ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤ΄.Περὶ διδαχῆς καὶ νουθεσίας

Δευτέρα 31 Οκτωβρίου 2016

ΣΤ΄.Περὶ διδαχῆς καὶ νουθεσίας




ΣΤʹ. Περὶ διδαχῆς καὶ νουθεσίας.

Πρῴην μὲν ἐνεκαλοῦμεν τοῖς καταλιμπάνουσι τὴν εὐχὴν, καὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἔξω τῆς ἐκκλησίας διατρίβουσι· νυνὶ δὲ τοῖς ἔνδον οὖσιν ἐγκαλέσαι βούλομαι, οὐχ ὅτι μένουσιν ἔνδον, ἀλλ' ὅτι μένοντες, τῶν ἔξω διατριβόντων οὐδὲν ἄμεινον διάκεινται, κατὰ τὸν φρικωδέστατον ἐκεῖνον καιρὸν ἀλλήλοις διαλεγόμενοι, καὶ τῶν θείων ὑπερορῶντες λογίων. Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τοσούτους δεσμώτας ἀπὸ τῶν ἀδελφῶν τῶν σῶν ἑστηκότας πλησίον; Καὶ γὰρ ἅλυσις πονηρὰ καὶ χαλεπὴ τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, καὶ παντὸς σιδήρου χαλεπωτέρα, καὶ σὺ περὶ τῶν οὐδὲν προσηκόντων διαλέγῃ πραγμάτων; ἡ γὰρ ὄψις μόνη οὐχ ἱκανή σε καταπλῆξαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὁ ἀδελφός σου ἐν δεσμοῖς, καὶ σὺ ἐν ῥᾳθυμίᾳ; ποίαν ἕξεις συγγνώμην, εἰπέ μοι, οὕτως ἀσυμπαθὴς ὢν, οὕτως ἀπάνθρωπος, οὕτως ὠμός; Οὐ θέλεις συναλγῆσαι τῷ ἀδελφῷ; κἂν ὑπὲρ σαυτοῦ δεῖσον καὶ ἀνάστηθι. Οὐ δέδοικας μήποτέ σου διαλεγομένου, ῥᾳθυμοῦντος, ὀλιγωροῦντος, δαίμων τις ἐκεῖθεν ἐκπηδήσας, σχολάζουσαν καὶ σεσαρωμένην εὑρὼν τὴν ψυχὴν, ἐπεισέλθοι μετὰ ἀδείας πολλῆς, ἀθύρωτον τὴν οἰκίαν εὑρών; 


Οὐ γὰρ δεῖ πάντας κοινῇ πηγὰς δακρύων ἀφεῖναι κατὰ τὴν ὥραν ἐκείνην, καὶ διαβρόχους ὁρᾶσθαι πάντων τοὺς ὀφθαλμοὺς, καὶ θρήνους καὶ οἰμωγὰς γίνεσθαι περὶ τῆς Ἐκκλησίας ἁπάσης; Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν, οὐ δακρύεις; καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια; Εἰ τὴν τοῦ γείτονος οἰκίαν εἶδες ἐμπυριζομένην, εἰπέ μοι, εἰ καὶ πάντων πολεμιώτατος ἦν ὁ γείτων, οὐκ ἂν ἔδραμες ἐπὶ τὸ σβέσαι τὴν πυρὰν, δεδοικὼς μὴ τὸ πῦρ ὁδῷ βαδίζον καὶ τῶν σῶν ἅψηται προθύρων; Τοῦτο καὶ τῶν ὑπὸ τῶν πονηρῶν δαιμόνων ἐπηρεαζομένων ἀδελφῶν ποίει. Καὶ γὰρ πυρά τίς ἐστι καὶ ἐμπρησμὸς χαλεπὸς τῶν δαιμόνων ἡ ἐνέργεια. Σκόπει δὴ καὶ τὴν σὴν ψυχὴν μὴ προκαταλάβῃ ὁδῷ βαδίζων ὁ δαίμων· καὶ ὅταν ἴδῃς παρόντα, μετὰ πολλῆς τῆς σπουδῆς πρόσφυγε τῷ ∆εσπότῃ, ἵν' ἰδών σου τὴν θερμὴν καὶ διεγηγερμένην ψυχὴν ὁ δαίμων, ἄβατον αὐτῷ νομίσῃ λοιπὸν εἶναι τὴν διάνοιαν τὴν σήν. Ἂν μὲν γὰρ ἴδῃ χασμώμενον καὶ ῥᾳθυμοῦντα, ὡς εἰς ἔρημον καταγώγιον, ταχέως ἐπεισελεύσεται· ἂν δὲ καὶ συντεταμένον καὶ διεγηγερμένον, καὶ τῶν οὐρανῶν αὐτῶν ἐκκρεμάμενον οὐδὲ ἀντιβλέψαι τολμήσει λοιπόν. Ὥστε εἰ καὶ τῶν ἀδελφῶν καταφρονεῖς, ἀλλὰ σαυτοῦ φεῖσαι, καὶ τὴν κατὰ τῆς σῆς ψυχῆς εἴσοδον ἀπόφραξον τῷ πονηρῷ δαίμονι. Οὐδὲν γὰρ οὕτως αὐτοῦ τὴν καθ' ἡμᾶς ἔφοδον ἀποτειχίζειν εἴωθεν, ὡς εὐχὴ καὶ δέησις ἐκτενήςΕἰ δὲ βούλει μαθεῖν ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου· Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἐστίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὁ ἐκ τῆς πλάνης, φησὶ, πρὸς τὴν ἀλήθειαν χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς τὴν ἀρετὴν ὁδηγῶν τὸν πλησίον κατὰ δύναμιν τὴν ἀνθρωπίνην, ἐμὲ μιμεῖται. Εἰ γὰρ αὐτὸς Θεὸς ὢν, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, καὶ σταυρὸν κατεδέξατο, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινε δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς χειραγωγῆσαι ὁδόν; Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων οἱ τὰ τῆς τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγιστον ἀγάπης τεκμήριον ἐκφαίνουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς, ὅτε τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν τὴν μνήμην τῶν παρ' ἑαυτῷ εἰρημένων. Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου ἢ συγγενοῦς, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου, πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων παρουσίας ἀπολαύομεν, οὐχὶ τῶν σωμάτων αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες. Τὰ γὰρ παρ' αὐτῶν εἰρημένα, τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσίν. Ὥσπερ οὖν οἱ ἰατροὶ οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους τὰς ἀῤῥωστίας θεραπεύσοντες· οὕτω καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν τῶν ἀῤῥωστούντων κατὰ ψυχὴν ἀδελφῶν ἀνάῤῥωσιν, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος. Κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν· δύναται γὰρ πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν ἀντίψυχον. Εἰ γὰρ χήρας ἐνδύσασα καὶ πενίαν διορθωσαμένη ἡ Ταβιθὰ ἐκείνη, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν ἐλεηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης· τί οὐκ ἂν ἐργάσεται τῶν ἀνθρώπων τὰ δάκρυα, ὅσοι ὑπὸ σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι αἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν· οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τῆς γεέννης τοῦ πυρὸς ἐξαρπάσουσιν. Εἰ γὰρ ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ ἡμῖν ἔσται τὰ ἀγαθά; Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται, χωρὶς τῆς τοῦ πλησίον σωτηρίας. Καὶ γὰρ καὶ ὁ Παῦλός φησι· Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος· εἰδὼς ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Καθάπερ γὰρ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες (ὄψονται γὰρ πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο), οὐδὲ ἀνοῖξαι τὸ στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλ' αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τὴν κόλασιν ἀπελεύσονται· οὕτω καὶ οἱ διδάσκοντες καὶ νουθετοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίας. Καὶ μή μοι λεγέτω τις· Τί γὰρ ἔχω κοινὸν πρὸς ἐκεῖνον; ἀλλότριός ἐστι καὶ ἄγνωστος. Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχῃ μυστηρίων, καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν ἁπάντων ἐστὶν οἰκειότερος. Ὥσπερ γὰρ οὐχ οἱ κλέπτοντες μόνον, ἀλλὰ καὶ οἱ κύριοι μὲν ὄντες κωλῦσαι, μὴ ποιοῦντες δὲ, τὴν αὐτὴν ἐκείνοις διδοῦσι δίκην· οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, τὴν αὐτὴν ἐκείνοις ὑποστήσονται τιμωρίαν. Ἕκαστος ὑμῶν ἕνα τῶν ἀδελφῶν ἀνασωσάτω, περιεργασάσθω, πολυπραγμονησάτω, ἵνα εἰς τὴν ἐπιοῦσαν σύναξιν μετὰ πολλῆς παῤῥησίας ἀπαντήσωμεν, δῶρα τῷ Θεῷ κομίζοντες, δῶρα πάντων τιμιώτερα, τὰς ψυχὰς τῶν πεπλανημένων ἐπαναγαγόντες· κἂν ὑβρισθῆναι δέῃ, κἂν πληγὰς λαβεῖν, κἂν ὁτιοῦν ἕτερον ὑπομεῖναι, πάντα ποιήσωμεν, ὥστε αὐτοὺς ἀνακτήσασθαι. Καὶ γὰρ καὶ οἱ νοσοῦντες πολλάκις λακτίζουσι καὶ ὑβρίζουσιν· ἀλλ' ὅμως ἀνεχόμεθα, καὶ ταῖς ὕβρεσιν οὐ δακνόμεθα, ἀλλ' ἓν μόνον ἐπιθυμοῦμεν, τοῦ ταῦτα ἀσχημονοῦντος τὴν ὑγίειαν ἰδεῖν. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν τῶν σωμάτων προνοοῦντας τοσαύτην ποιεῖσθαι τὴν ἐπιμέλειαν, ψυχῶν δὲ τοσούτων ἀπολλυμένων ῥᾳθυμεῖν, καὶ μηδὲν ἡγεῖσθαι πάσχειν δεινὸν τῶν μελῶν ἡμῶν σηπομένων; Τί ποιεῖς, ἄνθρωπε; ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελημένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ ὀρέγεις χεῖρα, οὐκ ἐγκαλεῖς καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷ καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτηρίας; καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τῷ Θεῷ, καὶ τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέλευσεν ὁ Θεός; τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα. Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ' ἑκάστην ὑποσκελιζομένας περιοψόμεθα; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέστρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα. ∆ιὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθηριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγχόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν. Βούλει διορθῶσαι τὸν ἀδελφόν; δάκρυσον, εὖξαι τῷ Θεῷ, κατ' ἰδίαν λαβὼν παραίνεσον, συμβούλευσον, παρακάλεσον, δεῖξον ἀγάπην περὶ τὸν ἡμαρτηκότα, πεῖσον αὐτὸν ὅτι κηδόμενος καὶ φροντίζων, οὐκ ἐκπομπεῦσαι βουλόμενος, περὶ τῆς ἁμαρτίας αὐτὸν ὑπομιμνήσκεις· κάτασχε πόδας, καταφίλησον χεῖρας, μὴ ἐπαισχυνθῇς, εἴ γε ἀληθῶς ἰατρεῦσαι βούλει. Ταῦτα γὰρ καὶ ἰατροὶ ποιοῦσι πολλάκις, δυσαρέστως ἔχοντας τοὺς κάμνοντας καταφιλοῦντες, παρακαλοῦντες, ἀναπείθουσι σωτήριον δέξασθαι φάρμακον. Κἂν ἀποθανεῖν δέῃ ὑπὲρ τοῦ σωφρονίσαι τὸν ἀδελφὸν, μὴ ἀποκνήσῃς· μαρτύριόν σοι τοῦτό ἐστιν· ἐπεὶ καὶ Ἰωάννης μάρτυς ἦν· καίτοι γε οὐχὶ θῦσαι ἐκελεύσθη, οὐδὲ εἴδωλον προσκυνῆσαι, ἀλλ' ὑπὲρ τῶν ἱερῶν νόμων ὑβριζομένων τὴν κεφαλὴν ἀπέθετο. Καὶ σὺ τοίνυν ἀγώνισαι μέχρι θανάτου ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος πολεμήσει ὑπὲρ σοῦ. Ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Καὶ μή μοι τις λεγέτω, Οὐδὲν ἔχω κοινὸν πρὸς τὸν ἀδελφόν. Πρὸς τὸν διάβολον οὐδὲν ἔχομεν κοινὸν μόνον, πρὸς δὲ τοὺς ἀνθρώπους πολλὰ ἔχομεν κοινά· τῆς φύσεως ἡμῖν τῆς αὐτῆς μετέχουσι, τὴν αὐτὴν γῆν οἰκοῦσι, καὶ ταῖς αὐταῖς τρέφονται τροφαῖς, τὸν αὐτὸν ἔχουσι ∆εσπότην, τοὺς αὐτοὺς ἐδέξαντο νόμους. Μὴ τοίνυν ταῦτα λέγωμεν, ἀλλὰ τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι καὶ καταλλάττειν τοὺς μαχομένους· καὶ τί λέγω μάχην; εἰ καταπεσόντα ἴδοιμεν ὄνον, πάντες χεῖρα ὀρέγομεν καὶ ἀναστῆσαι σπεύδομεν· τῶν δὲ ἀδελφῶν ἀπολλυμένων ἀμελεῖν καὶ πῶς οὐ δεινόν; Μὴ τοίνυν παύσῃ παραινῶν τὸν ἀδελφὸν ὁρῶν ἀπολλύμενον, κἂν λοιδορῇ, κἂν ὑβρίζῃ, κἂν ἀπειλῇ ἐχθρὸς γενέσθαι, κἂν ὁτιοῦν ἕτερον ἐπανατείνηται, πάντα φέρε γενναίως, ὅπως αὐτοῦ κερδάνῃς τὴν σωτηρίαν. Ἐὰν οὗτος ἐχθρός σου γένηται, ὁ Θεὸς ἔσται σοι φίλος, καὶ μεγάλοις σε κατὰ τὴν ἡμέραν ἐκείνην ἀμείψεται τοῖς ἀγαθοῖς. Μέγα μὲν γὰρ ἀγαθὸν καὶ τὸ ἐλεεῖν τοὺς πενομένους· ἀλλ' οὐδὲν τοιοῦτον οἷον τὸ πλάνης ἀπαλλάττειν· οὐδὲν γὰρ ψυχῆς ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας. Ὥστε κἂν μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοσοῦτον ἐργάσῃ οἷον ὁ μίαν ἐπιστρέφων ψυχήν. Ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται καὶ Πέτρον, οὐχὶ κινδυνεύων καθάπερ ἐκεῖνοι, καὶ λιμοὺς καὶ λοιμοὺς καὶ τὰ ἄλλα ὑποφέρων κακά· εἰρήνης γὰρ ὁ παρὼν καιρός· ἀλλὰ τὰ ἀπὸ τῆς προθυμίας ἐπιδεικνύμενος. Καὶ τί λέγω Πέτρον καὶ Παῦλον; στόμα ἔσται τοῦ Χριστοῦ· Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται, φησίν. Ἔξεστι τοίνυν καὶ οἴκοι καθημένοις, ταύτην τὴν ἁλείαν ἐργάζεσθαι· εἴ τις ἔχει φίλον καὶ συγγενῆ καὶ οἰκεῖον, ταῦτα ποιείτω, καὶ ἔσται κατὰ Πέτρον καὶ Παῦλον. Κἂν μὴ σήμερον πείσῃς, αὔριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν ἕξεις ἀπηρτισμένον· κἂν μὴ πάντας πείσῃς, ὀλίγους ἀπὸ τῶν πολλῶν δυνήσῃ. Καὶ γὰρ καὶ οἱ ἀπόστολοι, εἰ καὶ μὴ πάντας ἔπεισαν, ἐπεὶ πᾶσι διελέχθησαν, τὸν ἐπὶ πᾶσι μισθὸν ἐκαρπώσαντο. Μὴ τοίνυν, ἐπειδὴ πολλοὺς οὐ δύνασαι διδάξαι, καὶ τῶν ὀλίγων καταφρόνει, μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ, καὶ τῶν μικρῶν σεαυτὸν ἀφελκύσῃς. Κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ δυνηθῇς, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς. Οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθε. Καὶ γὰρ τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι οἱ διδάσκοντες, ἀλλὰ τοῦ μὴ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι μόνον ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἡμῶν μὴ παραινεσάντων, κἂν μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται κέρδος· οὕτως ἐὰν, ἡμῶν παραινεσάντων, ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων· ὁ δὲ συνεχῶς λέγων, καὶ μὴ ἀκουόμενος, εἶτα οὐ παυόμενος τοῦ λέγειν, πλείονος ἂν εἴη τιμῆς ἄξιος, διὰ τὸ τῷ Θεῷ δοκοῦν καὶ μηδενὸς προσέχοντος, τὸ αὐτοῦ πληρῶν πᾶν. Ἀλλ' εἰ καὶ ἡμῖν ὁ μισθὸς μείζων ἐκ τῆς ὑμετέρας παρακοῆς, ὅμως ἐπιθυμοῦμεν τοῦτον ἐλαττωθῆναι μᾶλλον, καὶ τὴν ὑμετέραν αὐξηθῆναι σωτηρίαν, μισθὸν μέγαν τὴν ὑμετέραν εὐδοκίμησιν εἶναι νομίζοντες. Ἂν τοίνυν ἴδῃς τινὰ δεόμενον ψυχικῆς ἢ σωματικῆς θεραπείας, μὴ λέγε πρὸς ἑαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτὸν οὐκ ἐθεράπευσεν; ἢ, ὅτι Ἐγὼ κοσμικός εἰμι, γυναῖκα ἔχω καὶ παιδία· ταῦτα τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν. Εἰπὲ δή μοι, ἐὰν εὕρῃς χρυσίον κείμενον, μὴ λέγεις πρὸς ἑαυτὸν, Τίνος ἕνεκεν ὁ δεῖνα καὶ δεῖνα αὐτὸ οὐκ ἀνείλοντο; οὐδαμῶς· ἀλλὰ σπουδάζεις πρὸ τῶν ἄλλων διαρπάσαι. Οὕτω καὶ ἐπὶ τῶν πεπτωκότων ἀδελφῶν λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ὁ γὰρ ἐξάγων τίμιον ἐξ ἀναξίου, φησὶν, ὡς στόμα μου ἔσται. Καὶ τί τούτου γένοιτ' ἂν ἴσον; ὃ γὰρ οὔτε νηστεία, οὔτε χαμευνία, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ. Μὴ γὰρ ἐγὼ ταῦτα ἐπαγγέλλομαι· αὐτὸς ὁ Θεὸς τοῦτο εἶπεν· Ὅτι κἂν ἕνα τινὰ ἐξαγάγῃς, φησὶν, ὡς στόμα μου ἔσται τὸ στόμα σου. Μὴ τοίνυν παριόντες λέγωμεν, Τίνες ἥμαρτον; ἀλλὰ σπουδάσωμεν, ὅπως αὐτοὺς διορθώσωμεν· καὶ μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλ' ἐκεῖνο σκοπήσωμεν, ὅπως αὐτοὺς ἀπαγάγωμεν. Τὸ μὲν γὰρ πρὸ τῆς ἁμαρτίας ἀσφαλίζεσθαι τοὺς ἀδελφοὺς μὴ πεσεῖν, οὐκ ὀλίγην ἡμῖν προξενεῖ σωτηρίαν· τὸ δὲ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὴν τὴν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν, οὐ μικρὸν καὶ τοῦτο παρέχει τὸν ἔπαινον. Καὶ γὰρ καὶ ἰατροὶ λέγουσι μὲν καὶ ὑγιαίνουσι τοῖς ἀνθρώποις ἃ δύναται τὴν ὑγίειαν διατηρῆσαι αὐτοῖς, καὶ πᾶσαν ἀποκρούσασθαι νόσον· ἀμελήσαντας δὲ τῶν ἐπιταγμάτων καὶ ἀῤῥωστίᾳ περιπεσόντας οὐ παρορῶσιν, ἀλλὰ καὶ πολλὴν τότε μάλιστα ἐπιδείκνυνται πρόνοιαν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῶν νοσημάτων. Καὶ σὺ τοίνυν, ὅταν ἀδελφὸν δέῃ διορθῶσαι, κἂν τὴν ψυχὴν ἐπιδοῦναι δέῃ, μὴ παραιτήσῃ. Ὁ ∆εσπότης ἡμῶν δι' ἡμᾶς ἀπέθανε· σὺ δὲ οὐδὲ λόγον προΐεσαι; καὶ ποίαν ἕξεις συγγνώμην, ποίας ἀπολογίας τεύξῃ; πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν; Εἴθε μοι δυνατὸν ἦν τούτους εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιησάμην διόρθωσιν. Εἰπὲ δή μοι, εἴ τινα εἶδες ἀπαγόμενον δικαίᾳ ψήφῳ καταδικασθέντα, εἶτα κύριος ᾖς ἐξαρπάσαι τῶν τοῦ δημίου χειρῶν· οὐκ ἂν ἅπαντα ἔπραξας, ὥστε αὐτὸν ἀπαλλάξαι τῆς ἀπαγωγῆς; Τὸν δὲ ἀδελφὸν ὁρῶν οὐχ ὑπὸ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον, οὐδὲ συμβουλὴν προέσθαι ὑπομένεις, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ χαλεποῦ τούτου θηρίου; καὶ ποίας ἂν τύχοις συγγνώμης; Ἀλλ' ἰσχυρότερός σου καὶ δυνατώτερός ἐστιν; Ἐμοὶ δῆλον αὐτὸν κατάστησον, αἱρήσομαι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον, ἢ τῶν ἱερῶν αὐτὸν ἀφεῖναι ἐπιβῆναι προθύρων. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστὸν, ἡμᾶς δὲ αὐτοὺς ἀπ' ἐναντίας περὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων; Καὶ γὰρ εἴ τις ἔξωθέν ποθεν ἡμῖν ἐπιστὰς, καὶ τοῦ Χριστοῦ τὰ προστάγματα, καὶ τῆς πολιτείας τῆς ἡμετέρας καταμάθοι τὴν σύγχυσιν καλῶς, οὐκ οἶδα τίνας ἑτέρους μᾶλλον ἡμῶν ἐχθροὺς ὑπολήψεται εἶναι τοῦ Χριστοῦ. Καθάπερ γὰρ ἐσπουδακότες τὴν ἐναντίαν αὐτοῦ ἐλθεῖν τοῖς ἐπιτάγμασιν, οὕτω ταύτην ὡδεύσαμεν τὴν ὁδόν. Ὅταν γὰρ ἃ μὲν ἐπιτάττῃ ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύῃ, χαλεπὰ καὶ ἐπίπονα· ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττωμεν· ἆρα οὐχὶ φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς ὡς ἐχθρούς; Ἀλλ' ὥσπερ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν, δι' ὧν αὐτοὶ γεγόνασιν ἀγαθοί· οὕτω καὶ τοῖς πονηροῖς ἔθος ταῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι' ὧν αὐτοὶ γεγόνασι φαῦλοι (ἓν γὰρ αὐτὸ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστι)· καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τίς ὑμῶν, εἰπέ μοι, ἐν οἰκίᾳ γενόμενος πυκτίον ἔλαβε Χριστιανικὸν μετὰ χεῖρας, καὶ τὰ ἐγκείμενα ἐπῆλθε, καὶ ἠρεύνησε τὴν Γραφήν; Οὐδεὶς ἂν ἔχοι ταῦτα εἰπεῖν· ἀλλὰ πεττοὺς μὲν καὶ κύβους παρὰ τοῖς πλησίον εὑρήσομεν, βιβλία δὲ οὐδαμοῦ, ἀλλὰ παρ' ὀλίγοις· καὶ οὗτοι δὲ τοῖς οὐκ ἔχουσιν ὁμοίως διάκεινται, δήσαντες αὐτὰ καὶ ἀποθέμενοι ἐν κιβωτίοις διαπαντός· καὶ ἡ πᾶσα αὐτοῖς σπουδὴ, περὶ τὴν τῶν ὑμένων λεπτότητα, καὶ τὸ τῶν γραμμάτων κάλλος, οὐ περὶ τὴν ἀνάγνωσιν. Οὐ γὰρ ὑπὲρ ὠφελείας ἢ κέρδους τὴν κτῆσιν αὐτῶν πεποίηνται, ἀλλὰ πλούτου καὶ φιλοτιμίας ἐπίδειξιν ποιούμενοι, περὶ ταῦτα ἐσπουδάκασι. Τοσαύτη τῆς κενοδοξίας ἡ ὑπερβολή. Οὐδενὸς γὰρ ἀκούω φιλοτιμουμένου, ὅτι οἶδε τὰ ἐγκείμενα, ἀλλ' ὅτι χρυσοῖς ἔχει γράμμασιν ἐγγεγραμμένα. Ὁ εὐνοῦχος ἐκεῖνος βάρβαρος ὢν, καὶ μυρίαις συνεχόμενος φροντίσιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον πόσην ἐν οἴκῳ διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν οὐκ ἀφίστατο τῆς ἀναγνώσεως. πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι, τῆς κατὰ ψυχὴν ὑγείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Τίνος γὰρ ἕνεκεν πολλάκις ὑμῖν ζητήματα κινοῦντές τινα, τὴν λύσιν αὐτῶν οὐκ ἐπάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διαπαντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῦ νοήματος· ὅπερ ποιοῦσιν αἱ περιστεραί. Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένωσι, τῷ οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος, καὶ ἐπιδεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, λαμβάνοντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, καλοῦμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὰν δὲ προσέλθητε καὶ προσδοκήσητε δέξασθαι, ἀφίεμεν ῥήματα, ὥστε ὑμᾶς δι' ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. Καὶ καθάπερ οἱ κιθαρῳδοὶ τοὺς δακτύλους τῶν μαθητῶν αὐτῶν λαμβάνοντες, ἡρέμα τοῖς φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας παιδεύουσι, διδάσκοντες ἐκ τῶν ἀφώνων δακτύλων τε καὶ νεύρων πάσης φωνῆς ἡδεῖάν τε καὶ γλυκυτέραν κατασκευάζειν φωνήν· οὕτω δὴ καὶ ἡμεῖς ποιοῦμεν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος· καὶ ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει· καίτοι γε οἱ αὐτοὶ δάκτυλοι καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν· ἐπέρχονται μὲν πολλοὶ τὰ θεῖα λόγια, ἀλλ' οὐ πάντες κερδαίνουσιν, οὐδὲ καρποῦνται πάντες· τὸ δὲ αἴτιον, ἐπειδὴ οὔτε τοῖς εἰρημένοις ἐμβαθύνουσιν, οὔτε μετὰ τέχνης τῆς κιθάρας ἅπτονται. Ὃ γὰρ ἐπὶ τῆς κιθαρωδίας ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Καὶ καθάπερ ἐπὶ τῶν ἀῤῥωστούντων οὐκ ἀναγκαῖον σύντομον καὶ ἐσχεδιασμένην παραθεῖναι τράπεζαν, ἀλλὰ δεῖ παρασκευάσαι τὰ σιτία, ἵνα, ἂν τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἂν ἐκεῖνο μὴ προσίηται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, ἐπιλάβηται θατέρου, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον τῆς γνώμης θεραπεύσωμεν· οὕτω καὶ ἐπὶ τῆς πνευματικῆς ἑστιάσεως χρὴ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν· ἵνα ἐκ ποικίλων καὶ πολλῶν παραδειγμάτων
ῥᾳδία γένηται ὑμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Μὴ δὴ βαρύνεσθε τὴν παραίνεσιν· εἰ γὰρ βαρύνεσθαι ἔδει, ἐμὲ ἔδει τὸν πολλάκις λέγοντα καὶ οὐκ ἀκουόμενον, οὐχὶ δὲ ὑμᾶς τοὺς ἀεὶ μὲν ἀκούοντας, ἀεὶ δὲ παρακούοντας. Ἢ οὐκ οἴδατε, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες, καὶ τὸ εἶναι ἄνθρωποι διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς εὐγενείας αὐτῆς ἐξέπεσον; Ὁ μεγαλοφωνότατος Ἡσαΐας, εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ τοῖς θείοις προσέχων λογίοις, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. ∆ιὰ τοῦτο, ἐπειδὴ ἦλθε καὶ οὐκ ἦν ὁ ἄνθρωπος· ἐκάλεσε καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὴ δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχουσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Καὶ ὁ Ἱερεμίας ἐν μέσῳ τῷ πλήθει τῶν Ἰουδαίων ἑστὼς ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τοῦτο σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοάς· Ἀπερίτμητα γὰρ τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναι φασὶν οἱ προφῆται· τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκροωμένων, ἀλλ' οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων; Οὐδὲ γὰρ, εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν ἔχοι, οὗτος ἄνθρωπος· ἀλλ', εἴ τις ψυχὴν ἀνθρώπου καὶ διάθεσιν ἔχοι. Οἶδα ὅτι πολλοὶ ἀηδῶς τῶν περὶ νουθεσίας ἀκούουσι λόγων· ἀλλὰ τί τὸ κέρδος τῆς σιγῆς; κἂν γὰρ σιγήσω καὶ μηδὲν ἐνοχλήσω διὰ ῥημάτων, ἀδύνατον διὰ τῆς σιγῆς ταύτης τῆς κολάσεως ἀπαλλάξαι ὑμᾶς· ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐντεῦθεν γίνεται· ἐπιτείνεται τὰ τῆς τιμωρίας, καὶ οὐχ ὑμῖν μόνον, ἀλλὰ καὶ ἐμοὶ προξενεῖ τὴν κόλασιν ἡ τοιαύτη σιγή. Τίς οὖν ἡ τῶν ῥημάτων χάρις, ὅταν εἰς τὰ ἔργα μὴ βοηθῇ, ἀλλὰ καὶ καταβλάπτῃ; τί τὸ κέρδος εὐφρᾶναι λόγῳ, καὶ λυπῆσαι πράγματι; τέρψαι τὴν ἀκοὴν, καὶ κολάσαι τὴν ψυχήν; ∆ιόπερ ἀναγκαῖον ἐνταῦθα λυπεῖν, ἵνα μὴ τὴν ἐσχάτην ἀποδῶμεν ἐκεῖ τιμωρίαν, καὶ τὴν ἀνύποιστον ὑποστησώμεθα κόλασιν. Οὐ τοίνυν δυσχεραίνειν ὑπὲρ τῶν εἰρημένων χρὴ, ἀλλ' ἀποδέχεσθαι καὶ ἐπαινεῖν. Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀνέχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦμαι, ἀλλ' ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμενα, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ πανταχοῦ τοῖς ἀκροαταῖς ἐκζητοῦντα, ἢ τὴν τῶν ἀκουόντων ὑπιδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι σωτηρίαν διὰ τῆς ἀκαίρου ταύτης χάριτος. Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνων ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν καὶ τούτων πάλιν παρέξομαι μάρτυρα. ∆ιὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρησμοί τινες εἰσὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα· οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλὰ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι' ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖνος εἶπεν. Τί τοίνυν φησί; Καθαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. ∆ιὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ. Ὡς, εἰ ὑπεστείλατο τοῦ μὴ ἀναγγεῖλαι, οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος, ἀλλ' ὡς ἀνδροφόνος ἐκρίνετο· καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὸ σῶμα ἀναιρεῖ μόνον, καὶ τῷ παρόντι παραδίδωσι θανάτῳ· ὁ δὲ πρὸς χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι, καὶ πρὸς ἀθανάτους παραπέμπει κολάσεις καὶ τιμωρίας. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπάνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ διαλεγομένῳ περὶ τῆς τοῦ Θεοῦ συνεχῶς ὀργῆς. τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Εἰ μὲν γὰρ ἐγὼ σιγήσας ἀπέκρυπτον τῇ σιγῇ τὰ ἁμαρτήματα, καλῶς ἐδυσχέρανεν ἕκαστος, καὶ ἠγανάκτει δικαίως, μὴ σιγῶντος ἐμοῦ· εἰ δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ' ἄν; Ὁ πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ὁρῶν, κἂν ἐγκωμιάζῃ αὐτὸν, οὐ μόνον οὐκ ἐγκαλεῖσθαι ἄξιος, ἀλλὰ καὶ στεφανοῦσθαι· κἂν σιγᾷ, τότε ἐγκαλεῖσθαι. Ἐπεὶ καὶ ὁ ∆αυῒδ, εἰ ἐσίγησεν ἐπὶ τοῦ Γολιὰθ, οὐκ ἂν εἴασαν αὐτὸν ἐξελθεῖν εἰς τὴν παράταξιν, οὐδὲ τὸ λαμπρὸν ἐκεῖνο στῆσαι τρόπαιον. ∆ιὰ τοῦτο καὶ ἤδη διελέχθην ὑμῖν πολλάκις, καὶ νῦν προλέγω, οὐκέτι παραινῶν, ἀλλ' ἐπιτάττων καὶ παραγγέλλων· ὁ βουλόμενος ἀκουέτω, ὁ δὲ μὴ βουλόμενος, ἀπειθείτω· ὅτι ἂν ἐπιμείνητε τοῖς παρ' ὑμῶν γινομένοις κακοῖς, οὐκ ἀνέξομαι, οὐδὲ δέξομαι ὑμᾶς, οὐδὲ ἀφήσω τῶν οὐδῶν ἐπιβῆναι τούτων. Τί γάρ μοι δεῖ πλήθους νοσούντων; ∆ώδεκα ἦσαν οἱ μαθηταὶ, καὶ ἄκουσον τί φησιν ὁ Χριστὸς πρὸς αὐτούς· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; Ἂν γὰρ δι' ὅλου κολακεύωμεν, πότε ἀνακτησόμεθα, πότε ὠφελήσομεν; Ἀλλ' εἰσὶ, φησὶν, αἱρέσεις πολλαὶ, καὶ μετατίθενται. Ψυχρὸς οὗτος ὁ λόγος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ἐπεὶ καὶ σὺ τί βούλει, εἰπέ μοι, μυρίους δραπέτας ἔχειν καὶ κλέπτας οἰκέτας, ἢ ἕνα εὔνουν; Ὁ βουλόμενος ἀποπηδάτω, οὐκ ἀνέχομαι οὐδενός. Ταῦτα τὰ ῥήματα τὰ πάντα διέφθειρεν· ἵνα ἀπέλθῃ, φησὶ, καὶ μετατεθῇ πρὸς ἑτέραν αἵρεσιν Ἀσθενής ἐστι, συγκατάβηθι. Μέχρι τίνος; μέχρι πότε; ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ διαπαντός; Ἰδοὺ παρεγγυῶ πάλιν καὶ διαμαρτύρομαι κατὰ τὸν μακάριον Παῦλον, ὅτι, Ἂν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι. Καὶ ὅταν μέλλω κρίνεσθαι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, μακρὰν καὶ ὑμεῖς στήσεσθε καὶ ἡ παρ' ὑμῶν χάρις, ἐμοῦ τὰς εὐθύνας παρέχοντος. Ὥστε συμφέρει δάκνεσθαι διὰ τῆς τῶν ῥημάτων ἀλγηδόνος τοὺς ἁμαρτάνοντας, ἵνα τῆς διὰ τῶν πραγμάτων αἰσχύνης ἀπαλλαγῶσιν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις, καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινὸν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ' ὅτι τοιαύτην μὴ ἔχοντες, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην ἁγνὴν προσερχόμεθα. Οἶδα ὅτι δάκνει τὰ ῥήματα· ἀλλὰ τί πάθω; εἰ μὴ πικρὰ ἐπιθῶμεν τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμεν, ὑμεῖς τὴν ὀδύνην οὐ φέρετε. Στενά μοι πάντοθεν. Πλὴν ἀλλὰ ἀναγκαῖον ἀνασχεῖν τὴν χεῖρα λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων. Ἂν δὲ ἀδιόρθωτοι μείνωμεν, εἰς αὐτὰς τὰς τοῦ κριτοῦ παραδοθησόμεθα χεῖρας· ἴστε δὲ πάντως, ὡς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Καὶ γὰρ ὁ μηδὲν κατωρθωκὼς ὅλως ῥᾳθυμεῖ καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ, ὅτι μίαν γοῦν ἐντολὴν ἐπλήρωσέ τινα, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν· εἶτα ἑτέραν προσλαβὼν ἐφ' ἑτέραν ἀποστήσεται. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων ὅσῳπερ ἄν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται· πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν κατορθωμάτων τοῦτο συμβαῖνον ἴδοι τις ἄν.∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, τούτων μου τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ἡμέραν μέμνησθε μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε. Εἴθε μοι δυνατὸν ἦν ὑμῖν ἀεὶ συγγίνεσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε κατηγορίας· νῦν δὲ, ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ' ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων· καὶ ἐπὶ τραπέζης καθήμενοι, ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν, ἅπερ ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος γένηται ὑμῖν, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς· καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Καὶ τοῦτο δὲ παραινοῦμεν, οὐ τοῖς κακῶς μόνον λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι διαλεγομένων ἑτέρων, τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν προφήτην μιμεῖσθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ εἰπὲ πρὸς τὸν κατηγοροῦντα. Εἰ εἶχες ἐπαινέσαι τινὰ καὶ ἐγκωμιάσαι, ἤνοιξα ἂν τὰς ἀκοὰς, καὶ ἐδεξάμην τὸν λόγον· ἂν δὲ κακῶς θέλῃς εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Τί γάρ μοι κέρδος μαθεῖν ὅτι πονηρὸς ὁ δεῖνα; Μέγιστον μὲν οὖν ἀπὸ τούτου βλάβος καὶ ἐσχάτη ζημία. Ποίαν γὰρ ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, ὅταν τὰ ἡμέτερα μηδὲ εἰς νοῦν λαμβάνοντες, οὕτω τὰ ἀλλότρια πολυπραγμονῶμεν καὶ περιεργαζώμεθα; Βέλτιον γὰρ ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων, οὐ δυνήσεται τὴν οὖσαν ῥᾳδίως δέξασθαι· ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν. Καὶ εἴ τινα ἴδῃς σκεύη κατασκευάσαντα ἱερὰ, ἢ ἄλλον τινὰ ἐκκλησίας κόσμον περὶ τοίχους καὶ ἔδαφος, μὴ κέλευε πραθῆναι ἢ ἀνατραπῆναι τὸ γινόμενον, ἵνα μὴ πηρώσῃς αὐτοῦ τὴν προθυμίαν· ἂν δὲ πρὶν ἢ κατασκευάσαι τις ἔρηται, κέλευε δοθῆναι πτωχοῖς. Καταφρόνει δὲ καὶ τῶν τοῦ βίου τερπνῶν ὡς οὐ μενόντων, καὶ τῶν λυπηρῶν ὡς οὐ βλαπτόντων. Ὡς γὰρ οἱ ἐπ' ἀλλοτρίᾳ διατρίβοντες πάντα ποιοῦσι καὶ πραγματεύονται πρὸς τὴν ἐπὶ τὴν πατρίδα κατάστασιν, καὶ καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν, τὴν ἐνεγκοῦσαν ἰδεῖν· οὕτω καὶ ὁ τῶν μελλόντων ἐρῶν, οὔτε τοῖς λυπηροῖς παροῦσι ταπεινωθήσεται, οὔτε τοῖς χρηστοῖς ἐπαρθήσεται, ἀλλ' ἑκάτερα παραδραμεῖται, καθάπερ ὁδὸν βαδίζων. Οὕτω τοίνυν καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων. Ταῦτα δὲ λέγω, οὐ τῆς παρούσης ζωῆς κατηγορῶν· μὴ γένοιτο· καὶ γὰρ καὶ τοῦτο ἔργον Θεοῦ· ἀλλὰ πρὸς τὸν ἔρωτα τῶν μελλόντων ὑμᾶς ἀλείφων, ὥστε μὴ ἐμφιλοχωρεῖν τοῖς παροῦσι, μηδὲ προσηλῶσθαι τῷ σώματι, μηδὲ κατὰ τοὺς μικροψύχους τῶν πολλῶν διακεῖσθαι, οἳ κἂν μυρία ζήσωσιν ἔτη, ὀλίγα ταῦτα εἶναί
φασιν· ὧν τί γένοιτ' ἂν ἀλογώτερον; εἰ οὐρανοῦ προκειμένου, καὶ τῶν ἐν τοῖς οὐρανοῖς ἀγαθῶν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, πρὸς τὰς σκιὰς κεχήνασι· καὶ τὸν εὔριπον τοῦ παρόντος διαπερᾷν οὐ βούλονται βίου, κύμασι διηνεκέσι καὶ χειμῶνι καὶ ναυαγίοις ἐγκαλινδούμενοι. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως, ἀλλ' ἔσπευδε καὶ ἠπείγετο· καὶ ἓν αὐτὸν κατεῖχε μόνον, ἡ τῶν ἀνθρώπων σωτηρία, καὶ τὸ μὴ τῆς βασιλείας τοῦ Θεοῦ αὐτοὺς ἐκπεσεῖν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |