ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λʹ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις.

Δευτέρα 31 Οκτωβρίου 2016

Λʹ. Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν τοῖς ἁγίοις.



Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Λʹ Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ, διακονῶν  τοῖς ἁγίοις. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν  τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. Εὐ δόκησαν γὰρ, καὶ ὀφειλέται  αὐτῶν εἰσιν.


 αʹ. Ἐπειδὴ εἶπεν, ὅτι Τόπον οὐκ ἔτι ἔχω ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν  ἔχω ἐκ πολλῶν  ἐτῶν ἐλθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει  καὶ  τὴν  αἰτίαν,  δι'  ἣν  ἀναβάλλεται  τέως,  καί  φησιν,  ὅτι  Πορεύομαι εἰς Ἱεροσόλυμα. Καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελλήσεως, διὰ δὲ τούτων καὶ ἕτερόν  τι  κατασκευάζει,  τὸ  προτρέψαι  ἐκείνους  εἰς  ἐλεημοσύνην,  καὶ σπουδαιοτέρους ποιῆσαι· ἐπεὶ εἰ μὴ τοῦτο ἐσπούδαζε κατορθῶσαι, ἤρκει εἰπεῖν, ὅτι Πορεύομαι εἰς  Ἱερουσαλήμ· νυνὶ  δὲ  καὶ  τὴν  αἰτίαν  προστίθησι τῆς  ἀποδημίας· Πορεύομαι γὰρ, φησὶ, διακονῶν τοῖς ἁγίοις. Καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι Ὀφειλέται εἰσὶ, καὶ ὅτι, Εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι· ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν.


 ∆ιὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι χρὴ, ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν· οὕτω γὰρ μᾶλλον ἠνείχοντο ἢ ἐν τάξει παραινέσεως εἰπεῖν. Καὶ γὰρ ἔδοξαν  ἂν  ὑβρίζεσθαι, εἰ εἰς προτροπὴν  αὐτῶν  Κορινθίους παρῆγεν  εἰς μέσον καὶ Μακεδόνας. ∆ιὰ δὴ τοῦτο  ἐκεῖ  ἐκείνους  μὲν  οὕτω  προτρέπει, λέγων· Γνωρίζω  δὲ  ὑμῖν   τὴν  χάριν   τοῦ  Θεοῦ  τὴν  δεδομένην   ταῖς  Ἐκκλησίαις  τῆς Μακεδονίας· καὶ Μακεδόνας δὲ διὰ τούτων  πάλιν· Ὁ γὰρ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς  πλείονας.  Καὶ διὰ  Γαλατῶν  δὲ  ὁμοίως  τοῦτο  ποιεῖ,  ὡς  ὅταν  λέγῃ·  Ὥσπερ διέταξα ταῖς Ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· ἐπὶ δὲ Ῥωμαίων οὐχ οὕτως, ἀλλ' ὑπεσταλμένως μᾶλλον. Ποιεῖ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κηρύγματος, ὡς ὅταν λέγῃ· Ἢ ἀφ' ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; οὐδὲν  γὰρ  οὕτως,  ὡς  ζῆλος,  ἰσχυρόν.  ∆ιὸ  πολλαχοῦ  αὐτὸ  τίθησι·  καὶ  γὰρ  καὶ ἀλλαχοῦ  φησι, Καθὼς ἐν πάσαις ταῖς Ἐκκλησίαις διατάσσομαι· καὶ πάλιν,  Καθὼς πανταχοῦ   ἐν  πάσῃ  Ἐκκλησίᾳ  διδάσκω.  Καὶ Κολοσσαεῦσι δὲ  ἔλεγεν,  ὅτι  Ἐστὶ καρποφορούμενον καὶ αὐξανόμενον τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἐν παντὶ κόσμῳ. Τοῦτο δὴ καὶ ἐνταῦθα  ποιεῖ  ἐπὶ  τῆς  ἐλεημοσύνης. Καὶ σκόπει πῶς  μεγαλοπρεπῶς  ταῖς λέξεσι κέχρηται· οὐ γὰρ εἶπε, Πορεύομαι ἐλεημοσύνην ἀποφέρων, ἀλλὰ, ∆ιακονῶν. Εἰ δὲ Παῦλος διακονεῖ,  ἐννόησον  ἡλίκον  τὸ γενόμενον,  ὅταν  ὁ τῆς  οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν, καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν,  τοῦτο ἐκείνου  προτιμᾷ. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα, τουτέστιν,  ἐδοκίμασαν,  ἐπεθύμησαν,  κοινωνίαν   τινά.  Πάλιν  οὐκ  εἶπεν Ἐλεημοσύνην, ἀλλὰ Κοινωνίαν. Τὸ δὲ, Τινὰ, οὐχ ἁπλῶς τέθεικεν, ἀλλ' ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. Καὶ οὐκ εἶπεν ἁπλῶς, Εἰς τοὺς πτωχοὺς, ἀλλ' Εἰς τοὺς πτωχοὺς τῶν ἁγίων· διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς καὶ τὴν ἀπὸ τῆς πενίας. Καὶ οὐδὲ τούτῳ μόνον ἠρκέσθη, ἀλλ' ἐπήγαγεν, ὅτι Ὀφειλέται εἰσίν. Εἶτα δείκνυσι  πῶς  ὀφειλέται.  Εἰ γὰρ τοῖς πνευματικοῖς  ἐκοινώνησαν  αὐτῶν,  φησὶ, τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὃ δὲ λέγει, τοῦτό ἐστι·
∆ι'  αὐτοὺς ἦλθεν ὁ Χριστὸς, αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα  τοῖς ἐξ Ἰουδαίων,  ἐξ αὐτῶν  ὁ Χριστός· διὸ καὶ ἔλεγεν,  Ἐκ τῶν  Ἰουδαίων  ἐστὶν ἡ σωτηρία· ἐκεῖθεν  οἱ ἀπόστολοι, ἐκεῖθεν  οἱ προφῆται,  ἐκεῖθεν  τὰ ἀγαθὰ πάντα.  Τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. Εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε, φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε τῶν προκειμένων  κατὰ  τὴν  τοῦ εὐαγγελίου  παραβολήν· ὀφείλετε  καὶ τῶν  σαρκικῶν κοινωνῆσαι καὶ μεταδοῦναι αὐτοῖς. Καὶ οὐκ εἶπε, Κοινωνῆσαι, ἀλλὰ Λειτουργῆσαι· ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων  φόρους. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς σαρκικοῖς ὑμῶν,  ὥσπερ, Ἐν τοῖς πνευματικοῖς  αὐτῶν· τὰ μὲν γὰρ πνευματικὰ ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνον, ἀλλὰ κοινὰ πάντων· τὰ γὰρ χρήματα   πάντων   ἐκέλευσεν  εἶναι,   οὐχὶ   τῶν   κεκτημένων   μόνον.   Τοῦτο  οὖν ἐπιτελέσας,  καὶ  σφραγισάμενος  αὐτοῖς  τὸν  καρπὸν  τοῦτον·  τουτέστιν,  ὡς  εἰς βασιλικὰ ταμιεῖα ἐναποθέμενος,  ὡς ἐν ἀσύλῳ καὶ ἀσφαλεῖ χωρίῳ· καὶ οὐκ εἶπεν,
Ἐλεημοσύνην, ἀλλὰ  πάλιν,  Τὸν καρπόν· δεικνὺς  κερδαίνοντας  τοὺς παρέχοντας. Ἀπελεύσομαι δι' ὑμῶν εἰς Σπανίαν. Πάλιν μέμνηται τῆς Σπανίας, δεικνὺς τὸ ἄοκνον καὶ  τὸ  περὶ ἐκείνους  θερμόν. Οἶδα δὲ, ὅτι  ἐρχόμενος  πρὸς ὑμᾶς, ἐν  πληρώματι  εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. Τί ἐστιν, Ἐν πληρώματι εὐλογίας; Ἤτοι περὶ χρημάτων  φησὶν, ἢ περὶ πάντων  ἁπλῶς τῶν κατορθωμάτων.  Εὐλογίαν γὰρ, ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν· ὡς ὅταν λέγῃ, Ὡς εὐλογίαν, μὴ ὡς
πλεονεξίαν· καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. Ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε, Τοῦ Εὐαγγελίου, διὰ τοῦτό φαμεν οὐ περὶ χρημάτων  μόνον εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων  ἁπάντων·  ὡσανεὶ εἶπεν, Οἶδα δὲ, ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας,  καὶ κομῶντας  τοῖς ἀγαθοῖς, καὶ μυρίων  ἐπαίνων ἀξίους  τῶν  κατὰ  τὸ  εὐαγγέλιον.  Καὶ τοῦτο  δὲ  εἶδος  συμβουλῆς  θαυμαστὸν,  τὸ προκαταλαμβάνειν   αὐτοὺς   τοῖς   ἐγκωμίοις.   Ὅταν   γὰρ   παραιτῆται   ἐν   τάξειπαραινέσεως  τοῦτο  ποιεῖν,   ἐπὶ  τοῦτον   ἔρχεται  τῆς  διορθώσεως  τὸν   τρόπον. Παρακαλῶ δὲ ὑμᾶς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος. βʹ. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται, καὶ οὐδαμῶς μέμνηται  τοῦ  Πατρός. Ταῦτα  δὲ  εἶπον,  ἵν' ὅταν  ἴδῃς  αὐτὸν  Πατρὸς καὶ  Υἱοῦ μεμνημένον,  ἢ  Πατρὸς μόνου,  μήτε  Υἱὸν  μήτε  Πνεῦμα  ἀθετῇς.  Καὶ οὐκ  εἶπε, Πνεύματος, ἀλλ' Ἀγάπης Πνεύματος. Καθάπερ γὰρ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. Τί δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι; Συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων  ἐν τῇ Ἰουδαίᾳ. Μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο· διὸ καὶ τὰς εὐχὰς αὐτῶν καλεῖ. Καὶ οὐκ εἶπεν, Ἵνα συμπλακῶ, ἀλλ' Ἵνα ῥυσθῶ· ὡς ὁ Χριστὸς ἐκέλευσεν, Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Ταῦτα δὲ λέγων, ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. Ἀπὸ δὲ τούτου καὶ ἕτερον παρεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις, εἴ γε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. Οἱ γὰρ μεταξὺ τοσούτων ὄντες  πολεμίων,  καὶ λιμῷ  ἀπόλλυσθαι  ἔμελλον·  διὸ ἀναγκαίως  ἑτέρωθεν  αὐτοῖς ἐκομίζετο. Καὶ ἵνα ἡ διακονία μου ἐν Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· τουτέστιν,  ἵνα  δεκτή  μου γένηται  ἡ θυσία, ἵνα  μετὰ προθυμίας  ὑποδέξωνται  τὰ διδόμενα. Ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων,  εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου, εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; Ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. Ὅταν γὰρ μετὰ ἀνάγκης τις παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. Ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ. Ὥσπερ ἀρχόμενος ἔλεγεν, Εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτὸ καταφεύγει θέλημα, καί φησιν, ὅτι ∆ιὰ τοῦτο ἐπείγομαι, καὶ ῥυσθῆναι ἐκεῖθεν  εὔχομαι,  ἵνα  ταχέως  ὑμᾶς  ἴδω,  καὶ  ἴδω  μεθ' ἡδονῆς,  μηδεμίαν  ἐκεῖθεν ἐπισυρόμενος  ἀθυμίαν.  Καὶ συναναπαύσωμαι  ὑμῖν.  Ὅρα πῶς  πάλιν  τὸ  ἄτυφον δείκνυσιν. Οὐ γὰρ εἶπε, Ἵνα διδάξω ὑμᾶς καὶ κατηχήσω, ἀλλ', Ἵνα συναναπαύσωμαι ὑμῖν. Καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος, καὶ πυκτεύων· πῶς οὖν φησι, Συναναπαύσωμαι; Χαριζόμενος αὐτοῖς  κἀν  τούτῳ,  καὶ προθυμοτέρους  ποιῶν  τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων καὶ δεικνύναι καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. Εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων· Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν. Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν  ἀδελφὴν,  διάκονον  οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Ὅρα διὰ πόσων αὐτὴν  σεμνύνει·  καὶ γὰρ πρὸ τῶν  ἄλλων  αὐτῆς  ἐμνήσθη  πάντων,  καὶ ἀδελφὴν ἐκάλεσεν· οὐ  μικρὸν  δὲ  Παύλου κληθῆναι  ἀδελφήν.  Καὶ τὸ  ἀξίωμα  προσέθηκε, διάκονον εἰπών· Ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων. Τουτέστι, διὰ τὸν Κύριον, ἵνα τιμῆς ἀπολαύσῃ παρ' ὑμῖν. Ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν  τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται· ὅταν δὲ καὶ ἁγία ᾖ, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. ∆ιὰ τοῦτο προσέθηκε, Ἀξίως τῶν ἁγίων, ὡς δεῖ τοὺς  τοιούτους  ὑποδέχεσθαι.  ∆ιπλῆν  γὰρ  ἔχει  ἀφορμὴν  τοῦ  θεραπευθῆναι  παρ' ὑμῶν, καὶ τὸ διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ αὐτὴν ἁγίαν εἶναι. Καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν πράγματι χρῄζῃ. Εἶδες τὸ ἀνεπαχθές; Οὐδὲ γὰρ εἶπεν, Ἵνα ἀπαλλάξητε, ἀλλ', Ἵνα τὰ παρ'ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε, καὶ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ· οὐκ ἐν οἷς ἂν ᾖ πάντως, ἀλλ' ἐν οἷς ἂν ὑμῶν δέηται· δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἂν ὑμεῖς ἦτε κύριοι. Εἶτα πάλιν  ὁ ἔπαινος  ἄφατος· Καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ. Εἶδες τὴν σύνεσιν; Πρῶτον μὲν τὰ ἐγκώμια, εἶτα μέσην τὴν παράκλησιν, εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν, ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς τῆς μακαρίας ἐκείνης. Πῶς γὰρ οὐ μακαρία ἡ τοσαύτης ἀπολαύσασα παρὰ Παύλου μαρτυρίας, ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην  διορθώσαντι; Τοῦτο γὰρ ὁ κολοφὼν  αὐτῆς τῶν  ἀγαθῶν·  διὸ καὶ ὕστερον αὐτὸ  τέθεικε  λέγων,  Καὶ αὐτοῦ  ἐμοῦ. Τί δέ ἐστι, Καὶ αὐτοῦ  ἐμοῦ; Τοῦ κήρυκος   τῆς   οἰκουμένης,   τοῦ   τοσαῦτα   παθόντος,   τοῦ   μυρίοις   ἀρκοῦντος. Μιμησώμεθα τοίνυν καὶ ἄνδρες καὶ γυναῖκες τὴν ἁγίαν ἐκείνην, καὶ τὴν μετ' αὐτὴν δὲ σὺν τῷ ἀνδρί. Τίνες δὲ οὗτοί εἰσιν; Ἀσπάσασθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν, τοὺς συλλειτουργούς μου ἐν Χριστῷ Ἰησοῦ. Τούτων τῇ ἀρετῇ καὶ ὁ Λουκᾶς μαρτυρεῖ· τοῦτο μὲν, ὅταν λέγῃ, ὅτι Ἔμεινε πρὸς αὐτοὺς ὁ Παῦλος· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην· τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλὼ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. γʹ. Μεγάλα μὲν γὰρ κἀκεῖνα· πολλῷ δὲ μείζονα, ἅ φησι Παῦλος. Τί γάρ φησι; Πρῶτον συλλειτουργοὺς αὐτοὺς καλεῖ, τῶν  ἀφάτων πόνων  καὶ τῶν κινδύνων  δεικνὺς αὐτοὺς κοινωνούς·  ἔπειτα φησιν, Ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Εἶδες μάρτυρας ἀπηρτισμένους; Καὶ γὰρ εἰκὸς  ἐπὶ  Νέρωνος  μυρίους  εἶναι  τοὺς  κινδύνους,   ὅτε  καὶ  διετάξατο  πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι  αἱ  Ἐκκλησίαι  τῶν  ἐθνῶν.   Ἐνταῦθα  τὴν  φιλοξενίαν   καὶ  τὴν  ἀπὸ  τῶν
χρημάτων λειτουργίαν αἰνίττεται, θαυμάζων αὐτοὺς, ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν οὐσίαν κοινὴν προὔθηκαν ἅπασαν. Εἶδες γυναῖκας γενναίας, οὐδὲν ἀπὸ τῆς φύσεως ἐμποδισθείσας εἰς τὸν τῆς ἀρετῆς δρόμον; Καὶ μάλα εἰκότως· Ἐν Χριστῷ γὰρ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ. Καὶ ὅπερ ἐπὶ τῆς προτέρας εἶπε, τοῦτο καὶ ἐπὶ ταύτης φησί· καὶ γὰρ καὶ περὶ ἐκείνης ἔλεγεν, Ἥτις προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ· καὶ  ἐπὶ  ταύτης  πάλιν,  ὅτι  Οὐκ ἐγὼ  μόνος  εὐχαριστῶ,  ἀλλὰ  καὶ  πᾶσαι αἱ Ἐκκλησίαι τῶν  ἐθνῶν.  Ἵνα  γὰρ μὴ δόξῃ κολακεύων  ταῦτα  λέγειν,  καὶ  ἄλλους μάρτυρας ἄγει τῶν γυναικῶν πολλῷ πλείους. Καὶ τὴν κατ' οἶκον αὐτῶν Ἐκκλησίαν. Οὕτω γὰρ ἦσαν εὐδόκιμοι, ὡς καὶ τὴν οἰκίαν ἐκκλησίαν ποιῆσαι, διά τε τοῦ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τοῦ τοῖς  ξένοις  αὐτὴν  ἀνοῖξαι  πᾶσιν. Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν  οἰκίας ἐκκλησίας καλεῖν,  εἰ μὴ πολλὴ  ἡ εὐλάβεια  καὶ πολὺς  ὁ τοῦ Θεοῦ φόβος  ἐῤῥιζωμένος  ἐν  αὐτοῖς  εἴη. ∆ιὰ τοῦτο  καὶ  Κορινθίοις ἔλεγεν,  Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, σὺν τῇ κατ' οἶκον αὐτῶν Ἐκκλησίᾳ· καὶ περὶ Ὀνησίμου δὲ γράφων  φησὶ, Παῦλος Φιλήμονι  καὶ  Ἀπφίᾳ  τῇ  ἀγαπητῇ  καὶ  τῇ  κατ' οἶκόν  σου Ἐκκλησίᾳ. Ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα θαυμαστὸν εἶναι καὶ γενναῖον.  Ἰδοὺ οὖν καὶ οὗτοι ἐν γάμῳ ἦσαν, καὶ σφόδρα ἔλαμψαν, καίτοι γε οὐδὲ τὸ ἐπιτήδευμα  αὐτῶν λαμπρὸν ἦν· σκηνοποιοὶ γὰρ ἦσαν· ἀλλ' ὅμως πάντα ἀπέκρυψεν ἡ ἀρετὴ, καὶ ὑπὲρ τὸν ἥλιον αὐτοὺς ἔδειξε· καὶ οὔτε ἡ τέχνη οὔτε ἡ συζυγία αὐτοὺς παρέβλαψεν, ἀλλὰ τὴν  ἀγάπην,  ἣν  ὁ  Χριστὸς ἀπῄτησε,  ταύτην  ἐπεδείξαντο.  Μείζονα  γὰρ  ταύτης ἀγάπην οὐδεὶς ἔχει, φησὶν, ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ. Καὶ ὃ γνώρισμά ἐστι μαθητοῦ, τοῦτο κατώρθωσαν· ἔλαβον γὰρ τὸν σταυρὸν, καὶ ἠκολούθησαν. Οἱ γὰρ ὑπὲρ τοῦ Παύλου τοῦτο ποιοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τοῦ Χριστοῦ ταύτην  ἐπεδείξαντο  τὴν  ἀνδρείαν.  Ταῦτα καὶ πλούσιοι καὶ πένητες ἀκουέτωσαν.  Εἰ γὰρ  οἱ  ἀπὸ  τῶν  χειρῶν  ζῶντες  καὶ  ἐργαστηρίου  προεστηκότες τοσαύτην ἐπεδείξαντο δαψίλειαν, ὡς Ἐκκλησίαις πολλαῖς γενέσθαι χρήσιμοι· τίνα ἂν ἔχοιεν συγγνώμην  οἱ πλουτοῦντες  καὶ τοὺς πένητας  παρορῶντες;  Ἐκεῖνοι μὲν γὰρ οὐδὲ τοῦ αἵματος ἐφείσαντο διὰ τὸ τῷ Θεῷ δοκοῦν, σὺ δὲ καὶ χρημάτων ὀλίγων φείδῃ,  πολλάκις  ὑπεριδὼν  τῆς  σεαυτοῦ ψυχῆς;  Ἀλλὰ  περὶ  μὲν  τὸν  διδάσκαλον τοιοῦτοι ἐκεῖνοι, περὶ δὲ τοὺς μαθητὰς οὐ τοιοῦτοι; Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· καὶ γὰρ αἱ Ἐκκλησίαι τῶν ἐθνῶν, φησὶν, αὐτοῖς εὐχαριστοῦσι. Καίτοι ἐξ Ἰουδαίων ἦσαν, ἀλλ'   ὅμως   οὕτως   ἐπίστευσαν   εἰλικρινῶς,   ὡς   καὶ   ἐκείνοις   μετὰ   προθυμίας διακονεῖσθαι πάσης. Τοιαύτας εἶναι χρὴ τὰς γυναῖκας, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ ἱματισμῷ πολυτελεῖ,  ἀλλὰ  τούτοις  καλλωπιζομένας  τοῖς κατορθώμασι. Ποῖα γὰρ, εἰπέ μοι, βασίλισσα οὕτως ἔλαμψε, ποία οὕτως ᾄδεται ὡς αὕτη ἡ τοῦ σκηνοποιοῦ; Καὶ ἐν τοῖς ἁπάντων  ἐστὶ στόμασιν, οὐ δέκα, οὐδὲ καὶ εἴκοσιν ἔτη, ἀλλὰ μέχρι τῆς τοῦ  Χριστοῦ παρουσίας· καὶ πάντες  αὐτὴν  ἐπὶ  τοιούτοις  ἀνακηρύττουσιν,  ἃ τοῦ διαδήματος  αὐτὴν  μᾶλλον  κοσμεῖ τοῦ  βασιλικοῦ. Τί γὰρ μεῖζον,  τί  δὲ ἴσον τοῦ προστάτιν  γενέσθαι  Παύλου, τοῦ  κινδύνοις  ἰδίοις  διασῶσαι τὸν  τῆς  οἰκουμένης διδάσκαλον; Σκόπει γοῦν καὶ ὅσαι μὲν βασιλίδες σεσίγηνται, ἡ δὲ τοῦ σκηνοποιοῦ πανταχοῦ περιφέρεται μετὰ τοῦ σκηνοποιοῦ, καὶ ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην ἐπιτρέχει καὶ ἡ δόξα τῆς γυναικὸς οἰκουμένην· καὶ Πέρσαι καὶ Σκύθαι καὶ Θρᾷκες, καὶ   οἱ   τὰς   ἐσχατιὰς   οἰκοῦντες,   ᾄδουσι  τῆς   γυναικὸς   τὴν   φιλοσοφίαν   καὶ μακαρίζουσι. Πόσον πλοῦτον, πόσα διαδήματα καὶ ἁλουργίδας οὐκ ἂν ἡδέως ἔῤῥιψας ὑπὲρ τοῦ τοιαύτην μαρτυρίαν λαβεῖν; Οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι ἐν κινδύνοις μὲν ἦσαν τοιοῦτοι, καὶ ἐν χρήμασι δαψιλεῖς, τοῦ κηρύγματος δὲ ἠμέλουν· καὶ γὰρ συνεργοὺς αὐτοὺς καὶ συλλειτουργοὺς διὰ τοῦτο καλεῖ. Καὶ οὐκ αἰσχύνεται γυναῖκα συλλειτουργὸν καλῶν, τὸ σκεῦος τῆς ἐκλογῆς, ἀλλὰ καὶ ἐγκαλλωπίζεται  τούτῳ· οὐ γὰρ τῇ φύσει προσέχει, ἀλλὰ τὴν προαίρεσιν στεφανοῖ. Τί τοῦ κόσμου τούτου ἴσον; ποῦ νῦν ὑμῖν ὁ πλοῦτος ὁ πανταχοῦ περιῤῥέων; ποῦ δὲ ὁ τῶν ὄψεων καλλωπισμός; ποῦ  δὲ  ἡ  δόξα  ἡ  κενή;  Κατάμαθε τῆς  γυναικὸς  τὸν  κόσμον,  τὸν  οὐ  σώματι περικείμενον, ἀλλὰ ψυχὴν καλλωπίζοντα,  τὸν οὐδέποτε ἀποτιθέμενον, τὸν οὐκ ἐν κιβωτίῳ κείμενον, ἀλλὰ τοῖς οὐρανοῖς ἐναποκείμενον. δʹ. Βλέπε αὐτῶν τὸν περὶ τὸ κήρυγμα πόνον, τὸν ἐν τῷ μαρτυρίῳ στέφανον, τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν, τὴν περὶ Παῦλον ἀγάπην, τὸ περὶ τὸν Χριστὸν φίλτρον· παράβαλε τούτοις τὰ σὰ, τὴν περὶ τὰ χρήματα σπουδὴν, τὴν πρὸς τὰς πορνευομένας  ἅμιλλαν,  τὴν πρὸς τὸν χόρτον φιλονεικίαν·  καὶ τότε ὄψεις τίνες μὲν ἐκεῖνοι, τίς δὲ σύ. Μᾶλλον δὲ μὴ παράβαλε μόνον, ἀλλὰ καὶ ζήλου τὴν γυναῖκα, καὶ τὰ φορτία τῆς χλόης ἀποθεμένη (τοῦτο γὰρ ἡ τῶν  ἱματίων  πολυτέλεια),  λάμβανε  τὸν  ἐκ τοῦ οὐρανοῦ κόσμον, καὶ μάνθανε πόθεν  ἐγένοντο  τοιοῦτοι  οἱ περὶ Πρίσκιλλαν. Πόθεν οὖν  ἐγένοντο;  ∆ύο ἔτη τὸν Παῦλον ἐξενοδόχησαν· ἔτη δὲ δύο τί οὐκ ἂν αὐτῶν εἰργάσατο τὴν ψυχήν; Τί οὖν ἐγὼ πάθω, φησὶν, ὅτι Παῦλον οὐκ ἔχω; Ἐὰν θέλῃς, ἀκριβέστερον ἔχεις ἢ ἐκεῖνοι· οὐδὲ γὰρ ἐκείνους ἡ ὄψις ἡ Παύλου τοιούτους ἐποίησεν, ἀλλὰ τὰ ῥήματα Παύλου. Ὥστε, εἰ  βουληθείης,  καὶ  Παῦλον καὶ  Πέτρον καὶ  Ἰωάννην  καὶ  τῶν  προφητῶν ἅπαντα τὸν χορὸν μετὰ τῶν  ἀποστόλων ἕξεις ὁμιλοῦντά  σοι διηνεκῶς.  Λάβε γὰρ τῶν μακαρίων τούτων τὰς βίβλους, καὶ ἐντύγχανε διηνεκῶς ταῖς ἐκείνων γραφαῖς, καὶ δυνήσονταί σε ποιῆσαι κατὰ τὴν τοῦ σκηνοποιοῦ γυναῖκα. Καὶ τί λέγω Παῦλον; Ἂν γὰρ ἐθέλῃς, καὶ αὐτὸν ἕξεις τὸν Παύλου ∆εσπότην· διὰ γὰρ τῆς Παύλου γλώττης καὶ ἐκεῖνός σοι διαλέξεται. Καὶ ἑτέρως δὲ πάλιν δυνήσῃ δέξασθαι τοῦτον, ὅταν τοὺς ἁγίους δέξῃ, ὅταν τοὺς εἰς ἐκεῖνον πιστεύοντας θεραπεύσῃς· οὕτω καὶ ἀπελθόντων ἐκείνων, πολλὰ ὑπομνήματα εὐλαβείας ἕξεις. Οἶδε γὰρ καὶ τράπεζα ἐφ' ἧς ὁ ἅγιος ἔφαγε,  καὶ καθέδρα ἐφ' ἧς ἐκάθισε, καὶ κλίνη  ἐφ' ἧς κατεκλίθη,  κατανύξαι  τὸν ὑποδεξάμενον,  καὶ  ἀπελθόντος  ἐκείνου.  Πῶς γοῦν  οἴει  τὴν  Σωναμῖτιν  ἐκείνην κατανύττεσθαι, εἰσελθοῦσαν εἰς τὸ ὑπερῷον ἔνθα κατέμενεν ὁ Ἐλισσαῖος, ὁρῶσαν τὴν τράπεζαν, τὴν κλίνην ἐφ' ἧς ὁ ἅγιος ἐκεῖνος ἐκάθευδε; πόσην ἐντεῦθεν δέχεσθαι τὴν εὐλάβειαν; Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, ἔῤῥιψεν ἐκεῖ τὸ παιδίον νεκρὸν, εἰ μὴ πολλὴν ἐκεῖθεν ἐκαρποῦτο τὴν ὠφέλειαν.  Εἰ γὰρ μετὰ τοσοῦτον χρόνον εἰσιόντες, ἔνθα ἔμεινε Παῦλος, ἔνθα ἐδέθη, ἔνθα συνεκάθισε καὶ διελέχθη,  πτερούμεθα, καὶ πρὸς τὴν μνήμην  τῆς ἡμέρας ἀπὸ τῶν  τόπων  παραπεμπόμεθα· ἔτι νεωτέρων  τῶν πραγμάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς μετ' εὐλαβείας ξενοδοχοῦντας; Ταῦτ' οὖν εἰδότες  ὑποδεχώμεθα  τοὺς  ἁγίους,  ἵνα  λάμπῃ  ἡ  οἰκία,  ἵνα  ἀπαλλάττηται   τῶν ἀκανθῶν,  ἵνα  λιμὴν  γένηται  τὸ  δωμάτιον·  καὶ  ὑποδεχώμεθα,  καὶ  τοὺς  πόδας νίπτωμεν.  Οὐκ εἶ σὺ τῆς Σάῤῥας βελτίων  οὐδὲ εὐγενεστέρα οὐδὲ εὐπορωτέρα, κἂν βασίλισσα ᾖς. Τριακοσίους γοῦν καὶ δεκακαιοκτὼ οἰκογενεῖς εἶχεν ἐκείνη, ὅτε καὶ τὸ δύο παῖδας ἔχειν πλοῦτος ἦν. Καὶ τί λέγω τριακοσίους καὶ δεκακαιοκτὼ οἰκέτας; Τὴν οἰκουμένην  ἅπασαν ἐν τῷ σπέρματι καὶ ταῖς ἐπαγγελίαις  ἐκέκτητο, τὸν τοῦ Θεοῦ φίλον  εἶχεν ἄνδρα, αὐτὸν τὸν Θεὸν προστάτην, ὃ πάσης βασιλείας μεῖζον ἦν. Ἀλλ' ὅμως ἐν τοσαύτῃ οὖσα περιφανείᾳ  καὶ δόξῃ, αὐτὴ ἔφυρε τὰ ἄλευρα, καὶ τὰ ἄλλα πάντα διηκονεῖτο, καὶ ἑστιωμένοις παρειστήκει πάλιν ἐν τάξει θεραπαινίδος. Οὐκ εἶ σὺ τοῦ Ἀβραὰμ εὐγενέστερος, ὃς τὰ οἰκετῶν ἔπραττε, μετὰ τὰ τρόπαια ἐκεῖνα, μετὰ τὰς νίκας, μετὰ τὴν  τιμὴν  τοῦ βασιλέως Αἰγύπτου, μετὰ τὸ τοὺς Περσῶν ἐλάσαι βασιλεῖς,  καὶ  τὰ  λαμπρὰ  στῆσαι  τρόπαια.  Μηδὲ  τοῦτο  ἴδῃς,  ὅτι  εὐτελεῖς   τὸ φαινόμενον   οἱ  ἅγιοι  οἱ  πρὸς  σὲ  καταγόμενοι,  καὶ  πτωχοὶ  καὶ  ῥακοδυτοῦντες πολλάκις, ἀλλ' ἐκείνης μέμνησο τῆς φωνῆς  τῆς λεγούσης· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε· καὶ, Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς· καὶ δέχου μετὰ προθυμίας αὐτοὺς, τὰ μυρία σοι κομίζοντας ἀγαθὰ διὰ τῶν ἀσπασμῶν τῆς εἰρήνης. Καὶ μετὰ τῆς Σάῤῥας λογίζου καὶ τὴν Ῥεβέκκαν, ἣ καὶ ὑδρεύετο καὶ ἐπότιζε καὶ ἐκάλει τὸν ξένον ἔνδον, πάντα καταπατήσασα τῦφον· διά  τοι  τοῦτο  καὶ  μεγάλους  τῆς  φιλοξενίας  ἐλάμβανε  τοὺς  μισθούς.  Σὺ δὲ,  εἰ βουληθείης, καὶ μείζους ἐκείνων λήψῃ. Οὐ γὰρ παιδίον μόνον δώσει σοι ὁ Θεὸς τὸν καρπὸν, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ τὰ ἐκεῖ ἀγαθὰ καὶ γεέννης ἀπαλλαγὴν καὶ ἁμαρτημάτων συγχώρησιν· καὶ γὰρ μέγας, καὶ σφόδρα μέγας ὁ τῆς φιλοξενίας καρπός. Οὕτω καὶ ὁ Ἰοθὸρ, καὶ ταῦτα βάρβαρος ὢν, κηδεστὴν ἔλαβε τὸν τῇ θαλάττῃ μετὰ τοσαύτης ἐπιτάξαντα τῆς ἐξουσίας· καὶ γὰρ αἱ θυγατέρες αὐτῷ τὸ καλὸν τοῦτο θήραμα ἐσαγήνευσαν. Ταῦτ' οὖν ἐννοοῦσα, καὶ τὴν ἀνδρείαν τῶν γυναικῶν ἐκείνων λογιζομένη καὶ τὴν φιλοσοφίαν, καταπάτησον τὸν παρόντα τῦφον, τὸν τῶν ἱματίων καλλωπισμὸν, τὴν τῶν χρυσίων πολυτέλειαν, τῶν μύρων τὴν ἀλοιφήν· καὶ τὸ κατακλᾶσθαι καὶ θρύπτεσθαι καὶ ῥυθμῷ βαδίζειν ἀφιεῖσα, πᾶσαν ταύτην τὴν ἐπιμέλειαν  εἰς τὴν ψυχὴν  εἰσάγαγε, καὶ τὸν τῶν  οὐρανῶν πόθον ἄναψον  ἐπὶ τῆς διανοίας.  Ἂν  γὰρ οὗτός σε ὁ ἔρως ἕλῃ, ὄψει  τὸν  βόρβορον καὶ τὸν  πηλὸν,  καὶ καταγελάσῃ τῶν νῦν θαυμαζομένων· οὐδὲ γὰρ ἔστι γυναῖκα πνευματικοῖς κοσμουμένην κατορθώμασιν, ἐπιζητῆσαι τὸν γέλωτα τοῦτον. Ῥίψασα τοίνυν ταῦτα  πάντα,  ἃ καὶ ἀγοραίων  γυναῖκες,  ἃ καὶ ὀρχηστρίδες καὶ αὐλητρίδες  μετὰ πολλῆς  ἔχουσι τῆς φιλοτιμίας,  περίθου φιλοσοφίαν,  φιλοξενίαν,  προστασίαν τῶν ἁγίων,  κατάνυξιν,  εὐχὰς  συνεχεῖς.  Ταῦτα χρυσῶν  ἱματίων  βελτίω,  ταῦτα  λίθων σεμνότερα καὶ περιδεῤῥαίων, ταῦτα καὶ παρ' ἀνθρώποις εὐδόκιμον ποιεῖ, καὶ παρὰ τοῦ Θεοῦ μέγαν φέρει σοι τὸν μισθόν. Οὗτος τῆς Ἐκκλησίας ὁ κόσμος, ἐκεῖνος τῶν θεάτρων· οὗτος τῶν οὐρανῶν ἄξιος, ἐκεῖνος ἵππων καὶ ἡμιόνων· ἐκεῖνος καὶ νεκροῖς σώμασι περιτίθεται,  οὗτος ἐν ψυχῇ  μόνον  ἀγαθῇ λάμπει, ἐν ᾖ Χριστὸς κατοικεῖ. Τοῦτον  τοίνυν  κτησώμεθα  τὸν  κόσμον, ἵνα  αἰδώμεθα  πανταχοῦ  καὶ  ἡμεῖς,  καὶ εὐαρεστήσωμεν τῷ Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |