ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Π΄ Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν

Παρασκευή 28 Οκτωβρίου 2016

Π΄ Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


Π΄ Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.

αʹ. Ὁ ποιήσας καὶ διδάξας, φησὶν, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ μάλα εἰκότως. Τὸ μὲν γὰρ διὰ ῥημάτων φιλοσοφεῖν, εὔκολον· ἡ δὲ διὰ  τῶν  ἔργων  ἐπίδειξις,  γενναίου  τινὸς  καὶ  μεγάλου.  ∆ιὸ καὶ  ὁ  Χριστὸς περὶ ἀνεξικακίας διαλεγόμενος, μέσον ἑαυτὸν προτίθησι, κελεύων ἐκεῖθεν λαμβάνειν τὰ ὑποδείγματα.  ∆ιὰ  τοῦτο  καὶ  μετὰ  τὴν  παραίνεσιν  ταύτην  ἐπὶ  εὐχὴν  τρέπεται, παιδεύων ἡμᾶς ἐν τοῖς πειρασμοῖς πάντα ἀφέντας ἐπὶ τὸν Θεὸν καταφεύγειν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐν τῷ κόσμῳ θλίψιν  ἕξετε, καὶ κατέσεισεν αὐτῶν  τὰς ψυχὰς, διὰ τῆς εὐχῆς ἀνίστησι πάλιν.  Ὡς γὰρ ἀνθρώπῳ  τέως  προσεῖχον. Καὶ δι' ἐκείνους  ταῦτα ποιεῖ, ὥσπερ οὖν  καὶ ἐπὶ Λαζάρου, καὶ λέγει  τὴν  αἰτίαν,  ὅτι ∆ιὰ τὸν  ὄχλον  τὸν παρεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας.


Ναὶ, φησίν· ἀλλ' ἐπὶ μὲν τῶν Ἰουδαίων εἰκότως ταῦτα ἐγίνετο· ἐπὶ δὲ τῶν μαθητῶν τίνος ἕνεκεν; Καὶ ἐπὶ τῶν μαθητῶν  εἰκότως. Οἱ γὰρ μετὰ τοσαῦτα λέγοντες,  Νῦν οἴδαμεν, ὅτι πάντα  οἶδας, μάλιστα πάντων  βεβαιωθῆναι  ἐδέοντο. Ἄλλως  δὲ, οὐδὲ εὐχὴν  ὁ εὐαγγελιστὴς  τὸ πρᾶγμα καλεῖ· ἀλλὰ  τί φησιν; Ἦρε τοὺς ὀφθαλμοὺς  αὐτοῦ εἰς τὸν  οὐρανὸν, καὶ διάλεξιν αὐτὸ πρὸς τὸν Πατέρα μᾶλλον εἶναί φησιν. Εἰ δὲ ἀλλαχοῦ λέγει εὐχὴν, καὶ δείκνυσιν αὐτὸν ποτὲ μὲν ἐπὶ γόνατα καμπτόμενον, ποτὲ δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴροντα, μὴ θορυβηθῇς. ∆ιὰ γὰρ τούτων παιδευόμεθα τὸ ἐκτενὲς τὸ ἐν ταῖς δεήσεσιν, ἵνα καὶ ἑστῶτες ἀναβλέπωμεν, μὴ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς διανοίας· καὶ ἵνα κάμπτωμεν τὰ γόνατα, τὴν ἑαυτῶν καρδίαν συντρίβοντες. Ἦλθε γὰρ ὁ Χριστὸς, οὐχ ἑαυτὸν δεῖξαι μόνον, ἀλλὰ καὶ ἀρετὴν παιδεύσων ἄφατον. Τὸν δὲ παιδεύοντα οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων παιδεύειν χρή. Ἀκούσωμεν τοίνυν  τί φησιν  ἐνταῦθα· Πάτερ, ἐλήλυθεν  ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε. Πάλιν δείκνυσιν  ἡμῖν ὅτι οὐκ ἄκων ἐπὶ τὸν σταυρὸν ἔρχεται. Πῶς γὰρ, ὁ καὶ εὐχόμενος τοῦτο γενέσθαι, καὶ δόξαν τὸ πρᾶγμα καλῶν, οὐκ αὐτοῦ μόνου τοῦ σταυρουμένου, ἀλλὰ καὶ τοῦ Πατρός; Ἐπεὶ καὶ οὕτως ἐγένετο· οὐ γὰρ ὁ Υἱὸς μόνον, ἀλλὰ καὶ ὁ Πατὴρ ἐδοξάσθη. Πρὸ μὲν γὰρ τοῦ σταυροῦ οὐδὲ Ἰουδαῖοι αὐτὸν ᾔδεσαν· Ἰσραὴλ γάρ με, φησὶν, οὐκ ἔγνω· μετὰ δὲ τὸν σταυρὸν ἡ οἰκουμένη  ἅπασα προσέδραμεν. Εἶτα λέγει  καὶ τὸν  τρόπον τῆς δόξης, καὶ πῶς αὐτὸν δοξάσει. Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκὸς, ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, μὴ ἀπόληται. Τὸ γὰρ εὐεργετεῖν ἀεὶ, τῷ Θεῷ δόξα. Τί δέ ἐστι, Καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Τέως δείκνυσιν, ὅτι οὐκ εἰς Ἰουδαίους μόνους τὰ τοῦ κηρύγματός ἐστι συνεσταλμένα, ἀλλὰ καὶ εἰς τὴν οἰκουμένην ἐκτείνεται πᾶσαν, καὶ προκαταβάλλεται  προοίμια  τῶν  ἐθνῶν.  Ἐπειδὴ  γὰρ  εἶπεν·  Εἰς ὁδὸν  ἐθνῶν  μὴ ἀπέλθητε· μέλλει δὲ μετὰ ταῦτα λέγειν, Πο . ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, δείκνυσι καὶ τὸν Πατέρα τοῦτο βουλόμενον. Σφόδρα γὰρ τοῦτο ἐσκανδάλιζεν Ἰουδαίους,  καὶ τοὺς  μαθητὰς  δέ. Οὐδὲ γὰρ μετὰ ταῦτα  εὐκόλως  ἠνείχοντο  τῶν ἐθνῶν  ἅπτεσθαι, ἕως τὴν τοῦ Πνεύματος ἔλαβον διδασκαλίαν· καὶ γὰρ οὐ μικρὸν σκάνδαλον  ἐντεῦθεν  Ἰουδαίοις  ἐγίνετο.  Μετὰ οὖν  τὴν  τοσαύτην  τοῦ Πνεύματος ἐπίδειξιν, εἰς τὰ Ἱεροσόλυμα παραγενόμενος ὁ Πέτρος, μόλις ἴσχυσεν τὰ ἐγκλήματα διαφυγεῖν, εἰπὼν τὰ κατὰ τὴν σινδόνα. Τί δέ ἐστιν, Ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός; Πότε ἄρα τὴν ἐξουσίαν ταύτην ἔλαβεν, ἐρήσομαι τοὺς αἱρετικούς; πρὸ τοῦ πλάσαι αὐτοὺς, ἢ μετὰ τὸ πλάσαι; Αὐτὸς μὲν γάρ φησι, μετὰ τὸ σταυρωθῆναι καὶ ἀναστῆναι. Τότε γοῦν  λέγει· Ἐδόθη μοι πᾶσα ἐξουσία. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Τί οὖν; οὐκ εἶχεν ἐξουσίαν τῶν ἔργων τῶν ἑαυτοῦ· ἀλλ' ἐποίησε μὲν αὐτοὺς, ἐξουσίαν δὲ αὐτῶν οὐκ εἶχε μετὰ τὸ ποιῆσαι; Καὶ μὴν φαίνεται πάντα αὐτὸς ποιῶν, καὶ ἐν τοῖς ἄνω χρόνοις, καὶ τοὺς μὲν κολάζων ὡς ἁμαρτάνοντας, τοὺς δὲ διορθούμενος ἐπιστρέφοντας (Οὐ μὴ κρύψω γὰρ, φησὶν, ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ, ὃ ἐγὼ μέλλω ποιεῖν)· τοὺς δὲ καὶ τιμῶν ὡς κατορθοῦντας. Εἶτα τότε μὲν εἶχε, νῦν δὲ ἀπώλεσε, καὶ πάλιν  ἔλαβε; Καὶ ποῖος ἂν ταῦτα δαίμων  ἐφθέγξατο;  Εἰ δὲ ἡ αὐτὴ ἐξουσία καὶ τότε καὶ νῦν (Ὥσπερ ὁ Πατὴρ ἐγείρει, φησὶ, τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ), τί ἐστι τὸ εἰρημένον; Ἔμελλεν αὐτοὺς πέμπειν εἰς τὰ ἔθνη· ἵν' οὖν μὴ νομίσωσι καινοτομίαν εἶναι διὰ τὸ λέγειν, Οὐκ ἀπεστάλην εἰ μὴ  εἰς  τὰ  πρόβατα  τὰ  ἀπολωλότα  οἴκου  Ἰσραὴλ, δείκνυσι  καὶ  τῷ  Πατρὶ τοῦτο δοκοῦν. Εἰ δὲ μετὰ πολλῆς αὐτὸ τῆς εὐτελείας φθέγγεται,  θαυμαστὸν οὐδέν· οὕτω γὰρ κἀκείνους  ᾠκοδόμει  τότε, καὶ τοὺς μετὰ ταῦτα· καὶ ὅπερ εἶπον,  ἀεὶ τῇ τῆς εὐτελείας ὑπερβολῇ σφόδρα ἔπειθεν  ὅτι συγκαταβάσεως ἦν τὰ εἰρημένα.

βʹ. Τί δέ ἐστι, Πάσης σαρκός; Οὐ γὰρ δὴ πάντες ἐπίστευσαν. Καὶ μὴν, τὸ αὐτοῦ μέρος, πάντες ἐπίστευσαν· εἰ δὲ μὴ προσεῖχον τοῖς λεγομένοις, οὐ τοῦ διδάσκοντος τὸ ἔγκλημα, ἀλλὰ τῶν μὴ δεχομένων. Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον. Εἰ δὲ καὶ  ἐνταῦθα  ἀνθρωπινώτερον   φθέγγεται,  μὴ  θαυμάσῃς. Τῶν  τε  γὰρ  εἰρημένων αἰτιῶν  ἕνεκεν τοῦτο ποιεῖ, καὶ φυλαττόμενος  ἀεὶ τὸ αὐτός τι περὶ ἑαυτοῦ λέγειν μέγα, ἐπειδὴ τοῦτο προσίστατο τοῖς ἀκροωμένοις,  διὰ τὸ μηδὲν μέγα περὶ αὐτοῦ φαντάζεσθαι  τέως. Ὁ γοῦν  Ἰωάννης,  ὅταν  ἐξ οἰκείου  φθέγγηται  προσώπου, οὐχ οὕτω ποιεῖ, ἀλλ' ἐπὶ τὸ ὑψηλότερον ἀνάγει τὸν λόγον, οὕτω λέγων· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ ὅτι Ζωὴ ἦν, καὶ ὅτι Φῶς ἦν, καὶ ὅτι Εἰς τὰ ἴδια ἦλθεν· οὐχ ὅτι οὐκ εἶχεν ἐξουσίαν, εἰ μὴ ἔλαβεν· ἀλλ' ὅτι καὶ ἑτέροις ἔδωκεν Ἐξουσίαν τοῦ γενέσθαι τέκνα Θεοῦ. Καὶ ὁ Παῦλος ὁμοίως ἴσον αὐτὸν λέγει τῷ Θεῶ.. Αὐτὸς δὲ ἀνθρωπινώτερον  αἰτεῖ οὕτω λέγων· Ἵνα πᾶν, ὃ δέδωκας αὐτῷ, δῷ αὐτοῖς ζωὴν αἰώνιον.  Αὕτη δέ ἐστιν ἡ αἰώνιος  ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν  Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Μόνον ἀληθινὸν  Θεὸν, πρὸς ἀντιδιαστολὴν  τῶν  οὐκ ὄντων  θεῶν  φησι. Καὶ γὰρ εἰς τὰ ἔθνη  αὐτοὺς  πέμπειν ἔμελλεν. Εἰ δὲ οὐκ ἀνέξονται, ἀλλὰ διὰ τοῦτο μόνον ἐκβάλλουσι τοῦ εἶναι ἀληθινὸν  Θεὸν τὸν Υἱὸν, οὕτω προϊόντες καὶ τὸ Θεὸν εἶναι ἐκβάλλουσι. Καὶ γάρ φησι· Τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε. Τί οὖν; οὐκ ἔσται Θεὸς ὁ Υἱός; Εἰ δὲ Θεὸς ὁ Υἱὸς, καὶ μόνου τοῦ Πατρὸς λεγομένου,  εὔδηλον  ὅτι καὶ ἀληθινὸς,  καὶ μόνου ἀληθινοῦ καλουμένου. Τί δέ; ὅταν λέγῃ Παῦλος· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας; ἆρα ἐκβάλλει  τὸν  Βαρνάβαν; Οὐδαμῶς· τὸ  γὰρ,  Μόνος, πρὸς  ἀντιδιαστολὴν  ἑτέρων κεῖται. Εἰ δὲ οὐκ ἀληθινὸς Θεὸς, πῶς ἀλήθεια; ἐπιπολὺ γὰρ τοῦ ἀληθινοῦ ἡ ἀλήθεια διαφέρει.  Τὸν  μὴ  ἀληθινὸν   ἄνθρωπον   εἶναι  τί  ἐροῦμεν,  εἰπέ  μοι;  οὐχὶ  οὐδὲ ἄνθρωπον; Οὕτως, εἰ ἀληθινὸς Θεὸς οὐκ ἔστιν ὁ Υἱὸς, πῶς ἐστι Θεός; πῶς δὲ ἡμᾶς θεοὺς ποιεῖ  καὶ υἱοὺς, μὴ ὢν  ἀληθής;  Ἀλλ' ὑπὲρ τούτων  ἀκριβέστερον ἡμῖν  ἐν ἑτέροις εἴρηται· διὸ τῶν ἑξῆς ἐχώμεθα. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Καλῶς εἶπε, Ἐπὶ τῆς γῆς· ἐν γὰρ τῷ οὐρανῷ δεδόξαστο, ἔν τε τῇ φύσει τὴν δόξαν ἔχων, καὶ παρὰ τῶν ἀγγέλων  προσκυνούμενος. Οὐ τοίνυν  περὶ ἐκείνης  τῆς δόξης φησὶ, τῆς τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένης (ἐκείνην γὰρ τὴν δόξαν, κἂν μηδεὶς αὐτὸν δοξάσῃ, μένει πεπληρωμένην  ἔχων),  ἀλλὰ  ταύτην  φησὶ τὴν  ἀπὸ τῆς  τῶν  ἀνθρώπων  λατρείας γινομένην.  Οὐκοῦν καὶ τὸ, ∆όξασόν με, τοιοῦτόν ἐστιν. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτον τὸν τρόπον τῆς δόξης φησὶν, ἄκουσον τῶν ἑξῆς· Τὸ ἔργον ἐτελείωσα, ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καίτοι γε ἀρχὴν ἔτι τὸ πρᾶγμα εἶχε, μᾶλλον δὲ οὐδὲ ἀρχήν. Πῶς οὖν λέγει, Ἐτελείωσα; Ἢ ὅτι τὸ ἐμαυτοῦ πᾶν ἐποίησα· ἢ ὅτι τὸ ἐσόμενον ὡς ἤδη γεγενημένον λέγει· ἢ ὃ μάλιστα πάντων ἐστὶν εἰπεῖν, ὅτι τὸ πᾶν ἦν ἤδη γεγενημένον τῷ τὴν ῥίζαν τῶν ἀγαθῶν καταβεβλῆσθαι, ᾗ πάντως ἐξ ἀνάγκης ἔμελλον ἕψεσθαι οἱ καρποὶ,   καὶ   τὸ   τοῖς   μέλλουσι   μετὰ   ταῦτα   γίνεσθαι,   αὐτὸν   παρεῖναι   καὶ συνεφάπτεσθαι. ∆ιὰ τοῦτο πάλιν συγκαταβατικῶς φησιν. Ὃ ἔδωκάς μοι. Εἰ γὰρ δὴ περιέμενεν ἀκοῦσαι καὶ μαθεῖν, πολὺ ταῦτα τῆς δόξης αὐτοῦ ἀποδέοντα ἂν εἴη. Ὅτι γὰρ ἐξ οἰκείας ἐπὶ τοῦτο γνώμης ἦλθε, πολλαχόθεν δῆλον. Ὡς ὅταν λέγῃ Παῦλος, ὅτι Οὕτως ἠγάπησεν ἡμᾶς, ὥστε παραδοῦναι ἑαυτὸν ὑπὲρ ἡμῶν· καὶ, Ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών· καὶ πάλιν, Καθὼς ἠγάπησέ με ὁ Πατὴρ, κἀγὼ ἠγάπησα ὑμᾶς.∆όξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Καὶ ποῦ ἡ δόξα ἐκείνη; ἔστω μὲν γὰρ, παρὰ ἀνθρώποις εἰκότως ἄδοξος ἦν διὰ τὸ περικείμενον  ἔνδυμα· πῶς καὶ παρὰ Θεῷ δοξασθῆναι ζητεῖ; Τί οὖν ἐνταῦθά φησι; Περὶ τῆς  οἰκονομίας  ὁ  λόγος·  ἐπεὶ  οὔπω  δεδόξαστο τῆς  σαρκὸς ἡ  φύσις,  οὐδὲ ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἐπὶ τῆς γῆς, ἀλλὰ, Παρὰ σοί.

γʹ. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν.  ∆ιὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχωμεν,  ἵνα  καὶ  συνδοξασθῶμεν.  . Μυρίων  ἄρα  ἄξιοι  δακρύων  οἱ,τοσαύτης προκειμένης δόξης, διὰ νωθείαν καὶ ὕπνον ἐπιβουλεύοντες ἑαυτοῖς· καὶ εἰ γέεννα μὴ ἦν, ἀθλιώτεροι πάντων, οἷς βασιλεῦσαι παρὸν καὶ συνδοξασθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, τοσούτων ἑαυτοὺς ἀποστεροῦντες ἀγαθῶν. Εἰ γὰρ κατακοπῆναι  ἔδει, εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους, εἰ μυρίας ἐπιδοῦναι ψυχὰς, καὶ τοσαῦτα σώματα καθ'  ἑκάστην ἡμέραν· οὐκ ἔδει τοσαῦτα ὑποστῆναι ὑπὲρ τοσαύτης δόξης; Νῦν δὲ οὐδὲ  χρημάτων  καταφρονοῦμεν,  ὧνπερ  ὕστερον καὶ  ἄκοντες  ἀποστησόμεθα· οὐ καταφρονοῦμεν  χρημάτων, τῶν μυρίοις ἡμᾶς περιβαλλόντων  κακοῖς, τῶν ἐνταῦθα μενόντων, τῶν οὐχ ἡμῶν. Τὰ γὰρ οὐχ ἡμῶν διοικοῦμεν, κἂν πατρῷα ἔχωμεν. Ὅταν δὲ καὶ  γέεννα  προσῇ, καὶ  σκώληξ  ἀτελεύτητος,  καὶ  ἄσβεστον πῦρ, καὶ  βρυγμὸς ὀδόντων· πῶς οἴσομεν ταῦτα; εἰπέ μοι. Μέχρι τίνος οὐ διαβλέπομεν, ἀλλ' εἰς μάχας καθημερινὰς, καὶ φιλονεικίας,  καὶ λόγους ἀνονήτους  τὸ πᾶν δαπανῶμεν,  τὴν γῆν τρέφοντες,  τὸ σῶμα πιαίνοντες,  καὶ τῆς ψυχῆς  ἀμελοῦντες,  τῶν  μὲν ἀναγκαίων οὐδένα ποιούμενοι  λόγον, τῶν  δὲ περιττῶν  καὶ ἀνονήτων  πολλὴν  τὴν φροντίδα; Καὶ λαμπροὺς  μὲν  οἰκοδομοῦμεν  τάφους,  καὶ  ὠνούμεθα  πολυτελεῖς  οἰκίας,  καὶ παντοδαπῶν  οἰκετῶν ἀγέλας περισύρομεν, καὶ οἰκονόμους διαφόρους ἐπινοοῦμεν, ἀγρῶν, οἰκιῶν, χρημάτων  ἄρχοντας, καὶ ἄρχοντας ἀρχόντων  καθιστῶντες· τῆς δὲ ψυχῆς  ἠρημωμένης  οὐδεὶς ἡμῖν  λόγος. Καὶ τί τούτων  ἔσται τὸ πέρας; οὐχὶ  μίαν γαστέρα πληροῦμεν;  οὐχὶ  ἓν  σῶμα περιβάλλομεν;  τίς  ὁ  πολὺς  τῶν  πραγμάτων θόρυβος; τί δήποτε, καὶ διατί τὴν ψυχὴν, ἣν ἐλάχομεν, κατακόπτομεν, σπαράττομεν εἰς τὴν τῶν τοιούτων  λειτουργίαν,  χαλεπὴν  ἑαυτοῖς ἐπινοοῦντες  δουλείαν; Ὁ γὰρ πολλῶν  δεόμενος, πολλῶν  δοῦλός ἐστι, κἂν δοκῇ κρατεῖν τούτων.  Ἐπεὶ καὶ τῶν οἰκετῶν  δοῦλός ἐστιν ὁ δεσπότης, καὶ θεραπείας ἕτερον εἰσφέρει τρόπον μείζονα· καὶ ἄλλως  δὲ δοῦλος, χωρὶς  ἐκείνων  οὐκ εἰς ἀγορὰν  ἐμβαλεῖν  τολμῶν.  οὐκ εἰς βαλανεῖον,  οὐκ εἰς ἀγρόν· οὗτοι δὲ πολλάκις  χωρὶς  ἐκείνου  πανταχοῦ  περιίασιν. Ἀλλ' ὁ δοκῶν εἶναι κύριος, ἂν μὴ παρῶσιν οἱ δοῦλοι, οὐ τολμᾷ προελθεῖν οἴκοθεν, ἀλλὰ κἂν προκύψῃ τῆς οἰκίας μόνος, καταγέλαστον ἑαυτὸν εἶναι νομίζει. Τάχα τινὲς γελῶσιν ἡμᾶς ταῦτα λέγοντας· ἀλλὰ δι' αὐτὸ μὲν τοῦτο μυρίων δακρύων ἄξιοι ἂν εἶεν. Ὅτι γὰρ δουλεία τοῦτο, ἡδέως ἄν σε ἐροίμην· ἐβούλου δεῖσθαι τοῦ τὸν ψωμὸν τῷ στόματί σου προστιθέντος, ἢ τὴν κύλικα τοῖς χείλεσι προσάγοντος; οὐχὶ δακρύων ἐνόμιζες ἀξίαν εἶναι τὴν διακονίαν ταύτην; Τί δὲ, εἰ βασταζόντων τινῶν ἐδέου πρὸς τὸ  βαδίζειν  διηνεκῶς,  οὐκ ἂν  σεαυτὸν  ἐλεεινὸν  καὶ  ἀθλιώτερον  ταύτῃ  πάντων ἐνόμισας; Οὐκοῦν καὶ  νῦν  οὕτω  διακεῖσθαι  ἔδει.  Οὐδὲν γὰρ  διαφέρει,  εἴτε  ὑπὸ ἀλόγων,  εἴτε  ὑπὸ  ἀνθρώπων  ταῦτά  τις  πάσχει. Τί δὲ, εἰπέ  μοι, οὐχὶ  καὶ  ταύτῃ διεστήκασιν ἡμῶν  οἱ  ἄγγελοι,  ὅτι  οὐ δέονται  ὅσων  ἡμεῖς; Οὐκοῦν ὅσῳ μὲν  ἂν ἐλαττόνων   δεόμεθα,  τοσούτῳ  πρὸς  ἐκείνους  ὁδεύομεν·  ὅσῳ  δὲ  ἂν  πλειόνων, τοσούτῳ πρὸς τὸν ἐπίκηρον τοῦτον καταπίπτομεν  βίον. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως   ἔχει,   ἐρώτησον   τοὺς   γεγηρακότας   ποῖον   μακαρίζουσι  βίον,   τὸν   ὅτε ἐκρατοῦντο μάτην, ἢ τὸν ὅτε αὐτῶν κρατοῦσι νῦν; ∆ιὰ γὰρ τοῦτο αὐτοὺς ἐκείνους ἐκαλέσαμεν, ἐπειδὴ οἱ ἐν νεότητι μεθύοντες οὐδὲ ἴσασι τῆς δουλείας τὴν ὑπερβολήν. Τί δὲ οἱ πυρέττοντες,  ὅταν  πολλὰ  διψῶντες  πολλὰ  πίνωσι  καὶ  πολ  . λῶν δέωνται,  ἢ  ὅταν  ὑγιάναντες  ἀπαλλαγῶσι  τῆς  ἐπιθυμίας,  ἑαυτοὺς  μακαρίζουσιν; Ὁρᾷς, ὅτι  πανταχοῦ  τὸ  πολλῶν  δεῖσθαι  ἐλεεινὸν,  καὶ  πόῤῥω  φιλοσοφίας,  καὶ δουλείας καὶ ἐπιθυμίας ἐπίτασις; Τί τοίνυν ἑκόντες ἐπιτείνομεν ἑαυτοῖς ἀθλιότητα; Εἰπὲ γάρ μοι, εἴ γε ἦν χωρὶς στέγης καὶ τοίχων  μηδὲν βλαπτόμενον  οἰκεῖν, οὐκ ἂν εἵλου τοῦτο μᾶλλον; τίνος οὖν ἕνεκεν τὰ σύμβολα τῆς ἀσθενείας ἐπιτείνεις; Οὐ διὰ τοῦτο τὸν Ἀδὰμ μακαρίζομεν, ὅτι οὐδενὸς ἐδεῖτο, οὐκ οἰκημάτων, οὐκ ἐνδύματων; Ναὶ, φησίν· ἀλλὰ νῦν ἐν χρείᾳ καθεστήκαμεν. Τί τοίνυν τὴν χρείαν αὔξομεν; Εἰ γὰρ πολλοὶ καὶ τῶν τῆς χρείας πολλὰ περικόπτουσι (δούλους λέγω, καὶ οἰκήματα, καὶ χρήματα), τίνα ἂν ἔχοιμεν ἀπολογίαν, τὴν χρείαν ὑπερβαίνοντες; Ὅσῳ ἂν πλείονα περιβάλλῃ, τοσούτῳ δουλικώτερος γέγονας. Ὅσῳ γὰρ ἂν πλειόνων δεηθῇς, τοσούτῳ τὴν ἐλευθερίαν ἐπετέμου. Ἡ μὲν γὰρ ἀκριβὴς ἐλευθερία, τὸ μηδενὸς ὅλως δεῖσθαι· ἡ δὲ  μετ'  ἐκείνην,  τὸ  ὀλίγων  δεῖσθαι, ἣν  ἄγγελοι  μάλιστα  ἔχουσι  καὶ  οἱ  τούτων μιμηταί. Τὸ δὲ καὶ ἐν θνητῷ σώματι μένοντας κατορθῶσαι τοῦτο, ἐννόησον ἡλίκον ἔχει τὸν  ἔπαινον.  Τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Κορινθίοις γράφων·  . Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ, Ἵνα μὴ θλίψιν τῇ σαρκὶ ἔξωσιν οἱ τοιοῦτοι. ∆ιὰ τοῦτο χρήματα λέγεται, ἵνα χρώμεθα εἰς δέον, οὐχ ἵνα φυλάττωμεν  καὶ κατορύττωμεν· τοῦτο γὰρ οὐκ ἔστι κτήσασθαι, ἀλλὰ κτηθῆναι.  Εἰ γὰρ τοῦτο μέλλοιμεν  σκοπεῖν, ὅπως αὐτὰ πολλὰ ποιήσαιμεν, οὐχ ἵνα ἀπολαύσωμεν εἰς δέον, ἀνέστραπται ἡ τάξις, καὶ ἐκεῖνα ἡμᾶς  κέκτηται,  οὐχ  ἡμεῖς  ἐκεῖνα.  Ἀπαλλαγῶμεν   τοίνυν   τῆς  χαλεπῆς   ταύτης δουλείας,  καὶ  γενώμεθά   ποτε  ἐλεύθεροι.  Τί  μυρίους  ἑαυτοῖς  ἐπινοοῦμεν   καὶ ποικίλους δεσμούς; Οὐκ ἀρκεῖ σοι τῆς φύσεως ὁ δεσμὸς, καὶ τῆς ζωῆς ἡ ἀνάγκη, καὶ ὁ τῶν μυρίων πραγμάτων ὄχλος· ἀλλὰ καὶ ἕτερα σεαυτῷ πλέκεις δίκτυα, καὶ τοῖς ποσὶ περιβάλλεις;  Καὶ πότε  ἐπιλήψῃ  τοῦ  οὐρανοῦ,  καὶ  πρὸς  τὸ  ὕψος  στῆναι  ἐκεῖνο δυνήσῃ; Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, πάντα ταῦτα διακόψαντα τὰ σχοινία δυνηθῆναι ἐπιλαβέσθαι τῆς ἄνω πόλεως· τοσαῦτα ἕτερά ἐστι τὰ κωλύματα· ἅπερ ἵνα νικήσωμεν ἅπαντα,  τῆς  εὐτελείας  ἐχώμεθα.  Οὕτω γὰρ ἐπιληψόμεθα  καὶ τῆς  αἰωνίου  ζωῆς, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |