αʹ. Μωϋσῆς μὲν πέντε βιβλία συγγράψας, οὐδαμοῦ τὸ ὄνομα τὸ ἑαυτοῦ τέθεικεν, οὐδὲ οἱ μετ' ἐκεῖνον τὰ μετ' ἐκεῖνον συνθέντες, ἀλλ' οὐδὲ Ματθαῖος, οὐδὲ Ἰωάννης, οὐΜάρκος, οὐ Λουκᾶς· ὁ δὲ μακάριος Παῦλος πανταχοῦ τῶν ἐπιστολῶν αὐτοῦ τὸ ὄνομα αὐτοῦ προτίθησι. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν παροῦσιν ἔγραφον, καὶ περιττὸν ἦν ἑαυτοὺς δηλοῦν παρόντας· οὗτος δὲ διὰ μακροῦ τὰ γράμματα διεπέμπετο, καὶ ἐν ἐπιστολῆς σχήματι· διὸ καὶ ἀναγκαία ἦν ἡ τοῦ ὀνόματος προσθήκη. Εἰ δὲ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ οὐ ποιεῖ τοῦτο, καὶ τοῦτο κατὰ τὴν αὐτοῦ σύνεσιν. Ἐπειδὴ γὰρ ἀπεχθῶς εἶχον πρὸς αὐτὸν, ἵνα μὴ ἐκ προοιμίων ἀκούσαντες τοῦ ὀνόματος, ἀποκλείσωσι τῷ λόγῳ τὴν εἴσοδον, ἐσοφίσατο διὰ τοῦ κρύψαι τὸ ὄνομα τὴν ἀκρόασιν τὴν ἐκείνων. Εἰ δὲ προφῆται τὰ ὀνόματα τὰ ἑαυτῶν τεθείκασι καὶ Σολομῶν, τοῦτο ὑμῖν καταλιμπάνω λοιπὸν ἐπιζητεῖν, τίνος ἕνεκεν οἱ μὲν ἔθεσαν, οἱ δὲ οὐκ ἔθεσαν·
οὐδὲ γὰρ ἅπαντα παρ' ἐμοῦ χρὴ μανθάνειν ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς πονεῖν καὶ ἐπιζητεῖν, ἵνα μὴ νωθρότεροι γίνησθε. Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Τίνος ἕνεκεν μετέθηκε τὸ ὄνομα αὐτοῦ ὁ Θεὸς, καὶ Σαῦλον ὄντα Παῦλον ἐκάλεσεν; Ἵνα μηδὲ ταύτῃ τῶν ἀποστόλων ἔλαττον ἔχῃ, ἀλλ' ὅπερ ἔσχεν ἐξαίρετον ὁ κορυφαῖος τῶν μαθητῶν, τοῦτο καὶ αὐτὸς κτήσηται, καὶ πλείονος οἰκειώσεως ὑπόθεσιν λάβῃ. ∆οῦλον δὲ ἑαυτὸν οὐχ ἁπλῶς εἶπε τοῦ Χριστοῦ· καὶ γὰρ πολλοὶ δουλείας τρόποι· εἷς μὲν ὁ κατὰ τὴν δημιουργίαν, καθ' ὅν φησιν, ὅτι Τὰ σύμπαντα δοῦλα σὰ, καὶ καθ' ὅν φησιν· Ὁ δοῦλός μου Ναβουχοδονόσορ· τὸ γὰρ ἔργον τοῦ ποιήσαντος δοῦλον· ἕτερος δὲ ὁ ἀπὸ τῆς πίστεως, περὶ ἧς φησιν· Χάρις δὲ τῷ Θεῷ, ὅτι δοῦλοι ἦτε τῆς ἁμαρτίας, ὑπηκούσατε δὲ ἐκ καρδίας, εἰς ὃν παρεδόθητε τύπον διδαχῆς, καὶ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ· ἕτερος ὁ ἀπὸ τῆς πολιτείας, καθ' ὅν φησι· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε· καίτοι καὶ Ἰουδαῖοι πάντες θεράποντες ἦσαν, ἀλλ' ἐξαιρέτως ὁ Μωϋσῆς πολιτείᾳ διαλάμπων. Ἐπεὶ οὖν κατὰ πάντας τοὺς τρόπους τῆς δουλείας δοῦλος ἦν ὁ Παῦλος, ἀντὶ μεγίστου ἀξιώματος τοῦτο τίθησι λέγων· ∆οῦλος Ἰησοῦ Χριστοῦ· καὶ τὰ τῆς οἰκονομίας ὀνόματα προβάλλεται, κάτωθεν ἀναβαίνων ἄνω. Καὶ γὰρ τὸ Ἰησοῦς ὄνομα φέρων ὁ ἄγγελος ἦλθεν ἐκ τῶν οὐρανῶν, ὅτε ἐτίκτετο ἐκ τῆς Παρθένου· καὶ Χριστὸς δὲ ἀπὸ τοῦ χρισθῆναι λέγεται, ὃ καὶ αὐτὸ τῆς σαρκὸς ἦν. Καὶ ποίῳ, φησὶν, ἐλαίῳ ἐχρίσθη; Ἐλαίῳ μὲν οὐκ ἐχρίσθη, Πνεύματι δέ· οἶδε δὲ καὶ τοὺς τοιούτους χριστοὺς ἡ Γραφὴ καλεῖν. Τὸ γὰρ προηγούμενον ἐν τῇ χρίσει, τὸ Πνεῦμά ἐστι· διὸ καὶ τὸ ἔλαιον παραλαμβάνεται. Καὶ ποῦ χριστοὺς καλεῖ τοὺς μὴ χρισθέντας ἐλαίῳ; Ὅπου λέγει, Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. Τότε γὰρ οὐδὲ ἡ κατασκευὴ τῆς χρίσεως ἦν τοῦ ἐλαίου. Κλητὸς ἀπόστολος. Πανταχοῦ κλητὸν ἑαυτὸν καλεῖ, δεικνὺς τὴν οἰκείαν εὐγνωμοσύνην, καὶ ὅτι οὐκ αὐτὸς ζητήσας εὗρεν, ἀλλὰ κληθεὶς παρεγένετο καὶ ὑπήκουσε. Καὶ τοὺς πιστοὺς δὲ οὕτως ὀνομάζει, κλητοὺς ἁγίους. Οἱ μὲν γὰρ μέχρι τοῦ πιστεῦσαι ἐκλήθησαν, οὗτος δὲ καὶ ἕτερον ἐνεχειρίσθη, τὴν ἀποστολὴν, πρᾶγμα μυρίων ἀγαθῶν γέμον, καὶ τῶν χαρισμάτων ἁπάντων καὶ μεῖζον καὶ περιεκτικόν. Καὶ τί γὰρ δεῖ πλέον εἰπεῖν, ἀλλ' ἢ ὅτι ὅπερ ὁ Χριστὸς παραγενόμενος ἔπραττε, τοῦτο αὐτοῖς ἐγχειρίσας ἀπῆλθεν; Ὃ καὶ βοᾷ Παῦλος, λέγων, καὶ τὸ τῶν ἀποστόλων ἐπαίρων ἀξίωμα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν, τουτέστιν ἀντὶ Χριστοῦ. Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Καθάπερ ἐν οἰκίᾳ πρὸς διάφορα ἕκαστος ἀφώρισται ἔργα, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας διάφοροι τῶν διακονιῶν εἰσιν αἱ διανομαί. Ἐμοὶ δὲ ἐνταῦθα οὐ τὴν ἀποκλήρωσιν δοκεῖ μόνον αἰνίττεσθαι, ἀλλ' ὅτι πάλαι καὶ ἄνωθεν πρὸς τοῦτο ἦν τεταγμένος. Ὅπερ καὶ Ἱερεμίας φησὶ τὸν Θεὸν εἰρηκέναι περὶ αὐτοῦ· Πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε. Ἐπειδὴ γὰρ πρὸς πόλιν ἀλαζονικὴν ἔγραφε, καὶ πεφυσιωμένην πάντοθεν, διὰ πάντων δείκνυσι τοῦ Θεοῦ τὴν χειροτονίαν οὖσαν· καὶ γὰρ αὐτὸς ἐκάλεσε, καὶ αὐτὸς ἀφώρισε. Ποιεῖ δὲ τοῦτο, ἵνα ἀξιόπιστον καὶ εὐπαράδεκτον ποιήσῃ τὴν ἐπιστολήν. Εἰς Εὐαγγέλιον Θεοῦ. Οὐκ ἄρα μόνος Ματθαῖος εὐαγγελιστὴς οὐδὲ Μάρκος, ὥσπερ οὐδὲ οὗτος μόνος ἀπόστολος, ἀλλὰ καὶ ἐκεῖνοι, εἰ καὶ κατ' ἐξαίρετον ὁ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο λέγονται εἶναι. Εὐαγγέλιον δὲ αὐτὸ οὐ διὰ τὰ γεγενημένα ἀγαθὰ μόνον καλεῖ, ἀλλὰ καὶ διὰ τὰ μέλλοντα. Πῶς δὲ τὸν Θεὸν εὐαγγελίζεσθαι δι' αὐτοῦ φησιν; Ἀφωρισμένος γὰρ, φησὶν, εἰς Εὐαγγέλιον Θεοῦ· ὁ γὰρ Πατὴρ καὶ πρὸ τῶν Εὐαγγελίων δῆλος ἦν. Ἀλλ' εἰ καὶ δῆλος ἦν, Ἰουδαίοις μόνοις, καὶ οὐδὲ τούτοις πᾶσιν, ὡς ἔδει· οὔτε γὰρ Πατέρα αὐτὸν ὄντα ᾔδεσαν, καὶ πολλὰ ἀνάξια αὐτοῦ τότε ἐφαντάζοντο· διὸ καὶ ἔλεγεν ὁ Χριστὸς, ὅτι Ἥξουσιν οἱ ἀληθινοὶ προσκυνηταί· καὶ, ὅτι Ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Ὕστερον δὲ καὶ αὐτὸς μετὰ τοῦ Υἱοῦ ἐξεφάνθη τῇ οἰκουμένῃ πάσῃ· ὅπερ οὖν καὶ προαναφωνῶν ἔλεγεν ὁ Χριστός· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Εὐαγγέλιον δὲ Θεοῦ καλεῖ, ἀπὸ τῶν προοιμίων ἀνορθῶν τὸν ἀκροατήν. Οὐ γὰρ ἦλθέ τι σκυθρωπὸν ἀπαγγέλλων, ὥσπερ οἱ προφῆται κατηγορίας καὶ ἐγκλήματα καὶ ἐπιτιμήσεις, ἀλλὰ Εὐαγγέλια, καὶ Εὐαγγέλια Θεοῦ, μενόντων καὶ ἀκινήτων ἀγαθῶν θησαυροὺς μυρίους. Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Κύριος γὰρ δώσει ῥῆμα, φησὶ, τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· καὶ πάλιν, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!
βʹ. Ὁρᾷς καὶ ῥητῶς τοῦ Εὐαγγελίου καὶ τὸ ὄνομα καὶ τὸν τρόπον ἐν τῇ Παλαιᾷ κείμενον; Οὐ γὰρ διὰ ῥημάτων αὐτὸ καταγγέλλομεν μόνον, φησὶν, ἀλλὰ καὶ διὰ πραγμάτων· οὐδὲ γὰρ ἀνθρώπινον ἦν, ἀλλὰ καὶ θεῖον καὶ ἀπόῤῥητον καὶ πᾶσαν ὑπερβαῖνον φύσιν. Ἐπειδὴ δὲ καινοτομίαν ἐνεκάλουν τῷ πράγματι, δείκνυσιν αὐτὸ πρεσβύτερον Ἑλλήνων ὂν, καὶ ἐν τοῖς προφήταις προδιαγραφόμενον. Εἰ δὲ μὴ ἐξ ἀρχῆς ἔδωκε, παρὰ τοὺς μὴ βουλομένους δέξασθαι· οἱ γοῦν βουλόμενοι ἤκουσαν. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν, φησὶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς οὖν φησὶν, ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον; Οὕτω, φησὶν, ὡς ὑμεῖς βλέπετε καὶ ἀκούετε, αὐτὴν τὴν σάρκα, καὶ αὐτὰ τὰ σημεῖα τὰ ἐπὶ τῶν ὄψεων. Σὺ δέ μοι σκόπει, πρὸ πόσων ταῦτα προεκηρύττετο χρόνων· καὶ γὰρ ὅταν μεγάλα τινὰ προκατασκευάζειν ὁ Θεὸς μέλλῃ, πρὸ πολλῶν αὐτὰ προαναφωνεῖ χρόνων, γυμνάζων τὴν ἀκοὴν πρὸς τὴν ὑποδοχὴν τῆς παρουσίας αὐτῶν. Ἐν Γραφαῖς ἁγίαις. Οὐ γὰρ ἔλεγον οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἔγραφον ἅπερ ἔλεγον· οὐκ ἔγραφον δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων ἐτύπουν, ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ ἄγων, καὶ Μωϋσῆς τὸν ὄφιν ὑψῶν, καὶ τὰς χεῖρας ἐκτείνων ἐπὶ τοῦ Ἀμαλὴκ, καὶ τὸν ἀμνὸν τοῦ πάσχα θύων. Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα. Τί ποιεῖς, ὦ Παῦλε; μετεωρίσας ἡμῶν τὰς ψυχὰς καὶ ἀναγαγὼν, καὶ μεγάλα καὶ ἀπόῤῥητα φαντασθῆναι ποιήσας, καὶ Εὐαγγέλιον εἰπὼν, καὶ Θεοῦ Εὐαγγέλιον, καὶ χορὸν προφητῶν εἰσαγαγὼν, καὶ δείξας πάντας ἀνακηρύττοντας πρὸ πολλῶν ἐτῶν τὰ ἐσόμενα, ποῦ πάλιν ἡμᾶς κατάγεις πρὸς τὸν ∆αυΐδ; περὶ ἀνθρώπου τίνος διαλέγῃ, εἰπέ μοι, καὶ πατέρα δίδως αὐτῷ τὸν τοῦ Ἰεσσαὶ υἱόν; καὶ ποῦ ταῦτα τῶν εἰρημένων ἄξια; Σφόδρα μὲν οὖν ἄξια· οὐ γὰρ περὶ ἀνθρώπου ψιλοῦ, φησὶν, ὁ λόγος ἡμῖν. ∆ιά τοι τοῦτο προσέθηκα τὸ, Κατὰ σάρκα, αἰνιττόμενος, ὅτι καὶ κατὰ πνεῦμα γέννησίς ἐστι τοῦ αὐτοῦ. Καὶ τίνος ἕνεκεν ἐντεῦθεν ἤρξατο, καὶ οὐκ ἐκεῖθεν ἀπὸ τῶν ὑψηλοτέρων; Ὅτι καὶ Ματθαῖος ἐντεῦθεν καὶ Λουκᾶς καὶ Μάρκος. Τὸν γὰρ μέλλοντα χειραγωγεῖν πρὸς τὸν οὐρανὸν, κάτωθεν ἄνω χειραγωγεῖν ἀναγκαῖον· οὕτω γὰρ καὶ τὸ πρᾶγμα ᾠκονομήθη. Πρῶτον γοῦν εἶδον αὐτὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ τότε ἐνόησαν Θεόν. Ἧ τοίνυν αὐτὸς τὴν διδασκαλίαν ἐποιήσατο, ταύτῃ καὶ ὁ μαθητὴς αὐτοῦ τέμνει τὴν ἐκεῖ φέρουσαν ὁδόν. Πρῶτον οὖν λέγει τὴν κατὰ σάρκα γέννησιν, οὐκ ἐπειδὴ πρώτη ἦν, ἀλλ' ἐπειδὴ ἀπὸ ταύτης πρὸς ἐκείνην ἀνῆγε τὸν ἀκροατήν. Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει καὶ Πνεύματι ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ. Ἀσαφὲς τὸ εἰρημένον ἀπὸ τῆς τῶν λέξεων
πλοκῆς γέγονε· διόπερ αὐτὸ διελεῖν ἀνάγκη. Τί οὖν ἐστιν ὃ λέγει· Τὸν ἐκ ∆αυῒδ γενόμενον ἀνακηρύττομεν, φησίν. Ἀλλὰ τοῦτο δῆλον· πόθεν δὲ, ὅτι καὶ Υἱὸς Θεοῦ ἐστιν οὗτος ὁ σαρκωθείς; Πρῶτον ἀπὸ τῶν προφητῶν· διὸ ἔλεγεν, Ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις. Οὐ μικρᾶς δὲ ἀποδείξεως οὗτος ὁ τρόπος. Ἔπειτα καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς γεννήσεως· ὃ καὶ αὐτὸς ἐδήλωσεν εἰπών· Ἐκ σπέρματος ∆αυῒδ κατὰ σάρκα· τὸν γὰρ τῆς φύσεως ἔλυσε νόμον. Τρίτον ἀπὸ τῶν θαυμάτων ὧνπερ ἔπραττε, πολλῆς δυνάμεως ἀπόδειξιν παρεχόμενος· τοῦτο γάρ ἐστιν, Ἐν δυνάμει. Τέταρτον ἀπὸ τοῦ Πνεύματος οὗπερ ἐδίδου τοῖς πιστεύουσιν εἰς αὐτὸν, καὶ δι' οὗ πάντας ἁγίους ἐποίει· διό φησι, Κατὰ Πνεῦμα ἁγιωσύνης· Θεοῦ γὰρ ἦν μόνου τὰ τοιαῦτα δῶρα χαρίζεσθαι. Πέμπτον ἀπὸ τῆς ἀναστάσεως Κυρίου· πρῶτος γὰρ οὗτος καὶ μόνος ἑαυτὸν ἤγειρεν· ὅπερ καὶ αὐτὸς μάλιστα πάντων ἔφησεν εἶναι σημεῖον ἱκανὸν καὶ τοὺς ἀναισχυντοῦντας ἐπιστομίσαι. Λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ὅταν ὑψώσητέ με ἀπὸ τῆς γῆς, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ πάλιν, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Τί οὖν ἐστιν, Ὁρισθέντος; ∆ειχθέντος, ἀποφανθέντος, κριθέντος, ὁμολογηθέντος παρὰ τῆς ἁπάντων γνώμης καὶ ψήφου, ἀπὸ τῶν προφητῶν, ἀπὸ τῆς παραδόξου γεννήσεως τῆς κατὰ σάρκα, ἀπὸ τῆς δυνάμεως τῆς ἐν τοῖς σημείοις, ἀπὸ τοῦ Πνεύματος, δι' οὗ τὸν ἁγιασμὸν ἔδωκεν, ἀπὸ τῆς ἀναστάσεως, δι' ἧς τοῦ θανάτου τὴν τυραννίδα κατέλυσε. ∆ι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως. Ὅρα εὐγνωμοσύνην οἰκέτου· οὐδὲν ἑαυτοῦ εἶναι βούλεται, ἀλλὰ πάντα τοῦ
∆εσπότου. Καὶ μὴν τὸ Πνεῦμα τοῦτο ἔδωκε· διὸ ἔλεγε· Πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ'οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· καὶ πάλιν, Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν. Καὶ ἐν τῇ πρὸς Κορινθίους δέ φησιν, ὅτι Ὧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως· καὶ ὅτι Αὐτὸ πάντα διαιρεῖ, καθὼς βούλεται. Καὶ Μιλησίοις δὲ δημηγορῶν, ἔλεγεν· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Ὁρᾷς, ὅτι τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ φησι, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πνεύματος; Χάριν καὶ ἀποστολήν· τουτέστιν, Οὐχ ἡμεῖς αὐτὸ καθωρθώσαμεν τὸ γενέσθαι ἀπόστολοι· οὐδὲ γὰρ καμόντες πολλὰ καὶ πονέσαντες, τὴν ἀξίαν ταύτην ἐλάχομεν· ἀλλὰ χάριν ἐλάβομεν, καὶ τῆς ἄνωθεν δωρεᾶς τὸ κατόρθωμα γέγονεν. Εἰς ὑπακοὴν πίστεως.
γʹ. Οὐκ ἄρα οἱ ἀπόστολοι ἦσαν οἱ κατορθοῦντες, ἀλλ' ἡ προοδοποιοῦσα χάρις αὐτοῖς. Ἐκείνων μὲν γὰρ ἦν τὸ περιιέναι καὶ κηρύττειν, τὸ δὲ πείθειν τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς φησιν, ὅτι ∆ιήνοιξε τὴν καρδίαν αὐτῶν· καὶ πάλιν, Οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. Εἰς ὑπακοήν. Οὐκ εἶπεν, Εἰς ζήτησιν καὶ κατασκευὴν, ἀλλ', Εἰς ὑπακοήν. Οὐδὲ γὰρ ἐπέμφθημεν, φησὶ, συλλογίζεσθαι, ἀλλ' ὅπερ ἐνεχειρίσθημεν ἀποδοῦναι. Ὅταν γὰρ ὁ ∆εσπότης ἀποφήνηταί τι, τοὺς ἀκούοντας οὐ περιεργάζεσθαι χρὴ τὰ λεγόμενα καὶ πολυπραγμονεῖν, ἀλλὰ δέχεσθαι μόνον. Οἱ γὰρ ἀπόστολοι διὰ τοῦτο ἐπέμφθησαν, ἵνα, ἅπερ ἤκουσαν, εἴπωσιν, οὐχ ἵνα οἴκοθέν τι προσθῶσι· καὶ ἡμεῖς δὲ λοιπὸν, ἵνα πιστεύσωμεν. Τί ἵνα πιστεύσωμεν; Περὶ τοῦ ὀνόματος αὐτοῦ· οὐχ ἵνα τὴν οὐσίαν αὐτοῦ περιεργασώμεθα, ἀλλ' ἵνα εἰς τὸ ὄνομα αὐτοῦ πιστεύσωμεν· τοῦτο γὰρ ἦν, ὃ καὶ τὰ σημεῖα ἐποίει. Ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, φησὶν, ἔγειραι καὶ περιπάτει. Καὶ τοῦτο δὲ αὐτὸ πίστεως δεῖται, καὶ οὐδὲν τούτων λογισμῷ καταλαβεῖν δυνατόν. Ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ. Τί οὖν; πᾶσι τοῖς ἔθνεσιν ὁ Παῦλος ἐκήρυξεν; Ὅτι μὲν γὰρ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διέδραμε, κἀκεῖθεν πάλιν εἰς αὐτὰς ἐξέβη τῆς γῆς τὰς ἐσχατιὰς, δῆλον ἐξ ὧν Ῥωμαίοις ἐπέστειλεν. Εἰ δὲ καὶ μὴ πᾶσι ἐπέστη, οὐδὲ οὕτω ψεῦδος τὸ λεγόμενον·
οὐ γὰρ περὶ ἑαυτοῦ μόνον φησὶν, ἀλλὰ καὶ περὶ τῶν δώδεκα ἀποστόλων, καὶ πάντων τῶν καταγγειλάντων τὸν λόγον τῶν μετ' ἐκείνους. Ἄλλως δὲ οὐδὲ ἐπ' αὐτοῦ τὸν λόγον ἐλεγχόμενον ἴδοι τις ἂν, εἰ τὴν προθυμίαν ἐννοήσει τὴν ἐκείνου, καὶ ὅτι μετὰ τελευτὴν οὐ παύεται πανταχοῦ τῆς οἰκουμένης κηρύττων. Ἐννόησον δὲ πῶς ἐπαίρει τὴν δωρεὰν, καὶ δείκνυσι μεγάλην οὖσαν καὶ πολὺ τῆς προτέρας ὑψηλοτέραν· εἴ γε τὰ μὲν παλαιὰ περὶ ἔθνος ἓν ἐγίγνετο, αὕτη δὲ γῆν καὶ θάλασσαν ἐπεσπάσατο. Σκόπει δέ μοι κἀκεῖνο, πῶς κολακείας πάσης ἀπηλλαγμένη ἐστὶν ἡ τοῦ Παύλου ψυχή. Ῥωμαίοις γὰρ διαλεγόμενος τοῖς ὥσπερ ἐν κορυφῇ τινι τῆς οἰκουμένης ἁπάσης καθημένοις, οὐδὲν πλέον αὐτοῖς δίδωσι τῶν λοιπῶν ἐθνῶν, οὐδὲ, ἐπειδὴ τότε ἐκράτουν καὶ ἐβασίλευον, καὶ ἐν τοῖς πνευματικοῖς φησί τι πλέον αὐτοὺς ἔχειν· ἀλλ', Ὥσπερ, φησὶ, τοῖς ἔθνεσι πᾶσι κηρύττομεν, οὕτω καὶ ὑμῖν, μετὰ Σκυθῶν καὶ Θρᾳκῶν αὐτοὺς ἀριθμῶν· ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο δηλῶσαι, περιττὸν ἦν τὸ εἰπεῖν, Ἐν οἷς ἐστε καὶ ὑμεῖς. Ταῦτα δὲ ποιεῖ καθαιρῶν αὐτῶν τὸ φρόνημα, καὶ κενῶν τὸ φύσημα τῆς διανοίας, καὶ διδάσκων αὐτοὺς τὴν πρὸς τοὺς ἄλλους ἰσοτιμίαν. ∆ιὸ ἐπήγαγεν αὐτὸ τοῦτο λέγων· Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ· τουτέστι, Μεθ' ὧν ἐστε καὶ ὑμεῖς. Καὶ οὐκ εἶπεν, ὅτι Τοὺς ἄλλους μεθ' ὑμῶν, ἀλλ' Ὑμᾶς μετὰ τῶν ἄλλων ἐκάλεσεν. Εἰ γὰρ ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος οὐδὲ ἐλεύθερος, πολλῷ μᾶλλον οὐδὲ βασιλεὺς καὶ ἰδιώτης· καὶ γὰρ ὑμεῖς ἐκλήθητε, καὶ οὐκ ἀφ' ἑαυτῶν προσήλθετε. Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς Θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς συνεχῶς τὸ ὄνομα τοῦ κλητοῦ τίθησι, Κλητὸς ἀπόστολος, λέγων. Ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοί· Πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ κλητοῖς. Τοῦτο δὲ οὐ περιττολογῶν ποιεῖ, ἀλλὰ βουλόμενος αὐτοὺς τῆς εὐεργεσίας ἀναμνῆσαι. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωμαλίαν τῶν ἀξιωμάτων, πᾶσι μίαν ἐπιστέλλει προσηγορίαν. Εἰ δὲ ἐν τοῖς ἀναγκαιοτέροις καὶ πνευματικοῖς κοινὰ δούλοις καὶ ἐλευθέροις ἅπαντα πρόκειται, οἷον ἡ ἀγάπη ἡ παρὰ τοῦ Θεοῦ, ἡ κλῆσις, τὸ Εὐαγγέλιον, ἡ υἱοθεσία, ἡ χάρις, ἡ εἰρήνη, ὁ ἁγιασμὸς, τὰ ἄλλα πάντα, πῶς ἐσχάτης ἀνοίας οὐκ ἂν εἴη, οὓς ὁ Θεὸς συνῆψε καὶ ὁμοτίμους ἐποίησεν ἐν τοῖς μείζοσι, τούτους διαιρεῖν ἀπὸ τῶν ἐν τῇ γῇ πραγμάτων; ∆ιά τοι τοῦτο ἀπὸ τῶν προοιμίων αὐτῶν τὴν χαλεπὴν ταύτην ἐκβαλὼν νόσον ὁ μακάριος οὗτος, εἰς τὴν μητέρα τῶν ἀγαθῶν αὐτοὺς ἐμβιβάζει, ταπεινοφροσύνην. Τοῦτο καὶ οἰκέτας βελτίους εἰργάζετο, μανθάνοντας ὡς οὐδὲν ἐκ τῆς δουλείας παραβλαβήσονται, τὴν ὄντως ἐλευθερίαν ἔχοντες· τοῦτο καὶ τοὺς δεσπότας παρεσκεύαζε μετριάζειν, παιδευομένους ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἐλευθερίας, ἂν μὴ τὰ τῆς πίστεως ᾖ προηγούμενα. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σύγχυσιν ἐργαζόμενος τοῦτο ἐποίει καὶ πάντα μιγνὺς, ἀλλ' οἶδε καὶ διαίρεσιν ἀρίστην, οὐχ ἁπλῶς ἔγραψε πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ, ἀλλὰ μετὰ διορισμοῦ, Τοῖς ἀγαπητοῖς τοῦ Θεοῦ. Αὕτη γὰρ ἡ ἀρίστη διάκρισις, καὶ δείκνυσι πόθεν ὁ ἁγιασμός. δʹ. Πόθεν οὖν ὁ ἁγιασμός; Ἀπὸ τῆς ἀγάπης. Εἰπὼν γὰρ, Ἀγαπητοῖς, τότε ἐπήγαγε, Κλητοῖς ἁγίοις, δηλῶν ὅτι ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων· ἁγίους δὲ τοὺς πιστοὺς καλεῖ πάντας. Χάρις ὑμῖν καὶ εἰρήνη. Ὢ προσηγορίας μυρία φερούσης ἀγαθά! Τοῦτο καὶ ὁ Χριστὸς τοῖς ἀποστόλοις εἰς τὰς οἰκίας εἰσιοῦσι πρῶτον ῥῆμα φάσκειν ἐπέταττε. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἐντεῦθεν πανταχοῦ προοιμιάζεται, ἀπὸ τῆς χάριτος καὶ τῆς εἰρήνης. Οὐδὲ γὰρ μικρὸν κατέλυσεν ὁ Χριστὸς πόλεμον, ἀλλὰ καὶ ποικίλον καὶ παντοδαπὸν καὶ χρόνιον, καὶ τοῦτον οὐκ ἐκ τῶν ἡμετέρων πόνων, ἀλλὰ διὰ τῆς αὐτοῦ χάριτος. Ἐπεὶ οὖν ἡ μὲν ἀγάπη τὴν χάριν, ἡ δὲ χάρις τὴν εἰρήνην ἐδωρήσατο, ὡς ἐν τάξει προσηγορίας αὐτὰ θεὶς, ἐπεύχεται μένειν διηνεκῆ καὶ ἀκίνητα, ὥστε μὴ πάλιν ἕτερον ἀναῤῥιπισθῆναι πόλεμον· καὶ παρακαλεῖ τὸν δεδωκότα, πάγια ταῦτα διατηρεῖν, οὕτω λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Ἰδοὺ ἐνταῦθα τὸ, ἀπὸ, κοινόν ἐστι Πατρὸς
καὶ Υἱοῦ, ὅπερ ἐστὶν ἴσον τῷ, Ἐξ οὗ. Οὐ γὰρ εἶπε, Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον ἴσχυσεν ἡ τοῦ Θεοῦ ἀγάπη! οἱ ἐχθροὶ καὶ ἠτιμωμένοι, ἅγιοι καὶ υἱοὶ γεγόνασιν ἐξαίφνης. Ὅταν γὰρ πατέρα καλέσῃ, υἱοὺς ἐδήλωσεν· ὅταν δὲ υἱοὺς εἴπῃ, ἅπαντα τῶν ἀγαθῶν τὸν θησαυρὸν ἀνεκάλυψε. Μένωμεν τοίνυν ἀξίαν τῆς δωρεᾶς τὴν πολιτείαν ἐνδεικνύμενοι, καὶ τὴν εἰρήνην καὶ τὴν ἁγιωσύνην διατηροῦντες. Τὰ μὲν γὰρ ἄλλα ἀξιώματα πρόσκαιρά τέ ἐστι, καὶ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ χρημάτων ἐστὶν ὠνητά· ὅθεν οὐδὲ ἀξιώματα αὐτὰ εἶναι ἄν τις φαίη, ἀλλ' ὀνόματα ἀξιωμάτων μόνον, ἐν τῇ τῶν ἱματίων περιβολῇ, καὶ τῇ τῶν δορυφόρων κολακείᾳ τὴν δύναμιν ἔχοντα· τοῦτο δὲ, ἅτε παρὰ τοῦ Θεοῦ δοθὲν, τὸ δῶρον τὸ τῆς ἁγιωσύνης καὶ τῆς υἱοθεσίας, οὐδὲ θανάτῳ διακόπτεται, ἀλλὰ καὶ ἐνταῦθα ποιεῖ λαμπροὺς, καὶ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημεῖ ζωήν. Ὁ γὰρ τὴν υἱοθεσίαν διατηρῶν, καὶ τὴν ἁγιωσύνην μετὰ ἀκριβείας φυλάττων, αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου καὶ τὴν ἁλουργίδα ἔχοντος, λαμπρότερός τέ ἐστι πολλῷ καὶ μακαριστότερος, καὶ κατὰ τὸν παρόντα βίον γαλήνῃ τε ἐντρυφῶν πολλῇ, καὶ χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ οὐδεμίαν θορύβου καὶ ταραχῆς ἔχων ὑπόθεσιν, ἀλλ' ἡδονῆς διηνεκοῦς ἀπολαύων. Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν. Καὶ ὁ τοῦτο κεκαθαρμένον ἔχων, κἂν ῥάκια περικείμενος ᾖ, καὶ λιμῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυμότερος· ὥσπερ οὖν ὁ πονηρὰ συνειδὼς ἑαυτῷ, κἂν τὰ πάντων περιβάλληται χρήματα, πάντων ἐστὶν ἀθλιώτερος.
∆ιὰ δὴ τοῦτο ὁ μὲν Παῦλος ἐν λιμῷ ζῶν τῷ διηνεκεῖ καὶ γυμνότητι, καὶ μαστιζόμενος καθ' ἑκάστην ἡμέραν, ἔχαιρέ τε καὶ ἐτρύφα μᾶλλον τῶν βασιλευόντων τότε· ὁ δὲ Ἀχαὰβ βασιλεύων καὶ τρυφῆς ἀπολαύων πολυτελοῦς, ἐπειδὴ τὴν ἁμαρτίαν ἐκείνην εἰργάσατο, ἔστενέ τε καὶ ἠθύμει, καὶ τὸ πρόσωπον αὐτοῦ συμπεπτωκὸς ἦν, καὶ πρὸ τῆς ἁμαρτίας καὶ μετὰ τὴν ἁμαρτίαν. Εἰ τοίνυν
βουλόμεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν πονηρίαν, καὶ διώκωμεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου μετασχεῖν, κἂν ἐπ' αὐτὸν ἀναβῶμεν τὸν θρόνον τὸν βασιλικόν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ὁ δὲ καρπὸς τοῦ Πνεύματος ἀγάπη, χαρὰ, εἰρήνη. Τοῦτον οὖν τὸν καρπὸν τρέφωμεν παρ' ἑαυτοῖς, ἵνα καὶ τῆς ἐνταῦθα χαρᾶς ἀπολαύσωμεν, καὶ τῆς μελλούσης ἐπιτύχωμεν βασιλείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ
ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου