσεσθε ἰσχυρότεροι. Πῶς οὖν οὐ τοῦτο εἶπεν; Ὅτι ὃ τούτου μᾶλλον ὤνησεν αὐτοὺς εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε. ∆ιὰ γὰρ τούτου ἅμα ἐδήλωσεν, ὅτι οὐ σβεσθήσεται ὁ χορὸς, ὁπότε καὶ γνώρισμα αὐτοῖς ἔδωκε. . Τοῦτο δὲ εἶπεν, ὅτε ὁ προδότης αὐτῶν ἀπεσχίσθη. Πῶς δὲ αὐτὴν ἐντολὴν λέγει καινὴν καὶ ἐν τῇ Παλαιᾷ κειμένην; Αὐτὸς αὐτὴν ἐποίησε καινὴν τῷ τρόπῳ· ἐπήγαγε γοῦν· Καθὼς ἠγάπησα ὑμᾶς. Οὐ γὰρ προϋπηργμένων ὑμῖν κατορθωμάτων ὄφλημα ὑμῖν ἀπέδωκα, ἀλλ' αὐτὸς κατῆρξα, φησίν. Οὕτω καὶ ὑμᾶς εὐεργετεῖν τοὺς φιλτάτους χρὴ, καὶ μὴ ὀφείλοντας αὐτοῖς. Καὶ ἀφεὶς εἰπεῖν τὰ θαύματα, ἃ ἔμελλον ποιεῖν, ἀπὸ τῆς ἀγάπης αὐτοὺς χαρακτηρίζει. Τί δήποτε; Ὅτι τοῦτο μάλιστά ἐστι τὸ δεικνύον ἀνθρώπους ἁγίους. Πάσης γάρ ἐστιν ἀρετῆς ὑπόθεσις. ∆ιὰ τούτου μάλιστα καὶ σωζόμεθα πάντες. Τοῦτο γάρ ἐστιν εἶναι, φησὶ, μαθητήν. Οὕτως ὑμᾶς ἅπαντες ἐπαινέσονται, ὅταν ἴδωσιν ὑμᾶς μιμουμένους τὴν ἐμὴν ἀγάπην.
δʹ. Τί οὖν; οὐ πολλῷ μᾶλλον τὰ θαύματα δείκνυσι τοῦτο; Οὐδαμῶς. Πολλοὶ γὰρ ἐροῦσι· Κύριε, οὐκ ἐν τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ πάλιν χαιρόντων αὐτῶν ὅτι τὰ δαιμόνια αὐτοῖς ὑπακούει, φησί· Μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ μὴν τοῦτο τὴν οἰκουμένην ἐπηγάγετο, ἐπειδὴ ἐκεῖνο προῆν· εἰ δὲ μὴ ἦν ἐκεῖνο, οὔτε τοῦτο παρέμενεν. Τοῦτο γοῦν εὐθέως αὐτοὺς ἐποίησε καλοὺς καὶ ἀγαθοὺς, καὶ τὸ τὴν καρδίαν πάντων καὶ τὴν ψυχὴν εἶναι μίαν. Εἰ δὲ διέστησαν ἀπ' ἀλλήλων, ἅπαντα ἂν ἀπολώλει. Οὐκ ἐκείνοις δὲ ταῦτα διελέγετο μόνοις, ἀλλὰ καὶ πᾶσι τοῖς μέλλουσι πιστεύειν εἰς αὐτόν· ἐπεὶ καὶ νῦν οὐδὲν ἄλλο ἐστὶν τὸ σκανδαλίζον Ἕλληνας, ἢ τὸ μὴ ἀγάπην εἶναι. Ἀλλὰ καὶ τὸ σημεῖα μὴ γίνεσθαι ἐγκαλοῦσι, φησίν. Ἀλλ' οὐχ οὕτως. Ποῦ δὲ τὴν ἀγάπην ἐπεδείξαντο οἱ ἀπόστολοι; Ὁρᾷς Πέτρον καὶ Ἰωάννην ἀδιασπάστως ἔχοντας ἀλλήλων, καὶ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντας; ὁρᾷς Παῦλον οὕτω πρὸς αὐτοὺς διακείμενον· καὶ ἀπορεῖς; Εἰ γὰρ τὰ ἄλλα ἐκέκτηντο, πολλῷ μᾶλλον εἶχον τὴν μητέρα τῶν ἀγαθῶν. Ἀπὸ γὰρ ψυχῆς ἐναρέτου τοῦτο τὸ πρᾶγμα βλαστάνει· ἔνθα δὲ πονηρία, τοῦτο ξηραίνεται τὸ φυτόν. Ὅταν γὰρ, φησὶ, πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Καὶ Ἕλληνας δὲ οὐχ οὕτως ἐπάγεται σημεῖα, ὡς βίος· βίον δὲ οὐδὲν οὕτως εἶναι ποιεῖ, ὡς ἀγάπη. Ἐκεῖνα μὲν γὰρ τοὺς ποιοῦντας πολλάκις καὶ πλάνους ἐκάλεσαν· βίου δὲ ἐπιλαβέσθαι οὐκ ἂν ἔχοιεν καθαροῦ. Ὅτε μὲν οὖν οὔπω τὸ κήρυγμα διαδοθὲν ἦν, εἰκότως τὰ σημεῖα ἐθαυμάζετο· νῦν δὲ ἀπὸ βίου χρὴ θαυμάζεσθαι. Οὐδὲν γὰρ οὕτως ἐντρέπει Ἕλληνας, ὡς ἀρετή· οὐδὲν σκανδαλίζει, ὡς κακία· καὶ εἰκότως. Ὅταν γὰρ ἴδῃ πλεονεκτοῦντα, ἁρπάζοντα, τὰ ἐναντία κελεύοντα, καὶ τοῖς ὁμοφύλοις ὡς θηρίοις κεχρημένον τὸν κελευσθέντα καὶ ἐχθροὺς ἀγαπᾷν, λῆρον ἐρεῖ τὰ εἰρημένα. Ὅταν ἴδῃ τρέμοντα θάνατον, πῶς δέξεται τοὺς περὶ ἀθανασίας λόγους; Ὅταν ἴδῃ φιλαρχοῦντας καὶ τοῖς ἄλλοις δουλεύοντας πάθεσιν, ἀκριβέστερον ἐν τοῖς ἑαυτοῦ μενεῖ δόγμασιν, οὐδὲν μέγα περὶ ἡμῶν φανταζόμενος. Ἡμεῖς γάρ ἐσμεν αἴτιοι, ἡμεῖς, τοῦ μένειν αὐτοὺς ἐπὶ τῆς πλάνης. Τῶν μὲν γὰρ δογμάτων τῶν παρ' ἑαυτοῖς πάλαι κατέγνωσαν, καὶ τὰ ἡμέτερα δὲ ὁμοίως θαυμάζουσιν· ἐκ τοῦ βίου δὲ ἡμῶν κωλύονται. Τὸ μὲν γὰρ διὰ λόγων φιλοσοφῆσαι, εὔκολον (πολλοὶ γὰρ καὶ παρ' αὐτῶν τοῦτο ἐποίησαν)· ἐπιζητοῦσι δὲ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν. Ἀλλὰ τοὺς παλαιοὺς παρ' ἡμῖν ἐννοείτωσαν. Ἀλλ' οὐδαμῶς πιστεύουσιν, ἀλλὰ τοὺς νῦν ζῶντας ἐπιζητοῦσιν.
∆εῖξον γάρ μοι, φησὶ, τὴν πίστιν διὰ τῶν ἔργων σου. Ἀλλ' οὐκ ἔστιν· . ἀλλὰ μᾶλλον ὁρῶντες καὶ θηρίου σπαράττοντας ἡμᾶς τοὺς πλησίον, λύμην ἡμᾶς καλοῦσι
τῆς οἰκουμένης. Ταῦτα Ἕλληνας κατέχει, καὶ οὐκ ἀφίησι πρὸς ἡμᾶς μεταστῆναι. Ὥστε ἡμεῖς καὶ τούτων δίκην δώσομεν, οὐχ ὑπὲρ ὧν κακῶς πράττομεν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν βλασφημεῖται τὸ ὄνομα τοῦ Θεοῦ. Μέχρι τίνος χρήμασι, καὶ τρυφῇ, καὶ τοῖς ἄλλοις ἐσμὲν προδεδομένοι πάθεσιν; Ἀποστῶμεν οὖν λοιπόν. Ἄκουσον τί φησιν ὁ προφήτης περί τινων ἀνοήτων· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ἐπὶ δὲ . τῶν παρόντων οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· οὕτω πολλοὶ τὰ τῶν ἁπάντων περιβάλλονται. Οὕτω καὶ αὐτοῖς ὀνειδίζων ἔλεγεν ὁ προφήτης· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; ∆ιὸ καὶ δέδοικα μή τι γένηται χαλεπὸν, καὶ πολλὴν ἐπισπασώμεθα τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν. Ὅπερ ἵνα μὴ γένηται, τῆς ἀρετῆς ἐπιμελώμεθα πάσης, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου