Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
ΚΕʹ. Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. Ὃς μὲν πιστεύει φαγεῖν πάντα· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
αʹ. Οἶδα, ὅτι πολλοῖς ἄπορον τὸ εἰρημένον. ∆ιὸ πρότερον ἀναγκαῖον εἰπεῖν τοῦ χωρίου τούτου παντὸς τὴν ὑπόθεσιν, καὶ τί βουλόμενος διορθῶσαι, ταῦτα γράφει. Τί τοίνυν βούλεται διορθοῦν; Ἦσαν πολλοὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, οἳ τῇ τοῦ νόμου κατεχόμενοι συνειδήσει καὶ μετὰ τὴν πίστιν τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν, οὔπω θαῤῥοῦντες τέλεον ἀποστῆναι τοῦ νόμου. Εἶτα, ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνον, πάντων ἑξῆς ἀπείχοντο τῶν κρεῶν, καὶ λάχανα ἤσθιον μόνον, ἵνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου παρατήρησις. Ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲ ἓν τοιοῦτον παρατηροῦντες, οἳ τούτοις τοῖς παρατηροῦσι φορτικοὶ καὶ ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. ∆εδοικὼς τοίνυν ὁ μακάριος
Παῦλος μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι, καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφορίαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευάσωσι, καὶ πρὸ τοῦ καιροῦ τοῦ προσήκοντος τὸ πᾶν ἐπανορθῶσαι σπεύδοντες, περὶ τὰ καίρια ζημίαν ἐργάσωνται, ἀπὸ τῆς εἰς Χριστὸν ὁμολογίας αὐτοὺς παρασαλεύοντες τῷ συνεχῶς ἐπιτιμᾷν, καὶ ἐν ἑκατέροις μείνωσιν ἀδιόρθωτοι· ὅρα πόσῃ κέχρηται συνέσει, καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. Οὔτε γὰρ ὅτι Κακῶς ποιεῖτε, τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει, οὔτε πάλιν, ὅτι Καλῶς, ἵνα μὴ σφοδροτέρους κατηγόρους ἐργάζηται, ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν· καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾷν, τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. Αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθεστέρα, ὅταν πρὸς ἄλλον τις τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. Οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐξενεχθῆναι τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. Ὅρα τοίνυν πῶς αὐτὸ ποιεῖ συνετῶς, καὶ πῶς εὐκαίρως. Εἰπὼν γὰρ, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον, ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. Τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. ∆ιὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων οὕτω· Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει. Εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; Εἰπὼν γὰρ Τὸν ἀσθενοῦντα, ἔδειξεν αὐτὸν ἄῤῥωστον. Εἶτα δευτέραν προστίθησι λέγων, Προσλαμβάνεσθε. ∆είκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί. Μὴ εἰς διακρίσεις λογισμῶν. Ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. Ἐντεῦθεν γὰρ δηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἁμάρτημα ὂν, ὡς καὶ τοὺς τὰ αὐτὰ αὐτῷ οὐ πλημμελοῦντας, κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, καὶ ἀντεχομένους αὐτοῦ τῆς θεραπείας διακρίνεσθαι. Εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως καὶ ἀνεπαχθῶς; Εἶτα τιθεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν μετ' ἐγκωμίων, τὸν δὲ μετ' ἐγκλημάτων τίθησιν· ἐπάγει γὰρ λέγων· Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως· ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει, καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. Εἶτα, ἐπειδὴ καιρίαν ἔδωκε τὴν πληγὴν, παραμυθεῖται πάλιν αὐτὸν, οὕτω λέγων· Ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω. Οὐκ εἶπεν, Ἐάτω, οὐκ εἶπε, Μὴ ἐγκαλείτω, οὐκ εἶπε, Μὴ διορθούσθω, ἀλλὰ, Μὴ ὀνειδιζέτω, μὴ διαπτυέτω, δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. Ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλὰ πῶς; Ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω. Ὥσπερ γὰρ οἱ τελειότεροι τούτους ἐξευτέλιζον ὡς ὀλιγοπίστους καὶ ὑπούλους καὶ νόθους· καὶ ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας ἢ ὅλως λαιμαργίᾳ προσέχοντας· ὧν πολλοὺς καὶ ἐξ ἐθνῶν εἰκὸς εἶναι. ∆ιὸ καὶ ἐπήγαγεν· Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Ἐπ' ἐκείνῳ δὲ οὐκ εἶπε τοῦτο· καίτοι τὸ μὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου, τὸ δὲ κρίνεσθαι τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. Ἀλλ' ἀντήλλαξεν αὐτὰ, δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται. Ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησίν; Οὐδαμῶς· διὰ γὰρ τοῦτο ἐπήγαγεν, ὅτι Ὁ Θεὸς αὐτὸν προσελάβετο. Τί τοίνυν περὶ νόμου αὐτῷ διαλέγῃ ὡς παραβαίνοντι; Ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο· τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων. Εἶτα πάλιν πρὸς τὸν ἰσχυρὸν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. βʹ. Ἰδοὺ πάλιν ἄλλη πληγή. Καὶ δοκεῖ μὲν ἡ ἀγανάκτησις εἶναι πρὸς τὸν ἰσχυρὸν, καθάπτεται δὲ ἐκείνου. Ὅταν εἴπῃ, Σταθήσεται δὲ, δείκνυσιν ἔτι σαλευόμενον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν εἰς ταῦτα ἰατρόν· ∆υνατὸς γὰρ, φησὶν, ὁ Θεὸς στῆσαι αὐτόν. Ὅπερ ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. Εἶτα,
ἵνα μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ, λέγων· Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Καὶ ἐνταῦθα δὲ πάλιν λανθανόντως αὐτοῦ καθάπτεται. Οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύω μὴ κρῖναι, ἀλλ' ἐπειδὴ ἀλλότριός ἐστιν οἰκέτης, τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. Εἶτα παραμυθούμενος αὐτὸν πάλιν, οὐκ εἶπεν, ὅτι Πίπτει, ἀλλὰ τί; Στήκει ἢ πίπτει. Ἄν τε δὲ τοῦτο, ἄν τε ἐκεῖνο ἦ, τῷ ∆εσπότῃ διαφέρει ταῦτα ἀμφότερα· καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει, πεσόντος, ὥσπερ οὖν καὶ ὁ πλοῦτος, ἑστῶτος. Ταῦτα δὲ, εἰ μὴ τὸν σκοπὸν πάλιν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοὺς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. Ἀλλ' ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ, μεθ' ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν, περὶ ἧς λέγεται, καὶ τί σπουδάζων κατορθῶσαι λέγει. Οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε, τοῦτο εἰπών. Εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἂν εἴης ἄκαιρος σὺ καὶ πέρα τοῦ μέτρου περίεργος, ἄγχων αὐτὸν καὶ ἐνοχλῶν; Ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἐνταῦθα δέ μοι δοκεῖ ἠρέμα καὶ περὶ νηστείας αἰνίττεσθαι. Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς μὴ νηστεύοντας κρίνειν διηνεκῶς· ἢ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἶναί τινας τοὺς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους· διὸ καὶ ἔλεγεν, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Οὕτω γὰρ καὶ τῶν παρατηρούντων τὸν φόβον ἐξέλυεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων, καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνῄρει, δεικνὺς ὅτι καὶ οὐ σφόδρα περισπούδαστον περὶ τούτων ἐνοχλεῖν συνεχῶς. Οὐ σφόδρα δὲ περισπούδαστον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρὸν, καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῇ πίστει. Ἐπεὶ Κολοσσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο τῆς σπουδῆς, λέγων· Βλέπετε, μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν· καὶ πάλιν, Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει· καὶ, Μηδεὶς ὑμᾶς καταβραβευέτω. Καὶ Γαλάταις δὲ ἐπιστέλλων, μετὰ πολλῆς ἀκριβείας ἀπαιτεῖ παρ' αὐτῶν τὴν ἐν τοῖς τοιούτοις φιλοσοφίαν καὶ τελειότητα. Ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἶναι παρ' αὐτοῖς τὴν πίστιν. Μὴ τοίνυν εἰς πάντα ἕλκωμεν τὸ, Ἕκαστος τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ᾖ, ἄκουσον τί φησιν· Εἴ τις ὑμῖν εὐαγγελίζεται παρ' ὃ παρελάβετε, κἂν ἄγγελος ᾖ, ἀνάθεμα ἔστω· καὶ πάλιν, Φοβοῦμαι δὲ, μή πως ὡς ὄφις Εὔαν ἠπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων ἔλεγε· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Παρὰ δὲ Ῥωμαίοις ἐπειδὴ οὐκ ἦν τέως καιρὸς τὰ τοιαῦτα διορθοῦν, Ἕκαστος, φησὶν, ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Καὶ γὰρ περὶ νηστείας ὁ λόγος ἦν, καὶ τὴν ἐκείνων τοίνυν ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκλύων τὸν φόβον, ταῦτα ἔλεγεν. Ὁ φρονῶν τὴν ἡμέραν, Κυρίῳ φρονεῖ· καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, Κυρίῳ οὐ φρονεῖ. Καὶ ὁ ἐσθίων, Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων, Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Ἔτι τῶν αὐτῶν ἔχεται. Ὃ δὲ λέγει, τοιοῦτόνἐστιν· Οὐ περὶ τὰ καίρια τὸ πρᾶγμά ἐστι· τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν καὶ οὗτος κἀκεῖνος ἐργάζεται, εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. Καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὗτος εὐχαριστοῦσι τῷ Θεῷ. Εἰ τοίνυν ἀμφότεροι εὐχαριστοῦσιν, οὐ πολὺ τὸ μέσον. Σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει λανθανόντως τὸν ἰουδαΐζοντα. Εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. Πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος; Ὅπερ οὖν καὶ πρὸς Γαλάτας ἔλεγεν· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Ἀλλ' ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δὲ αὐτὸ οὕτως· οὔπω γὰρ ἦν καιρός· ἀλλὰ τέως διαβαστάζει, καὶ διὰ τῶν ἑξῆς αὐτὸ παρανοίγει μᾶλλον. Εἰπὼν γάρ· Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν· ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν· σαφέστερον καὶ διὰ τούτων αὐτὸ παρεδήλωσεν. Ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; Οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν, δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν, ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται. γʹ. Τί οὖν ἐστιν, Οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ; Οὐκ ἐσμὲν ἐλεύθεροι, ∆εσπότην ἔχομεν τὸν καὶ ζῇν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐ θέλοντα, καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. ∆ιὰ γὰρ τούτων δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς ἡμῶν κήδεται καὶ μᾶλλον ἡμῶν, καὶ πλοῦτον τὴν ἡμετέραν ζωὴν ἡγεῖται, καὶ ζημίαν τὸν θάνατον. Οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ ∆εσπότῃ, ἂν ἄρα ἀποθάνωμεν. Θάνατον δὲ ἐνταῦθα τὸν ἐκ τῆς πίστεως λέγει. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν, ὅτι αὐτῷ ζῶμεν, καὶ αὐτῷ ἀποθνήσκομεν. Πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει, εἰπών· Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Καὶ ἀπ' ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβὰς, ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. Ποῖον δὴ τοῦτο; Εἰς τοῦτο γὰρ, φησὶ, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι ἀεὶ φροντίζει τῆς σωτηρίας ἡμῶν καὶ διορθώσεως. Εἰ γὰρ μὴ τοσαύτην ἡμῶν ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἦν; Ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ, αὐτοῦ γενέσθαι ἡμᾶς, ὡς καὶ δούλου μορφὴν λαβεῖν καὶ ἀποθανεῖν, οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐδ' ἂν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν· Εἰς τοῦτο γὰρ, φησὶ, καὶ ἀπέθανεν· ὡς ἂν εἴποι τις, Ὁ δεῖνα οὐκ ἂν ἀνάσχοιτο καταφρονῆσαι τοῦ δούλου· τοῦ γὰρ οἰκείου κήδεται βαλαντίου. Καὶ γὰρ οὐχ οὕτως ἡμεῖς χρημάτων ἐρῶμεν, ὡς αὐτὸς τῆς σωτηρίας τῆς ἡμετέρας. Οὐκοῦν οὐ χρήματα, ἀλλὰ τὸ αἷμα τὸ ἑαυτοῦ ὑπὲρ ἡμῶν κατέβαλε· καὶ διὰ τοῦτο οὐκ ἂν ἀνάσχοιτο προέσθαι τούτους, ὑπὲρ ὧν τοσαύτην τιμὴν κατέθηκεν. Ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. Εἰς τοῦτο γὰρ, φησὶν, ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· καὶ ἀνωτέρω, Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ ἐσμεν. Εἶδες δεσποτείαν ἐπιτεταμένην; εἶδες ἰσχὺν ἄμαχον; εἶδες πρόνοιαν ἠκριβωμένην; Μὴ γάρ μοι τοὺς ζῶντας εἴπῃς, φησί· καὶ τῶν ἀπελθόντων προνοεῖται. Εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων· οὐδὲν γὰρ ὑπὲρ τῆς δεσποτείας ταύτης παρέλιπε, πλείονα ἀνθρώπων καὶ δικαιώματα ἑαυτῷ κατασκευάζων, καὶ χωρὶς τῶν ἄλλων ἁπάντων εἰς τὸ προνοεῖν ἡμῶν Ἄνθρωπος μὲν γὰρ ἀργύριον καταβάλλει, καὶ διὰ τοῦτο σφόδρα ἀντέχεται τοῦ ἰδίου δούλου· αὐτὸς δὲ θάνατον κατέβαλε, καὶ οὐκ ἂν τὸν τοσαύτης τιμῆς ἀγορασθέντα, καὶ οὗ τὴν δεσποτείαν μετὰ τοσαύτης ἐκτήσατο σπουδῆς καὶ πραγματείας, τούτου τὴν σωτηρίαν ἐν οὐδενὶ λογιεῖται. Ταῦτα δὲ λέγει, ἐντρέπων τὸν ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας, καὶ ὅτι νεκρὸς ὢν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανε παρὰ τοῦ νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἂν εἴη, τὸν τοσαῦτα ἐπιδειξάμενον ὑπὲρ αὐτοῦ καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν. Ἱκανῶς τοίνυν αὐτοῦ καθαψάμενος, πάλιν ἀνίησι λέγων· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Καὶ δοκεῖ μὲν ὡς ἰσάζοντα αὐτὰ τιθέναι, πολλὴν δὲ ἐκ τῶν εἰρημένων δείκνυσι τὴν διαφορὰν οὖσαν. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει τὴν φιλονεικίαν, ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς· εἰπὼν γὰρ, Τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; ἐπήγαγε, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμᾷν τῷ τελειοτέρῳ ταῦτα λέγων, κατασείει δὲ τοῦ ἰουδαΐζοντος τὴν διάνοιαν, οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γενομένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν· Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Εἶδες πῶς πάλιν κατασείει αὐτοῦ τὴν διάνοιαν δοκῶν ἐπιπλήττειν θατέρῳ; Τοιοῦτον γάρ τι αἰνίττεται, οἷον ἂν εἰ ἔλεγε, Τί σοι μέλει; μὴ γὰρ σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε· τοῦτο δὲ ᾐνίξατο, πραότερον αὐτὸ θεὶς, καὶ εἰπὼν, Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Ἄρα οὖν ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ. Καὶ τὸν προφήτην εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγὴν, καὶ ὑποταγὴν ἐπιτεταμένην καὶ τῶν ἐν τῇ Παλαιᾷ ἀνθρώπων, καὶ πάντων ἁπλῶς. Οὐ γὰρ ἁπλῶς εἶπε, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται, τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. δʹ. Ἔσο τοίνυν ἐναγώνιος, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος, καὶ τῷ νόμῳ προστρέχων· καὶ γὰρ καὶ ὁ νόμος αὐτοῦ. Καὶ τί λέγω, ὁ νόμος; Καὶ οἱ ἐν τῷ νόμῳ, καὶ οἱ πρὸ τοῦ νόμου. Καὶ οὐχ ὁ νόμος σε ἀπαιτήσει εὐθύνας, ἀλλ' ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν. Εἶδες πῶς ἐξέλυσε τοῦ νόμου τὸν φόβον; Εἶτα, ἵνα μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν αὐτὸν λέγειν ταῦτα, ἀλλ' ὡς ἐκ τῆς προκειμένης ἀκολουθίας ἐπὶ τοῦτο ἐληλυθέναι, πάλιν ἔχεται τῆς αὐτῆς ὑποθέσεως, λέγων· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Ταῦτα δὲ οὐκ ἐκείνου μᾶλλόν ἐστιν ἢ τούτου· διὸ ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τῷ τελείῳ σκανδαλιζομένῳ ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τῷ ἀτελεῖ προσκόπτοντι ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ μοι σκόπει πόσην δώσομεν τιμωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ, ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφόν· ὅταν μηδὲ διορθοῦντές τι σκανδαλίζωμεν, τίνος ἐσόμεθα ἄξιοι; Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας)· τὸ καὶ σκανδαλίσαι, τί οὐκ ἂν ἐργάσηται; Τί οὖν, εἰ οἴκοθεν σκανδαλίζεται, φησὶν, ἀσθενὴς ὤν; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἴης δίκαιος πάντα ὑπομένειν. Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ ἐδεῖτο τοσαύτης ἐπιμελείας αὐτός· νυνὶ δὲ ἐπειδὴ ἀσθενέστερός ἐστι, διὰ τοῦτο καὶ πολλῆς χρῄζει τῆς σπουδῆς. Παρέχωμεν τοίνυν αὐτῷ ταύτην, καὶ πανταχόθεν αὐτὸν διαβαστάζωμεν. Οὐδὲ γὰρ οἰκείων κακῶν ὑφέξομεν λόγον μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέρους σκανδαλίζομεν. Εἰ δὲ ἐκεῖναι καὶ καθ' ἑαυτὰς χαλεπαὶ αἱ εὐθῦναι, ὅταν καὶ αὗται προστεθῶσι, πότε σωθησόμεθα; Μὴ γὰρ δὴ νομίσωμεν, εἰ κοινωνοὺς εὕροιμεν τῶν ἁμαρτημάτων, ἀπολογίαν ἕξειν· τοῦτο γὰρ ἡμῖν καὶ προσθήκη γίνεται τιμωρίας· ἐπεὶ καὶ ὁ ὄφις μᾶλλον ἐκολάσθη τῆς γυναικὸς, ὥσπερ οὖν καὶ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ τοῦ Ἀχαὰβ δὲ τὸν ἀμπελῶνα ἁρπάσαντος ἡ Ἰεζάβελ χαλεπωτέραν ἔδωκε δίκην· αὕτη γὰρ ἡ τὸ πρᾶγμα ὑφάνασα ἅπαν ἦν, καὶ σκανδαλίσασα τὸν βασιλέα. Καὶ σὺ τοίνυν ὅταν ἑτέροις ἀπωλείας αἴτιος γένῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων διὰ σοῦ. Οὐδὲ γὰρ οὕτω τὸ ἁμαρτεῖν, ὡς τὸ καὶ ἑτέρους εἰς τοῦτο ἐναγαγεῖν ἀπόλλυσι· διό φησιν, Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν, ἀλλὰ καὶ ἀνέλκωμεν ἐκ τοῦ βαράθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν, καὶ μνημονεύωμεν διηνεκῶς τοῦ βήματος τοῦ φοβεροῦ, τοῦ ποταμοῦ τοῦ πυρὸς, τῶν δεσμῶν τῶν ἀλύτων, τοῦ σκότους τοῦ ἀφεγγοῦς, τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ σκώληκος τοῦ ἰοβόλου. Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, φησίν. Οὐκοῦν ῥήματα ταῦτά ἐστι, καὶ οὔτε ὁ πλούσιος ἐκεῖνος κολάζεται ὁ τὸν Λάζαρον ὑπεριδών; οὐχ αἱ μωραὶ παρθένοι τοῦ νυμφῶνος ἐκβάλλονται; οὐχ οἱ μὴ θρέψαντες αὐτὸν εἰς τὸ πῦρ ἀπέρχονται τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; οὐχ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, χεῖρας καὶ πόδας δεθεὶς ἀπολεῖται; οὐχ ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτήσας παραδίδοται τοῖς βασανισταῖς; οὐ τὸ περὶ τῶν μοιχῶν εἰρημένον ἀληθὲς, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται; ἀλλ' ἀπειλαὶ ταῦτα μόνον; Ναὶ, φησί. Καὶ πόθεν, εἰπέ μοι, πρᾶγμα τοσοῦτον τολμᾷς ἀποφήνασθαι, καὶ ταῦτα οἴκοθεν φέρων τὴν ψῆφον; Ἐγὼ γὰρ καὶ ἀφ' ὧν εἴρηκεν ὁ Χριστὸς καὶ ἀφ' ὧν πεποίηκε, τοὐναντίον ἀποδεῖξαι δυνήσομαι. Εἰ γὰρ ἀπὸ τῶν μελλόντων κολάσεων οὐ πιστεύεις, κἂν ἀπὸ τῶν ἤδη γεγενημένων πίστευε· οὐ γὰρ δὴ τὰ γεγενημένα καὶ εἰς ἔργον ἐξελθόντα ἀπειλαὶ καὶ ῥήματα. Τίς οὖν τὴν οἰκουμένην ἐπέκλυσεν ἅπασαν ἐπὶ τοῦ Νῶε, καὶ τὸ χαλεπὸν ἐκεῖνο ναυάγιον εἰργάσατο, καὶ τὴν τοῦ γένους ἡμῶν πανωλεθρίαν παντός; τίς μετὰ ταῦτα τοὺς κεραυνοὺς ἐκείνους καὶ τοὺς πρηστῆρας ἀφῆκεν ἐπὶ τὴν Σοδόμων γῆν; τίς τὴν Αἴγυπτον ἅπασαν κατεπόντισε; τίς τὰς ἑξακοσίας χιλιάδας ἐπὶ τῆς ἐρήμου κατανάλωσε; τίς τὴν συναγωγὴν Ἀβειρὼν κατέφλεξε; τίς τοῖς περὶ Κορὲ καὶ ∆αθὰν ἀνοῖξαι τῇ γῇ τὸ στόμα καὶ καταπιεῖν ἐκέλευσε; τίς τὰς ἑβδομήκοντα χιλιάδας ἐν μιᾷ καιροῦ ῥοπῇ κατήνεγκεν ἐπὶ τοῦ ∆αυΐδ; Εἴπω καὶ τοὺς κατ' ἰδίαν κολασθέντας; τὸν διηνεκεῖ παραδοθέντα τιμωρίᾳ Κάϊν; τὸν καταλευσθέντα μετὰ τοῦ γένους παντὸς Χαρμήν; τὸν ὑπὲρ συλλογῆς ξύλων τὸ αὐτὸ τοῦτο παθόντα ἐν σαββάτῳ; τοὺς τεσσαράκοντα παῖδας καὶ δύο ἐπὶ Ἐλισσαίου, τοὺς ὑπὸ τῶν θηρίων ἐκείνων δαπανηθέντας, καὶ μηδὲ ἀπὸ τῆς ἡλικίας τυχόντας συγγνώμης; εʹ. Εἰ δὲ καὶ μετὰ τὴν χάριν τὰ αὐτὰ ταῦτα ἰδεῖν ἐθέλεις, ἐννόησον πόσα ἔπαθον οἱ Ἰουδαῖοι, πῶς τὰ ἴδια τέκνα κατέφαγον αἱ γυναῖκες, αἱ μὲν ὀπτῶσαι, αἱ δὲ ἄλλως δαπανῶσαι· πῶς λιμῷ παραδοθέντες ἀνηκέστῳ καὶ πολέμοις ποικίλοις καὶ χαλεποῖς, πάσας τὰς ἔμπροσθεν τραγῳδίας ἀπέκρυψαν τῇ τῶν οἰκείων ὑπερβολῇ συμφορῶν. Ὅτι γὰρ ὁ Χριστὸς αὐτοὺς ταῦτα εἰργάσατο, ἄκουσον αὐτοῦ τοῦτο προλέγοντος καὶ διὰ παραβολῶν, καὶ σαφῶς καὶ διαῤῥήδην· διὰ παραβολῶν, ὡς ὅταν λέγῃ· Τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἀγάγετε ὧδε καὶ κατασφάξατε· καὶ διὰ τοῦ ἀμπελῶνος, καὶ διὰ τοῦ γάμου· σαφῶς δὲ καὶ διαῤῥήδην, ὡς ὅταν ἀπειλῇ, ὅτι Πεσοῦνται ἐν στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη, καὶ ἔσται συνοχὴ ἐπὶ γῆς ἐθνῶν, ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου· καὶ, Ἔσται θλῖψις τοιαύτη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς, οὐδὲ μὴ ἔσται. Καὶ ὁ Ἀνανίας δὲ καὶ ἡ Σάπφειρα ὑπὲρ κλοπῆς ὀλίγων ἀργυρίων ὅσην ἔδωκαν δίκην, ἅπαντες ἴστε· τὰς δὲ καθημερινὰς συμφορὰς οὐχ ὁρᾷς; ἢ οὐδὲ ταῦτα γεγένηται; Οὐχ ὁρᾷς καὶ νῦν τοὺς λιμῷ τηκομένους; τοὺς ἐλέφαντι καὶ λώβῃ σώματος κατεχομένους; τοὺς πενίᾳ διηνεκεῖ συζῶντας; τοὺς μυρία ἀνήκεστα πάσχοντας; Πῶς οὖν ἂν ἔχοι λόγον τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ ἄδικος ὁ Θεὸς, ὥσπερ οὖν οὐδὲ ἄδικος, πάντως καὶ σὺ δώσεις δίκην ἁμαρτάνων· εἰ δὲ, ἐπειδὴ φιλάνθρωπός ἐστιν, οὐ κολάζει, οὐδὲ τούτους ἔδει κολασθῆναι. Νυνὶ δὲ διὰ ταῦτα ἡμῶν τὰ ῥήματα πολλοὺς καὶ ἐνταῦθα κολάζει ὁ Θεὸς, ἵν' ὅταν τοῖς ῥήμασι μὴ πιστεύσητε τῆς ἀπειλῆς, κἂν τοῖς πράγμασι πιστεύσητε τῆς τιμωρίας· καὶ ἐπειδὴ τὰ παλαιὰ οὐχ οὕτως ἡμᾶς φοβεῖ, τοῖς ἐφ' ἑκάστης γενεᾶς συμβαίνουσι τοὺς κατὰ καιρὸν διορθοῦται ῥᾳθυμοῦντας. Καὶ τίνος ἕνεκεν οὐ πάντας ἐνταῦθα κολάζει, φησίν; Ἵνα δῷ τοῖς ἄλλοις προθεσμίαν μετανοίας. Τίνος οὖν ἕνεκεν οὐ πάντας ἐκεῖ τιμωρεῖται; Ἵνα μὴ πολλοὶ διαπιστήσωσιν αὐτοῦ τῇ προνοίᾳ. Πόσοι λῃσταὶ οἱ μὲν ἑάλωσαν, οἱ δὲ ἀπῆλθον μὴ δόντες δίκην; ποῦ τοίνυν ἡ φιλανθρωπία τοῦ Θεοῦ καὶ ἡ δικαιοκρισία; ἐμὸν γὰρ λοιπόν ἐστιν ἐρέσθαι σε. Εἰ μὲν γὰρ μηδεὶς ὅλως ἐτιμωρεῖτο, εἶχες ἐπὶ τοῦτο καταφυγεῖν· ὅταν δὲ οἱ μὲν δῶσι δίκην, οἱ δὲ μὴ δῶσι, καὶ ταῦτα χεῖρον ἁμαρτόντες, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν πλημμελημάτων μὴ τὰς αὐτὰς εἶναι δίκας; πῶς δὲ οὐκ ἂν δόξειαν ἀδικεῖσθαι οἱ κολασθέντες; Τίνος οὖν ἕνεκεν οὐ πάντες ἐνταῦθα κολάζονται; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ σοι περὶ τούτων ἀπολογουμένου. Ἐπειδὴ γάρ τινες πύργου κατενεχθέντος ἀπέθανον, ἔλεγε τοῖς ὑπὲρ τούτων διαποροῦσι· ∆οκεῖτε, ὅτι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας ἦσαν; Οὐχὶ, λέγω ὑμῖν· ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς πάντες ὡσαύτως ἀπολεῖσθε· παραινῶν ἡμῖν μὴ θαῤῥεῖν, ὅταν, ἑτέρων δόντων δίκην, ἡμεῖς πολλὰ πλημμελήσαντες μὴ δῶμεν. Ἂν γὰρ μὴ μεταβαλώμεθα, δώσομεν πάντως. Καὶ πῶς, φησὶν, ἀθάνατα κολαζόμεθα, ἐνταῦθα βραχὺν χρόνον ἁμαρτόντες; πῶς ἐνταῦθα ἄνθρωπος ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἕνα φόνον πεποιηκὼς, διηνεκῶς τῇ τῶν μετάλλων καταδικάζεται τιμωρίᾳ; Ἀλλ' ὁ Θεὸς οὐ ποιεῖ ταῦτα, φησί. Πῶς οὖν τριάκοντα καὶ ὀκτὼ ἔτη ἐν τοσαύτῃ κολάσει τὸν παράλυτον κατεῖχεν; Ὅτι γὰρ δι' ἁμαρτήματα αὐτὸν ἐκόλαζεν, ἄκουσον τί φησιν· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἀλλ' ὅμως ἔλαβε λύσιν, φησίν. Ἀλλ' οὐ τὰ ἐκεῖ τοιαῦτα· ὅτι γὰρ ἐκεῖνα λύσιν οὐχ ἕξει ποτὲ, ἄκουσον αὐτοῦ λέγοντος· Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ, Πορεύσονται οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. Εἰ τοίνυν ἡ ζωὴ αἰώνιος, καὶ ἡ κόλασις αἰώνιος. Οὐχ ὁρᾷς πόσα ἠπείλησεν Ἰουδαίοις; ἆρα οὖν ἐξέβη τὰ ἀπειληθέντα, ἢ λόγος ἦν τὰ εἰρημένα· Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθῳ; ἆρα οὖν ἔμεινε; Τί δὲ, ὅτε εἶπεν, Ἔσται θλῖψις οἵα οὐ γέγονεν; ἆρα οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν τοῦ Ἰωσήπου, καὶ οὐδὲ ἀναπνεῦσαι δυνήσῃ, μόνον ἀκούων ἅπερ ἔπαθον ἐπὶ τῶν πραγμάτων ἐκεῖνοι. Ταῦτα λέγω, οὐχ ἵνα λυπήσω, ἀλλ' ἵνα ἀσφαλίσωμαι, καὶ μὴ ψυχαγωγήσας ὑμᾶς περιττὰ παρασκευάσω χαλεπώτερα ὑπομεῖναι. ∆ιὰ τί γὰρ, εἰπέ μοι, οὐκ ἀξιοῖς κολάζεσθαι ἁμαρτάνων; οὐχὶ προεῖπέ σοι ἅπαντα; οὐχὶ ἠπείλησεν; οὐχὶ ἐφόβησεν; οὐχὶ μυρία εἰργάσατο ὑπὲρ τῆς σωτηρίας τῆς σῆς; οὐχὶ λουτρὸν παλιγγενεσίας ἐδωρήσατο, καὶ τὰ πρότερα ἀφῆκε πάντα; οὐχὶ μετὰ τὴν ἄφεσιν ταύτην καὶ τὸ λουτρὸν, καὶ τὴν ἐκ τῆς μετανοίας πάλιν βοήθειαν ἁμαρτάνοντί σοι δέδωκεν; οὐχὶ εὔκολον ἐποίησέ σοι τὴν ὁδὸν καὶ μετὰ ταῦτα τῆς τῶν ἁμαρτημάτων ἀφέσεως; ʹ. Ἄκουε γοῦν οἷα ἐπέταξεν· Ἂν ἀφῇς τῷ πλησίον, ἀφίημί σοι κἀγὼ, φησί. Ποίαν τοῦτο δυσκολίαν ἔχει; Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, φησὶ, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ποῖον τοῦτο ἔχει μόχθον; Λέγε σὺ τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τίνα τοῦτο δυσκολίαν ἔχει; Τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι. Ποῖος τοῦτο ἱδρώς; Εἶπεν ὁ τελώνης, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Ποῖος πόνος μιμήσασθαι τὸν τελώνην; Ἀλλ' οὐ βούλει πεισθῆναι οὐδὲ μετὰ τοσαῦτα, ὅτι κόλασίς ἐστι καὶ τιμωρία; Οὐκοῦν οὐδὲ τὸν διάβολον εἴποις ἂν κολάζεσθαι. Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἰ γὰρ μὴ ἔστι γέεννα, οὐδὲ ἐκεῖνος κολάζεται· εἰ δὲ ἐκεῖνος κολάζεται, δῆλον ὅτι καὶ ἡμεῖς οἱ τὰ τούτου ἔργα ἐπιτελοῦντες κολασθησόμεθα· καὶ γὰρ καὶ ἡμεῖς παρηκούσαμεν, εἰ καὶ μὴ ἐπὶ τοῖς αὐτοῖς. Πῶς δὲ οὐ δέδοικας καὶ τολμηρὰ φθεγγόμενος; Ὅταν γὰρ λέγῃς, ὅτι Φιλάνθρωπός ἐστι Θεὸς, καὶ οὐ κολάζει· ἐὰν κολάσῃ, εὑρεθήσεται κατὰ σὲ οὐκέτι φιλάνθρωπος ὤν. Ὁρᾷς εἰς οἷα ῥήματα ὑμᾶς ὁ διάβολος ἄγει; Τί δέ; Οἱ τὰ ὄρη κατειληφότες μοναχοὶ, καὶ μυρίαν ἄσκησιν ἐπιδειξάμενοι, ἀστεφάνωτοι ἀπελεύσονται; Εἰ γὰρ οἱ πονηροὶ οὐ κολάζονται, οὐδὲ ἔστιν οὐδενὸς ἀντίδοσις, ἐρεῖ τις ἕτερος ἴσως, ὅτι οὐδὲ οἱ ἀγαθοὶ στεφανοῦνται. Οὐχὶ, φησί· τοῦτο γὰρ Θεῷ πρέπον, βασιλείαν εἶναι μόνον, καὶ μὴ γέενναν. Οὐκοῦν ὁ πόρνος καὶ ὁ μοιχὸς καὶ ὁ μυρία κακὰ ἐργασάμενος, τῶν αὐτῶν ἀπολαύσεται τῷ σωφροσύνην καὶ ἁγιωσύνην ἐπιδειξαμένῳ· καὶ Παῦλος μετὰ Νέρωνος στήσεται, μᾶλλον δὲ καὶ ὁ διάβολος μετὰ Παύλου. Εἰ γὰρ μὴ ἔστι γέεννα, ἀνάστασις δὲ πάντων ἐστὶ, καὶ οἱ πονηροὶ τῶν αὐτῶν ἀγαθῶν τεύξονται τοῖς δικαίοις. Καὶ τίς ἂν τοῦτο εἴποι καὶ τῶν σφόδρα ἐξεστηκότων ἀνθρώπων; μᾶλλον δὲ τίς ἂν τοῦτο εἴποι δαιμόνων; Καὶ γὰρ καὶ ἐκεῖνοι γέενναν ὁμολογοῦσιν εἶναι· διὸ καὶ ἐβόων λέγοντες, Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Πῶς οὖν οὐ δέδοικας καὶ φρίττεις, καὶ τῶν δαιμόνων ὁμολογούντων, αὐτὸς ἀρνούμενος; πῶς δὲ οὐ συνορᾷς τὸν διδάσκαλον τῶν πονηρῶν τούτων δογμάτων; Ὁ γὰρ τὸν ἐξ ἀρχῆς ἀπατήσας ἄνθρωπον, καὶ προτάσει μειζόνων ἐλπίδων καὶ τῶν ἐν χερσὶν ἐκβαλὼν ἀγαθῶν, οὗτός ἐστιν ὁ καὶ νῦν ταῦτα ὑποβάλλων λέγειν τε καὶ νοεῖν· καὶ διὰ τοῦτο πείθει τινὰς ὑποπτεύειν μὴ εἶναι γέενναν, ἵνα ἐμβάλῃ εἰς γέενναν· ὥσπερ οὖν ὁ Θεὸς ἀπεναντίας ἀπειλεῖ γέενναν, καὶ ἡτοίμασε γέενναν, ἵνα μαθὼν οὕτω βιώσῃς ὡς μὴ ἐμπεσεῖν εἰς γέενναν. Καίτοι εἰ γεέννης οὔσης ὁ διάβολός σε ταῦτα ἀναπείθει, πῶς ἂν μὴ οὖσαν ὡμολόγησαν οἱ δαίμονες, οἷς περισπούδαστόν ἐστι μηδὲν τοιοῦτον ὑποπτεύειν ἡμᾶς, ἵνα τῇ ἀδείᾳ γενόμενοι ῥᾳθυμότεροι, μετ' αὐτῶν εἰς τὸ πῦρ ἐκεῖνο ἐμπέσωμεν; Πῶς οὖν, φησὶ, τότε ὡμολόγουν; Τὴν ἀνάγκην οὐ φέροντες τὴν ἐπικειμένην αὐτοῖς. Ἅπερ οὖν ἐννοοῦντες ἅπαντα, παυέσθωσαν καὶ ἑαυτοὺς καὶ ἑτέρους ἀπατῶντες οἱ ταῦτα λέγοντες· ἐπεὶ καὶ τῶν ῥημάτων τούτων δώσουσι δίκην, τὰ φοβερὰ διασύροντες ἐκεῖνα, καὶ πολλοὺς τῶν ὄντως σπουδάζειν βουλομένων ἐκλύοντες, καὶ οὐδὲ τοὺς βαρβάρους Νινευίτας μιμούμενοι. Ἐκεῖνοι μὲν γὰρ καίτοι πάντων ὄντες ἄπειροι, ἀκούσαντες ὅτι ἡ πόλις καταστραφήσεται, οὐ μόνον οὐκ ἠπίστησαν, ἀλλὰ καὶ ἐστέναξαν καὶ σάκκον περιεβάλοντο καὶ συνεχύθησαν, καὶ οὐ πρότερον ἀπέστησαν πάντα ποιοῦντες, ἕως ἂν ἔλυσαν τὴν ὀργήν· σὺ δὲ ὁ τοσαύτην λαβὼν πεῖραν πραγμάτων, διὰ ῥημάτων ἐξουθενεῖς τὰ εἰρημένα; Οὐκοῦν ἔσται τὰ ἐναντία. Ὥσπερ γὰρ ἐκεῖνοι φοβηθέντες τὰ ῥήματα, οὐχ ὑπέμειναν τὴν ἀπὸ τῶν πραγμάτων τιμωρίαν· οὕτω καὶ σὺ τῆς ἀπὸ τῶν ῥημάτων καταφρονῶν ἀπειλῆς, τὴν ἀπὸ πραγμάτων ὑποστήσῃ κόλασιν. Καὶ εἰ νῦν μῦθός σοι δοκεῖ εἶναι τὰ ῥήματα, ἀλλ' οὐχ ὅταν σε τὰ πράγματα πείθῃ τότε. Οὐχ ὁρᾷς καὶ ἐνταῦθα τί πεποίηκε; πῶς δύο λῃστὰς λαβὼν οὐ τῶν αὐτῶν ἠξίωσεν, ἀλλὰ τὸν μὲν εἰς βασιλείαν εἰσήγαγε, τὸν δὲ εἰς γέενναν ἀπέπεμψε; Καὶ τί λέγω λῃστὴν καὶ ἀνδροφόνον; Οὐδὲ γὰρ τοῦ ἀποστόλου ἐφείσατο, ἐπειδὴ προδότης ἐγένετο, ἀλλὰ καὶ ἐπὶ βρόχον ὁρῶν ὁρμῶντα αὐτὸν, καὶ ἀγχόμενον καὶ μέσον ῥηγνύμενον (καὶ γὰρ Ἐλάκησε μέσος, καὶ τὰ σπλάγχνα αὐτοῦ ἐξεχύθη πάντα)· ἀλλ' ὅμως ἅπαντα ταῦτα προειδὼς, εἴασε πάντα αὐτὸν ταῦτα παθεῖν, ἀπὸ τῶν παρόντων σε καὶ περὶ τῶν ἐκεῖ πιστούμενος πάντων. Μὴ τοίνυν φενακίζετε ἑαυτοὺς τῷ διαβόλῳ πειθόμενοι· ἐκείνου γὰρ ταῦτα τὰ νοήματα. Εἰ γὰρ καὶ δικασταὶ καὶ δεσπόται καὶ διδάσκαλοι καὶ βάρβαροι τοὺς μὲν ἀγαθοὺς τιμῶσι, τοὺς δὲ πονηροὺς κολάζουσι· πῶς ἂν ἔχοι λόγον παρὰ τῷ Θεῷ τἀναντία γίνεσθαι, καὶ τῶν αὐτῶν ἀξιοῦσθαι τόν τε ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον; Πότε δὲ καὶ ἀπαλλαγὴ ἔσται τῆς κακίας; Οἵ τε γὰρ νῦν προσδοκῶντες κόλασιν, καὶ μεταξὺ τοσούτων ὄντες φόβων τῶν ἀπὸ τῶν δικαστῶν, τῶν ἀπὸ τῶν νόμων, καὶ οὐκ ἀφιστάμενοι τῆς πονηρίας· ὅταν ἀπελθόντες ἐκεῖ καὶ τὸν φόβον τοῦτον ἀπόθωνται, καὶ μὴ μόνον εἰς γέενναν οὐκ ἐμπέσωσιν, ἀλλὰ καὶ βασιλείας ἐπιτύχωσι, πότε πονηρευόμενοι στήσονται; Τοῦτο οὖν φιλανθρωπίας, εἰπέ μοι, τὸ τὴν πονηρίαν ἐπιτρίβειν, τὸ τῇ κακίᾳ ἆθλον τιθέναι, τὸ τῶν αὐτῶν ἀξιοῦν τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὸν πιστὸν καὶ τὸν ἀσεβῆ, τὸν Παῦλον καὶ τὸν διάβολον; Ἀλλὰ μέχρι τίνος καὶ ἡμεῖς ληροῦμεν; ∆ιὸ παρακαλῶ, τῆς μανίας ἀπαλλαγέντες ταύτης, καὶ ὑμῶν αὐτῶν γενόμενοι, πείσατε τὴν ψυχὴν δεδοικέναι καὶ τρέμειν, ἵνα καὶ τῆς μελλούσης ἀπαλλαγῇ γεέννης, καὶ σωφρόνως τὸν ἐνταῦθα ζήσασα βίον, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου