Μʹ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.
Δευτέρα 31 Οκτωβρίου 2016
Μ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι
10:34:00 π.μ.
Αναρτήθηκε από
Nik Vythoulkas
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63
Ετικέτες ΕΚΛΟΓΑΙ ΔΙΑΦΟΡΩΝ ΛΟΓΩΝ , ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ ΤΟΜΟΣ 63
Μʹ. Περὶ τοῦ, ὅτι δεῖ πάντα ποιεῖν καὶ πραγματεύεσθαι ὑπὲρ τῆς σωτηρίας τῶν ἀδελφῶν ἡμῶν· καὶ ὅτι μέγα ἀγαθὸν, τὸ συγχωρεῖν τοῖς εἰς ἡμᾶς πλημμελοῦσι τὰ ἁμαρτήματα· τοῦτο δὲ μεῖζον ἐλεημοσύνης ἐστίν.
Οὐδὲν τῶν ἐπιτυγχανόντων
τῆς βασιλείας τῶν οὐρανῶν μακαριώτερον, ἀδελφοὶ, ὥσπερ οὐδὲ τῶν ἀποτυγχανόντων ἀθλιώτερον.
Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας
δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν
ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι; δακρύεται γάρ
τις, ὅταν τι πάθῃ ὧν οὐκ αὐτός ἐστιν αἴτιος. Ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν
περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἔσται ἄξιος· μᾶλλον δὲ καὶ τότε πένθους.
Ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε
καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων, ἐὰν πᾶσα ἡ οἰκουμένη
λαβοῦσα φωνὴν, καὶ λίθοι καὶ ξύλα καὶ δένδρα καὶ θηρία καὶ ὄρνεις καὶ ἰχθύες,
καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν, ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας
τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται, οὐδὲ θρηνήσει.
Ποῖος γὰρ λόγος
παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην,
τὴν ἠδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ
οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη; Οὐκ εἶπεν, ὅτι ὑπερβαίνει ἁπλῶς,
ἀλλ' οὐδὲ ἐνενόησέ ποτέ τις, Ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς
καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως,
οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν
μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς
τοσαῦτα πεπονηκόσι καὶ ἠθληκόσι καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι τί οὐ χαριεῖται; Τοῦ
Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς
ἐχθροὺς ὄντας τίνος οὐ καταξιώσει γενομένους φίλους; τίνος οὐ μεταδώσει, καταλλάξας
ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα καὶ ἄπειρος, καὶ ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας
φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐ σπουδάζομεν οὕτως, ἀγαπητοὶ, ἐπιτυχεῖν. Καὶ τί λέγω,
οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι
πλέον θέλει, δι' οὗ ἐποίησεν ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὁλίγου
καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὐτοῦ. Χρησώμεθα
εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ· ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μου ἐστὲ,
φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαί· τοὺς ἐχθροὺς, τοὺς ἀπείρως αὐτῷ διεστηκότας,
ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους αὐτοῦ καλεῖ. Τί οὖν
οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ὑπὲρ ἀνθρώπων φιλίας πολλάκις
κινδυνεύομεν· ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα; Πένθους ὄν τως ἄξια
τὰ ἡμέτερα, πένθους καὶ δακρύων καὶ ὀδυρμῶν καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετῶν.
Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσαμεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς
ἐφάνημεν τοῦ Θεοῦ. ἀγνώμονες καὶ μετὰ τὰς εὐεργεσίας γεγόναμεν καὶ ἀχάριστοι· ἐγύμνωσεν
ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν. Οἱ καταξιωθέντες εἶναι υἱοὶ καὶ ἀδελφοὶ καὶ
συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν
ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανόν· ἡμεῖς δὲ ἑαυτοὺς
πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἄρα καὶ ψεῦδος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς
γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα·
πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων μυρίους εὔχονται θανάτους ἢ
ταῦτα παθεῖν· καὶ, εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἂν ἑαυτοὺς,
οὕτω φονῶντες καθ' ἑαυτῶν. Ταῦτα οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν
εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν καὶ ἡμεῖς βοήσωμεν
ὑπὲρ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται
καὶ γελῶσι. ∆ιὰ γὰρ τοῦτο ἐπιτείνειν χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ
παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν γελῶμεν. Ἀποκαλύπτεται,
ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς
ἥξει. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· πῦρ ἐναντίον
αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡμέρα Κυρίου ὡς κλίβανος
καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται
τὰ φρικώδη ταῦτα δόγματα καὶ φοβερὰ, καὶ πεπάτηται, καὶ ὁ ἀκούων οὐδεὶς, οἱ δὲ
γελῶντες καὶ χλευάζοντες πάντες. Τίς ἔσται πόρος ἡμῖν; πόθεν σωτηρίαν εὑρήσομεν;
Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶν ἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν
Ἑλλήνων καὶ τῶν δαιμόνων. Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν
αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες καὶ κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων,
εἰκῆ πάντα ἡμῖν ἀνάλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν; Εὔκαιρον καὶ νῦν καλέσαι
τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ
ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε· δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες
τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς
μαινομένοις καὶ τοῖς περιφερομένοις. Μηδεὶς τοίνυν χάριν τῆς σωτηρίας τοῦ φίλου
προτιμάτω· καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἒν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν.
Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται,
τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς παρεστήκει, οὐδενὶ εἴκει, οὐδὲ ἐπιγινώσκει
τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ.
Πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ, καὶ πάντοθεν ἡ ὀργὴ
τοῦ Θεοῦ περιστοιχίζεται· ἡμεῖς δὲ, ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες
τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν,
οὐδεὶς εἰς προστασίαν. Ἕκαστος ὅπως πλείονα ποιήσῃ τὰ ὄντα ἐσπούδακεν, οὐδεὶς ὅπως
βοηθήσῃ τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς
ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ. Φόβος εἷς ἔχει πάντας, μὴ πενιχροὶ, φησὶ,
γενώμεθα· μὴ εἰς γέενναν ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα
κατηγορίας, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην· λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης
βιάζομαι. Σύγγνωτε, ὑπὸ πένθους ἀναγκάζομαι· πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγγομαι.
Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ
καταλαβόντα ἡμᾶς δεινά· ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς
μου πηγὰς δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν. στενάξωμεν. Τάχα
τινές εἰσιν ἐνταῦθα λέγοντες, Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην,
πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ οὐ τούτων
καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι
ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς,
καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν,
καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ
πενθεῖν; Ἀλλ' οὐ δύναμαι· πατήρ εἰμι, καὶ δακρύω· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε
οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι
φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν αὐτὴν τῆς διανοίας τὴν πυρὰν ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι
πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι· οὐχ οὕτως ἐκείνη
τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ πατὴρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν.
Οὐδεμίαν ὁρῶ προκοπήν· πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν
Θεῷ· Ἀλλὰ τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου,
ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν, κακὰ κρίνομεν ἑτέρους; Οὐδὲ
ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων, ὀφείλομεν τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει,
φησί, τί δὲ ἔχεις, ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; Σὺ
δὲ τί κρίνεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁδεῖνα
πονηρός ἐστι καὶ λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ
σαυτοῦ, καὶ μεταμελετήσῃ ἐπὶ τοῖς λεχθεῖσιν. Εἴ τι οὖν ἐν ἐκκλησίᾳ, ὥσπερ ἐν
δικαίοις σταθμοῖς, τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσει, ἐν μυρίοις ταλάντοις λόγων
βιωτικῶν μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν, ἢ μᾶλλον οὐδὲ ὀβολοὺς
δέκα. Εἰ οὖν ὁ Θεὸς ταῦτα παρατηρήσει, τίς ὑποστήσεται; Ταῦτα ἐννοοῦντες, οἰκτίρμονες
ὦμεν, συγγνωμονικοὶ περὶ τοὺς ἁμαρτάνοντας εἰς ἡμᾶς. Ἑκατὸν δηνάριά ἐστιν ἐνταῦθα,
τὰ εἰς ἡμᾶς ἁμαρτήματα· τὰ δὲ εἰς τὸν Θεὸν παρ' ἡμῶν, μυρία τάλαντα. Ἴστε γὰρ ὅτι
καὶ τῇ ποιότητι τῶν προσώπων τὰ ἁμαρτήματα κρίνονται· οἷόν τι λέγω· ὁ τὸν ἰδιώτην
ὑβρίσας ἥμαρτεν, ἀλλ' οὐχ ὁμοίως, ὡς ὁ τὸν ἄρχοντα, καὶ μειζόνως τούτου ὁ τὸν
μείζονα ἄρχοντα, ἀλλ' οὐχ ὁμοίως ὡς ὁ τὸν ἐλάττονα· ὁ δὲ τὸν βασιλέα, πολλῷ πλέον·
καὶ ἡ μὲν ὕβρις ἐστὶν ἡ αὐτή· τῇ δὲ ὑπεροχῇ τοῦ προσώπου μείζων γίνεται. Εἰ δὲ ὁ
βασιλέα ὑβρίζων, ἀφόρητον ἔχει τὴν τιμωρίαν διὰ τὴν τοῦ προσώπου ἀξιοπιστίαν· ὁ
τὸν Θεὸν ὑβρίζων πόσων ἔσται ὑπεύθυνος ταλάντων; Ὥστε κἂν τὰ αὐτὰ εἰς τὸν Θεὸν ἁμαρτάνωμεν,
ἅπερ εἰς τοὺς ἀνθρώπους, οὐδὲ οὕτω τὸ ἴσον ἐστίν· ἀλλ' ὅσον μέσον Θεοῦ καὶ ἀνθρώπων,
τοσοῦτον τῶν ἁμαρτημάτων ἐκείνων καὶ τούτων. Νῦν δὲ καὶ πλείονα εὑρίσκω τὰ ἁμαρτήματα
οὐ τῇ ὑπεροχῇ τοῦ προσώπου μεγάλα γινόμενα, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει. Καὶ φρικτὸς
μὲν ὁ λόγος καὶ φοβερὸς ὄντως, πλὴν ἀνάγκη λεχθῆναι, ἵνα ἡμῶν τὴν διάνοιαν
κατασείσῃ καὶ παρασαλεύσῃ· δεικνὺς ὅτι πολλῷ πλέον ἀνθρώπους φοβούμεθα, ἢ τὸν
Θεὸν, καὶ τιμῶμεν ἀνθρώπους, ἢ τὸν Θεόν. Ἐννόησον· ὁ μοιχεύων οἶδεν, ὅτι Θεὸς αὐτὸν
ὁρᾷ, καὶ τούτου μὲν καταφρονεῖ· ἂν δὲ ἄνθρωπος ἴδῃ, κατέχει τὴν ἐπιθυμίαν. Οὐχὶ
προτιμᾷ ἀνθρώπους μόνον, οὐχὶ ὑβρίζει τὸν Θεὸν, ἀλλὰ καὶ τὸ πολλῷ χαλεπώτερον, ἐκείνους
δεδοικὼς, τούτου καταφρονεῖ. Ἂν μὲν γὰρ ἐκείνους ἴδῃ, κατέχει τὴν φλόγα τῆς ἐπιθυμίας.
Μᾶλλον δὲ ποίαν φλόγα; οὐκέτι φλὸξ, ἀλλὰ ὕβρις. Εἰ μὲν γὰρ μὴ ἐξῆν γυναικὶ κεχρῆσθαι,
εἰκότως φλὸξ τὸ πρᾶγμα ἦν· νυνὶ δὲ ὕβρις καὶ στρῆνος. Ἂν μὲν γὰρ ἀνθρώπους ἴδῃ,
ἵσταται τῆς μανίας· τῆς δὲ τοῦ Θεοῦ μακροθυμίας ἔλαττον φροντίζει. Πάλιν, ἕτερος
ὁ κλέπτων σύνοιδεν ὅτι ἁρπάζει, καὶ ἀνθρώπους μὲν πειρᾶται ἀπατῆσαι, καὶ ἀπολογεῖται
πρὸς τοὺς ἐγκαλοῦντας, καὶ σχῆμα περιτίθησι τῇ ἀπολογίᾳ· τὸν δὲ Θεὸν μὴ δυνάμενος
πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ. Κἂν μὲν ὁ βασιλεὺς κελεύσῃ ἀπέχεσθαι
τῶν ἑτέρου χρημάτων, μᾶλλον δὲ καὶ τὰ αὐτοῦ δοῦναι, πάντες ἑτοίμως εἰσφέρομεν·
τοῦ δὲ Θεοῦ κελεύοντος μὴ ἁρπάζειν, μηδὲ τὰ ἑτέρων λαμβάνειν, οὐκ ἀνεχόμεθα. Ὁρᾷς
ὅτι προτιμῶμεν ἀνθρώπους τοῦ Θεοῦ; Φορτικὸν τὸ ῥῆμα καὶ ἐπαχθές· ἀλλὰ δείξατε ὅτι
φορτικὸν, φύγετε τὸ ἔργον· εἰ δὲ τὸ ἔργον οὐ δεδοίκατε, πῶς ὑμῖν πιστεῦσαι δύναμαι
λέγουσιν, ὅτι Τὰ ῥήματα δεδοίκαμεν, καὶ βαρεῖς ἡμᾶς; Ὑμεῖς ἑαυτοὺς τῷ ἔργῳ βαρεῖτε,
καὶ οὐδεὶς λόγος· ἐγὼ δὲ, ἂν τὰ ῥήματα εἴπω, ὧν ὑμεῖς τὰ πράγματα πράττετε, ἀγανακτεῖτε;
καὶ πῶς οὐκ ἄτοπον; Γένοιτο ψεῦδος εἶναι τὰ παρ' ἐμοῦ· βούλομαι αὐτὸς λοιδορίας
δόξαν λαβεῖν κατ' ἐκείνην τὴν ἡμέραν, ὡς εἰκῆ καὶ μάτην λοιδορησάμενος ὑμᾶς, ἢ ἰδεῖν
ὑπὲρ τοιούτων ἐγκαλουμένους. Οὐ μόνον δὲ αὐτοὶ ἀνθρώπους προτιμᾶτε τοῦ Θεοῦ, ἀλλὰ
καὶ ἑτέρους ἀναγκάζετε. Πολλοὶ πολλοὺς οἰκέτας ἠνάγκασαν καὶ παῖδας· οἱ μὲν εἰς
γάμον εἵλκυσαν μὴ βουλομένους, οἱ δὲ ὑπηρετήσασθαι διακονίαις ἀτόποις καὶ ἔρωτι
μιαρῷ καὶ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ βίαις· ὥστε διπλοῦν εἶναι τὸ ἔγκλημα, καὶ
μηδὲ ἀπὸ τῆς ἀνάγκης συγγνώμην αὐτοὺς εὑρέσθαι. Εἰ γὰρ αὐτὸς ἄκων πράττεις τὰ
πονηρὰ, καὶ διὰ τὸ ἐπίταγμα τοῦ ἄρχοντος· μάλιστα μὲν οὐδὲ οὕτως ἱκανὴ ἡ ἀπολογία,
πλὴν χαλεπωτέρα γίνεται ἡ ἁμαρτία, ὅταν καὶ ἐκείνους ἀναγκάζῃς τοῖς αὐτοῖς
περιπίπτειν. Ποία γὰρ ἂν εἴη τῷ τοιούτῳ συγγνώμη λοιπόν; Ταῦτα εἶπον, οὐχὶ
κατακρῖναι βουλόμενος ὑμᾶς, ἀλλὰ δεῖξαι πόσων ἐσμὲν ὀφειλέται τῷ Θεῷ. Εἰ γὰρ καὶ
ἐξ ἴσου τιμῶντες ἄνθρωπον τοῦ Θεοῦ, ὑβρίζομεν τὸν Θεόν· πολλῷ μᾶλλον, ὅταν
προτιμῶμεν ἀνθρώπους. Εἰ καὶ ταῦτα τὰ ἁμαρτήματα τὰ εἰς ἀνθρώπους γινόμενα, εἰς
Θεὸν πολλῷ μείζονα δείκνυται· πόσῳ μᾶλλον, ὅτε καὶ αὐτὴ ἡ ἁμαρτία τῇ ποιότητι
μείζων ᾖ καὶ χαλεπωτέρα; Ἐξεταζέτω τις ἑαυτὸν, καὶ ὄψεται πάντα δι' ἀνθρώπους
ποιῶν. Σφόδρα ἦμεν μακάριοι, εἰ τοσαῦτα διὰ τὸν Θεὸν ἐπράττομεν, ὅσα δι' ἀνθρώπους,
καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν καὶ τὸν φόβον, καὶ τὴν τιμήν. Εἰ τοίνυν τοσούτων
ἐσμὲν ὑπεύθυνοι, ὀφείλομεν μετὰ πάσης προθυμίας ἀφιέναι τοῖς ἀδικοῦσιν ἡμᾶς καὶ
πλεονεκτοῦσι, καὶ μὴ μνησικακεῖν. Ὁδὸς γάρ ἐστι λύσεως ἁμαρτημάτων οὐδὲ πόνων
δεομένη, οὐδὲ δαπάνης χρημάτων, οὐδὲ ἄλλου οὐδενὸς, ἀλλ' ἁπλῶς προαιρέσεως. Οὐκ
ἀποδημίαν χρὴ στείλασθαι, οὐκ εἰς τὴν ὑπερορίαν ἐλθεῖν, οὐ κινδύνους ὑποστῆναι
καὶ πόνους, ἀλλὰ θελῆσαι μόνον. Ποίαν, εἰπέ μοι, συγγνώμην ἕξομεν ἐν τοῖς δοκοῦσιν
εἶναι δυσκόλοις, ὅταν καὶ πρᾶγμα τοσοῦτον ἔχον κέρδος, καὶ τοσαύτην τὴν ὠφέλειαν,
καὶ οὐδένα πόνον, μὴ πράττωμεν; Οὐ δύνασαι χρημάτων καταφρονῆσαι, οὐ δύνασαι τὰ
ὄντα δαπανῆσαι εἰς τοὺς δεομένους; θελῆσαι οὐ δύνασαί τι ἀγαθόν; ἀφεῖναι τῷ ἠδικηκότι
οὐ δύνασαι; Εἰ γὰρ μὴ τοσούτων ὑπεύθυνος ἦς, ἐκέλευσε δὲ μόνον ὁ Θεὸς ἀφεῖναι,
οὐκ ἔδει; νῦν δὲ τοσούτων ὑπεύθυνος ὢν οὐκ ἀφίης; καὶ ταῦτα δὲ, ἀφ' ὧν ἔχεις αὐτοῦ
ἀπαιτεῖ. Ἂν μὲν οὖν ἡμεῖς παρ' ὀφειλέτην ἔλθωμεν ἡμέτερον, ἐκεῖνος εἰδὼς τοῦτο,
θεραπεύει καὶ ὑποδέχεται καὶ τιμᾷ, καὶ πᾶσαν ἐπιδείκνυται φιλοφροσύνην μετὰ
δαψιλείας, καὶ ταῦτα, οὐκ ἀπὸ τοῦ δανείσματος διαλυόμενος, ἀλλ' ἡμέρους ἡμᾶς θέλων
καταστῆσαι περὶ τὴν ἀπαίτησιν· σὺ δὲ τῷ Θεῷ ὀφείλων τοσαῦτα, καὶ κελευόμενος ἀφεῖναι,
πάλιν ἵνα σὺ λάβῃς, οὐκ ἀφίης; τί δήποτε, παρακαλῶ; Οἴμοι, πόσης μὲν ἀπολαύομεν
φιλανθρῳπίας; πόσην δὲ ἐπιδεικνύμεθα κακίαν; πόσον πόνον; πόσην νωθείαν; πῶς εὔκολον
ἡ ἀρετή; Ἐνταῦθα οὐ σώματος ἰσχύος χρεία, οὐ πλούτου χρημάτων, οὐ δυναστείας, οὐ
φιλίας, οὐκ ἄλλου οὐδενός· ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ τὸ πᾶν ἤνυσται πρᾶγμα,
πολλὴν ἔχον ὠφέλειαν. Ἐλύπησεν ὁ δεῖνα, καὶ ὕβρισε καὶ ἔσκωψεν; ἐννόησον, ὅτι
καὶ σὺ πολλὰ τοιαῦτα εἰς ἑτέρους ποιεῖς, καὶ εἰς αὐτὸν τὸν ∆εσπότην· ἄνες καὶ
συγχώρησον· ἐννόησον, ὅτι λέγεις· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς
ἀφίεμεν· ἐννόησον, ὅτι εἰ μὴ ἀφῇς, οὐ δυνήσῃ μετὰ παῤῥησίας τοῦτο εἰπεῖν· ἂν δὲ
ἀφῇς, ὀφειλὴν τὸ πρᾶγμα ἀπαιτεῖς, οὐ διὰ τὴν τοῦ πράγματος φύσιν, ἀλλὰ διὰ τὴν
τοῦ δεδωκότος φιλανθρωπίαν. Καὶ ποῦ ἴσον, τὰ εἰς τοὺς ὁμοδούλους ἀφιέντα τῶν εἰς
τὸν ∆εσπότην ἡμαρτηκότων τὴν ἄφεσιν λαβεῖν, ἀλλ' ὅμως τυγχάνομεν τῆς τοσαύτης
φιλανθρωπίας, ἐπειδὴ πλούσιός ἐστιν ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Ἵνα δέ σοι δείξω, ὅτι
καὶ χωρὶς τούτων καὶ χωρὶς τῆς ἀφέσεως, ἀπὸ τοῦ ἀφεῖναι μόνον σὺ καρποῦσαι τὸ κέρδος·
ἐννόησον πόσους ὁ τοιοῦτος ἔχει φίλους, πῶς πανταχοῦ ἐγκώμια τοῦ τοιούτου ἅπαντες
διεξέρχονται. Ἀγαθὸς ἀνὴρ εὐμετάλλακτος, οὐκ οἶδε μνησικακῆσαι, ἅμα ἐπλήγη καὶ ἅμα
ἰάθη. Τὸν τοιοῦτον περιστάσει τινὶ περιπεσόντα τίς οὐκ ἂν ἐλεήσῃ; τίς οὐ συγγνώσεται
ἁμαρτάνοντι; τίς οὐ δώσει χάριν ὑπὲρ ἑτέρων ἀξιοῦντι; τίς οὐ θελήσει φίλος εἶναι
καὶ δοῦλος ψυχῆς οὕτως ἀγαθῆς; Ναὶ, παρακαλῶ, πάντα ὑπὲρ τούτου πράττωμεν, μὴ
πρὸς φίλους, μὴ πρὸς συγγενεῖς μόνον, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας. Ἀνιέντες γὰρ,
φησὶ, τὴν ἀπειλὴν, εἰδότες, ὅτι καὶ ὁ Κύριος ὑμῶν ἐστιν ἐν οὐρανοῖς. Ἂν ἀφίωμεν
τοῖς πλησίον τὰ ἁμαρτήματα, ἂν ἐλεημοσύνας παρέχωμεν, ἂν ταπεινοὶ ὦμεν (καὶ γὰρ
καὶ τοῦτο ἀφαιρεῖ ἁμαρτίας· εἰ γὰρ ὁ τελώνης, ἵνα μόνον εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ,
κατῆλθε δεδικαιωμένος, πολλῷ μᾶλλον καὶ ἡμεῖς, ἐὰν ταπεινοὶ ὦμεν καὶ συντετριμμένοι,
δυνησόμεθα πολλῆς φιλανθρωπίας τυχεῖν)· ἂν ὁμολογῶμεν τὰ ἑαυτῶν ἁμαρτήματα καὶ
καταγινώσκωμεν ἑαυτῶν, τὸ πλέον ἀποσμηξόμεθα τοῦ ῥύπου. Πολλαὶ γὰρ αἱ ὁδοὶ αἱ
καθαρεύουσαι. Πάντοθεν τοίνυν πολεμῶμεν τῷ διαβόλῳ. Οὐδὲν εἶπον δύσκολον, οὐδὲν
δυσχερές. Ἄφες τῷ λελυπηκότι, ἐλέησον τὸν δεόμενον, ταπείνωσόν σου τὴν ψυχήν· κἂν
σφόδρα ᾖς ἁμαρτωλὸς, δυνήσῃ καὶ τῆς βασιλείας ἐπιτυχεῖν, διὰ τούτων αὐτὰ ἐκκαθαίρων
τὰ ἁμαρτήματα, καὶ ἀποσμήχων τὴν κηλῖδα. Γένοιτο δὲ πάντας ἡμᾶς ἐνταῦθα ἀποκαθηραμένους
ἅπαντα τῶν ἁμαρτημάτων τὸν ῥύπον διὰ τῆς ἐξομολογήσεως, ἐκεῖ τυχεῖν τῶν ἐπηγγελμένων
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ' οὗ τῷ Πατρὶ ἅμα
τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Αν σας αρέσει αυτό το άρθρο, μπορείτε να το βάλετε στο Ιστολόγιο σας αντιγράφοντας έναν από τους παρακάτω κωδικούς
If you Like This Article,Then kindly linkback to this article by copying one of the codes below.
URL Of Post:
Paste This HTML Code On Your Page:
Εγγραφή σε:
Σχόλια ανάρτησης
(
Atom
)
0 σχόλια :
Δημοσίευση σχολίου