Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60
ΚΓʹ. Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω.
αʹ. Πολὺν τοῦ πράγματος τούτου ποιεῖται λόγον καὶ ἐν ἑτέραις ἐπιστολαῖς, καθάπερ τοὺς οἰκέτας τοῖς δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάσσων. Ποιεῖ δὲ τοῦτο, δεικνὺς ὡς οὐκ ἐπ' ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ' αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ' ἐπὶ διορθώσει βελτίονι, καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. Ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαὶ, καὶ περιττοὺς οὐ δεῖ προστιθέναι πειρασμοὺς καὶ ἀνονήτους. Σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. Ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο, καὶ τὴν ἀγγέλοις πρέπουσαν
κατεφύτευσε πολιτείαν, καὶ θυμὸν ἐκένωσε καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. Εἰ γὰρ τοὺς ἀδικοῦντας τοῖς ἐναντίοις ἀμείβεσθαι χρὴ, πολλῷ μᾶλλον τοῖς εὐεργετοῦσι πείθεσθαι προσήκει. Ἀλλὰ τοῦτο μὲν πρὸς τῷ τέλει τῆς παραινέσεως τίθησι· τέως δὲ οὐ τούτους κινεῖ τοὺς λογισμοὺς, οὓς εἶπον, ἀλλὰ τοὺς κατὰ ὀφειλὴν κελεύοντας τοῦτο ποιεῖν. Καὶ δεικνὺς, ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν, οὕτω λέγων· Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω· κἂν ἀπόστολος ᾖς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. Καὶ οὐχ ἁπλῶς εἶπε, Πειθέσθω, ἀλλ', Ὑποτασσέσθω. Καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι· Οὐ γάρ ἐστιν ἐξουσία, φησὶν, εἰ μὴ ἀπὸ τοῦ Θεοῦ. Τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ τοῦ Θεοῦ κεχειροτόνηται; Οὐ τοῦτο λέγω, φησίν· οὐδὲ γὰρ περὶ τῶν καθ' ἕκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ αὐτοῦ τοῦ πράγματος. Τὸ γὰρ ἀρχὰς εἶναι, καὶ τοὺς μὲν ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μηδὲ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων τῇδε κἀκεῖσε τῶν δήμων περιαγομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναί φημι. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Οὐ γάρ ἐστιν ἄρχων, εἰ μὴ ἀπὸ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται λέγων· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ἀπὸ Θεοῦ· αἱ δὲ οὖσαι ἐξουσίαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν. Οὕτω καὶ ὅταν λέγῃ τις σοφὸς, ὅτι Παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι τὸν γάμον ὁ Θεὸς ἐποίησεν, οὐχ ὅτι ἕκαστον συνιόντα γυναικὶ αὐτὸς συνάπτει· καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπὶ κακῷ, καὶ οὐ νόμῳ γάμου, συνιόντας ἀλλήλοις, καὶ οὐκ ἂν τῷ Θεῷ τοῦτο λογισαίμεθα. Ἀλλ' ὅπερ αὐτὸς ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν
αὐτούς· καὶ εἶπεν, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, τοῦτο καὶ ὁ σοφὸς ἐκεῖνος ἑρμηνεύων ἔλεγεν. Ἐπειδὴ γὰρ τὸ ὁμότιμον μάχην πολλάκις εἰσάγει, πολλὰς ἐποίησε τὰς ἀρχὰς καὶ τὰς ὑποταγὰς, οἷον ὡς ἀνδρὸς καὶ γυναικὸς, ὡς παιδὸς καὶ πατρὸς, ὡς πρεσβύτου καὶ νέου, ὡς δούλου καὶ ἐλευθέρου, ὡς ἄρχοντος καὶ ἀρχομένου, ὡς διδασκάλου καὶ μαθητοῦ. Καὶ τί θαυμάζεις ἐπὶ τῶν ἀνθρώπων, ὅπου γε καὶ ἐπὶ τοῦ σώματος τὸ αὐτὸ τοῦτο πεποίηκεν; Οὐδὲ γὰρ ἐνταῦθα ὁμότιμα πάντα εἰργάσατο, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ κρεῖττον κατεσκεύασε, καὶ τὰ μὲν ἄρχειν τῶν μελῶν, τὰ δὲ ἄρχεσθαι ἐποίησε. Καὶ ἐν τοῖς ἀλόγοις δὲ τὸ αὐτὸ τοῦτο ἴδοι τις ἂν, ὡς ἐν ταῖς μελίσσαις, ὡς ἐν ταῖς γεράνοις, ὡς ἐν ταῖς ἀγέλαις τῶν ἀγρίων προβάτων. Καὶ οὐδὲ ἡ θάλασσα ταύτης ἐστέρηται τῆς εὐταξίας, ἀλλὰ καὶ ἐκεῖ πολλὰ τῶν γενῶν
ὑφ' ἑνὶ τάττεται τῶν ἰχθύων καὶ στρατηγεῖται, καὶ οὕτω μακρὰς ἀποδημίας ἀποδημεῖ. Καὶ γὰρ ἡ ἀναρχία πανταχοῦ κακὸν, καὶ συγχύσεως αἴτιον. Εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν· Ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν. Ἴδε ποῦ τὸ πρᾶγμα ἀνήγαγε, καὶ πόθεν ἐφόβησε, καὶ πῶς ἔδειξε τοῦτο κατὰ ὀφειλὴν γινόμενον. Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι Ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσόμενος πείθεται. Ἀλλ' οὐ λέγει οὕτως, οἷον ὅτι τῷ Θεῷ πείθεται ὁ τοῖς ἄρχουσιν ὑπακούων, ἀλλ' ἀπὸ τοῦ ἐναντίου φοβεῖ καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνῳ, τῷ Θεῷ πολεμεῖ τῷ ταῦτα νομοθετήσαντι. Καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ, ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ' ὀφείλομεν. Οὕτω γὰρ καὶ τοὺς ἄρχοντας τοὺς ἀπίστους ἐπεσπάσατο μᾶλλον πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. Καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε, ἐπὶ στάσει καὶ καινοτομίᾳ διαβάλλων τοὺς ἀποστόλους, καὶ ὡς ἐπ' ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. Ὅταν οὖν δείξῃς τὸν κοινὸν ἡμῶν ∆εσπότην τοῦτο παρεγγυῶντα τοῖς αὑτοῦ πᾶσι, καὶ τῶν διαβαλλόντων ὡς νεωτεροποιῶν ἀποῤῥάψεις τὰ στόματα, καὶ μετὰ πλείονος τῆς παῤῥησίας ὑπὲρ τῶν τῆς ἀληθείας διαλέξῃ δογμάτων. βʹ. Μὴ τοίνυν αἰσχύνου, φησὶ, τῇ τοιαύτῃ ὑποταγῇ. Καὶ γὰρ ὁ Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι τιμωρὸς καταφρονουμένων τούτων. Οὐ γὰρ τὴν τυχοῦσάν σε ἀπαιτήσει δίκην παρακούσαντα, ἀλλὰ καὶ σφόδρα μεγίστην, καὶ οὐδέν σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρ' ἀνθρώπων ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην, καὶ οὐδείς σου προστήσεται, καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. Ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν· Οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρῖμα λήψονται. Εἶτα δεικνὺς δὲ τὸ κέρδος τοῦ πράγματος μετὰ τὸν φόβον, καὶ ἀπὸ τῶν λογισμῶν πείθει λέγων οὕτως· Οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶ φόβος τῶν ἀγαθῶν ἔργων, ἀλλὰ τῶν κακῶν. Ἐπειδὴ γὰρ βαθεῖαν ἔδωκε τὴν πληγὴν καὶ κατέπληξεν αὐτοὺς, πάλιν ἀνίησιν, ὥσπερ σοφὸς ἰατρὸς φάρμακα προσηνῆ τιθεὶς, παραμυθούμενος καὶ λέγων, Τί δέδοικας; τί φρίττεις; μὴ γὰρ ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; ∆ιὸ καὶ ἐπάγει· Θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Εἶδες πῶς ᾠκείωσεν αὐτὸν τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; Εἶδες πῶς ἐκένωσε τὸν θυμόν; Θεοῦ γάρ ἐστι διάκονός σοι εἰς τὸ ἀγαθόν. Τοσοῦτον ἀπέχει τοῦ φοβῆσαί σε, φησὶ, ὅτι καὶ ἐπαινεῖ· τοσοῦτον ἀπέχει τοῦ κωλύειν, ὅτι καὶ συμπράττει. Ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διὰ τί οὐχ ὑποτάσσῃ; Καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετὴν, τοὺς μὲν πονηροὺς κολάζων, τοὺς δὲ ἀγαθοὺς εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων· διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. Σκόπει δέ· συμβουλεύω περὶ σωφροσύνης ἐγὼ, καὶ ἐκεῖνος τὰ αὐτὰ λέγει διὰ τῶν νόμων· παραινῶ περὶ τοῦ μὴ δεῖν πλεονεκτεῖν μηδὲ ἁρπάζειν, κἀκεῖνος ὑπὲρ τούτων κάθηται δικάζων. Ὥστε συνεργός ἐστιν ἡμῖν καὶ βοηθὸς, καὶ παρὰ τοῦ Θεοῦ εἰς τοῦτο ἀπέσταλται. Ἀμφοτέρωθεν τοίνυν ἐστὶν αἰδέσιμος, καὶ ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη, καὶ ὅτι ἐπὶ τοιούτῳ πράγματι. Ἐὰν δὲ καὶ τὸ κακὸν ποιῇς, φοβοῦ. Οὐκ ἄρα ὁ ἄρχων ποιεῖ τὸν φόβον, ἀλλ' ἡ ἡμετέρα πονηρία. Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Εἶδες πῶς αὐτὸν παρέστησεν, ὁπλίσας καθάπερ τινὰ στρατιώτην, φοβερὸν τοῖς ἁμαρτάνουσιν ἐπιστήσας; Θεοῦ γὰρ διάκονός ἐστιν εἰς ὀργὴν, ἔνδικος τῷ τὸ κακὸν πράσσοντι. Ἵνα γὰρ μὴ πάλιν ἀκούσας κόλασιν καὶ τιμωρίαν καὶ μάχαιραν, ἀποπηδήσῃς, πάλιν φησὶν, ὅτι Θεοῦ νόμον πληροῖ. Τί γὰρ, εἰ καὶ ἀγνοεῖ αὐτός; Ἀλλ' ὁ Θεὸς οὕτως ἐτύπωσεν. Εἰ τοίνυν καὶ κολάζων καὶ τιμῶν διάκονος Θεοῦ ἐστιν, ἐκδικῶν ἀρετὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς τοσαῦτα εἰσάγοντι ἀγαθὰ, καὶ προοδοποιοῦντι τοῖς σοῖς; Καὶ γὰρ πολλοὶ πρότερον διὰ τοὺς ἄρχοντας ἀρετὴν ἀσκήσαντες, ὕστερον καὶ διὰ τὸν φόβον τοῦ Θεοῦ ταύτης ἐπελάβοντο. Τῶν γὰρ παχυτέρων οὐχ οὕτω τὰ μέλλοντα, ὡς τὰ παρόντα καθάπτεται. Ὁ τοίνυν τὴν ψυχὴν τῶν πολλῶν προευτρεπίζων τῷ φόβῳ καὶ ταῖς τιμαῖς, ὥστε γενέσθαι ἐπιτηδειοτέραν τῷ τῆς διδασκαλίας λόγῳ, εἰκότως οὗτος διάκονος κέκληται τοῦ Θεοῦ. ∆ιὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν. Τί ἐστιν, Οὐ μόνον διὰ τὴν ὀργήν; Οὐ μόνον, φησὶν, ὅτι ἀνθίστασαι Θεῷ μὴ ὑποτασσόμενος, οὐδ' ὅτι κακὰ σεαυτῷ προξενεῖς μεγάλα καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῶν ἀνθρώπων, ἀλλ' ὅτι καὶ ἐν τοῖς μεγίστοις εὐεργέτης σου γίνεται, εἰρήνης ὢν πρόξενος καὶ οἰκονομίας πολιτικῆς. Καὶ γὰρ μυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται· κἂν ἀνέλῃς αὐτὰς, πάντα οἰχήσεται, καὶ οὐ πόλεις, οὐ χωρία, οὐκ οἰκία, οὐκ ἀγορὰ, οὐκ ἄλλο οὐδὲν στήσεται, ἀλλὰ πάντα ἀνατραπήσεται, τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων. Ὥστε καὶ εἰ μὴ ὀργή τις εἵπετο τῷ παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαί σε ἐχρῆν, ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην. ∆ιὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε, φησί. Θεοῦ γάρ εἰσι λειτουργοὶ, εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν. Ὅτι γὰρ εὐεργετῇ παρ' αὐτοῦ, φησὶ, σὺ μαρτυρεῖς, μισθὸν αὐτῷ τελῶν. Ὅρα σοφίαν καὶ σύνεσιν τοῦ μακαρίου Παύλου. Ὃ γὰρ ἐδόκει φορτικὸν εἶναι καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. ∆ιὰ τί γὰρ, φησὶ, φόρους δίδομεν βασιλεῖ; Οὐχ ὡς προνοοῦντι, οὐχ ὡς προϊσταμένῳ μισθὸν τελοῦντες κηδεμονίας; Καίτοι γε οὐκ ἂν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν, ὅτι κερδαίνομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας· ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινῇ γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ' ἡμῶν, ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων, καὶ εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκουσιν ἅπασαν, δι' ὧν καὶ τὰ ἡμέτερα σώζεται. γʹ. Εἰπὼν τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν, πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπάγει· τὸν γὰρ πιστὸν οὕτω μᾶλλον ἱκανὸς ἦν ἐπισπάσασθαι· καὶ δείκνυσι πάλιν, ὅτι Θεῷ τοῦτο δοκεῖ, καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλὴν, οὕτω λέγων· Θεοῦ γάρ εἰσι λειτουργοί. Εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν αὐτῶν ἐπήγαγεν· Εἰς τοῦτο αὐτὸ προσκαρτεροῦντες. Οὗτος γὰρ αὐτοῖς ὁ βίος, αὕτη ἡ σπουδὴ, ὅπως ἀπολαύῃς εἰρήνης. ∆ιὰ τοῦτο καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ οὐ μόνον ὑποτάσσεσθαι, ἀλλὰ καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν κελεύει· καὶ δεικνὺς κἀκεῖ τὸ κέρδος κοινὸν, ἐπήγαγεν· Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν. Οὐδὲ γὰρ μικρόν τι συντελοῦσιν ἡμῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέμενοι, τοὺς πολεμίους ἀποκρουόμενοι, τοὺς ἐν ταῖς πόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύοντες. Μὴ γάρ μοι τοῦτο εἴπῃς, εἴ τις κακῶς τῷ πράγματι κέχρηται, ἀλλ' αὐτῆς βλέπε τῆς διατάξεως τὴν εὐκοσμίαν, καὶ τὴν πολλὴν ὄψει τοῦ ταῦτα ἐξ ἀρχῆς νομοθετήσαντος σοφίαν. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον· τῷ τὸ τέλος. τὸ τέλος· τῷ τὸν φόβον, τὸν φόβον· τῷ τὴν τιμὴν, τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Ἔτι τῶν αὐτῶν ἔχεται, οὐ χρήματα μόνον κελεύων αὐτοῖς τελεῖν, ἀλλὰ καὶ τιμὴν καὶ φόβον. Καὶ πῶς ἀνωτέρω λέγων, Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει· ἐνταῦθα λέγει, Ἀπόδοτε τὸν φόβον; Τὴν ἐπιτεταμένην λέγων τιμὴν, οὐ τὸν ἐκ τοῦ πονηροῦ συνειδότος φόβον, ὃν ἀνωτέρω ᾐνίξατο. Καὶ οὐδὲ εἶπε, ∆ότε, ἀλλ', Ἀπόδοτε, καὶ τὰς ὀφειλὰς προσέθηκεν· οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν· ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα, κἂν μὴ πράττῃς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. Μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἂν ἄρχοντος παρόντος ὑπαναστῇς, ἂν τὴν κεφαλὴν ἀποκαλύψῃς. Εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. Εἰ δὲ λέγεις, ὅτι σὺ μείζονα ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σου νῦν ὁ καιρός· ξένος γὰρ εἶ καὶ παρεπίδημος, Ἔσται καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ· νῦν
ἡ ζωή σου κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ. τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Μὴ ζήτει τοίνυν ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ τὴν ἀμοιβὴν, ἀλλὰ κἂν μετὰ φόβου παρεστάναι δέῃ τῷ ἄρχοντι, μὴ νομίσῃς ἀνάξιον εἶναι τοῦτο τῆς σῆς εὐγενείας. Ὁ Θεὸς γὰρ οὕτω βούλεται, ἵνα ὁ ἄρχων ὁ παρ' αὐτοῦ τυπωθεὶς τὴν οἰκείαν ἰσχὺν ἔχῃ. Καὶ γὰρ ὅταν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, μετὰ φόβου παρεστήκῃ τῷ δικάζοντι, πολλῷ μᾶλλον ὁ τὰ πονηρὰ πράττων φοβηθήσεται. Καὶ σὺ δὲ ταύτῃ λαμπρότερος ἔσῃ· οὐδὲ γὰρ ἐκ τοῦ τιμᾷν τὸ ἐξευτελίζεσθαι γίνεται, ἀλλ' ἐκ τοῦ ἀτιμάζειν· καὶ ὁ ἄρχων δέ σε θαυμάσεται μειζόνως, καὶ δοξάσει σου τὸν ∆εσπότην ἐντεῦθεν, κἂν ἄπιστος ᾖ. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν. Πάλιν ἐπὶ τὴν μητέρα τῶν ἀγαθῶν καταφεύγει, καὶ τὴν διδάσκαλον τῶν εἰρημένων καὶ ποιητικὴν ἀρετῆς ἁπάσης, καί φησι καὶ αὐτὴν ὀφείλημα εἶναι, οὐ μὴν τοιοῦτον, οἷον τὸ φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. Οὐδέποτε γὰρ αὐτὴν ἀποδίδοσθαι βούλεται· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ' ἀεὶ ὀφείλεσθαι. Τοιοῦτον γάρ ἐστι τὸ χρέος, ὡς καὶ διδόναι καὶ ὀφείλειν ἀεί. Εἰπὼν τοίνυν πῶς ἀγαπᾷν δεῖ, καὶ τὸ κέρδος αὐτοῦ δηλοῖ λέγων· Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Μὴ γάρ μοι μηδὲ τοῦτο χάριν νόμιζε· καὶ γὰρ καὶ τοῦτο ὀφειλή· ὀφείλεις γὰρ τῷ ἀδελφῷ ἀγάπην διὰ τὴν συγγένειαν τὴν πνευματικήν· οὐ ταύτῃ δὲ μόνον, ἀλλ' ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων· κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. Φίλει τοίνυν τὸν ἀδελφόν. Εἰ γὰρ ἐκ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδανεῖς, ὡς τὸν νόμον ἅπαντα πληροῦν, ὀφείλεις αὐτῷ τὴν ἀγάπην, εὐεργετούμενος παρ' αὐτοῦ. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Οὐκ εἶπε, Πληροῦται, ἁπλῶς, ἀλλ', Ἀνακεφαλαιοῦται· τουτέστι, συντόμως καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν τὸ ἔργον· καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς ἡ ἀγάπη· ταύτην ἔχει ῥίζαν, ταύτην ὑπόθεσιν, ταύτην κορυφήν. Εἰ τοίνυν καὶ ἀρχὴ καὶ πλήρωμα, τί ταύτης ἴσον; δʹ. Ἀλλ' οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἀγάπησον τὸν πλησίον σου, ἀλλ', Ὡς ἑαυτόν. ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς τὸν νόμον καὶ τοὺς προφήτας ἐν αὐτῇ κρεμασθῆναι ἔλεγε. Καὶ δύο τιθεὶς ἀγάπης εἴδη, ὅρα ποῦ ταύτην ἀνήγαγεν. Εἰπὼν γὰρ, ὅτι Ἡ πρώτη ἐστὶν ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· ἐπήγαγε, ∆ευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν· Ὁμοία αὐτῆς, Καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς φιλανθρωπίας; τί τῆς ἡμερότητος; Ὅταν ἀπείρως ἡμῶν αὐτοῦ διεστηκότων, τὴν εἰς ἡμᾶς ἀγάπην ἐγγὺς ἄγει τῆς εἰς αὐτὸν, καὶ ὁμοίαν ταύτης ἐκείνην εἶναι λέγει. ∆ιὰ δὴ τοῦτο, καὶ μέτρα σχεδὸν ἴσα τιθεὶς ἑκάτερα, περὶ μὲν ἐκείνης ἔλεγεν, Ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· περὶ δὲ ταύτης τῆς τοῦ πλησίον, Ὡς ἑαυτόν. Ὁ δὲ Παῦλος, ταύτης οὐκ οὔσης, οὐδὲ ὠφελεῖσθαι σφόδρα παρ' ἐκείνης ἔλεγεν. Ὥσπερ οὖν ἡμεῖς ἐπειδάν τινα φιλῶμεν, λέγομεν, ὅτι ἂν ἐκεῖνον ἀγαπήσῃς, ἐμὲ ἠγάπησας· οὕτω καὶ αὐτὸς τοῦτο δηλῶν ἔλεγεν, Ὁμοία αὐτῆς ἐστι· καὶ Πέτρῳ, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωμα οὖν νόμου ἡ ἀγάπη. Εἶδες πῶς ἑκατέρας ἔχει τὰς ἀρετὰς τήν τε τῶν κακῶν ἀποχήν (Κακὸν γὰρ, φησὶν, οὐκ ἐργάζεται)· καὶ τὴν τῶν ἀγαθῶν ἐργασίαν, Πλήρωμα γὰρ νόμου, φησὶν, ἐστὶν, οὐ τὴν διδασκαλίαν ἡμῖν τῶν πρακτέων συντόμως εἰσάγουσα μόνον, ἀλλὰ καὶ τὴν κατόρθωσιν αὐτῶν εὔκολον ποιοῦσα. Οὐ γὰρ ὅπως ἂν μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν (ὅπερ ἐστὶ τοῦ νόμου), ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει συμμαχίαν ἡμῖν, οὐ μέρος τι τῶν ἐντολῶν, ἀλλ' ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν. Φιλῶμεν οὖν ἀλλήλους, ὡς καὶ ταύτῃ τὸν φιλοῦντα ἡμᾶς ἀγαπήσοντες Θεόν. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων, ἂν τὸν ἐρώμενον φιλῇς, μάχεται ὁ φιλῶν· ἐνταῦθα δὲ καὶ ἀξιοῖ σε κοινωνῆσαι τοῦ ἔρωτος,
καὶ μὴ κοινωνοῦντα μισεῖ. Ὁ μὲν γὰρ ἀνθρώπινος φθόνου καὶ βασκανίας γέμει, ὁ δὲ θεῖος παντὸς ἀπήλλακται πάθους. ∆ιὸ καὶ κοινωνοὺς ἐπιζητεῖ τῆς φιλίας· Φίλει γὰρ, φησὶ, μετ' ἐμοῦ, καὶ τότε σε καὶ ἐγὼ φιλήσω μειζόνως. Ὁρᾷς ἐραστοῦ σφοδροῦ ῥήματα; Ἐὰν φιλῇς τοὺς ἐμοὺς ἐρωμένους, τότε ἡγοῦμαι καὶ αὐτὸς σπουδαίως φιλεῖσθαι παρὰ σοῦ. Καὶ γὰρ σφόδρα ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ τοῦτο ἔδειξεν ἄνωθεν. Ὅτε γοῦν τὸν ἄνθρωπον ἔπλαττεν, ἄκουσον τί φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶ πάλιν, Ποιήσωμεν αὐτῷ βοηθόν· οὐ καλὸν εἶναι αὐτὸν μόνον. Καὶ ὅτε παρανομήσαντι πάλιν ἐπετίμησεν, ὅρα πῶς ἡμέρως· οὐ γὰρ εἶπεν αὐτῷ, Μιαρὲ καὶ παμμίαρε, τοσαῦτα εὐεργετηθεὶς, τῷ διαβόλῳ μετὰ ταῦτα πάντα ἐπίστευσας, καὶ τὸν εὐεργέτην ἀφεὶς τῷ πονηρῷ προσέσχες δαίμονι· ἀλλὰ τί φησι; Τίς σοι εἶπεν, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; ὡς ἂν εἰ πατὴρ πρὸς παιδίον κελευσθὲν μὴ καθάπτεσθαι μαχαίρας, εἶτα παρακοῦσαν καὶ πληγὲν λέγοι· Πόθεν ἐπλήγης; Ἐκεῖθεν ἐπλήγης, ὅτι οὐκ ἤκουσάς μου. Ὁρᾷς φίλου τὰ ῥήματα μᾶλλον, ἢ ∆εσπότου; φίλου καταφρονουμένου, καὶ οὐδὲ οὕτως ἀφισταμένου; Μιμησώμεθα τοίνυν αὐτὸν, καὶ ὅταν ἐπιτιμῶμεν, ταύτην τηρῶμεν τὴν ἐπιείκειαν. Καὶ γὰρ καὶ τῇ γυναικὶ μετὰ τῆς αὐτῆς πάλιν ἡμερότητος ἐπιπλήττει· μᾶλλον δὲ οὐδὲ ἐπίπληξις, ἀλλὰ νουθεσία καὶ διόρθωσις τὰ λεγόμενα ἦν, καὶ πρὸς τὸ μέλλον ἀσφάλεια. ∆ιὰ δὴ τοῦτο πρὸς τὸν ὄφιν οὐδέν φησιν· αὐτὸς γὰρ ἦν ὁ τῶν κακῶν ἀρχιτέκτων, καὶ οὐκ εἶχεν ἐφ' ἕτερον μεταθεῖναι τὴν αἰτίαν· διὸ καὶ σφοδρῶς αὐτὸν ἐκόλαζε. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν γῆν κοινωνῆσαι ποιεῖ τῆς ἀρᾶς. Εἰ δὲ ἐξέβαλε παραδείσου, καὶ κατεδίκασε πόνῳ, καὶ διὰ τοῦτο μάλιστα προσκυνεῖν αὐτὸν καὶ θαυμάζειν χρή. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἐξήγαγεν ἡ τρυφὴ, περικόπτει τὴν εὐφροσύνην, λύπην ἐπιτειχίζων τῇ ῥᾳθυμίᾳ, ἵνα πρὸς τὴν ἀγάπην ἐπανέλθωμεν τὴν αὐτοῦ. Τί δὲ ἐπὶ τοῦ Κάϊν; οὐ τῷ αὐτῷ κέχρηται τῆς ἡμερότητος τρόπῳ; Καὶ γὰρ παρ' ἐκείνου πάλιν ὑβρισθεὶς, οὐκ ἀνθυβρίζει, ἀλλὰ παρακαλεῖ καί φησιν· Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Καίτοι γε τὸ γενόμενον συγγνώμης ἐστέρηται πάσης· καὶ δείκνυσιν ὁ νεώτερος ἀδελφός. Ἀλλ' οὐδὲ οὕτως ἐπιπλήττει, ἀλλὰ τί φησιν; Ἥμαρτες; Ἡσύχασον, μὴ προσθῇς ἔτι· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις, τοῦ ἀδελφοῦ λέγων. Εἰ γὰρ δέδοικας, φησὶ, μήποτε διὰ τὴν θυσίαν ταύτην τὴν τοῦ πρωτοτόκου σε προεδρίαν ἀφέλωμαι, θάῤῥει· καὶ γὰρ τὴν ἀρχὴν αὐτοῦ πᾶσαν εἰς τὰς σὰς τίθημι χεῖρας· μόνον γενοῦ βελτίων, καὶ φίλει τὸν οὐδὲν ἠδικηκότα· καὶ γὰρ ἀμφοτέρων κήδομαι. Καὶ τοῦτό με μάλιστα εὐφρανεῖ τὸ μὴ στασιάζειν ὑμᾶς πρὸς ἀλλήλους. Καθάπερ γὰρ μήτηρ φιλόστοργος, οὕτω καὶ ὁ Θεὸς πάντα ποιεῖ καὶ μηχανᾶται ὥστε μηδένα ἀποῤῥαγῆναι θατέρου. εʹ. Ἵνα δὲ καὶ σαφέστερον ἐπὶ παραδείγματος ὃ λέγω μάθῃς, ἐννόησόν μοι τὴν Ῥεβέκκαν θορυβουμένην, καὶ πανταχοῦ περιτρέχουσαν, ὅτε ὁ πρεσβύτερος ἐπολέμει τῷ νεωτέρῳ παιδί. Εἰ γὰρ καὶ ἐφίλει τὸν Ἰακὼβ, ἀλλ' οὐδὲ τὸν Ἡσαῦ ἀπεστρέφετο· διὸ καὶ ἔλεγε, Μή πως ἀτεκνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Θεὸς τότε ἔλεγεν· Ἥμαρτες; Ἡσύχασον, πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, τὴν σφαγὴν προαναστέλλων, καὶ τὴν εἰρήνην ἀμφοτέρων αὐτῶν ἐπιζητῶν. Ἐπειδὴ δὲ αὐτὸν κατέσφαξεν, οὐδὲ οὕτω κατέλυσε τὴν περὶ αὐτοῦ πρόνοιαν, ἀλλὰ πάλιν ἡμέρως ἀποκρίνεται τῷ ἀδελφοκτόνῳ, λέγων· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; ἵνα κἂν οὕτως ἐξομολογήσηται. Ὁ δὲ ἐπαγωνίζεται τοῖς προτέροις, μείζονα καὶ χαλεπώτερα ἀναισχυντῶν. Ἀλλ' οὐδὲ οὕτως ὁ Θεὸς ἀφίσταται, ἀλλὰ καὶ πάλιν ἐραστοῦ φθέγγεται ῥήματα ὑβρισμένου καὶ καταφρονουμένου, καί φησι· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Καὶ πάλιν τῆς γῆς καθάπτεται μετὰ τοῦ πεφονευκότος, εἰς αὐτὴν τὸν θυμὸν ἀφιεὶς, καὶ λέγων· Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ τοὺς ἀνακαλοῦντας μιμούμενος· ὃ καὶ ὁ ∆αυῒδ ἐποίει, τοῦ Σαοὺλ πεσόντος. Καὶ γὰρ
καὶ ἐκεῖνος τοῖς δεξαμένοις τὴν σφαγὴν ὄρεσιν ἐπηρᾶτο λέγων· Ὄρη τὰ Γελβουὲ, μὴ πέσοι ἐφ' ὑμᾶς δρόσος μηδὲ ὑετὸς, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυνατῶν. Οὕτω καὶ ὁ Θεὸς ὥσπερ τινὰ μονῳδίαν ᾄδων φησί· Φωνὴ τοῦ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με, καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἢ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Ταῦτα δὲ ἔλεγε καταστέλλων αὐτοῦ τὸν θυμὸν ζέοντα, καὶ πείθων κἂν ἀπελθόντα φιλῆσαι. Ἔσβεσας αὐτοῦ τὴν ζωὴν, φησὶ, τί τὴν ἔχθραν λοιπὸν οὐ κατασβεννύεις; Ἀλλὰ τί ποιεῖ; Κἀκεῖνον φιλεῖ καὶ τοῦτον· ἀμφοτέρους γὰρ αὐτὸς ἔπλασε· τί οὖν; ἀτιμώρητον ἀφῇ τὸν πεφονευκότα; Ἀλλὰ χείρων ἂν ἐγένετο. Ἀλλὰ κολάσει; Ἀλλὰ πατρός ἐστι φιλοστοργότερος. Ὅρα τοίνυν πῶς καὶ κολάζει, καὶ τὴν ἀγάπην ἐνδείκνυται καὶ ἐν αὐτῷ τούτῳ· μᾶλλον δὲ οὐδὲ κολάζει, ἀλλὰ διορθοῦται μόνον. Οὐδὲ γὰρ ἀπέκτεινεν αὐτὸν, ἀλλ' ἐπέδησε τῷ τρόμῳ, ἵνα ἀποδύσηται τὸ ἔγκλημα, ἵνα κἂν οὕτως ἐπανέλθοι πρὸς τὴν ἐκείνου φιλοστοργίαν, ἵνα κἂν πρὸς ἀπελθόντα σπείσηται· οὐδὲ γὰρ ἐβούλετο ἐχθρὸν αὐτὸν ἀπελθεῖν ἐντεῦθεν τῷ τετελευτηκότι. Τοιοῦτοι οἱ φιλοῦντες, ὅταν εὐεργετοῦντες μὴ φιλῶνται, προάγονται σφοδροὶ γίνεσθαι καὶ ἀπειλεῖν, οὐκ ἐθέλοντες μὲν, ἀπὸ δὲ τοῦ φιλεῖν εἰς τοῦτο ἀγόμενοι, ἵνα κἂν οὕτως ἐφελκύσωνται τοὺς καταφρονοῦντας αὐτῶν. Καίτοι γε ἀνάγκης ἡ τοιαύτη φιλία, ἀλλ' ὅμως αὐτοὺς καὶ τούτῳ παραμυθεῖται διὰ τὸ σφόδρα φιλεῖν· ὥστε καὶ ἡ κόλασις ἀπὸ φιλίας. Οἱ γὰρ μὴ ἀλγοῦντες ἐπὶ τῷ μισεῖσθαι, οὐδὲ κολάσαι αἱροῦνται. Ὅρα τοίνυν καὶ Παῦλον ταῦτα λέγοντα Κορινθίοις· Τίς γάρ ἐστι, φησὶν, ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Ὥστε ὅταν σφόδρα ἐπιτείνῃ τὴν κόλασιν, τότε δείκνυσι τὸν ἔρωτα. Οὕτω καὶ ἡ Αἰγυπτία ἐκ τοῦ σφόδρα φιλεῖν σφοδρῶς ἐκόλασε τὸν Ἰωσήφ· ἀλλ' ἐκείνη μὲν ἐπὶ κακῷ· καὶ γὰρ ἀκόλαστος ἦν ὁ ἔρως· ὁ Θεὸς δὲ ἐπὶ ἀγαθῷ· καὶ γὰρ ἀξία ἦν τοῦ φιλοῦντος ἡ ἀγάπη. ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν· Θεὸς γάρ εἰμι ζηλωτὴς, φησίν· ἵνα μάθῃς τῆς ἀγάπης τὴν ἐπίτασιν. Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς βούλεται· μέγα γὰρ τὸ πρᾶγμα ἡγεῖται. Κἂν ἀποστραφῶμεν, μένει παρακαλῶν, κἂν μὴ θέλωμεν ἐπιστραφῆναι, κολάζει διὰ τὸ φιλεῖν, οὐχ ἵνα τιμωρίαν ἀπαιτήσῃ. Ὅρα γοῦν τί φησιν ἐν τῷ Ἰεζεκιὴλ πρὸς τὴν φιληθεῖσαν καὶ καταφρονήσασαν αὐτοῦ πόλιν· Ἄξω ἐπὶ σὲ τοὺς ἐραστάς σου, καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ λιθοβολήσουσί σε καὶ κατασφάξουσι, καὶ ἐξαιρεθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι. Τί τούτου πλέον ἂν εἶπε σφοδρὸς ἐραστὴς ὑπὸ τῆς ἐρωμένης καταφρονούμενος, καὶ μετὰ ταῦτα πάλιν περικαιόμενος αὐτῆς; Πάντα γὰρ ὁ Θεὸς πράττει, ἵνα φιληθῇ παρ' ἡμῶν· διὰ τοῦτο οὐδὲ τοῦ Υἱοῦ ἐφείσατο. Ἀλλ' ἡμεῖς ἀπηνεῖς, καὶ ὠμοί. Ἀλλὰ γενώμεθά ποτε ἥμεροι, καὶ φιλήσωμεν τὸν Θεὸν, ὡς φιλεῖν δεῖ, ἵνα μετὰ ἡδονῆς τῆς ἀρετῆς ἀπολαύσωμεν. Εἰ γὰρ γυναῖκά τις ἐρωμένην ἔχων, οὐδενὸς αἰσθάνεται τῶν καθ' ἑκάστην ἡμέραν λυπηρῶν· ὁ τὸν θεῖον τοῦτον καὶ καθαρὸν ἐρῶν ἔρωτα, ἐννόησον ὅσης ἀπολαύσεται ἡδονῆς. Τοῦτο γὰρ, τοῦτο καὶ οὐρανῶν βασιλεία, τοῦτο ἀπόλαυσις ἀγαθῶν, τοῦτο ἡδονὴ, τοῦτο εὐφροσύνη, τοῦτο χαρὰ, τοῦτο μακαριότης· μᾶλλον δὲ ὅσα ἂν εἴπω, οὐδὲν οὐδέπω δυνήσομαι παραστῆσαι πρὸς ἀξίαν, ἀλλ' ἡ πεῖρα μόνη τοῦτο διδάσκειν οἶδε τὸ καλόν. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἔλεγε, Κατατρύφησον τοῦ Κυρίου, καὶ, Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πειθώμεθα τοίνυν, καὶ ἐντρυφῶμεν αὐτοῦ τῇ ἀγάπῃ. Οὕτω γὰρ ἐντεῦθεν ἤδη τὴν βασιλείαν ὀψόμεθα, καὶ ἀγγελικὸν ζησόμεθα βίον, καὶ ἐν γῇ διατρίβοντες, τῶν τὸν οὐρανὸν οἰκούντων οὐδὲν ἔλαττον ἕξομεν, καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, πάντων λαμπρότεροι τῷ βήματι τοῦ Χριστοῦ παραστησόμεθα, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύσομεν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου