ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΒ΄. Περὶ ἀνδρείας καὶ ἰσχύος.

Δευτέρα 31 Οκτωβρίου 2016

ΛΒ΄. Περὶ ἀνδρείας καὶ ἰσχύος.




Ιωάννης Χρυσόστομος Τόμος 63
Εκλογαί εκ διαφόρων Λόγων

ΛΟΓΟΣ ΛΒ΄ Περὶ ἀνδρείας καὶ ἰσχύος.   

∆ειλὴν καὶ ἄνανδρον τὴν ψυχὴν ἀμαθία ποιεῖ, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ προαίρεσιν. Ὅταν γὰρ ἴδω τὸν ἀνδρεῖόν ποτε νῦν δειλὸν, οὐκέτι φύσεως εἶναί φημι τὸ πάθος· τὰ γὰρ τῆς φύσεως ἀμετάθετα. Πάλιν ὅταν ἴδω τοὺς νῦν δειλοὺς ἀθρόον τολμητὰς γενομένους, τὸ αὐτὸ πάλιν ψηφίζομαι· ἐπεὶ καὶ οἱ μαθηταὶ σφόδρα ἦσαν δειλοὶ, πρὶν ἢ μαθεῖν ἅπερ ἐχρῆν, καὶ τῆς τοῦ Πνεύματος ἀξιωθῆναι δωρεᾶς, ὕστερον μέντοι λεόντων ἐγένοντο θρασύτεροι. Καὶ Πέτρος, κορασίου μὴ ἐνεγκὼν ἀπειλὴν, κατὰ κεφαλῆς ἐκρεμᾶτο καὶ ἐμαστιγοῦτο, καὶ μυρία κινδυνεύων οὐκ ἐσίγα. Οὔτε τοίνυν παραιτεῖσθαι δεῖ τοὺς ἀγῶνας, οὔτε πρὸς τούτους ἐπιπηδᾷν· οὕτω γὰρ καὶ ἡμῖν ἡ νίκη λαμπροτέρα ἔσται, καὶ ἡ ἧττα τῷ διαβόλῳ καταγελαστοτέρα. Ἑλκυσθέντας μὲν γὰρ δεῖ γενναίως ἑστάναι, μὴ καλουμένους δὲ ἡσυχάζειν, καὶ τὸν καιρὸν ἀναμένειν τῶν ἀγώνων, ἵνα καὶ τὸ ἀκενόδοξον καὶ τὸ γενναῖον ἐπιδειξώμεθα.




Τὸ μὲν γὰρ ἁπλῶς παῤῥησιάζεσθαι καὶ τῶν τυχόντων πολλάκις ἐστί· τὸ δὲ εἰς τὸ δέον καὶ ἐν καιρῷ τῷ προσήκοντι καὶ μετὰ τῆς ἁρμοττούσης συμμετρίας καὶ συνέσεως τῷ πράγματι χρήσασθαι, μεγάλης λίαν καὶ θαυμαστῆς δεῖται ψυχῆς. Ἀνδρεῖος γὰρ ἐκεῖνος μόνος ἐστὶ, κἂν ἐπὶ κλίνης ᾖ βεβλημένος, ὁ τὴν ἰσχὺν οἴκοθεν ἔχων· ὡς ταύτης ἄνευ, κἂν ὄρος τις ἀνασπᾷ τῇ τοῦ σώματος ῥώμῃ, οὐδὲ αὐτὸν κορασίου καὶ γραϊδίου ταλαιπώρου φαίην ἂν ἰσχυρότερον εἶναι. Ὁ μὲν γὰρ ἀσωμάτοις παλαίει κακοῖς, οὗτος δὲ οὐδὲ ἀντιβλέψαι τολμᾷ. Βούλει τοίνυν μαθεῖν, ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ; Ὁ ∆αυῒδ νέος ὢν κομιδῇ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ὑπὸ τοῦ πατρὸς ἀποστέλλεται ἐπισκέψασθαι τοὺς ἀδελφούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; καὶ τί ἔσται τῷ ἀνθρώπῳ τῷ τὴν τούτου κεφαλὴν ἐκτεμόντι; Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον, τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν, ἐξευτέλισεν. Εἶτα μαθὼν παρ' αὐτοῦ ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος, οὐδὲ ταῦτα ἐνεγκεῖν ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα δειχθῇ γυμνὴ ἡ τοῦ Θεοῦ δύναμις ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σαρκικὸν πύργον ἐξῄει. Ἀλλ' ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς πρὸς αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλαι προβάτοις ἐφιστάναι καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο, καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων αὐτῶν ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος, ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ' ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς, ἥπτετο τῆς μάχης· ὁ δὲ τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτὸν, πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατήνεγκεν, εἰπὼν πρὸς αὐτόν· Σὺ ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ δυνάμει νομίζεις περιγενέσθαι, ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμαντικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ. οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, καὶ παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας, τὸν ἀλλόφυλον κατέβαλε, καὶ σπεύσας καὶ ἀφελόμενος αὐτοῦ τὸ ξίφος, δι' ἐκείνου τὴν κεφαλὴν αὐτοῦ τεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι' ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρετο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα· τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμαντικῆς πλέον εἰδότος οὐδέν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν συμμαχίαν εἶχε συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ὑψηλὸν μὲν οὖν ἐστι καὶ παράδοξον τὸ μηδὲ δέχεσθαι τὴν ἐπιθυμίαν ἐγγινομένην ἡμῖν, ἀλλ' ἀποσοβοῦντας σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν, καὶ διαπαντὸς κατέχομεν· ἂν γὰρ παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐκ ἐνίκησας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας καὶ κατέβαλες· καὶ εἰκότως. Ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει· ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο, ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα. Οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται· καὶ ἡ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ συναπολέσθαι ἐστίν. Εἰ δὲ καὶ βληθείης πολλάκις, μηδὲ οὕτως ἀποστῇς· τῶν γὰρ μὴ μαχομένων ἐστὶ τὸ μὴ τιτρώσκεσθαι· τοὺς δὲ πολλῷ τῷ θυμῷ κατὰ τῶν πολεμίων χωροῦντας, ἔστι καὶ βληθῆναί ποτε. Καὶ οὐκ ἄν τις στρατιώτην ἰδὼν ἐπανήκοντα μετὰ τραύματος ἀπὸ πολέμου ὀνειδίσειεν· ὄνειδος γὰρ ὅπλα ῥῖψαι καὶ τῶν πολεμίων ἔξω γενέσθαι. Ἕως ἂν ἑστήκῃ τις μαχόμενος, κἂν βάλληται, κἂν ὑποχωρῇ πρὸς βραχὺ, οὐδεὶς οὕτως ἀγνώμων, οὐδὲ τῶν πολεμικῶν ἄπειρος, ὡς ἐγκαλέσαι τούτῳ ποτέ. Ὅταν γάρ τις ἑαυτὸν ἀδικῆσαι μὴ βουληθῇ, ἕτερος τοῦτον οὐκ ἰσχύσει ποτέ. Καὶ γὰρ τὰς ἰσχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Ἂν τοίνυν μηδείς σε τῶν ἔνδον προδοίη λογισμῶν, κἂν μυρία προσάγῃ μηχανήματα ὁ πονηρὸς, προσάξει μάτην. Τί γὰρ ἂν περὶ τῆς τῶν Μακκαβαίων μητρὸς εἴποιμεν τῆς γενναίας ἐκείνης; οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκε παῖδας τῷ χορῷ τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα; βασανιζομένων γὰρ ἐκείνων, αὕτη τὴν πληγὴν ἐδέχετο· μήτηρ γὰρ ἦν. Ἐννόησον πῶς αὐτοὺς ἤλειψε, πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν. Εἰστήκει ὁ τύραννος, καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει, καὶ αὕτη τῇ προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψε, καὶ αὕτη τὴν τοῦ πνεύματος ἐπὶ πλεῖον ἐξέκαιεν· ἐκεῖνος στρατόπεδον ἐκίνει, καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο. Ἑώρα κάτω τὸν τύραννον, καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους, καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν, καὶ τὴν μέλλουσαν ἐνενόει ἀθανασίαν. Τί δὲ ὁ Ἡσαῦ; οὐχὶ μείζων ἦν τοῦ Ἰακώβ; οὐχὶ πρωτότοκος; οὐχὶ ἀγαπητὸς τῷ πατρί; ἀλλὰ προδοὺς ἑαυτὸν διὰ τῆς ἁμαρτίας, καὶ τῶν πρωτοτοκίων ἐκπίπτει, καὶ τῷ ἐλάσσονι δουλεύειν καταδικάζεται. Εἶπε γὰρ, φησὶ, Κύριος τῇ Ῥεβέκκα διὰ τοῦ ἱερέως· ∆ύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαὸν ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα πρόῤῥησιν ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενέσθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρτῶντες, ἤδη προεφώνουν ἅπαντα μετὰ ἀκριβείας. Καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ οὐχ ὅτι μόνον δύο τέξεται παῖδας, ἀλλ' ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε λοιπὸν ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, ἐξῆλθε, φησὶν, ὁ πρωτότοκος πυῤῥάκης, ὡσεὶ δορὰ δασύς· καὶ μετὰ ταῦτα ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης αὐτοῦ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δεικνύντος τοῦ Θεοῦ, ὅτι περιέσται κατὰ τὰ ῥηθέντα ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ, φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζομένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Ἀλλὰ καιροῦ καλοῦντος, ἐπὶ τὸν μακαριώτατον Παῦλον ἤδη τρέψω τὸν λόγον. Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι. Μηδεὶς οὖν ἀποκνήσῃ πρὸς τὴν ἐγχείρησιν. Εἰ γὰρ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς ἐμπιπλῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο· οὐκ ἂν ἅπαντες μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν; Ἐπεὶ δὲ καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων καὶ ταραττόντων ἅπαντα, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων· ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον ἤγαγεν· οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον ἐσκίρτων, οὐκ ἐπειδὴ δεδεμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ' ἐπειδὴ ἐλογίζοντο, ὅσους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος· οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ' ἐπειδὴ ἐνενόουν, ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξάγειν. ∆ιὰ τοῦτο κἀγὼ πάντας ἀφεὶς τοὺς ἄλλους, εἰς Παῦλον ἅλλεσθαι σπεύδω· Παῦλος γὰρ καὶ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Τί γὰρ τῶν σπλάγχνων τούτου θερμότερον, ὃς πανταχοῦ τῆς οἰκουμένης περιέτρεχε συρόμενος, λιθαζόμενος, δεσμούμενος, ἵνα τοὺς δεδεμένους λύσῃ, καὶ πρὸς ἑαυτὸν μεταστήσῃ; Οὐδὲ γὰρ ὡς μαχόμενος, οὕτω τὰ πράγματα ἤνυεν, ἀλλ' ὡς ἐπὶ ἑτοίμην καὶ πρόχειρον νίκην ἐρχόμενος, οὕτως ἵστη τὰ τρόπαια κατασκάπτων, καθαιρῶν, καταβάλλων τοῦ διαβόλου τὰ ὀχυρώματα, καὶ τῶν δαιμόνων τὰ μηχανήματα, καὶ οὐδὲ μικρὸν ἀνέπνει, ἀπὸ τούτων πρὸς ἐκείνους, καὶ πάλιν ἀπ' ἐκείνων εἰς ἑτέρους μεταπηδῶν, καὶ καθάπερ τις στρατηγὸς ἄριστος, καθ' ἑκάστην ἡμέραν ἱστῶν τρόπαια, μᾶλλον δὲ καθ' ἑκάστην ὥραν. Ἀπὸ γὰρ χιτωνίσκου μόνου εἰς τὴν παράταξιν εἰσελθὼν, αὐτάνδρους ᾕρει τῶν ἐναντίων τὰς πόλεις· καὶ τόξα καὶ δόρατα καὶ βέλη καὶ πάντα ἡ γλῶττα Παύλου. Καὶ γὰρ ἐφθέγγετο μόνον, καὶ παντὸς πυρὸς σφοδρότερον τοῖς πολεμίοις αἱ ῥήσεις ἐμπίπτουσαι τοὺς μὲν δαίμονας ἤλαυνον, τοὺς δὲ ὑπ' αὐτῶν κατεχομένους ἀνθρώπους πρὸς ἑαυτὸν ἐπανῆγον. Ὅτε γὰρ τὸν δαίμονα ἐκεῖνον τὸν πονηρὸν ἐξέβαλε, γοήτων ἀνδρῶν μυριάδες πέντε συνελθοῦσαι, τὰ βιβλία τῶν μαγειῶν κατέκαιον, καὶ πρὸς τὴν ἀλήθειαν μεθίσταντο. Καὶ καθάπερ ἐν πολέμῳ, πύργου πεσόντος, ἢ τυράννου κατενεχθέντος, οἱ μετ' ἐκείνου πάντες τὰ ὅπλα ῥίψαντες, τῷ στρατηγῷ προστρέχουσιν· οὕτω δὴ καὶ τότε ἐγίνετο· τοῦ γὰρ δαίμονος ἐκβληθέντος, πολιορκηθέντες ἅπαντες, καὶ τὰ βιβλία ῥίψαντες, μᾶλλον δὲ καταλύσαντες, τοῖς Παύλου ποσὶ προσέτρεχον. Ὁ δὲ καθάπερ ἑνὶ στρατοπέδῳ τῇ οἰκουμένῃ παραταττόμενος, οὐδαμοῦ ἵστατο, ἀλλ' ὥσπερ τις ὑπόπτερος ὢν πάντα ἐποίει· καὶ νῦν μὲν χωλὸν διώρθου, νῦν δὲ νεκρὸν ἤγειρε, νῦν δὲ ἕτερον ἐπήρου, τὸν μάγον λέγω· καὶ οὐδὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος ἡσύχαζεν, ἀλλὰ καὶ ἐκεῖ τὸν δεσμοφύλακα μετῆγε πρὸς ἑαυτὸν, τὴν καλὴν ταύτην αἰχμαλωσίαν ἐργαζόμενος. Θαυμάζεται ∆αυῒδ τὸν Γολιὰθ καταφέρων ἀπὸ λίθου μόνον ἑνός· ἀλλ' εἰ τὰ Παύλου κατορθώματά τις ἐξετάσειε, παιδὸς ἔργον ἐκεῖνο, καὶ ὅσον ποιμένος καὶ στρατηγοῦ τὸ μέσον, τοσοῦτον τούτου κἀκείνου τὸ διάφορον. Οὗτος γὰρ οὐ λίθον ῥίπτων, τὸν νοητὸν Γολιὰθ κατέφερεν, ἀλλὰ φθεγγόμενος μόνον ἅπασαν κατέλυε τοῦ διαβόλου τὴν φάλαγγα. Καὶ καθάπερ λέων βρυχώμενος, καὶ φλόγα ἀπὸ τῆς γλώττης ἀφιεὶς, οὕτω πᾶσιν ἀφόρητος ἦν ἐπιὼν, καὶ πανταχοῦ μετεπήδα συνεχῶς· ἔδραμεν ἐπὶ τούτους, ἦλθεν ἐπ' ἐκείνους, μετέστη πρὸς τούτους, ἀπεπήδησε πρὸς ἑτέρους· ἀνέμου ταχύτερον ἐπιὼν, καὶ καθάπερ μίαν οἰκίαν, ἢ πλοῖον ἓν τὴν οἰκουμένην ἅπασαν κυβερνῶν· καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά. Καὶ καθάπερ τις ἀθλητὴς αὐτὸς παλαίων, τρέχων, πυκτεύων, ἢ στρατιώτης τειχομαχῶν, πεζομαχῶν, ναυμαχῶν· οὕτω πᾶν εἶδος μετῄει μάχης, καὶ πῦρ ἐνέπνει, καὶ πᾶσιν ἀπρόσιτος ἦν, ἑνὶ σώματι καταλαμβάνων τὴν οἰκουμένην, καὶ μιᾷ γλώττῃ πάντας τροπούμενος. Οὐχ οὕτως αἱ πολλαὶ σάλπιγγες ἐνέπιπτον τοῖς λίθοις τῆς Ἱεριχουντίων πόλεως, καὶ καθῄρουν αὐτοὺς, ὡς ἡ Παύλου φωνὴ ἠχοῦσα τὰ ὀχυρώματα τὰ διαβολικὰ χαμαὶ ἔῤῥιπτε, καὶ πρὸς ἑαυτὸν τοὺς ἐναντίους μεθίστη. Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί. Καὶ καθάπερ στρατιώτης εἰς τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, ἐν μέσοις στρέφοιτο τοῖς τάγμασι τῶν πολεμίων, καὶ μηδὲν πάσχοι δεινόν· οὕτω καὶ Παῦλος μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάττης φαινόμενος, ἀχείρωτος ἔμενε· καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην καὶ χόρτον ἐμπίπτων, πρὸς τὴν ἑαυτοῦ φύσιν μετατίθησι τὰ καιόμενα· οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθιστᾷ πρὸς τὴν ἀλήθειαν. Τί γὰρ τοῦ Νέρωνος ἐνδοξότερον, εἰπέ μοι, κατὰ τὴν τοῦ κόσμου δόξαν, ἢ τί ὑψηλότερον; τί δὲ Παύλου εὐτελέστερον, ἢ ἀτιμότερον; Ὁ μὲν γὰρ τύραννος ἦν πολλὰ κατωρθωκὼς, πλεῖστα τρόπαια στήσας, πλοῦτον ἔχων ἐπιῤῥέοντα πανταχόθεν, στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον ἔχων, τὴν βασιλίδα πόλιν ὑποκειμένην ἔχων, τὴν σύγκλητον ἅπασαν ὑποκύπτουσαν, ὃς καὶ ἐν τοῖς βασιλείοις αὐτοῖς μετὰ λαμπροῦ προῄει τοῦ σχήματος· καὶ, εἴτε ὁπλίζεσθαι ἔδει, ἐν χρυσοῖς καὶ λίθοις τιμίοις ὁπλιζόμενος ἐξῄει, εἴτε ἐν εἰρήνῃ προϊέναι, ἁλουργίδα περικείμενος· καὶ πολλοὺς ἀεὶ τοὺς δορυφόρους, πολλοὺς τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ οὐδὲν ἐνέλιπεν ὅλως τῶν εἰς δόξαν, ἀλλὰ καὶ σοφοὶ καὶ δυνάσται καὶ βασιλεῖς αὐτὸν ἔτρεμον καὶ ἐδεδοίκεσαν. Καὶ ἄλλως γὰρ ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο οὗτος, καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων κατεφρόνει τῶν εἰδώλων, καὶ αὐτοῦ τοῦ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Ἀλλ' ἀντεξετάσωμεν αὐτῷ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος ἦν, σκυτοτόμος, πένης, τῆς ἔξωθεν παιδείας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶσσαν διασυρομένην παρὰ πολλῶν· ἄνθρωπος πολλάκις ἐν λιμῷ ζήσας καὶ κοιμηθεὶς πεινῶν· ἄνθρωπος γυμνὸς οὐδὲν ἔχων περιβαλέσθαι· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς μετὰ λῃστῶν, μετὰ γοήτων, μετὰ τυμβωρύχων, μετὰ ἀνδροφόνων βαλλόμενος, αὐτοῦ ἐκείνου κελεύσει τοῦ Νέρωνος, καὶ ὡς κακοῦργος μαστιζόμενος. Τίς οὖν ἀρτίως λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδ' ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος, ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, πάντως ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. ∆ιὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτουνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ'ἑκάστην ᾄδουσι τὴν ἡμέραν; τίς δὲ καὶ σεμνότερος, ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος, ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ ὁ ἄνω καθήμενος καὶ βαλλόμενος; ὁ ἐπιτάττων καὶ καταφρονούμενος, ἢ ὁ ἐπιταττόμενος καὶ οὐδένα λόγον ἔχων τῶν ἐπιταγμάτων; ὁ μόνος ὢν καὶ περιγενόμενος, ἢ ὁ μετὰ μυρίων στρατοπέδων ἡττώμενος; Εἰ γὰρ τὸ νικᾷν τοῦ νικᾶσθαι λαμπρότερον, πάντως ὁ Παῦλός ἐστιν ἐνδοξότερος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλ' ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν; ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω καὶ ὅτε τὸν ἥλιον, ἀλλ' οὐχ οὕτως, ὡς ὅτε Παῦλον ἔδειξας τῇ οἰκουμένῃ πάσῃ. ∆ιὰ τοῦτο φαιδροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, ἐπειδὴ φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτός. Καὶ οὗτος μὲν ὁ ἥλιος παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο· καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας μυριάδας πέντε ἀνδρῶν ἐθήρευσε, πόσης οὐκ ἐμπίπλησι χαρᾶς τὰς ἄνω δυνάμεις; Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον προσὸν ἡμῖν, ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν κἂν γοῦν ταῦτα διορθοῦν, μήτι γε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι; Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος ἐκεῖνος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι· καὶ ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα, εἰς τὴν τούτου ψυχὴν ἀφορῶν, λογίζομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον· καὶ ἐκπλήττομαι, πῶς πᾶσαν μὲν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσεν, ἡμῶν δὲ ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, Παύλου τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδειξαμένου, τοῦ τῆς αὐτῆς ἡμῖν κοινωνοῦντος φύσεως, τοῦ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένου, τοῦ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονότος, καὶ καθ' ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκομένου, σπαραττομένου, καὶ δημοσίᾳ συρομένου ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων; Καὶ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ' ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον. Οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μὴ ἁπλῶς ἄνευ ἀνάγκης, μηδενὸς καταναγκάζοντος, τὰ ὑφ' ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴγε τινὲς ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ; σπέρμα Ἀβραάμ εἰσι; κἀγώ. Ἐπὶ τούτοις, φησὶ, μέγα φρονοῦσι; μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε· ∆ιάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. Θέα μοι ἐνταῦθα τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ' αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ' ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνοις ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν παραφροσύνην καλεῖ τὸ παρ' αὐτοῦ λεγόμενον· μονονουχὶ λέγων· Μὴ γὰρ οὐκ οἶδα ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς παριστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ' ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέμοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς, οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττεινἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομ πεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ' οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν, ἀλλ' εἰπὼν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν παρανοιγόμενον· εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις καὶ τὰς συστροφὰς, ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἀνάγων τὴν κορυφὴν τῆς ἀρετῆς. Ἡ μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν· οὐχὶ μιᾶς καὶ δύο καὶ τριῶν, ἀλλὰ πασῶν τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην ὅσην ὁ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιείς· τοσαύτην ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει· Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία; πόση ἡ ἀγρυπνία; πόση ἡ μέριμνα; ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα, τοῦ παιδὸς αὐτῆς πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι· ἀλλὰ, Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι, φησί· τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον αὐτὸν καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος τὸν λόγον ἐξέτεινα, ἀλλ' οὐκ οἶδ' ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης τινὸς ὑδάτων σφοδροτάτων, οὕτω τὴν γλῶτταν παρεσύρην. ∆ιὸ μέχρι τούτου στήσας τὸν λόγον παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἐβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπέλαυσε τῆς ἄνωθεν φιλοτιμίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

33.ΛΟΓΟΣ ΛΓʹ. Εἰς τὴν ἁγίαν ἑορτὴν τῶν βαΐων.

Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, εἰς τὸν οἶκον Μαρίας καὶ Μάρθας, καὶ εἱστιᾶτο παρ' αὐτοῖς· ἡ δὲ Μάρθα διηκόνει, καὶ Λάζαρος ἤσθιε. Τοῦτο δὲ τῆς εἰλικρινοῦς ἀναστάσεως σημεῖον ἦν, τὸ μεθ' ἡμέρας πολλὰς καὶ ζῇν καὶ ἐσθίειν. Ὅθεν δῆλον ὅτι ἐν τῇ οἰκίᾳ τῆς Μάρθας τὸ ἄριστον ἦν· ἅτε γὰρ φίλοι καὶ φιλούμενοι δέχονται τὸν Ἰησοῦν. Τινὲς δέ φασιν, ὅτι ἐν ἀλλοτρίᾳ οἰκίᾳ τοῦτο ἐγίνετο. Ἡ δὲ Μαρία διηκόνει· μαθήτρια γὰρ ἦν. Πάλιν ἐνταῦθα αὕτη πνευματικωτέρᾳ διακονίᾳ ὑπηρέτει· οὐ διηκόνει γὰρ ὡς κεκλημένῳ, οὐδὲ κοινὴν ποιεῖται τὴν ὑπηρεσίαν, ἀλλ' εἰς αὐτὸν μόνον περιίστησι τὴν τιμὴν, καὶ οὐχ ὡς ἀνθρώπῳ πρόσεισιν, ἀλλ' ὡς Θεῷ. Τὸ γὰρ μύρον διὰ τοῦτο ἐξέχεε, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς ἀπέμαξεν· ἅτινα οὐκ ἦν ὑπόληψιν ἐχούσης περὶ αὐτοῦ τοιαύτην, οἵαν οἱ πολλοί. Ἀλλ' ἐπετίμησεν Ἰούδας προσχήματι δῆθεν εὐλαβείας. Τί οὖν ὁ Χριστός; Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τί δήποτε δὲ οὐκ ἤλεγξε τὸν μαθητὴν ἐπὶ τῆς γυναικὸς, οὐδὲ εἶπε τοῦτο, ὅπερ ὁ εὐαγγελιστὴς εἶπεν, ὅτι διὰ τὴν οἰκείαν κλοπὴν ἐπετίμα τῇ γυναικί; Τῇ πολλῇ μακροθυμίᾳ ἐντρέψαι αὐτὸν ἠβούλετο. Ὅτι γὰρ ᾔδει ὅτι προδότης ἦν, ἄνωθεν αὐτὸν ἤλεγξε, πολλάκις λέγων· Οὐ πάντες πιστεύουσι· καὶ, Εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Ἐδήλωσε μὲν οὖν, ὅτι οἶδεν αὐτὸν προδότην, οὐκ ἤλεγξε δὲ φανερῶς, ἀλλὰ συνεχώρησεν, ἀνακαλέσασθαι αὐτὸν θέλων. Πῶς οὖν ἄλλος φησὶν, ὅτι πάντες οἱ μαθηταὶ τοῦτο ἐφθέγξαντο; Καὶ πάντες κἀκεῖνος· ἀλλ' οἱ λοιποὶ οὐ τῇ αὐτῇ προαιρέσει. Εἰ δέ τις ἐξετάζοιτο τί δήποτε κλέπτῃ ὄντι τὸ γλωσσόκομον ἐνεχείρισε τῶν πτωχῶν, καὶ οἰκονόμον ἐποίησε φιλάργυρον ὄντα· ἐκεῖνο ἂν εἴποιμεν, ὅτι τὸν ἀπόῤῥητον λόγον ὁ Ἰησοῦς οἶδεν· εἰ δὲ χρή τι καὶ ἡμᾶς στοχαζομένους εἰπεῖν, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν. Οὐ γὰρ εἶχεν εἰπεῖν, ὅτι διὰ χρημάτων ἔρωτα τοῦτο ἐποίησε· καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν· ἀλλὰ διὰ πονηρίαν πολλὴν, ἣν εἰ ἐβούλετο κατέχειν, τὸν εὐεργέτην οὐκ ἂν παρέδωκεν. Ὁ δὲ Χριστὸς πολλῇ συγκαταβάσει πρὸς αὐτὸν κεχρημένος, ἠνείχετο αὐτοῦ μακροθυμῶν. ∆ι' ὃ οὐδὲ ἐνεκάλει αὐτῷ κλέπτοντι, καίτοι γε εἰδὼς, ἐμφράττων αὐτοῦ τὴν πονηρὰν ἐπιθυμίαν καὶ πᾶσαν ἐξαίρων ἀπολογίαν. ∆ιὸ καὶ ἔλεγεν, Ἄφες αὐτήν· εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Πάλιν τὸν προδότην ἀνέμνησεν, ἐνταφιασμὸν εἰπών. Ἀλλ' οὐ καθικνεῖτο αὐτοῦ ὁ ἔλεγχος, οὐδὲ ἐμάλασσε τὸ ῥῆμα, καίτοι ἱκανὸν ἦν αὐτὸν εἰς οἶκτον ἐμβαλεῖν· ὥσπερ ἂν εἰ ἔλεγεν, Ἐπαχθής εἰμι καὶ φορτικὸς, ἀλλὰ ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. Καὶ γὰρ καὶ τοῦτο κατεσκεύαζεν ἐν τῷ λέγειν, Ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ἀλλ' οὐδὲν τούτων τὸν θηριώδη καὶ μαινόμενον ἐκεῖνον ἀπέκαμψε· καίτοι πολλῷ πλείονα καὶ εἶπε καὶ ἐποίησε, καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε κατ' αὐτὴν τὴν νύκτα, καὶ τραπέζης αὐτῷ μετέδωκεν. Ἔγνω οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων, ὅτι εἰς Βηθανίαν ἐστὶν ὁ Ἰησοῦς, καὶ ἦλθον, οὐ δι' αὐτὸν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ἐνταῦθα τὸ θαῦμα θεασάμενοι ἐπίστευον οἱ πολλοί. Οἱ δὲ ἄρχοντες οὐκ ἠρκοῦντο μόνον τοῖς οἰκείοις κακοῖς, ἀλλὰ καὶ τὸν Λάζαρον ἀνελεῖν ἐπεχείρουν. Ἐβουλεύσαντο γὰρ οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἔστω, τὸν Χριστὸν ἀνελεῖν ἠβούλοντο, ὅτι τὸ σάββατον ἔλυεν, ὅτι ἴσον ἑαυτὸν ἐποίει τῷ Πατρὶ, καὶ διὰ τοὺς Ῥωμαίους, ὥς φασιν, ἵνα μὴ ἄρωσιν αὐτῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος· τῷ Λαζάρῳ τί ἔχοντες ἐγκαλεῖν ἐπεχείρουν αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα τὸ καλῶς παθεῖν ἔγκλημα; Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἦν ἡ προαίρεσις; Καίτοι πολλὰ σημεῖα εἰργάσατο, ἀλλ' οὐδὲν αὐτοὺς οὕτως ἐξεθηρίωσεν, οὐχ ὁ παράλυτος οὐχ ὁ τυφλός. Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον, νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον. Ὢ ἀνοίας τῶν δῆθεν ἀρχιερέων! καὶ γὰρ τῆς ἑορτῆς αὐτῶν ἦν κατόρθωμα φόνοις ἀναμιγνύναι τὴν πανήγυριν. Ἄλλως δὲ, ἐκεῖ μὲν ἐδόκουν ἐγκαλεῖν τὸ σάββατον, καὶ ταύτῃ τῇ πλάνῃ ἀπάγειν τοὺς ὄχλους· ἐνταῦθα δὲ, ἐπειδὴ μηδὲν εἶχον ψεύσασθαι, κατὰ τοῦ τεθεραπευμένου ποιοῦνται τὴν ἐπιχείρησιν. Ἐνταῦθα γὰρ οὐδὲ ὅτι Ἐναντιοῦται τῷ Πατρὶ, εἶχον εἰπεῖν· ἡ γὰρ εὐχὴ αὐτοὺς ἐπεστόμιζεν. Ἐπεὶ οὖν καὶ ὃ ἀεὶ ἐνεκάλουν ἀνῄρητο, καὶ τὸ σημεῖον λαμπρὸν ἦν, ἐπὶ τὸν φόνον ὁρμῶσιν. Ὥστε καὶ ἐπὶ τοῦ τυφλοῦ τοῦτο ἂν ἐποίησαν, εἰ μὴ εἶχον ἐγκαλεῖν τὸ σάββατον. Ἄλλως δὲ, ἐκεῖνος ἄσημος ἦν, καὶ ἐξέβαλον αὐτὸν ἐκ τοῦ ἱεροῦ· οὗτος δὲ ἐπισημότερος· καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν· καὶ πάντων ὁρώντων τὸ θαῦμα ἐγένετο, καὶ μετὰ πολλῆς τῆς παραδοξοποιίας· διὰ τοῦτο πάντες ἔτρεχον ὀψόμενοι. Τοῦτο οὖν αὐτοὺς ἔδακνε, τὸ τῆς ἑορτῆς ἐνεστώσης πάντας ἀφέντας ἐπὶ τὴν Βηθανίαν ἔρχεσθαι. Ἐπεχείρησαν οὖν αὐτὸν ἀνελεῖν, καὶ οὐδὲ φαῦλον ἐδόκουν τολμᾷν· οὕτως ἦσαν φονικοί. ∆ιὰ τοῦτο δὲ ἀρχόμενος ὁ νόμος ἀπὸ τούτου ἄρχεται, Οὐ φονεύσεις, λέγων. Καὶ ὁ προφήτης τοῦτο ἐγκαλεῖ λέγων· Αἱ χεῖρες αὐτῶν αἵματος πλήρεις. Τῇ ἐπαύριον ὄχλος πολὺς ἐλθὼν εἰς τὴν ἑορτὴν ἀκούσαντες ὅτι Ἰησοῦς ἔρχεται εἰς Ἱεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ, καὶ ἔκραζον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ. Πῶς οὖν παῤῥησίᾳ μὴ περιπατῶν ἐν τῇ Ἰουδαίᾳ, καὶ εἰς τὴν ἔρημον ἀναχωρῶν, πάλιν εἰσέρχεται μετὰ παῤῥησίας; Σβέσας τὸν θυμὸν αὐτῶν τῇ ἀναχωρήσει, πεπαυμένοις αὐτοῖς ἐφίσταται· ἄλλως δὲ, τὸ πλῆθος τὸ προάγον καὶ τὸ ἑπόμενον ἱκανὸν ἦν εἰς ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Οὐδὲν γὰρ οὕτως ἐπεσπάσατο αὐτοὺς σημεῖον, ὡς τὸ τοῦ Λαζάρου. Καὶ ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι Ὑπέστρωσαν τοῖς ποσὶν αὐτοῦ τὰ ἱμάτια, καὶ ὅτι Πᾶσα ἡ πόλις ἐσείσθη· μετὰ τοσαύτης εἰσῄει τιμῆς. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ' αὐτῷ, καθώς ἐστι γεγραμμένον, Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος ἐπὶ πῶλον ὄνου. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν πληρῶν, τὴν δὲ τυπῶν· καὶ τὸ αὐτὸ τῆς μὲν ἐγίνετο ἀρχὴ, τῆς δὲ τέλος. Τὸ μὲν γὰρ, Μὴ φοβοῦ, θύγατερ Σιὼν, χαῖρε ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, προφητεία πεπληρωμένη ἦν· τὸ δὲ ἐπὶ ὄνον καθίσαι, μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν. Πῶς δὲ οἱ εὐαγγελισταί φασιν, ὅτι μαθητὰς ἔπεμψε καὶ εἶπε, Λύσατε τὴν ὄνον καὶ τὸν πῶλον· οὗτος δὲ οὐδὲν τοιοῦτόν φησιν, ἀλλ' ὅτι Ὀνάριον εὑρὼν ἐκάθισεν ἐπ' αὐτῷ; Ὅτι ἀμφότερα εἰκὸς ἦν γενέσθαι, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον, ἐλθόντων τῶν μαθητῶν, εὑρόντων αὐτῶν τὸν πῶλον, ἐπικαθίσαι. Τὰ δὲ βαΐα τῶν φοινίκων καὶ τῶν ἐλαιῶν καὶ τὰ ἱμάτια ὑπέστρωσαν, δεικνύντες, ὅτι λοιπὸν μείζονα ἢ περὶ προφήτου δόξαν εἶχον περὶ αὐτοῦ, καὶ ἔλεγον· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὁρᾷς ὅτι τοῦτο μάλιστα τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς ἀπέπνιγε τὸ πεισθῆναι πάντας, ὅτι οὐκ ἔστιν ἀντίθεος; Καὶ τοῦτο μάλιστα διῄρει τὸν δῆμον, τὸ λέγειν αὐτὸν παρὰ τοῦ Πατρὸς ἥκειν. Τὸ δὲ, Μὴ φοβοῦ, χαῖρε σφόδρα, θύγατερ Σιὼν, φησὶν ὁ προφήτης, ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ παρέδωκαν αὐτοὺς τοῖς ἐχθροῖς, καὶ τὸ πλῆθος διέστρεφον, καὶ ὑπευθύνους ἐποίουν τοῖς πολεμίοις. Θάρσει, φησίν· οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾶος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τῆς ὄνου· οὐ γὰρ στρατόπεδα ἐπισυρόμενος εἰσῆλθεν· ἀλλ' ὄνον ἔχων μόνον. Ταῦτα δὲ, φησὶν, οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὰ γεγενημένα, ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. Ὁρᾷς ὅτι τὸ πλεῖον ἀγνοοῦντες ἐποίουν; Ἀλλ' ὅτε ἀνέστη ἐκ νεκρῶν, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἀπεκάλυψε. Καὶ γὰρ ὅτε εἶπε, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν, οὐδὲ τοῦτο ᾔδεισαν οἱ μαθηταί. Καὶ ἄλλος δὲ εὐαγγελιστὴς λέγει, ὅτι κεκρυμμένος ὁ λόγος ἦν ἀπ' αὐτῶν, καὶ οὐκ ᾔδεισαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀλλὰ τοῦτο μὲν εἰκότως ἐκρύπτετο· διὸ καὶ ἄλλος λέγει εὐαγγελιστὴς, ὅτι καθ' ἑκάστην ἀκούοντες περὶ τοῦ πάθους, ἤλγουν, καὶ ἦσαν ἐν κατηφείᾳ· τοῦτο δὲ ἐκ τοῦ μὴ εἰδέναι τὸν τῆς ἀναστάσεως λόγον. Τοῦτο μὲν οὖν εἰκότως ἐκρύπτετο, ἅτε μεῖζον ἢ κατ' αὐτούς· τὸ μέντοι τῆς ὄνου διὰ τί αὐτοῖς οὐκ ἀπεκαλύφθη; ὅτι καὶ τοῦτο μέγα ἦν. Ὅρα δὲ φιλοσοφίαν εὐαγγελιστοῦ, πῶς οὐκ ἐπαισχύνεται τὴν προτέραν ἄγνοιαν αὐτῶν ἐκπομπεύων· ὅτι μὲν γὰρ γέγραπται, ᾔδεισαν· ὅτι δὲ ἐπ' αὐτῷ, οὐκ ᾔδεισαν· καὶ γὰρ ἂν ἐσκανδάλισεν αὐτοὺς, εἰ βασιλεὺς τοιαῦτα μέλλει πάσχειν. Καὶ ἄλλως δὲ, οὐκ ἂν εὐθέως ἐχώρησαν τὴν γνῶσιν τῆς βασιλείας, ἣν ἔλεγον. Καὶ γὰρ ἄλλος εὐαγγελιστής φησιν, ὅτι περὶ τῆς βασιλείας ἐδόκουν ταύτης λέγεσθαι. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ' αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. ∆ιὰ τοῦτο ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. Οὐ γὰρ ἂν τοσοῦτοι μετέθεντο, φησὶν, ἐξαίφνης, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Οἱ δὲ Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· Θεωρεῖτε, ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθε. ∆οκεῖ μοι τοῦτο εἶναι τῶν ὑγιαινόντων μὲν, οὐ τολμώντων δὲ παῤῥησιάζεσθαι. Καὶ περὶ τῆς ἀναστάσεως δὲ διαλεγόμενος ὁ Παῦλος, τοῦτον τὸν λόγον ἐκίνησε. Ποίαν οὖν ἕξουσιν ἀπολογίαν οἱ τῇ ἀναστάσει διαπιστοῦντες; ∆ιόπερ, ἀγαπητοὶ, ἵνα μὴ ματαίως ὑμᾶς ἀπασχολήσωμεν, καὶ λαβύρινθον λόγον ἀναδείξωμεν, ταῦτα ἀφέντες, ἐκεῖνο ἐροῦμεν· Τῆς ἀκροάσεως τῶν θείων Γραφῶν ἔχεσθε, καὶ μὴ λογομαχεῖτε εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Καὶ Παῦλος γὰρ παρῄνει Τιμοθέῳ, καίτοι γε πολλῆς σοφίας ἐμπεπλησμένῳ, καὶ τὴν ἀπὸ τῶν σημείων ἔχοντι δύναμιν. Πειθώμεθα τοίνυν ἐκείνῳ, καὶ τὰς φλυαρίας ἀφέντες, τῶν ἔργων ἐχώμεθα, φιλαδελφίας λέγω καὶ φιλοξενίας, καὶ πολὺν ποιησώμεθα τῆς ἐλεημοσύνης λόγον, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |