ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων

Δευτέρα 31 Οκτωβρίου 2016

Γʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Γʹ. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶ σαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων  τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. 

αʹ. Ὅρα τὴν Παύλου σύνεσιν, πῶς ἀπὸ τῶν χρηστοτέρων προτρέψας, ἐπὶ τὰ φοβερώτερα τρέπει τὸν λόγον. Εἰπὼν γὰρ, ὅτι σωτηρίας αἴτιον τὸ Εὐαγγέλιον, ὅτι ζωῆς, ὅτι Θεοῦ δύναμις, ὅτι σωτηρίας καὶ δικαιοσύνης ποιητικὸν,  λέγει καὶ τὰ φοβῆσαι δυνάμενα τοὺς οὐ προσέχοντας.
Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ  τῶν  ἀνθρώπων  οἱ πλείους  οὐχ οὕτω τῇ τῶν  χρηστῶν ἐπαγγελίᾳ,  ὡς  τῷ  φόβῳ  τῶν  λυπηρῶν  πρὸς  τὴν  ἀρετὴν  ἕλκονται,  ἑκατέρωθεν αὐτοὺς ἐπισπᾶται. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς οὐ βασιλείαν ἐπηγγείλατο  μόνον, ἀλλὰ καὶ γέενναν ἠπείλησε· καὶ οἱ προφῆται δὲ τοῖς Ἰουδαίοις οὕτω διελέγοντο, τὰ κακὰ τοῖς ἀγαθοῖς ἀναμιγνύντες διηνεκῶς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὕτω ποικίλλει τὸν λόγον, οὐ μὴν ἁπλῶς, ἀλλὰ τὰ χρηστὰ τίθησι πρῶτον, καὶ μετὰ ταῦτα τὰ λυπηρὰ, δεικνὺς ὅτι  ἐκεῖνα  μὲν  τῆς  προηγουμένης  τοῦ  Θεοῦ γνώμης  ἐστὶ,


 ταῦτα  δὲ  τῆς  τῶν ῥᾳθυμούντων πονηρίας. Οὕτω καὶ ὁ προφήτης πρῶτον τὰ ἀγαθὰ τίθησι, λέγων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θελήσητε, καὶ μὴ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Οὕτω καὶ ἐνταῦθα προάγει τὸν λόγον ὁ Παῦλος. Σκόπει δέ· Ἦλθε φέρων ὁ Χριστὸς ἄφεσιν, φησὶ, δικαιοσύνην, ζωήν· καὶ οὐχ ἁπλῶς,  ἀλλὰ  διὰ σταυροῦ φέρει· ὃ δὴ μέγιστον  καὶ θαυμαστὸν, οὐχ ὅτι τοιαῦτα ἐχαρίσατο μόνον, ἀλλ' ὅτι καὶ τοιαῦτα ἔπαθεν. Ἂν τοίνυν ὑβρίσητε εἰς τὰς δωρεὰς, τότε ἀναμενεῖτε  τὰ λυπηρά. Καὶ ὅρα πῶς ἐπαίρει τὸν λόγον. Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Πόθεν τοῦτο δῆλον; Ἂν  μὲν ὁ πιστὸς λέγῃ, τοῦ Χριστοῦ τὰς ἀποφάσεις ἐροῦμεν· ἂν δὲ ὁ ἄπιστος καὶ ὁ Ἕλλην, ἀπὸ τῶν ἑξῆς αὐτὸν ὁ Παῦλος ἐπιστομίζει τῶν  περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγων,  ἐκ τῶν  ὑπ' ἐκείνων γινομένων  ἀπόδειξιν ἀναντίῤῥητον εἰσάγων· ὃ δὴ καὶ ἔστι μάλιστα παραδοξότατον, ὅταν τοὺς ἀντιλέγοντας αὐτῇ τῇ ἀληθείᾳ, δι' ὧν ποιοῦσι καθ' ἑκάστην ἢ καὶ λέγουσι, συνισταμένους αὐτοὺς ἀποφαίνει  τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑξῆς, τέως δὲ τῶν προκειμένων  ἐχώμεθα. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Καίτοι καὶ ἐνταῦθα πολλάκις τοῦτο γίνεται, οἷον ἐν λιμοῖς καὶ λοιμοῖς καὶ πολέμοις· καὶ γὰρ ἰδίᾳ ἕκαστος, καὶ κοινῇ πάντες κολάζονται. Τί οὖν τὸ ξένον τότε; Ὅτι καὶ μείζων  ἡ κόλασις καὶ κοινὴ  καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς· νῦν  μὲν γὰρ πρὸς διόρθωσιν τὰ γινόμενα, τότε δὲ πρὸς τιμωρίαν· ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Παιδευόμεθα νῦν,  ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.  Καὶ νῦν  μὲν οὐ διὰ τὴν ἄνωθεν ὀργὴν πολλοῖς δοκεῖ τὰ πολλὰ γίνεσθαι, ἀλλὰ δι' ἀνθρώπων ἐπήρειαν· τότε δὲ  φανερὰ  ἔσται  ἡ  παρὰ  τοῦ  Θεοῦ κόλασις, ὅταν  καθήμενος  ἐπὶ  τοῦ  φοβεροῦ βήματος ὁ κριτὴς, τοὺς μὲν ἐπὶ τὰς καμίνους ἕλκεσθαι κελεύῃ, τοὺς δὲ ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, τοὺς δὲ ἐπ' ἄλλας ἀπαραιτήτους καὶ ἀφορήτους κολάσεις. Καὶ τίνος ἕνεκεν οὐχ οὕτως εἶπε σαφῶς, οἷον ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ μέλλει παραγίνεσθαι μετὰ μυρίων ἀγγέλων, καὶ τὰς εὐθύνας ἀπαιτεῖν ἕκαστον, ἀλλ' ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ; Τῶν νεοφύτων  ἦσαν οἱ ἀκούοντες ἔτι· διὰ τοῦτο ἀπὸ τῶν  σφόδρα ὡμολογημένων παρ' αὐτοῖς πρῶτον αὐτοὺς ἐπισπᾶται. Χωρὶς δὲ τῶν εἰρημένων, καὶ πρὸς  Ἕλληνας  ἀποτείνεσθαί  μοι  δοκεῖ·  διὸ  καὶ  ἐντεῦθεν  προοιμιάζεται· ὕστερον δὲ καὶ τὸν περὶ τῆς κρίσεως τοῦ Χριστοῦ λόγον εἰσάγει. Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ  ἀδικίαν   ἀνθρώπων   τῶν   τὴν   ἀλήθειαν   ἐν   ἀδικίᾳ   κατεχόντων.   Ἐνταῦθα δείκνυσιν, ὅτι πολλαὶ τῆς ἀσεβείας αἱ ὁδοὶ, ἡ δὲ τῆς ἀληθείας μία· καὶ γὰρ ποικίλον καὶ  πολυειδὲς  καὶ  συγκεχυμένον  ἡ  πλάνη,  ἡ  δὲ  ἀλήθεια  μία.  Εἰπὼν  δὲ  περὶ δογμάτων,  λέγει  καὶ  περὶ  βίου,  ἀδικίαν  ἀνθρώπων   εἰπών.  Καὶ γὰρ  αἱ  ἀδικίαι ποικίλαι·  καὶ  ἡ  μὲν  περὶ  χρήματα  γίνεται,  οἷον  ὅταν  τις  ἐν  τούτοις  ἀδικῇ  τὸν πλησίον· ἡ δὲ περὶ γυναῖκας, ὅταν τις ἀφεὶς τὴν ἑαυτοῦ, τὸν ἑτέρου διορύττῃ γάμον· καὶ γὰρ καὶ τοῦτο πλεονεξίαν ὁ Παῦλος καλεῖ, οὕτω λέγων· Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν   ἐν  τῷ  πράγματι  τὸν  ἀδελφόν.  Ἕτεροι  πάλιν,  ἀντὶ  γυναικὸς  καὶ χρημάτων,  δόξαν  λυμαίνονται  τὴν  τοῦ  πλησίον·  καὶ  τοῦτο  δὲ  ἀδικία·  καὶ  γὰρ Κρεῖσσον ὄνομα  καλὸν,  ἢ  πλοῦτος  πολύς.  Τινὲς  δέ  φασιν,  ὅτι  καὶ  τοῦτο  περὶ δογμάτων  εἴρηται τῷ Παύλῳ· πλὴν οὐδὲν κωλύει περὶ ἀμφοτέρων εἰρῆσθαι. Τί δέ ἐστι, Τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,  διὰ τῶν ἑξῆς μάνθανε. Ὅτι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. Ἀλλὰ ταύτην τὴν
δόξαν ξύλοις περιέθηκαν καὶ λίθοις. βʹ. Ὥσπερ οὖν ὁ χρήματα πιστευθεὶς βασιλικὰ, καὶ εἰς τὴν τοῦ βασιλέως δόξαν ἀναλῶσαι κελευσθεὶς, ἂν εἰς λῃστὰς καὶ πόρνας καὶ γόητας δαπανήσῃ ταῦτα, καὶ λαμπροὺς τούτους ἀπὸ τῶν τοῦ βασιλέως ποιήσῃ χρημάτων,   ὡς  τὰ  μέγιστα  ἠδικηκὼς  τὸν  βασιλέα  κολάζεται·  οὕτω  καὶ  οὗτοι λαβόντες  τὴν  περὶ τοῦ Θεοῦ γνῶσιν  καὶ τῆς  δόξης αὐτοῦ, εἶτα  εἰδώλοις  αὐτὴν περιθέντες, ἐν ἀδικίᾳ τὴν ἀλήθειαν κατέσχον, καὶ, τό γε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι. Ἆρα γέγονεν  ὑμῖν σαφὲς τὸ λεχθὲν, ἢ δεῖ σαφέστερον αὐτὸ πάλιν εἰπεῖν; Τάχα ἀναγκαῖον  πάλιν εἰπεῖν. Τί οὖν ἐστι τὸ λεγόμενον;  Τὴν περὶ αὐτοῦ γνῶσιν  ἐξ ἀρχῆς τοῖς ἀνθρώποις  ἐνέθηκεν  ὁ Θεὸς, ἀλλὰ ταύτην τὴν γνῶσιν οἱ Ἕλληνες ξύλοις περιθέντες καὶ λίθοις, ἠδίκησαν τὴν ἀλήθειαν,  τό γε αὐτῶν  μέρος· ἐκείνη γὰρ ἄτρεπτος μένει, τὴν οἰκείαν  δόξαν ἔχουσα ἀκίνητον. Καὶ πόθεν δῆλον, ὅτι ἐνέθηκεν αὐτοῖς τὴν γνῶσιν, ὦ Παῦλε; Ὅτι, φησὶ, τὸ γνωστὸν αὐτοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ἀλλὰ τοῦτο ἀπόφασίς ἐστιν, οὐκ ἀπόδειξις· σὺ δέ μοι κατασκεύασον, καὶ δεῖξον ὅτι ἡ γνῶσις ἡ περὶ τοῦ Θεοῦ δήλη ἦν αὐτοῖς, καὶ ἑκόντες παρέδραμον. Πόθεν οὖν δήλη ἦν; φωνὴν αὐτοῖς ἄνωθεν ἀφῆκεν; Οὐδαμῶς· ἀλλ' ὃ φωνῆς  αὐτοὺς ἐφέλκεσθαι μᾶλλον  ἠδύνατο, τοῦτο ἐποίησε, τὴν κτίσιν εἰς μέσον προθεὶς, ὥστε καὶ σοφὸν καὶ ἰδιώτην, καὶ Σκύθην καὶ βάρβαρον διὰ τῆς ὄψεως καταμαθόντα τῶν ὁρωμένων  τὸ κάλλος, ἐπὶ τὸν Θεὸν ἀναβαίνειν.  ∆ιό φησι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Τί γὰρ ἐροῦσι κατ' ἐκείνην  τὴν ἡμέραν οἱ Ἕλληνες; ὅτι Ἠγνοήσαμέν σε; Εἶτα οὐκ ἠκούσατε τοῦ οὐρανοῦ φωνὴν διὰ τῆς ὄψεως ἀφιέντος, τῆς εὐτάκτου πάντων ἁρμονίας σάλπιγγος λαμπρότερον  βοώσης; νυκτὸς  καὶ ἡμέρας νόμους οὐκ εἴδετε μένοντας  ἀκινήτους διηνεκῶς;  χειμῶνος,  ἔαρος, καὶ τῶν  ἄλλων  ὡρῶν  τὴν  εὐταξίαν  βεβαίαν  τε καὶ ἀκίνητον  οὖσαν; θαλάττης  εὐγνωμοσύνην  ἐν ταραχῇ τοσαύτῃ καὶ κύμασι;πάντα ἐν τάξει μένοντα, καὶ διὰ τοῦ κάλλους καὶ διὰ τοῦ μεγέθους ἀνακηρύττοντα τὸν  ∆ημιουργόν; Ταῦτα γὰρ ἅπαντα,  καὶ τὰ τούτων  πλείονα  συνελὼν  ὁ Παῦλος ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι γε οὐ  διὰ  τοῦτο  ταῦτα  ἐποίησεν  ὁ  Θεὸς, εἰ  καὶ  τοῦτο  ἐξέβη. Οὐ γὰρ  ἵνα  αὐτοὺς ἀπολογίας ἀποστερήσῃ, διδασκαλίαν τοσαύτην εἰς μέσον προὔθηκεν, ἀλλ' ἵνα αὐτὸν ἐπιγνῶσιν· ἀγνωμονήσαντες δὲ, πάσης ἑαυτοὺς ἐστέρησαν ἀπολογίας. Εἶτα δεικνὺς, πῶς εἰσιν ἀπολογίας  ἀπεστερημένοι, φησίν· Ὅτι γνόντες  τὸν  Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν. Ἓν τοῦτο ἔγκλημα μέγιστον· δεύτερον δὲ μετ' ἐκεῖνο, τὸ καὶ εἴδωλα προσκυνῆσαι, ὃ καὶ Ἱερεμίας κατηγορῶν, ἔλεγε· ∆ύο πονηρὰ ἐποίησεν ὁ λαὸς οὗτος· ἐμὲ ἐγκατέλιπον  πηγὴν  ζῶντος  ὕδατος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. Εἶτα καὶ σημεῖον τοῦ εἰδέναι τὸν Θεὸν, καὶ μὴ χρῆσθαι εἰς δέον τῇ γνώσει, παράγει τοῦτο αὐτὸ, τὸ θεοὺς ἐγνωκέναι· διόπερ ἐπήγαγε· ∆ιότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Καὶ τὴν αἰτίαν δὲ τίθησι, δι' ἣν εἰς τοσαύτην ἄνοιαν ἐξέπεσον. Τίς οὖν  αὕτη  ἐστί; Τοῖς λογισμοῖς  τὸ πᾶν  ἐπέτρεψαν.  Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ πολλῷ πληκτικώτερον· Ἐματαιώθησαν γὰρ, φησὶ, ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Ὥσπερ γὰρ ἐν ἀσελήνῳ νυκτὶ εἴ τις ξένην  ἐπιχειρήσει βαδίζειν  ὁδὸν, ἢ πέλαγος  πλεῖν,  οὐ μόνον  οὐ φθάσει πρὸς τὸ τέλος, ἀλλὰ καὶ ἀπολεῖται ταχέως· οὕτω καὶ οὗτοι τὴν πρὸς τὸν οὐρανὸν φέρουσαν ὁδὸν βαδίζειν ἐπιχειροῦντες καὶ τὸ φῶς ἀφ' ἑαυτῶν ἀφελόντες, εἶτα ἀντ' ἐκείνου τῷ σκότῳ τῶν λογισμῶν ἑαυτοὺς ἐπιτρέψαντες, καὶ ἐν σώμασι τὸν ἀσώματον, καὶ ἐν σχήμασι τὸν ἀσχημάτιστον ἐπιζητοῦντες, ναυάγιον ὑπέστησαν χαλεπώτατον.  Μετὰ δὲ τῶν εἰρημένων καὶ ἑτέραν τίθησιν αἰτίαν τῆς πλάνης αὐτῶν, λέγων· Φάσκοντες εἶναι  σοφοὶ,  ἐμωράνθησαν.  Μέγα  γάρ  τι  περὶ  ἑαυτῶν  φαντασθέντες,   καὶ  οὐκ ἀνασχόμενοι  ταύτην  ἐλθεῖν,  ἣν ὁ Θεὸς ἐκέλευσεν αὐτοῖς, ἐβαπτίσθησαν τοῖς τῆς ἀνοίας  λογισμοῖς. Εἶτα δεικνὺς  καὶ ὑπογράφων  τὸ κλυδώνιον,  πῶς  χαλεπὸν  καὶ συγγνώμης  ἁπάσης ἐστερημένον,  ἐπήγαγε,  λέγων·  Καὶ ἤλλαξαν  τὴν  δόξαν  τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν  καὶ τετραπόδων καὶ ἑρπετῶν. γʹ. Πρῶτον ἔγκλημα, ὅτι Θεὸν οὐχ εὗρον· δεύτερον, ὅτι καὶ ἀφορμὰς ἔχοντες μεγάλας καὶ σαφεῖς· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι οὐ μόνον οὐχ εὗρον, ἀλλὰ καὶ εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. Καθαιρεῖ μὲν οὖν αὐτῶν  καὶ ἐν τῇ πρὸς Κορινθίους  Ἐπιστολῇ τὸν τῦφον, ἀλλ' οὐχ ὁμοίως ἐκεῖ καὶ ἐνταῦθα. Ἐκεῖ μὲν γὰρ ἀπὸ τοῦ σταυροῦ δίδωσιν αὐτοῖς πληγὴν, λέγων, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων  ἐστίν· ἐνταῦθα δὲ καὶ χωρὶς συγκρίσεως αὐτὴν καθ' ἑαυτὴν κωμῳδεῖ τὴν σοφίαν αὐτῶν, δεικνὺς μωρίαν οὖσαν, καὶ ἀλαζονείας ἐπίδειξιν μόνον. Εἶτα ἵνα μάθῃς, ὅτι ἔχοντες τὴν περὶ Θεοῦ γνῶσιν, οὕτως αὐτὴν προὔδωκαν, Ἤλλαξαν, εἶπεν· ὁ δὲ ἀλλάσσων, ὡς ἄλλο  ἔχων  ἀλλάσσει.  Ἤθελον  γάρ  τι  πλέον  εὑρεῖν,  καὶ  οὐκ  ἠνέσχοντο  τῶν δοθέντων  ὅρων· διὸ καὶ τούτων  ἐξέπεσον· καινοτομίας  γὰρ ἦσαν ἐπιθυμηταί. Καὶ γὰρ τοιαῦτα πάντα τὰ Ἑλληνικά. ∆ιὰ τοῦτο καὶ κατ' ἀλλήλων  ἔστησαν, καὶ Ἀριστοτέλης μὲν ἐπανέστη Πλάτωνι, οἱ Στωϊκοὶ δὲ πρὸς τοῦτον  ἐφρυάξαντο, καὶ ἄλλος  ἄλλῳ  πολέμιος  γέγονεν·  ὥστε οὐχ  οὕτως  αὐτοὺς  χρὴ θαυμάζειν  διὰ τὴν σοφίαν, ὡς ἀποστρέφεσθαι καὶ μισεῖν, ὅτι δι' αὐτὸ τοῦτο μωροὶ γεγόνασιν. Εἰ γὰρ μὴ λογισμοῖς  ἐπέτρεψαν  καὶ  συλλογισμοῖς  καὶ  σοφίσμασι τὰ  καθ' ἑαυτοὺς,  οὐκ  ἂν ἔπαθον, ὅπερ ἔπαθον. Εἶτα ἐπιτείνων  αὐτῶν τὴν κατηγορίαν, κωμῳδεῖ τὴν εἰδωλολατρείαν  αὐτῶν ἅπασαν. Μάλιστα μὲν οὖν καὶ τὸ ἀλλάξαι, καταγέλαστον· τὸ δὲ καὶ εἰς τοιαῦτα ἀλλάξαι, πάσης ἀπολογίας ἐκτός. Εἰς τίνα οὖν ἤλλαξαν, καὶ τίσι περιέθηκαν τὴν δόξαν, σκόπει· Φαντασθῆναι ἔδει περὶ ἐκείνου, οἷον, ὅτι Θεὸς, ὅτι πάντων  Κύριος, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι προνοεῖ, ὅτι κήδεται· ταῦτα γὰρ δόξα Θεοῦ. Τίσιν οὖν ταύτην ἀνέθηκαν; Οὐκ ἀνθρώποις, ἀλλ' ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου.  Καὶ οὐδὲ  ἐνταῦθα  ἔστησαν,  ἀλλὰ  καὶ  εἰς  κνώδαλα  κατηνέχθησαν, μᾶλλον δὲ καὶ εἰς τὰς τούτων εἰκόνας. Σὺ δέ μοι σκόπει τὴν σοφίαν τοῦ Παύλου, πῶς τὰ δύο ἄκρα τέθεικε, Θεὸν τὸν ἀνωτάτω,  καὶ τὰ ἑρπετὰ τὰ κατωτάτω·  μᾶλλον δὲ οὐδὲ τὰ ἑρπετὰ, ἀλλὰ  τούτων  ὁμοιώματα, ἵνα  σαφῶς δείξῃ τὴν  λαμπρὰν  αὐτῶν μανίαν. Τὴν γὰρ γνῶσιν, ἣν ἔδει περὶ τοῦ πάντων  ἀσυγκρίτως ὑπερέχοντος  ἔχειν, ταύτην  τῷ πάντων  ἀσυγκρίτως εὐτελεστέρῳ περιέθηκαν. Καὶ τί ταῦτα πρὸς τοὺς φιλοσόφους, φησί; Πρὸς αὐτοὺς μὲν οὖν μάλιστα πάντα τὰ εἰρημένα. Καὶ γὰρ οὗτοι τοὺς ταῦτα ἐφευρόντας Αἰγυπτίους διδασκάλους ἔχουσι· καὶ Πλάτων ὁ δοκῶν εἶναι τῶν ἄλλων  σεμνότερος, ἐγκαλλωπίζεται  τούτοις, καὶ ὁ τούτου διδάσκαλος περὶ τὰ εἴδωλα ταῦτα ἐπτόηται· τὸν γοῦν ἀλεκτρυόνα ὁ κελεύων τῷ Ἀσκληπιῷ θύειν, οὗτός ἐστιν. Ἔνθα τῶν κνωδάλων τούτων καὶ τῶν ἑρπετῶν εἰκόνας, καὶ τὸν Ἀπόλλωνα δὲ καὶ τὸν ∆ιόνυσον μετὰ τούτων θεραπευομένους τῶν ἑρπετῶν ἴδοι τις ἄν. Τινὲς δὲ τῶν   φιλοσόφων   καὶ  εἰς  τὸν  οὐρανὸν  ἀνήγαγον   ταύρους  καὶ  σκορπίους  καὶ δράκοντας καὶ τὸν ἄλλον ἅπαντα λῆρον· πανταχοῦ γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς τὰ τῶν ἑρπετῶν ὁμοιώματα τοὺς ἀνθρώπους καταγαγεῖν, καὶ ὑποτάξαι τοῖς πάντων ἀλογωτέροις  αὐτοὺς,  οὓς  ὁ  Θεὸς ὑπὲρ  τὸν  οὐρανὸν  ἀναγαγεῖν   ἠθέλησεν.  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὄψει τὸν κορυφαῖον αὐτῶν ὑπεύθυνον τοῖς λεγομένοις ὄντα. Ὅταν γὰρ τοὺς ποιητὰς συνάγῃ, καὶ λέγῃ χρῆναι πιστεύειν αὐτοῖς ἐν τοῖς περὶ Θεὸν λόγοις, ὡς ἀκριβῶς εἰδόσιν, οὐδὲν ἕτερον ἢ τὸν ὁρμαθὸν τῶν λήρων τούτων εἰσάγει, καὶ τὸν πολὺν γέλωτα τοῦτον ὅτι ἀληθῆ χρὴ νομίζειν εἶναί φησι. ∆ιὸ καὶ παρέδωκεν ὁ Θεὸς αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. ∆είκνυσιν ἐντεῦθεν, ὅτι καὶ τῆς τῶν νόμων διαστροφῆς ἡ ἀσέβεια γέγονεν αἰτία. Τὸ δὲ, Παρέδωκεν, ἐνταῦθα
Εἴασεν ἐστίν. Ὥσπερ γὰρ ὁ στρατοπέδου προηγούμενος ἂν τοῦ πολέμου βαρήσαντος ἀναχωρήσας  ἀπέλθοι,  παραδίδωσι  τοῖς  πολεμίοις  τοὺς  στρατιώτας,  οὐχὶ  αὐτὸς ὠθῶν,  ἀλλὰ  γυμνῶν   τῆς  ἑαυτοῦ  βοηθείας οὕτω  καὶ  ὁ  Θεὸς τοὺς  οὐ βουληθέντας δέξασθαι τὰ παρ' αὐτοῦ, ἀλλὰ πρώτους ἀποπηδήσαντας, ἀφῆκεν, αὐτὸς τὰ παρ' ἑαυτοῦ πάντα πληρώσας. Σκόπει δέ· Προὔθηκεν ἀντὶ διδασκαλίας εἰς μέσον τὸν κόσμον· ἔδωκε νοῦν καὶ διάνοιαν δυναμένην τὸ δέον συνιδεῖν. Οὐδενὶ τούτων ἐχρήσαντο πρὸς σωτηρίαν  οἱ τότε, ἀλλὰ  καὶ εἰς τοὐναντίον  περιέστρεψαν, ὅπερ ἔλαβον. Τί οὖν ποιῆσαι ἐχρῆν; πρὸς ἀνάγκην ἕλκειν καὶ βίαν; Ἀλλ' οὐκ ἔστι τοῦτο ποιεῖν ἐναρέτους. Ἐλείπετο δὲ ἀφεῖναι, ὅπερ καὶ ἐποίησεν, ἵνα κἂν οὕτω τῇ πείρᾳ μαθόντες, ὧν ἐπεθύμησαν, φύγωσι τὴν αἰσχύνην. Καὶ γὰρ εἴ τις βασιλέως υἱὸς ὢν, τὸν πατέρα ἀτιμάσας ἕλοιτο εἶναι μετὰ λῃστῶν καὶ ἀνδροφόνων  καὶ τυμβωρύχων, καὶ τὰ ἐκείνων  προτιμήσειε τῆς πατρῴας οἰκίας, ἀφίησιν αὐτὸν ὁ πατὴρ, ὥστε διὰ τῆς πείρας αὐτῆς μαθεῖν τῆς οἰκείας ἀνοίας τὴν ὑπερβολήν.

 δʹ. ∆ιὰ τί δὲ μηδεμιᾶς ἄλλης  ἐμνημόνευσεν  ἁμαρτίας,  οἷον  φόνου,  πλεονεξίας,  καὶ  τῶν  ἄλλων   τῶν τοιούτων, ἀλλ' ἀκολασίας; Τοὺς ἀκούοντας τότε μοι δοκεῖ, καὶ τοὺς τὴν ἐπιστολὴν δεχομένους  αἰνίττεσθαι.  Εἰς ἀκαθαρσίαν  τοῦ  ἀτιμάζεσθαι  τὰ  σώματα  αὐτῶν  ἐν ἑαυτοῖς. Ὅρα τὴν ἔμφασιν πληκτικωτάτην  οὖσαν. Οὐ γὰρ ἑτέρων ἐδεήθησαν, φησὶ, τῶν ὑβριζόντων, ἀλλ' ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διέθηκαν, ταῦτα ἑαυτοὺς κατειργάσαντο. Εἶτα πάλιν  τὴν αἰτίαν  ἀναλαβὼν,  φησίν· Οἵτινες μετήλλαξαν  τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν  κτίσαντα.  Ἃ  μὲν  ἦν  σφόδρα  καταγέλαστα,  τίθησι  κατ'  εἶδος,  ἃ  δὲ  δοκεῖ σεμνότερα εἶναι τῶν ἄλλων, καθολικῶς· καὶ διὰ πάντων δείκνυσιν, ὅτι τὸ τῇ κτίσει λατρεύειν,  Ἑλληνικόν.  Καὶ ὅρα πῶς  τὸν  λόγον  ἐδήλωσεν.  Οὐ γὰρ εἶπεν  ἁπλῶς, Ἐλάτρευσαν τῇ  κτίσει,  ἀλλὰ,  Παρὰ τὸν  κτίσαντα·  πανταχοῦ  ταύτῃ  τὸ  ἔγκλημα ἐπαίρων,   καὶ  τῇ  παραθέσει  πάσης  συγγνώμης   αὐτοὺς   ἀποστερῶν.  Ὅς  ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀλλ' οὐ διὰ τοῦτό τι παρεβλάβη, φησίν· αὐτὸς μὲν γὰρ εἰς τοὺς αἰῶνας εὐλογητός. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχ ἑαυτῷ ἀμύνων εἴασεν αὐτοὺς, ὅπου γε αὐτὸς οὐδὲν ἔπασχεν. Εἰ γὰρ καὶ οὗτοι ὕβρισαν, ἀλλ' ἐκεῖνος οὐχ ὕβριστο, οὐδὲ ἠκρωτηριάσθη τὰ τῆς δόξης αὐτῷ, ἀλλὰ μένει διαπαντὸς εὐλογητός. Εἰ γὰρ  ἄνθρωπος  πολλάκις  φιλοσοφῶν  οὐδὲν  ἂν  πάθοι  παρὰ  τῶν  ὑβριζόντων, πολλῷ  μᾶλλον  ὁ  Θεὸς, ἡ  ἀνώλεθρος  καὶ  ἄτρεπτος  φύσις,  ἡ  ἀναλλοίωτος   καὶ ἀκίνητος δόξα. Καὶ γὰρ ἄνθρωποι κατ' αὐτὸ ὁμοιοῦνται Θεῷ, ὅταν μηδὲν πάσχωσι παρὰ τῶν ἐπηρεάζειν βουλομένων, μηδὲ ὑβριζόντων  ὑβρίζωνται, μηδὲ τυπτόντων τύπτωνται,   μηδὲ  καταγελῶνται   καταγελώντων    ἑτέρων   αὐτούς.  Καὶ  πῶς   ἔνι γενέσθαι τοῦτο, φησίν; Ἔνι, καὶ σφόδρα ἔνι, ὅταν μὴ ἀλγῇς τοῖς γινομένοις. Καὶ πῶς ἔνι μὴ ἀλγεῖν, φησί; Πῶς ἔνι μὲν οὖν ἀλγεῖν; Εἰπὲ γάρ μοι, εἰ τὸ παιδάριον ὑβρίσειέ σε τὸ σὸν, ἆρα ὕβριν  ἡγήσῃ τὴν  ὕβριν; τί  δὲ, ἀλγήσεις; Οὐδαμῶς· ἂν  δὲ ἀλγήσῃς, οὐ τότε ἔσῃ καταγέλαστος; Οὕτω καὶ ἐπὶ τῶν πλησίον διακεισώμεθα, καὶ οὐδὲν πεισόμεθα ἀηδές (τῶν γὰρ παίδων οἱ ὑβρίζοντες ἀνοητότεροι)· μηδὲ ζητῶμεν μὴ ὑβρίζεσθαι, ἀλλὰ ὑβριζόμενοι φέρωμεν γενναίως· αὕτη γάρ ἐστιν ἡ βεβαία τιμή. Τί δήποτε; Ὅτι σὺ κύριος τούτου, ἐκείνου δὲ ἕτερος. Οὐχ ὁρᾷς τὸν ἀδάμαντα ἐν τῷ παίεσθαι πλήττοντα;  Ἀλλ' ἡ φύσις, φησὶ, τοῦτο ἔχει. Ἀλλὰ καὶ σοὶ δυνατὸν  ἐν τῇ προαιρέσει γενέσθαι τοιοῦτον, ὅπερ ἀπὸ φύσεως ἐκείνῳ συμβαίνει. Τί δέ; οὐκ εἶδες τοὺς παῖδας  ἐν  τῇ καμίνῳ  μὴ καιομένους;  καὶ τὸν  ∆ανιὴλ  ἐν  τῷ  λάκκῳ  μηδὲν πάσχοντα δεινόν; Ἔξεστι καὶ νῦν  τοῦτο γενέσθαι· παρεστήκασι καὶ ἡμῖν λέοντες, θυμὸς, ἐπιθυμία,  χαλεποὺς  ἔχοντες  ὀδόντας,  διασπῶντες  τὸν  ἐμπίπτοντα.  Γενοῦ τοίνυν κατὰ τὸν ∆ανιὴλ, καὶ μὴ δῷς τοῖς πάθεσι τούτοις τοὺς ὀδόντας ἐμπῆξαί σου τῇ ψυχῇ. Ἀλλ' ἐκεῖνος τῆς χάριτος τὸ ὅλον εἶχε συμπράττον, φησί. Καλῶς· ἐπειδὴ ταύτης τὰ τῆς προαιρέσεως προηγήσατο. Ὥστε ἐὰν θέλωμεν  καὶ ἡμεῖς τοιούτους ἑαυτοὺς κατασκευάσαι, πάρεστι καὶ νῦν ἡ χάρις· κἂν πεινᾷ τὰ θηρία, οὐχ ἅψεταί σου τῆς  πλευρᾶς.  Εἰ γὰρ  σῶμα  δουλικὸν  ἰδόντες  ᾐδέσθησαν, τὰ  μέλη  τοῦ  Χριστοῦ θεασάμενοι (τοῦτο γάρ ἐσμεν οἱ πιστοὶ), πῶς οὐχ ἡσυχάσουσιν;  Εἰ δὲ οὐχ ἡσυχάσουσι, παρὰ τὴν  τῶν  ἐμβληθέντων  αἰτίαν.  Καὶ γὰρ πολλοὶ  τοῖς λέουσι τούτοις  πολλὴν παρέχουσι δαπάνην, πόρνας τρέφοντες, γάμους διορύττοντες, ἐχθροὺς ἀμυνόμενοι· διὸ  πρὶν  πρὸς  τὸ  ἔδαφος  ἐλθεῖν,  διασπῶνται.  Ἀλλ'  οὐκ  ἐπὶ  τοῦ  ∆ανιὴλ  τοῦτο γέγονεν,  ἀλλ' οὐδὲ ἐφ' ἡμῶν,  εἰ βουληθείημεν,  τοῦτο  ἔσται, ἀλλὰ  καὶ πλέον  τι συμβήσεται τῶν γενομένων  τότε. Ἐκεῖ μὲν γὰρ οὐκ ἠδίκησαν οἱ λέοντες, ἡμᾶς δὲ, ἐὰν  νήφωμεν,  καὶ  ὠφελήσουσιν  οἱ  ἀδικοῦντες.  Οὕτω γοῦν  ὁ  Παῦλος λαμπρὸς ἐγένετο ἀπὸ τῶν ἐπηρεαζόντων καὶ ἐπιβουλευόντων, οὕτως ὁ Ἰὼβ ἀπὸ τῶν πολλῶν πληγῶν ἐκείνων, οὕτως ὁ Ἱερεμίας ἀπὸ τοῦ λάκκου τοῦ βορβόρου, οὕτως ὁ Νῶε ἀπὸ τοῦ κατακλυσμοῦ, οὕτως  ὁ Ἄβελ ἀπὸ τῆς ἐπιβουλῆς, οὕτως  ὁ Μωϋσῆς ἀπὸ τῶν φονώντων Ἰουδαίων,  οὕτως ὁ Ἐλισσαῖος, οὕτως ἕκαστος τῶν  μεγάλων  ἐκείνων, οὐκ  ἀπὸ  ἀνέσεως  καὶ  τρυφῆς,  ἀλλ'  ἀπὸ  θλίψεων   καὶ  πειρασμῶν  λαμπροὺς ἀνεδήσαντο  στεφάνους.  ∆ιὸ καὶ  ὁ Χριστὸς ταύτην  εἰδὼς  τῆς  εὐδοκιμήσεως  τὴν ὑπόθεσιν, τοῖς μαθηταῖς ἔλεγεν·  Ἐν τῷ κόσμῳ θλίψιν  ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Τί οὖν; φησίν· οὐ πολλοὶ περιετράπησαν ὑπὸ τῶν δεινῶν; Οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν ἑαυτῶν ῥᾳθυμίαν· ὁ δὲ ποιῶν σὺν τῷ πειρασμῷ καὶ τὴν  ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν,  αὐτὸς παρασταίη πᾶσιν ἡμῖν, καὶ χεῖρα ὀρέξειεν, ἵνα λαμπρῶς ἀνακηρυχθέντες,  τῶν αἰωνίων  ἐπιτύχωμεν στεφάνων,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |