ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ.Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;

Δευτέρα 31 Οκτωβρίου 2016

Ηʹ.Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν εὑρηκέναι κατὰ σάρκα;




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ηʹ.Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν  εὑρη κέναι κατὰ σάρκα; Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν.

αʹ. Εἰπὼν, ὅτι ὑπόδικος ἐγένετο ὁ κόσμος τῷ Θεῷ, καὶ ὅτι πάντες ἥμαρτον, καὶ ὅτι οὐκ ἔνι σωθῆναι ἑτέρως, ἀλλ' ἢ διὰ πίστεως, σπουδάζει δεῖξαι λοιπὸν, ὅτι οὐδὲ αἰσχύνης ἡ σωτηρία αὕτη, ἀλλὰ καὶ δόξης λαμπρᾶς αἰτία, καὶ μείζονος τῆς διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ τὸ μετ' αἰσχύνης  σώζεσθαι εἶχέ τινα  καὶ ἀθυμίαν,  καὶ ταύτην  ἀναιρεῖ  τὴν  ὑποψίαν λοιπόν· καίτοι γε καὶ ἤδη αὐτὸ ᾐνίξατο, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην καλέσας·  ∆ικαιοσύνη  γὰρ  Θεοῦ, φησὶν,  ἐν  αὐτῷ  ἀποκαλύπτεται·  ὁ  γὰρ  οὕτω σωζόμενος, ὡς δίκαιος μετὰ παῤῥησίας σώζεται. Καὶ οὐ δικαιοσύνην μόνον, ἀλλὰ καὶ ἔνδειξιν  Θεοῦ· Θεὸς δὲ ἐν  τοῖς  ἐνδόξοις  ἐνδείκνυται  καὶ λαμπροῖς  καὶ μεγάλοις. Πλὴν ἀλλὰ καὶ ἐκ τῶν προκειμένων αὐτὸ κατασκευάζει, κατὰ ἐρώτησιν προάγων τὸν λόγον, ὅπερ ἀεὶ ποιεῖν εἴωθε σαφηνείας τε ἕνεκεν καὶ τοῦ θαῤῥεῖν τοῖς λεγομένοις.


 Καὶ γὰρ καὶ ἀνωτέρω οὕτω πεποίηκε, Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; λέγων· καὶ, Τί οὖν προκατέχομεν περισσόν; καὶ πάλιν, Ποῦ ἡ καύχησις; ἐξεκλείσθη· καὶ ἐνταῦθα, Τί οὖν ἐροῦμεν Ἀβραὰμ τὸν πατέρα ἡμῶν; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔστρεφον Ἰουδαῖοι, ὅτι ὁ πατριάρχης καὶ τῷ Θεῷ φίλος  περιτομὴν  ἐδέξατο πρῶτος, βούλεται δεῖξαι, ὅτι καὶ ἐκεῖνος ἐκ πίστεως ἐδικαιώθη· ὅπερ ἦν περιουσία νίκης  πολλῆς.  Τὸ μὲν  γὰρ ἔργα μὴ ἔχοντα  ἐκ πίστεως  δικαιωθῆναί  τινα,  οὐδὲν ἀπεικός· τὸ δὲ κομῶντα ἐν κατορθώμασι μὴ ἐντεῦθεν, ἀλλ' ἀπὸ πίστεως γενέσθαι δίκαιον, τοῦτο ἦν τὸ θαυμαστὸν καὶ μάλιστα τῆς πίστεως τὴν ἰσχὺν ἐμφαῖνον. ∆ιὸ δὴ τοὺς ἄλλους παραδραμὼν πάντας, ἐπὶ τοῦτον ἀνάγει τὸν λόγον. Πατέρα δὲ  αὐτὸν   κατὰ  σάρκα  ἐκάλεσεν,  ἐκβάλλων   αὐτοὺς  τῆς  πρὸς  αὐτὸν   γνησίας συγγενείας, καὶ προοδοποιῶν τοῖς ἔθνεσι τὴν πρὸς αὐτὸν ἀγχιστείαν. Εἶτά φησιν· Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰπὼν οὖν, ὅτι δικαιοῖ  περιτομὴν  ἐκ πίστεως  ὁ Θεὸς, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, καὶ κατασκευάσας αὐτὸ ἱκανῶς ἐν τοῖς ἔμπροσθεν, καὶ διὰ τοῦ Ἀβραὰμ μειζόνως αὐτὸ δείκνυσιν ἢ ἐπηγγείλατο, καὶ ποιεῖ τὴν μάχην τῇ πίστει πρὸς τὰ ἔργα, καὶ τὸν ἀγῶνα ὅλον περὶ τὸν δίκαιον ἵστησι· καὶ οὐχ ἁπλῶς. ∆ιὸ καὶ σφόδρα σεμνύνει προπάτορα καλῶν, καὶ ἀνάγκην αὐτοῖς ἐπιτιθεὶς τοῦ πείθεσθαι ἐν πᾶσιν αὐτῷ. Μὴ γάρ μοι τὸν Ἰουδαῖον εἴπῃς, φησὶ, μηδὲ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀγάγῃς εἰς μέσον· ἐγὼ γὰρ ἐπὶ τὴν  κορυφὴν  ἁπάντων,  καὶ  ὅθεν  ἡ περιτομὴ  τὴν  ἀρχὴν  ἔλαβεν,  ἄνειμι.  Εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, φησὶν, ἔχει καύχημα, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Ἀσαφὲς τὸ   εἰρημένον·   οὐκοῦν   ἀναγκαῖον   αὐτὸ   ποιῆσαι   σαφέστερον.  ∆ύο  γάρ   ἐστι καυχήματα, τὸ μὲν ἀπὸ τῶν ἔργων, τὸ δὲ ἀπὸ τῆς πίστεως. Εἰπὼν τοίνυν, Εἰ ἐξ ἔργων ἐδικαιώθη,  ἔχει  καύχημα,  ἀλλ' οὐ πρὸς τὸν  Θεὸν, ἔδειξεν,  ὅτι  καὶ ἀπὸ πίστεως δύναιτ' ἂν ἔχειν καύχημα, καὶ πολλῷ μεῖζον. Ἡ γὰρ πολλὴ τοῦ Παύλου δύναμις ἐν τούτῳ μάλιστα δείκνυται, ὅτι εἰς τοὐναντίον  περιέτρεψε τὸ προκείμενον, καὶ ὅπερ εἶχεν  ἡ διὰ τῶν  ἔργων  σωτηρία, τὸ καυχᾶσθαι καὶ παῤῥησιάζεσθαι, τοῦτο ἔδειξε πολλῷ πλέον τῆς πίστεως ὄν. Ὁ μὲν γὰρ ἐν τοῖς ἔργοις καυχώμενος, τοὺς οἰκείους ἔχει προβάλλεσθαι πόνους· ὁ δὲ ἐπὶ τῷ πιστεῦσαι τῷ Θεῷ καλλωπιζόμενος,  πολλῷ μείζονα καυχήσεως ἀφορμὴν ἐπιδείκνυται, ἅτε δοξάσας καὶ μεγαλύνας τὸν Κύριον. Ἃ γὰρ οὐχ ὑπηγόρευσεν ἡ φύσις τῶν ὁρωμένων, ταῦτα ἀπὸ τῆς πίστεως καταδεξάμενος τῆς εἰς αὐτὸν, καὶ τὴν γνησίαν ἀγάπην τὴν περὶ αὐτὸν ἐπεδείξατο, καὶ  τὴν  δύναμιν  αὐτοῦ  λαμπρῶς  ἀνεκήρυξε. Τοῦτο δὲ γενναιοτάτης  ψυχῆς  καὶ φιλοσόφου γνώμης καὶ ὑψηλῆς διανοίας. Τὸ μὲν γὰρ μὴ κλέψαι μηδὲ φονεῦσαι, καὶ τῶν  τυχόντων  ἐστί· τὸ δὲ πιστεῦσαι, ὅτι τὰ ἀδύνατα  δύναται  Θεὸς, μεγαλοφυοῦς τινος  δεῖται ψυχῆς, καὶ σφόδρα περὶ αὐτὸν διακειμένης· καὶ γὰρ ἀγάπης γνησίας τοῦτο σημεῖόν ἐστι. Τιμᾷ μὲν γὰρ τὸν Θεὸν καὶ ὁ τὰς ἐντολὰς πληρῶν, πολλῷ δὲ μειζόνως οὗτος ὁ διὰ τῆς πίστεως φιλοσοφῶν·  ἐκεῖνος μὲν γὰρ ὑπήκουσεν αὐτῷ, οὗτος  δὲ  τὴν  προσήκουσαν  ἔλαβε  περὶ  αὐτοῦ  δόξαν,  καὶ  τῆς  διὰ  τῶν  ἔργων ἐπιδείξεως  μειζόνως  ἐδόξασε καὶ  ἐθαύμασεν.  Ἐκεῖνο  μὲν  οὖν  τὸ  καύχημα  τοῦ κατορθοῦντός ἐστι, τοῦτο δὲ τὸν Θεὸν δοξάζει, καὶ ὅλον ἐστὶν αὐτοῦ· καυχᾶται γὰρ ἐπὶ τῷ περὶ αὐτοῦ μεγάλα φαντάζεσθαι, ἅπερ εἰς τὴν ἐκείνου διαβαίνει δόξαν. ∆ιὰ τοῦτό φησι, πρὸς τὸν Θεὸν ἔχειν αὐτὸν τὸ καύχημα· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ δι' ἕτερον. Καυχᾶται γὰρ πάλιν ὁ πιστὸς, οὐχ ὅτι τὸν Θεὸν ἐφίλησε μόνον γνησίως, ἀλλ' ὅτι καὶ πολλῆς παρ' αὐτοῦ τιμῆς ἀπήλαυσε καὶ ἀγάπης. Ὥσπερ γὰρ αὐτὸς αὐτὸν ἠγάπησε μεγάλα περὶ αὐτοῦ φαντασθείς· τοῦτο γὰρ ἀγάπης δεῖγμα· οὕτω καὶ ὁ Θεὸς αὐτὸν ἐφίλησε μυρίοις ὑπεύθυνον ὄντα, οὐχὶ κολάσεως ἀπαλλάξας μόνον, ἀλλὰ καὶ δίκαιον ἐργασάμενος, Ἔχει τοίνυν  καυχᾶσθαι ὡς μεγάλης καταξιωθεὶς  ἀγάπης. Τί γὰρ ἡ Γραφὴ λέγει; Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. Οὐκοῦν τοῦτο μεῖζον, φησίν; Οὐδαμῶς· καὶ γὰρ τῷ πιστεύοντι λογίζεται· οὐκ ἂν δὲ ἐλογίσθη, εἰ μὴ καὶ αὐτός τι εἰσήνεγκεν.

 βʹ. Ὥστε καὶ οὗτος ὀφειλέτην ἔχει τὸν Θεὸν, καὶ οὐ τῶν τυχόντων  ὀφειλέτην,  ἀλλὰ μεγάλων  καὶ ὑψηλῶν  πραγμάτων. ∆εικνὺς γὰρ αὐτοῦ τὴν μεγαλόνοιαν  καὶ τὴν  πνευματικὴν  διάνοιαν,  οὐχ ἁπλῶς  εἶπε, Τῷ πιστεύοντι, ἀλλὰ, Τῷ πιστεύοντι ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πεισθῆναι καὶ πληροφορηθῆναι, ὅτι  δύναται  ὁ Θεὸς τὸν  ἐν  ἀσεβείᾳ βεβιωκότα  τοῦτον  ἐξαίφνης  οὐχὶ  κολάσεως ἐλευθερῶσαι μόνον, ἀλλὰ καὶ δίκαιον ποιῆσαι, καὶ τῶν ἀθανάτων ἐκείνων ἀξιῶσαι τιμῶν.  Μὴ τοίνυν  νομίσῃς  τοῦτον  ἐλαττοῦσθαι,  ἐπειδὴ  ἐκείνῳ  οὐ  κατὰ  χάριν λογίζεται.  Αὐτὸ γὰρ τοῦτο μάλιστα ποιεῖ τὸν πιστὸν εἶναι  λαμπρὸν, τὸ τοσαύτης ἀπολαῦσαι χάριτος, τὸ τοιαύτην  πίστιν  ἐπιδείξασθαι. Καὶ ὅρα καὶ τὴν  ἀντίδοσιν μείζονα. Ἐκείνῳ  μὲν  γὰρ μισθὸς δίδοται,  τούτῳ  δὲ δικαιοσύνη· πολὺ  δὲ μείζων μισθοῦ   δικαιοσύνη·   πολλῶν    γάρ   ἐστι   μισθῶν   περιεκτικωτάτη    ἀντίδοσις   ἡ δικαιοσύνη. ∆είξας τοίνυν  ἀπὸ τοῦ Ἀβραὰμ τοῦτο, καὶ τὸν  ∆αυῒδ ἐπάγει  λοιπὸν ψηφιζόμενον  τοῖς  εἰρημένοις.  Τί οὖν φησιν  ὁ ∆αυῒδ, καὶ τίνα  μακαρίζει; τὸν  ἐν ἔργοις κομῶντα, ἢ τὸν χάριτος ἀπολελαυκότα, τὸν ἀφέσεως καὶ δωρεᾶς τετυχηκότα; Μακαριότητα δὲ ὅταν εἴπω, τὴν κορυφὴν λέγω τῶν ἀγαθῶν ἁπάντων. Ὥσπερ γὰρ μισθοῦ πλέον ἡ δικαιοσύνη, οὕτω δικαιοσύνης πλέον ὁ μακαρισμός. ∆είξας τοίνυν τὴν δικαιοσύνην βελτίω, οὐ τῷ τὸν Ἀβραὰμ αὐτὴν εἰληφέναι  μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν  (Ἔχει γὰρ καύχημα, φησὶν, ἀλλ'  οὐ πρὸς τὸν Θεόν)· καὶ ἑτέρῳ τρόπῳ πάλιν αὐτὴν ἀποφαίνει σεμνοτέραν, τὸν ∆αυῒδ εἰσάγων αὐτῇ ψηφιζόμενον· καὶ γὰρ οὗτος, φησὶ, τὸν οὕτω δικαιωθέντα  μακαρίζει λέγων·  Μακάριοι ὧν  ἀφέθησαν  αἱ ἀνομίαι.  Καὶ δοκεῖ  μὲν  οὐ  προσήκουσαν  παράγειν  μαρτυρίαν·  οὐδὲ  γὰρ  εἶπε· Μακάριοι ὧν ἡ πίστις εἰς δικαιοσύνην ἐλογίσθη· ποιεῖ δὲ αὐτὸ ἑκὼν, οὐκ ἀγνοῶν, ἵνα  πλείονα  δείξῃ τὴν  ὑπερβολήν.  Εἰ γὰρ μακάριος οὗτος ὁ λαβὼν  ἄφεσιν  ἀπὸ χάριτος, πολλῷ μᾶλλον ὁ δικαιωθεὶς, καὶ ὁ πίστιν ἐπιδειξάμενος. Ὅπου δὲ μακαρισμὸς, αἰσχύνη πᾶσα ἀνῄρηται, καὶ πολλὴ ἡ δόξα· ἐπίτασις γάρ ἐστι καὶ μισθῶν καὶ δόξης ὁ μακαρισμός. ∆ιὰ τοῦτο, ὃ μέν  ἐστιν ἐκείνου  πλεονέκτημα,  ἄγραφον τίθησιν, εἰπών· Τῷ γὰρ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν· ὃ δέ ἐστι τοῦ πιστοῦ προτέρημα, τοῦτο δι' ἐγγράφου μαρτυρίας κατασκευάζει, λέγων· Καθὼς εἶπε ∆αυΐδ· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν  αἱ ἁμαρτίαι. Τί γὰρ λέγεις, φησὶν, ὅτι οὐ κατὰ ὀφείλημα, ἀλλὰ κατὰ χάριν λαμβάνεις τὴν ἄφεσιν; Ἀλλ'  ἰδοὺ, οὗτός ἐστιν ὁ μακαριζόμενος· οὐκ ἂν δὲ αὐτὸν  ἐμακάρισεν, εἰ μὴ καὶ δόξης  εἶδεν  ἀπολαύοντα   πολλῆς.  Καὶ οὐ  λέγει·  Ἡ  ἄφεσις  οὖν  αὕτη  ἐπὶ  τὴν περιτομήν· ἀλλὰ τί; Ὁ μακαρισμὸς οὖν οὗτος (ὅπερ πλέον ἦν) ἐπὶ τὴν περιτομὴν, ἢ ἐπὶ τὴν ἀκροβυστίαν; Ζητεῖται γὰρ λοιπὸν  τὸ ἀγαθὸν  τοῦτο καὶ μέγα μετὰ τίνος ἕστηκεν, ἆρα μετὰ τῆς περιτομῆς, ἢ μετὰ τῆς ἀκροβυστίας. Καὶ ὅρα τὴν ὑπερβολήν·δείκνυσι γὰρ αὐτὸ οὐ μόνον οὐ φεῦγον τὴν ἀκροβυστίαν, ἀλλὰ καὶ ἐμφιλοχωροῦν αὐτῇ πρὸ τῆς περιτομῆς. Ἐπειδὴ γὰρ ὁ μακαρίζων καὶ αὐτὸς ἐμπερίτομος ἦν ὁ ∆αυῒδ,  καὶ  ἐμπεριτόμοις  διελέγετο,  ὅρα  πῶς  ἐφιλονείκησεν   ὁ  Παῦλος  εἰς  τὸν ἀκρόβυστον ἀγαγεῖν τὸ εἰρημένον. Συνάψας γὰρ τῇ δικαιοσύνῃ τὸν μακαρισμὸν, καὶ δείξας  ἀμφότερα  ἓν,  ζητεῖ  πῶς  ἐδικαιώθη  ὁ Ἀβραάμ. Εἰ γὰρ  ὁ μακαρισμὸς τοῦ δικαίου, ἐδικαιώθη  δὲ ὁ Ἀβραὰμ, ἴδωμεν πῶς ἐδικαιώθη, ἀκρόβυστος ὢν ἢ ἐμπερίτομος. Ἀκρόβυστος, φησί. Πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι, ἢ ἐν ἀκροβυστίᾳ; Οὐκ ἐν περιτομῇ, ἀλλ' ἐν ἀκροβυστίᾳ καὶ λέγομεν γὰρ, ὅτι ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.  Ἀνωτέρω  τὴν  Γραφὴν εἰπὼν  (Τί γὰρ ἡ Γραφὴ λέγει; φησίν. Ἐπίστευσεν Ἀβραὰμ τῷ  Θεῷ, καὶ ἐλογίσθη αὐτῷ  εἰς δικαιοσύνην), ἐνταῦθα καὶ τὴν τῶν λεγόντων  προσλαμβάνει κρίσιν λοιπὸν, καὶ δείκνυσιν ἐν τῇ ἀκροβυστίᾳ  τὴν  δικαιοσύνην  γεγενημένην.   Εἶτα ἀπὸ  τούτων  ἀντίθεσιν  ἑτέραν ἀνακύπτουσαν   λύει·  εἰ  γὰρ  ἀκρόβυστος  ὢν,  φησὶν,  ἐδικαιώθη,   τίνος   ἕνεκεν ἐπεισῆλθεν ἡ περιτομή; Σημεῖον ἔλαβε, φησὶ, καὶ σφραγῖδα τῆς δικαιοσύνης τῆς διὰ τῆς πίστεως τῆς, ἡνίκα ἦν ἀκρόβυστος, γενομένης  αὐτῷ. Εἶδες πῶς ἔδειξεν ὡς ἐν τάξει παρασίτων τοὺς Ἰουδαίους ὄντας; ἢ καὶ τούτους τοὺς ἐν ἀκροβυστίᾳ ἐκείνοις προσεῤῥιμμένους;  Εἰ γὰρ ἐδικαιώθη μὲν ἀκρόβυστος ὢν καὶ ἐστεφανώθη, ὕστερον δὲ τὴν περιτομὴν ἔλαβεν, ὕστερον δὲ ἐπεισῆλθον οἱ Ἰουδαῖοι, οὐκοῦν τῶν ἀκροβύστων πρῶτόν ἐστι πατὴρ ὁ Ἀβραὰμ τῶν διὰ τῆς πίστεως αὐτῷ προσηκόντων, καὶ τότε τῶν ἐν  περιτομῇ· διπλοῦς  γάρ ἐστι πρόγονος. Εἶδες τὴν  πίστιν  λάμπουσαν; Ἕως γὰρ ἦλθεν   αὕτη,   οὐκ   ἐδικαιώθη   ὁ   πατριάρχης.   Εἶδες  τὴν   ἀκροβυστίαν   οὐδὲν ἐμποδίζουσαν; Καὶ γὰρ ἀκρόβυστος ἦν, καὶ οὐκ ἐκωλύθη δικαιωθῆναι. Ὑστέρα ἄρα τῆς πίστεως ἡ περιτομή.

γʹ. Καὶ τί θαυμάζεις εἰ τῆς πίστεως ἡ περιτομὴ, ὅπου γε καὶ τῆς  ἀκροβυστίας;  Οὐχ ὑστέρα  δὲ  μόνον  τῆς  πίστεως,  ἀλλὰ  καὶ  σφόδρα  αὐτῆς καταδεεστέρα, καὶ τοσοῦτον, ὅσον σημεῖον τοῦ πράγματος οὗπέρ ἐστι σημεῖον· οἷον ὅσον ἡ σφραγὶς τοῦ στρατιώτου. Καὶ τίνος  ἕνεκεν  σφραγῖδος ἐδεῖτο, φησίν; Οὐκ αὐτὸς ἐδεῖτο. Τίνος οὖν ἕνεκεν αὐτὴν ἐδέξατο; Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα κοινὸν καὶ τῶν πιστευόντων δι' ἀκροβυστίας, καὶ τῶν ἐν περιτομῇ· ἀλλ' οὐχ ἁπλῶς τῶν ἐν περιτομῇ· διὸ καὶ ἐπάγει· Τοῖς οὐκ ἐκ περιτομῆς μόνον. Εἰ γὰρ τῶν ἀκροβύστων, οὐκ ἐπειδὴ ἀκρόβυστός ἐστι, διὰ τοῦτό ἐστι πατὴρ, καίτοι γε ἐν ἀκροβυστίᾳ δικαιωθεὶς, ἀλλ' ἐπειδὴ τὴν πίστιν αὐτοῦ ἐζήλωσαν, πολλῷ μᾶλλον τῶν ἐμπεριτόμων οὐκ ἔσται διὰ τὴν περιτομὴν πρόγονος, εἰ μὴ προσγένοιτο καὶ ἡ πίστις. Περιτομὴν γὰρ ἔλαβεν, ἵνα ἑκάτεροι, φησὶν, αὐτὸν ἔχωμεν πρόγονον, καὶ οἱ ἀκρόβυστοι μὴ ἀπώσωνται τοὺς ἐμπεριτόμους. Ὁρᾷς πῶς  οὗτοι  προπάτορα ἔσχον αὐτὸν  πρῶτοι; Εἰ δὲ σεμνὸν ἡ περιτομὴ, ὅτι κηρύττει τὴν δικαιοσύνην, οὐ μικρὰν καὶ ἡ ἀκροβυστία προεδρίαν ἔχει πρὸ τῆς περιτομῆς αὐτὴν δεξαμένη· τότε οὖν αὐτὸν δυνήσῃ προπάτορα ἔχειν, ὅταν στοιχήσῃς τοῖς ἴχνεσι τῆς πίστεως, καὶ μηδὲ φιλονεικῇς  μηδὲ στασιάζῃς τὸν νόμον ἐπεισάγων. Ποίας, εἰπέ μοι, πίστεως; Τῆς ἐν τῇ ἀκροβυστίᾳ. Πάλιν καταστέλλει τὸ φύσημα τὸ Ἰουδαϊκὸν, ἀναμιμνήσκων τοῦ χρόνου τῆς δικαιοσύνης. Καὶ καλῶς εἶπε, Τοῖς ἴχνεσιν, ἵνα ὁμοίως ἐκείνῳ πιστεύσῃς εἰς νεκρῶν ἀνάστασιν σωμάτων. Καὶ γὰρ καὶ ἐκεῖνος περὶ τοῦτο τὴν πίστιν ἐπεδείξατο· ὥστε εἰ τὴν ἀκροβυστίαν ἐκβάλλεις, μάνθανε σαφῶς, ὅτι οὐδέν σοι οὐδὲ τῆς περιτομῆς ὄφελος. Ἂν γὰρ μὴ τοῖς ἴχνεσιν  ἀκολουθήσῃς  τῆς  πίστεως,  κἂν  μυριάκις  ᾖς  ἐμπερίτομος,  οὐκ  ἔσῃ τοῦ Ἀβραὰμ ἔκγονος· ἐπεὶ καὶ τὴν περιτομὴν διὰ τοῦτο ἔλαβεν, ἵνα σὲ ὁ ἐν ἀκροβυστίᾳ μὴ ἐκβάλλῃ. Μὴ δὴ καὶ ἐκεῖνον τοῦτο ἀπαίτει· σοὶ γὰρ τὸ πρᾶγμα βοήθεια γέγονεν, οὐκ ἐκείνῳ. Ἀλλὰ σημεῖον αὐτὸ δικαιοσύνης, φησί. Καὶ τοῦτο διὰ σὲ, ἐπεὶ νῦν οὐδὲ τοῦτό ἐστι· τότε γὰρ σὺ τῶν σωματικῶν ἔχρῃζες σημείων, νῦν δὲ οὐ χρεία τούτων. Ἀπὸ γὰρ τῆς πίστεως, φησὶν, οὐκ ἦν δυνατὸν  αὐτοῦ καταμαθεῖν  τῆς ψυχῆς  τὴν ἀρετήν; ∆υνατὸν μὲν ἦν, σὺ δὲ καὶ ταύτης ἔχρῃζες τῆς προσθήκης. Ἐπειδὴ γὰρ τῆς ψυχῆς  τὴν  ἀρετὴν  οὐκ  ἐζήλωσας  οὐδὲ  ἰδεῖν  ἠδυνήθης,  ἐδόθη  σοι  ἡ  αἰσθητὴ περιτομὴ, ἵνα ἐμμελετήσας τῷ σωματικῷ τούτῳ, κατὰ μικρὸν χειραγωγηθῇς καὶ ἐπὶ τὴν τῆς ψυχῆς φιλοσοφίαν, καὶ μετὰ πολλῆς αὐτὴν ὑποδεξάμενος τῆς σπουδῆς ὡς ἀξίωμα μέγιστον, παιδευθῇς μιμεῖσθαι καὶ αἰδεῖσθαι τὸν πρόγονον. Καὶ τοῦτο οὐκ ἐν τῇ περιτομῇ μόνον  ὁ Θεὸς κατεσκεύασεν, ἀλλὰ  καὶ ἐν τοῖς  ἄλλοις  ἅπασιν, οἷον θυσίαις λέγω καὶ σάββασι καὶ ἑορταῖς. Ὅτι γὰρ διὰ σὲ περιτομὴν ἔλαβεν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι σημεῖον ἔλαβε καὶ σφραγῖδα, καὶ τὴν αἰτίαν τίθησι, λέγων· Εἰς τὸ γενέσθαι αὐτὸν πατέρα περιτομῆς, τούτοις τοῖς καὶ τὴν νοητὴν προσλαμβάνουσιν· ὡς ἐὰν ταύτην μόνον ἔχῃς, οὐδέν σοι γενήσεται πλέον. Σημεῖον γὰρ τότε τοῦτό ἐστιν, ὅταν τὸ πρᾶγμα, οὗ τοῦτό ἐστι σημεῖον, φαίνηται  παρὰ σοὶ, τουτέστιν ἡ πίστις· ὡς, ἂν μὴ ταύτην ἔχῃς, οὐδὲ τὸ σημεῖον λοιπὸν εἶναι σημεῖον δύναται. Τίνος γὰρ ἔσται σημεῖον, τίνος δὲ σφραγὶς, οὐκ ὄντος τοῦ σφραγιζομένου; ὡς   ἂν   εἰ  καὶ   βαλάντιον   ἐπιδεικνύεις   ἡμῖν   σφραγῖδα   ἔχον,   μηδενὸς   ἔνδον ἀποκειμένου· ὥστε καταγέλαστος ἡ περιτομὴ, τῆς πίστεως ἔνδον οὐκ οὔσης. Εἰ γὰρ δικαιοσύνης ἐστὶ σημεῖον, δικαιοσύνην  δὲ οὐκ ἔχεις, οὐδὲ σημεῖον ἔχεις. ∆ιὰ γὰρ τοῦτο ἔλαβες σημεῖον, ἵνα τὸ πρᾶγμα ἐπιζητῇς, οὗ τὸ σημεῖον ἔχεις· ὡς, εἴ γε ἔμελλες αὐτὸ χωρὶς τούτου ἐπιζητεῖν, οὐκ ἂν ἐδέησέ σοι τούτου. Οὐ τοῦτο δὲ κηρύττει μόνον ἡ περιτομὴ, τὴν δικαιοσύνην, ἀλλὰ καὶ τὴν ἐν ἀκροβυστίᾳ δικαιοσύνην. Οὐδὲν οὖν ἄλλο  κηρύττει  ἡ  περιτομὴ,  ἀλλ'  ὅτι  οὐ  χρεία  περιτομῆς.  Εἰ γὰρ  οἱ  ἐκ  νόμου, κληρονόμοι· κεκένωται ἡ πίστις, καὶ κατήργηται ἡ ἐπαγγελία. Ἔδειξεν, ὅτι ἀναγκαία ἡ πίστις, ὅτι πρεσβυτέρα περιτομῆς, ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. Εἰ γὰρ πάντες  ἥμαρτον, ἀναγκαία· εἰ ἀκρόβυστος ὢν  ἐδικαιώθη,  πρεσβυτέρα· εἰ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, χωρὶς δὲ νόμου πεφανέρωται, ἰσχυροτέρα· εἰ μαρτυρεῖται ὑπὸ  τοῦ  νόμου  καὶ  τὸν  νόμον  ἵστησιν, οὐκ  ἐναντία,  ἀλλὰ  φίλη  καὶ  σύμμαχος. ∆είκνυσι πάλιν  καὶ ἑτέρωθεν,  ὅτι οὐδὲ δυνατὸν  ἦν  διὰ νόμου τὴν  κληρονομίαν λαβεῖν· καὶ παραβαλὼν αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν  τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ, οὕτω λέγων· Εἰ γὰρ οἱ ἐκ νόμου, κληρονόμοι, κεκένωται  ἡ πίστις.  Ἵνα  γὰρ  μή τις  λέγῃ,  ὅτι  καὶ  πίστιν  δυνατὸν  ἔχειν  καὶ  νόμον  τηρῆσαι, δείκνυσιν  ὅτι ἀμήχανον.  Ὁ γὰρ ἐχόμενος  τοῦ νόμου  ὡς σώζοντος, ἀτιμάζει  τῆς πίστεως τὴν δύναμιν. ∆ιό φησι· Κεκένωται ἡ πίστις· τουτέστιν, οὐ χρεία τῆς κατὰ χάριν   σωτηρίας·  οὐδὲ  γὰρ  δύναται   τὴν   ἰσχὺν  τὴν   ἑαυτῆς  ἐπιδείξασθαι·  καὶ κατήργηται ἡ ἐπαγγελία. Καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἂν εἴποι· Τί γάρ μοι χρεία πίστεως; Οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνῄρηται. δʹ. Ὅρα ἐν πᾶσιν αὐτοῖς ἄνωθεν ἀπὸ τοῦ πατριάρχου μαχόμενον. ∆είξας γὰρ ἐκεῖθεν τὴν δικαιοσύνην τῇ πίστει συγκεκληρωμένην, δείκνυσι καὶ τὴν ἐπαγγελίαν ὁμοίως. Ἵνα γὰρ μὴ λέγῃ ὁ Ἰουδαῖος· Τί γάρ μοι μέλει, εἰ διὰ πίστεως ἐδικαιώθη Ἀβραάμ; λέγει ὁ Παῦλος, ὅτι Οὐδὲ τὸ σοὶ διαφέρον, ἡ ἐπαγγελία τῆς κληρονομίας δύναται εἰς ἔργον ἐλθεῖν ἐκείνης χωρίς· ὃ μάλιστα αὐτοὺς ἐκφοβεῖ. Ποίαν δὲ ἐπαγγελίαν, φησί; Τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας ἐνευλογεῖσθαι. Καὶ πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη, φησίν· Ὅτι ὁ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Εἰ δὲ ὀργὴν κατεργάζεται καὶ παραβάσει ὑπευθύνους ποιεῖ,  εὔδηλον  ὅτι  καὶ  κατάρᾳ· οἱ  δὲ  κατάρᾳ καὶ  τιμωρίᾳ  καὶ  παραβάσει ὄντες ὑπεύθυνοι, οὗτοι οὐ κληρονομεῖν ἄξιοι, ἀλλὰ τοῦ δίκην διδόναι καὶ ἐκβάλλεσθαι. Τί οὖν γίνεται; Ἔρχεται ἡ πίστις ἐφελκομένη τῇ χάριτι, ὥστε τὴν ἐπαγγελίαν εἰς ἔργον ἐξελθεῖν, Ὅπου γὰρ χάρις, συγχώρησις· ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, καὶ δικαιοσύνης ἐπιγενομένης ἀπὸ τῆς πίστεως, οὐδὲν τὸ κωλύον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας τῆς ἀπὸ τῆς πίστεως. ∆ιὰ τοῦτο οὖν ἐκ πίστεως, φησὶν, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν τοῦ Θεοῦ παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων  ἡμῶν. Ὁρᾷς, ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν  ἐπαγγελίαν  τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν· ὁ δὲ νόμος τοὐναντίον  καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν  κωλύει; ∆ιὰ τούτων δείκνυσιν οὐ μόνον οὐ περιττὴν  τὴν πίστιν, ἀλλὰ καὶ οὕτως ἀναγκαίαν,  ὡς μηδὲ εἶναι  ταύτης  ἄνευ  σωθῆναι.  Ὁ μὲν  γὰρ  νόμος  ὀργὴν  ποιεῖ·  πάντες  γὰρ  αὐτὸν παρέβησαν· αὕτη δὲ οὐδὲ συστῆναι τὴν ὀργὴν ἀφίησι τὴν ἀρχήν· Οὗ γὰρ οὐκ ἔστι, φησὶ, νόμος οὐδὲ παράβασις. Εἶδες πῶς οὐ μόνον γενομένην ἀφανίζει τὴν ἁμαρτίαν, ἀλλ' οὐδὲ φυῆναι αὐτὴν ἀφίησι; ∆ιὰ τοῦτό φησι· Κατὰ χάριν. Εἰς τὸ τί; Οὐκ εἰς τὸ καταισχυνθῆναι, ἀλλ', Εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι. ∆ύο τίθησιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅτι καὶ βέβαια τὰ διδόμενα, καὶ παντὶ τῷ σπέρματι, τοὺς ἐξ ἐθνῶν  συνεισάγων,  καὶ  δεικνὺς  Ἰουδαίους  ἐκτὸς  ὄντας,  ἂν  πρὸς τὴν  πίστιν φιλονεικήσωσι.  Τοῦτο γὰρ βέβαιον μᾶλλον  ἢ ἐκεῖνο· οὐ γὰρ ζημιοῖ ἡ πίστις, μὴ φιλονείκει,  ἀλλὰ  καὶ κινδυνεύοντά  σε ἐκ τοῦ νόμου διασώζει. Εἶτα ἐπειδὴ  εἶπε, Παντὶ τῷ σπέρματι, διορίζει ποίῳ σπέρματι. Τῷ ἐκ τῆς πίστεως, φησὶ, συνάπτων τὴν πρὸς τὰ ἔθνη συγγένειαν, καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἀβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. Ἰδοὺ καὶ τρίτον ἡ πίστις ἄλλο εἰργάσατο· τὴν γὰρ συγγένειαν  τὴν  πρὸς  τὸν  δίκαιον  ἀκριβεστέραν  ἐποίησε,  καὶ  πλειόνων ἐκγόνων  ἀπέφηνε  πρόγονον· διὸ οὐδὲ ἁπλῶς  εἶπεν,  Ἀβραὰμ, ἀλλὰ,  Τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν. Εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζων τὸ εἰρημένον, Καθὼς γέγραπται,  φησὶν,  ὅτι  πατέρα  πολλῶν   ἐθνῶν  τέθεικά  σε. Εἶδες ταῦτα  ἄνωθεν οἰκονομούμενα; Τί οὖν, φησὶν, εἰ περὶ τῶν Ἰσμαηλιτῶν ἢ τῶν Ἀμαληκιτῶν  ἢ τῶν Ἀγαρηνῶνταῦτα   λέγει;  Τοῦτο  μὲν  οὖν  προϊὼν  σαφέστερον  δείκνυσιν  οὐ  περὶ ἐκείνων εἰρημένον· τέως δὲ ἐφ' ἕτερον ἐπείγεται, δι' οὗ καὶ αὐτὸ τοῦτο δείκνυσιν, ὁριζόμενος  τῆς  τοιαύτης  συγγενείας  τὸν  τρόπον,  καὶ  μετὰ  πολλῆς   αὐτὸ  τῆς μεγαλονοίας κατασκευάζων. Τί γάρ φησι; Κατέναντι οὗ ἐπίστευσε Θεοῦ· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ὁ Θεὸς οὐκ ἔστι μερικὸς Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. Καὶ πάλιν, Ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. Ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν  ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀναγαγών. Καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων  ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων,  τὸ, Κατέναντι, οὐκ ἔχει χώραν, ἀλλ' ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεά· τὸ γὰρ κατέναντι, ὁμοίως ἐστί. Ποῦ γὰρ θαυμαστὸν, εἰπέ μοι, τῶν ἐξ αὐτοῦ πατέρα εἶναι; τοῦτο γὰρ ἕκαστος κέκτηται τῶν ἀνθρώπων. Τὸ γὰρ παράδοξον ἐκεῖνό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ  τῆς  τοῦ  Θεοῦ δωρεᾶς  λαβεῖν.  εʹ. Ὥστε εἰ  βούλει  πιστεῦσαι, ὅτι  ἐτιμήθη  ὁ πατριάρχης, πίστευσον, ὅτι πάντων  ἐστὶ πατήρ. Εἰπὼν δὲ, Κατέναντι οὗ ἐπίστευσε Θεοῦ, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἐπήγαγε· Τοῦ ζωοποιοῦντος  τοὺς νεκροὺς, καὶ καλοῦντος  τὰ μὴ ὄντα  ὡς  ὄντα· ἤδη τὸν  περὶ τῆς  ἀναστάσεως προκαταβαλλόμενος  λόγον.  Καὶ εἰς τὸ προκείμενον  δὲ αὐτῷ χρήσιμος ἦν. Εἰ γὰρ δυνατὸν αὐτῷ νεκροὺς ζωοποιῆσαι, καὶ τὰ μὴ ὄντα ὡς ὄντα παραγαγεῖν, δυνατὸν αὐτῷ καὶ τοὺς μὴ τεχθέντας ἐξ αὐτοῦ ποιῆσαι παῖδας αὐτοῦ. ∆ιὰ τοῦτο οὐδὲ εἶπε, Καὶ παράγοντος τὰ οὐκ ὄντα ὡς ὄντα, ἀλλὰ, Καλοῦντος, τὴν πλείονα εὐκολίαν δηλῶν. Ὥσπερ γὰρ ἡμῖν εὔκολον τὰ ὄντα καλέσαι, οὕτως αὐτῷ ῥᾴδιον, καὶ πολλῷ ῥᾷον, τὰ μὴ ὄντα ὑποστήσασθαι. Εἰπὼν δὲ τοῦ Θεοῦ τὴν δωρεὰν μεγάλην οὖσαν καὶ ἄφατον, καὶ περὶ τῆς δυνάμεως αὐτοῦ διαλεχθεὶς, δείκνυσι καὶ τοῦ Ἀβραὰμ τὴν πίστιν ἀξίαν οὖσαν τῆς δωρεᾶς, ἵνα μὴ νομίσῃς αὐτὸν  εἰκῆ τετιμῆσθαι. Καὶ τὸν  ἀκροατὴν  δὲ ἀναστήσας, ἵνα  μὴ  θορυβῆται,  μηδὲ  ἀμφιβάλλῃ  ὁ  Ἰουδαῖος  καὶ  λέγῃ,  Καὶ πῶς δυνατὸν τοὺς οὐκ ὄντας παῖδας γενέσθαι παῖδας; μετάγει τὸν λόγον ἐπὶ τὸν πατριάρχην, καί φησιν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου. Πῶς παρ' ἐλπίδα ἐπ' ἐλπίδι  ἐπίστευσε; Παρ' ἐλπίδα τὴν ἀνθρωπίνην,  ἐπ' ἐλπίδι  τῇ τοῦ Θεοῦ. ∆είκνυσι γὰρ καὶ τὸ μεγαλεῖον τοῦ πράγματος, καὶ οὐκ ἀφίησιν ἀπιστηθῆναι τὸ λεγόμενον· ἅπερ ἐναντία ἀλλήλοις ἐστὶν, ἀλλ' ἡ πίστις αὐτὰ συνεκέρασεν. Εἰ δὲ περὶ ἐκείνων ἔλεγε τῶν ἐκ τοῦ Ἰσραὴλ, περιττὸς οὗτος ὁ λόγος· ἐκεῖνοι γὰρ οὐ κατὰ πίστιν, ἀλλὰ κατὰ φύσιν ἐτέχθησαν. Ἀλλὰ καὶ τὸν Ἰσαὰκ εἰς μέσον ἄγει· οὐ γὰρ ὑπὲρ ἐκείνων  ἐπίστευσε τῶν  ἐθνῶν,  ἀλλὰ  τοῦ ἀπὸ τῆς στείρας γυναικὸς  ἐσομένου. Εἰ τοίνυν μισθός ἐστι τὸ πατέρα πολλῶν ἐθνῶν γενέσθαι, ἐκείνων τῶν ἐθνῶν ὑπὲρ ὧν ἐπίστευσε δῆλον ὅτι. Ἵνα γὰρ μάθῃς, ὅτι περὶ τούτων φησὶν, ἄκουσον τῶν ἑξῆς· Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων,  καὶ τὴν νέκρωσιν τῆς μήτρας τῆς Σάῤῥας. Εἶδες πῶς τίθησι καὶ τὰ κωλύματα, καὶ τὴν ὑψηλὴν τοῦ δικαίου γνώμην πάντα ὑπερβαίνουσαν; Παρ' ἐλπίδα, φησὶ, τὸ ἐπαγγελθέν. Τοῦτο κώλυμα πρῶτον· οὐδὲ γὰρ εἶχεν αὐτὸς ἕτερον Ἀβραὰμ οὕτω λαβόντα παῖδα ἰδεῖν. Οἱ μὲν γὰρ μετ' αὐτὸν, εἰς αὐτὸν ἔβλεπον· ἐκεῖνος δὲ εἰς οὐδένα,  ἀλλ'  εἰς  τὸν  Θεὸν μόνον·  διὸ  καὶ,  Παρ'  ἐλπίδα,  ἔλεγεν.  Εἶτα τὸ  σῶμα νενεκρωμένον· δεύτερον τοῦτο· καὶ ἡ νέκρωσις τῆς μήτρας Σάῤῥας· τοῦτο καὶ τρίτον καὶ τέταρτον. Εἰς δὲ τὴν ἐπαγγελίαν  τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ. Οὐδὲ γὰρ ἀπόδειξιν  ἔδωκεν,  οὔτε σημεῖον ἐποίησεν ὁ Θεὸς, ἀλλὰ  ῥήματα ἦν  ψιλὰ  μόνον, ἐπαγγελλόμενα  ἅπερ οὐχ ὑπισχνεῖτο ἡ φύσις. Ἀλλ' ὅμως Οὐ διεκρίθη, φησίν. Οὐκ εἶπεν,  ὅτι  Οὐκ ἠπίστησεν, ἀλλ',  Οὐ διεκρίθη·  τουτέστιν,  οὐδὲ  ἐνεδοίασεν,  οὐδὲ ἀμφέβαλε, καὶ τοσούτων ὄντων τῶν κωλυμάτων. Ἀπὸ τούτων μανθάνομεν, ὅτι κἂν μυρία ὁ Θεὸς ἀδύνατα  ἐπαγγέλληται,  μὴ καταδέξηται  δὲ ὁ ἀκούων,  οὐ τῆς τῶν πραγμάτων φύσεώς ἐστιν ἡ ἀσθένεια, ἀλλὰ τῆς ἀνοίας τῆς τοῦ μὴ δεχομένου. Ἀλλ'
ἐνεδυναμώθη   τῇ   πίστει.   Ὅρα  Παύλου   φιλοσοφίαν.   Ἐπειδὴ   γὰρ   περὶ   τῶν ἐργαζομένων   καὶ   τῶν   πιστευόντων    ἦν   ὁ   λόγος,   δείκνυσι   τὸν   πιστεύοντα ἐργαζόμενον μᾶλλον ἢ ἐκεῖνον, καὶ πλείονος  δεόμενον δυνάμεως καὶ πολλῆς τῆς ἰσχύος, καὶ οὐ τὸν τυχόντα ὑπομένοντα πόνον. Καὶ γὰρ ἐξευτέλιζον τὴν πίστιν ὡς οὐκ  ἔχουσαν  πόνον.  Πρὸς τοῦτο  τοίνυν  ἱστάμενος  δείκνυσιν,  ὅτι  οὐ  μόνον  ὁ σωφροσύνην κατορθῶν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ καὶ ὁ πίστιν ἐπιδεικνύμενος, δυνάμεως  δεῖται  πλείονος.  Ὥσπερ γὰρ ἐκεῖνος  χρείαν  ἔχει  ἰσχύος, ἵνα  τοὺς  τῆς ἀκολασίας διακρούσηται λογισμούς· οὕτω καὶ οὗτος χρείαν ἔχει δυνατῆς ψυχῆς, ἵνα τὰς τῆς ἀπιστίας ἐξωθήσηται ἐννοίας. Πῶς οὖν ἐγένετο ἰσχυρός; Τῇ πίστει, φησὶν, οὐ λογισμοῖς τὸ πρᾶγμα ἐπιτρέψας· ἐπεὶ ἂν κατέπεσε. Πῶς δὲ αὐτὴν τὴν πίστιν κατώρθωσε;  ∆οὺς  δόξαν  τῷ  Θεῷ, φησὶ,  καὶ  πληροφορηθεὶς,  ὅτι  ὃ  ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἄρα τὸ μὴ περιεργάζεσθαι, δοξάζειν ἐστὶ τὸν Θεὸν, ὥσπερ οὖν τὸ περιεργάζεσθαι, πλημμελεῖν. Εἰ δὲ τὰ κάτω περιεργαζόμενοι καὶ ζητοῦντες οὐ δοξάζομεν, πολλῷ  μᾶλλον  τὴν  τοῦ  ∆εσπότου γέννησιν  πολυπραγμονοῦντες,  ὡς ὑβρίζοντες τὰ ἔσχατα πεισόμεθα. Εἰ γὰρ τὸν τύπον τῆς ἀναστάσεως οὐ χρὴ ζητεῖν, πολλῷ μᾶλλον τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ φρικτά. Καὶ οὐκ εἶπε πιστεύσας ἁπλῶς, ἀλλὰ, Πληροφορηθείς. Τοιοῦτον γὰρ ἡ πίστις, τῆς ἀπὸ λογισμῶν ἀποδείξεως, σαφεστέρα, καὶ  μᾶλλον  πείθει·  οὐ  γὰρ  ἔστι  λογισμὸν  ἕτερον  ἐπεισελθόντα  αὐτῇ διασαλεῦσαι λοιπόν. Ὁ μὲν γὰρ λόγοις πειθόμενος καὶ μεταπεισθῆναι δύναται· ὁ δὲ τῇ  πίστει βεβαιούμενος  ἀπετείχισε  λοιπὸν  αὐτοῦ  τὴν  ἀκοὴν  τοῖς  λυμαινομένοις αὐτὴν λόγοις. Εἰπὼν τοίνυν, ὅτι ἀπὸ πίστεως ἐδικαιώθη, δείκνυσιν, ὅτι καὶ ἐδόξασε τὸν Θεὸν ἀπὸ τῆς πίστεως· ὃ βίου μάλιστά ἐστιν ἴδιον. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν  ἀνθρώπων,  ὅπως  ἴδωσι  τὰ  καλὰ  ἔργα ὑμῶν,  καὶ  δοξάσωσι τὸν Πατέρα ὑμῶν  τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ τοῦτο τῆς πίστεως ὂν ἐφάνη.  Πάλιν δὲ ὥσπερ τὰ ἔργα δεῖται δυνάμεως, οὕτω καὶ ἡ πίστις. Ἐνταῦθα μὲν γὰρ πολλάκις καὶ τὸ σῶμα μερίζεται τὸν ἱδρῶτα· ἐκεῖ δὲ τῆς ψυχῆς γυμνῆς ἐστι τὸ κατόρθωμα. Ὥστε μείζων ὁ πόνος, ὅταν μηδὲ τὸν διανεμόμενον πρὸς αὐτὴν ἔχῃ τοὺς ἀγῶνας.   ʹ. Εἶδες πῶς πάντα, ἅπερ ἦν ἔργων, ἔδειξε μετὰ πλείονος  περιουσίας τῇ πίστει προσόντα, οἷον τὸ καυχᾶσθαι πρὸς τὸν Θεὸν, τὸ δυνάμεως δεῖσθαι καὶ πόνου, τὸ δοξάζειν πάλιν τὸν Θεόν; Εἰπὼν δὲ, Ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι, δοκεῖ μοι καὶ περὶ τῶν μελλόντων  προαναφωνεῖν· οὐ γὰρ τὰ παρόντα ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα· ταῦτα γὰρ τύπος ἐκείνων. Ἄρα ἀσθενοῦς διανοίας τὸ μὴ πιστεύειν, καὶ μικρᾶς καὶ ταλαιπώρου. Ὥστε ὅταν ἡμῖν ἐγκαλῶσι τὴν πίστιν τινὲς, ἀντεγκαλῶμεν ἡμεῖς τὴν ἀπιστίαν αὐτοῖς, ὡς ταλαιπώροις καὶ μικροψύχοις καὶ ἀνοήτοις καὶ ἀσθενέσιν καὶ ὄνων  οὐδὲν ἄμεινον διακειμένοις. Ὥσπερ γὰρ τὸ πιστεύειν ὑψηλῆς καὶ μεγαλοφυοῦς ψυχῆς· οὕτω τὸ ἀπιστεῖν ἀλογωτάτης  καὶ εὐτελοῦς καὶ πρὸς τὴν τῶν  κτηνῶν  ἄνοιαν  κατενηνεγμένης.  ∆ιόπερ ἐκείνους  ἀφέντες,  τὸν  πατριάρχην ζηλώσωμεν, καὶ δοξάσωμεν τὸν Θεὸν, καθάπερ ἐκεῖνος ἔδωκεν αὐτῷ δόξαν. Τί δέ ἐστιν,  Ἔδωκεν  αὐτῷ  δόξαν;  Ἐνενόησεν  αὐτοῦ  τὴν  δικαιοσύνην,  τὴν  ἄπειρον δύναμιν·  καὶ τὴν προσήκουσαν περὶ αὐτοῦ ἔννοιαν  λαβὼν, οὕτως ἐπληροφορήθη περὶ τῶν ὑποσχέσεων. ∆οξάσωμεν τοίνυν αὐτὸν καὶ ἡμεῖς καὶ διὰ πίστεως καὶ διὰ ἔργων, ἵνα καὶ μισθὸν λάβωμεν τὸ παρ' αὐτοῦ δοξασθῆναι· Τοὺς δοξάζοντας γάρ με δοξάσω, φησί. Καίτοι εἰ καὶ μηδεὶς ἔκειτο μισθὸς, αὐτὸ τοῦτο δόξα ἦν τὸ καταξιωθῆναι δοξάσαι Θεόν. Εἰ γὰρ εἰς βασιλέας εὐφημίας λέγοντες ἄνθρωποι, αὐτῷ τούτῳ καλλωπίζονται  μόνῳ, κἂν μηδὲν ᾖ καρπώσασθαι ἕτερον· ἐννόησον πόσης ἂν εἴη  δόξης  τὸ  δι'  ἡμᾶς  τὸν  ∆εσπότην  δοξάζεσθαι τὸν  ἡμέτερον,  ὥσπερ οὖν  καὶ κολάσεως τὸ ποιεῖν αὐτὸν βλασφημεῖσθαι δι' ἡμᾶς· καίτοι καὶ τοῦτο αὐτὸ τὸ δοξάζεσθαι, δι' ἡμᾶς βούλεται γίνεσθαι· αὐτὸς γὰρ οὐ δεῖται τοῦ πράγματος. Πόσον γὰρ οἴει τὸ μέσον εἶναι Θεοῦ καὶ ἀνθρώπων; ἆρα ὅσον ἀνθρώπων  καὶ σκωλήκων;
Ἀλλ' οὐδὲν οὐδέπω εἴρηκα, καὶ τοσοῦτον τὸ μέσον θείς· οὐδὲ γὰρ εἰπεῖν δυνατὸν ὅσον. Ἆρ'  οὖν  θελήσεις  σὺ παρὰ  σκώληξιν  δόξαν  ἔχειν  μεγάλην  καὶ  λαμπράν; Οὐδαμῶς. Εἰ τοίνυν  ὁ  δόξης  ἐρῶν  σὺ  οὐκ  ἂν  θελήσαις  τοῦτο·  ὁ  τοῦ  πάθους ἀπηλλαγμένος  τούτου, καὶ τοσοῦτον ἀνώτερος  ὢν, πῶς ἂν ἐδεήθη τῆς παρὰ σοῦ δόξης; Ἀλλ' ὅμως καὶ μὴ δεόμενος, φησὶν  αὐτῆς ἐφίεσθαι  διὰ σέ. Εἰ γὰρ γενέσθαι δοῦλος ὑπέμεινε  διὰ σὲ, τί θαυμάζεις, εἰ καὶ τῶν  ἄλλων  ἀντέχεται  τῆς αὐτῆς  ἕνεκεν  ὑποθέσεως; Οὐδὲν γὰρ ἡγεῖται  ἀνάξιον  ἑαυτοῦ, ὅπερ ἂν  πρὸς τὴν σωτηρίαν φέρῃ τὴν ἡμετέραν. Ταῦτα οὖν εἰδότες, φεύγωμεν ἁμαρτίαν πᾶσαν, δι' ἧς αὐτὸς βλασφημεῖται. Ὡς γὰρ ἀπὸ προσώπου ὄφεως, φησὶ, φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν προσέλθῃς πρὸς αὐτὴν, δήξεταί σε· οὐδὲ γὰρ αὐτὴ πρὸς ἡμᾶς ἔρχεται, ἀλλ'  ἡμεῖς πρὸς αὐτὴν αὐτομολοῦμεν. Ὁ γὰρ Θεὸς καὶ τοῦτο κατεσκεύασεν ὥστε μὴ τυραννίδι περιγίνεσθαι τὸν διάβολον· ἦ γὰρ ἂν οὐδεὶς ἔστη πρὸς τὴν ἰσχὺν ἐκείνου. ∆ιὰ τοῦτο αὐτὸν ἀπῴκισεν ὥσπερ λῃστήν τινα καὶ τύραννον· κἂν μή τινα λάβῃ γυμνὸν  καὶ ἔρημον εἰς τὰς αὐτοῦ καταδύσεις, οὐ τολμᾷ ἐπελθεῖν· ἂν μὴ τὴν ἔρημον ὁδεύοντας ἡμᾶς ἴδῃ, οὐ θαῤῥεῖ προσελθεῖν· ἔρημος δὲ καὶ διαβόλου τόπος οὐδὲν ἕτερον ἢ ἡ ἁμαρτία. ∆εῖ τοίνυν ἡμῖν τοῦ θυρεοῦ τῆς πίστεως, τῆς περικεφαλαίας τοῦ σωτηρίου, τῆς  μαχαίρας τοῦ πνεύματος· οὐχ  ἵνα  μὴ πάθωμεν  μόνον  κακῶς, ἀλλ' ἵνα,  κἂν ἐπιπηδῆσαι θελήσῃ, τὴν κεφαλὴν ἀποτέμωμεν ἐκείνου· δεῖ συνεχῶν ἡμῖν εὐχῶν, ἵνα συντριβῇ  ὑπὸ  τοὺς  πόδας  ἡμῶν.  Ἀναίσχυντος  γάρ  ἐστι  καὶ  μιαρὸς,  καὶ  ταῦτα κάτωθεν  μαχόμενος· ἀλλ' ὅμως καὶ οὕτω νικᾷ. Τὸ δὲ αἴτιον, ὅτι οὐ σπουδάζομεν ἡμεῖς ὑψηλότεροι τῶν ἐκείνου γενέσθαι πληγῶν· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἐπαρθῆναι μέγα, ἀλλὰ κάτω σύρεται. Καὶ τούτου τύπος ὁ ὄφις. Εἰ δὲ ἐξ ἀρχῆς οὕτως αὐτὸν ἔταξεν ὁ Θεὸς, πολλῷ μᾶλλον νῦν. Εἰ δὲ ἀγνοεῖς τί ποτέ ἐστι τὸ κάτωθεν μάχεσθαι, ἐγώ σοι καὶ ἑρμηνεῦσαι τοῦ πολέμου τούτου τὸν τρόπον πειράσομαι. Τί ποτ' οὖν ἐστι τὸ κάτωθεν μάχεσθαι; Τὸ ἀπὸ τῶν κάτω πυκτεύειν πραγμάτων, ἀπὸ τῆς ἡδονῆς, ἀπὸ τοῦ πλούτου, ἀπὸ τῶν βιωτικῶν ἁπάντων. ∆ιὰ τοῦτο, ἂν ἴδῃ τινὰ πρὸς τὸν οὐρανὸν πετόμενον, πρῶτον μὲν οὐδὲ ἐπιπηδῆσαι πρὸς αὐτὸν δυνήσεται· δεύτερον δὲ, κἂν ἐπιχειρήσῃ, ταχέως  πεσεῖται· οὐ γὰρ ἔχει πόδας, μὴ φοβηθῇς· οὐκ ἔχει πτερὰ, μὴ δείσῃς· ἐπὶ τῆς γῆς σύρεται, καὶ τοῖς ἐν τῇ γῇ πράγμασι. Μηδὲν οὖν σοι πρὸς τὴν γῆν ἔστω κοινὸν,  καὶ οὐδὲ πόνου δεήσει. Οὐδὲ γὰρ οἶδε τὴν ἐξ ἐναντίας  μάχην, ἀλλ' ὥσπερ ὄφις ταῖς ἀκάνθαις ἐγκρύπτεται τῇ ἀπάτῃ τοῦ πλούτου συνεχῶς ἐμφωλεύων. Κἂν ἐκτέμῃς τὰς ἀκάνθας, φεύξεται  ῥᾳδίως δειλὸς γενόμενος,  κἂν ἐπᾴδειν  εἰδῇς αὐτῷ   τὰς   θείας   ἐπῳδὰς,   τρωθήσεται   εὐθέως.   Εἰσὶ  γὰρ   ἡμῖν,   εἰσὶν   ἐπῳδαὶ πνευματικαὶ, τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ τοῦ σταυροῦ δύναμις. Αὕτη ἡ ἐπῳδὴ οὐχὶ τῶν χηραμῶν ἐξάγει μόνον, καὶ εἰς πῦρ ἐμβάλλει τὸν δράκοντα, ἀλλὰ καὶ τραύματα ἰᾶται. Εἰ δὲ καὶ πολλοὶ λέγοντες οὐκ ἰάθησαν, παρὰ τὴν αὐτῶν ὀλιγοπιστίαν,  οὐ παρὰ τὴν ἀσθένειαν τοῦ λεχθέντος·  ἐπεὶ καὶ τὸν Ἰησοῦν οἱ μὲν ὤθουν  καὶ ἔθλιβον,  καὶ οὐδὲν  ἐκέρδαινον· ἡ δὲ αἱμοῤῥοοῦσα οὐδὲ τοῦ σώματος ἁψαμένη,  ἀλλ'  αὐτοῦ  τοῦ  κρασπέδου μόνον,  χρονίους  ἔστησεν αἱμάτων  πηγάς. Τοῦτο τὸ  ὄνομα  καὶ  δαίμοσι  φοβερὸν  καὶ  πάθεσι  καὶ  νοσήμασι. Τούτῳ  τοίνυν καλλωπιζώμεθα,  τούτῳ  τειχίζωμεν  ἑαυτούς. Οὕτω καὶ ὁ Παῦλος ἐγένετο  μέγας, καίτοι τῆς αὐτῆς φύσεως ἡμῖν κἀκεῖνος ἦν, ἀλλ' ἡ πίστις αὐτὸν ἄλλον ἀντ' ἄλλου πεποίηκε, καὶ τοσαύτη ἦν ἡ περιουσία, ὡς καὶ τὰ ἱμάτια αὐτοῦ πολλὴν ἔχειν ἰσχύν. Ποίας οὖν ἂν εἴημεν ἀπολογίας ἄξιοι, εἴ γε ἐκείνων μὲν καὶ αἱ σκιαὶ καὶ τὰ ἱμάτια θάνατον ἤλαυνον, ἡμῶν δὲ οὐδὲ αἱ εὐχαὶ τὰ πάθη καταστέλλουσι; Τί οὖν τὸ αἴτιον; Πολλὴ τῆς γνώμης ἡ διαφορά· ὡς τά γε τῆς φύσεως ἴσα καὶ κοινά· καὶ γὰρ ὁμοίως ἡμῖν καὶ ἐτέχθη καὶ ἐτράφη, καὶ τὴν γῆν ᾤκησε, καὶ ἀέρα ἀνέπνευσεν· ἀλλὰ τὰ ἄλλα πολὺ μείζων  ἡμῶν  ἦν καὶ βελτίων,  τὸν ζῆλον, τὴν πίστιν, τὴν ἀγάπην. Μιμησώμεθα τοίνυν  αὐτὸν, δῶμεν καὶ δι'  ἡμῶν  φθέγξασθαι τῷ Χριστῷ· ἐπιθυμεῖ
μᾶλλον  τοῦτο ἡμῶν  αὐτὸς, καὶ διὰ τοῦτο τὸ ὄργανον κατεσκεύασε τοῦτο, καὶ οὐ θέλει μένειν ἄχρηστον αὐτὸ καὶ ἀργὸν, ἀλλ' ἀεὶ μετὰ χεῖρας ἔχειν αὐτὸ βούλεται. Τί τοίνυν  οὐ  παρασκευάζεις ἕτοιμον  αὐτὸ  τῇ  τοῦ  τεχνίτου  χειρὶ,  ἀλλὰ  χαλᾷς  τὰς νευρὰς, καὶ μαλακωτέρας ποιεῖς τῇ τρυφῇ, καὶ ἄχρηστον ὅλην κατασκευάζεις αὐτῷ τὴν κιθάραν, δέον ἐπισφίγγειν  καὶ νευροῦν τὰ μέλη, καὶ ἐπιστύφειν  τῷ ἅλατι τῷ πνευματικῷ;  Ἂν γὰρ οὕτως ἡρμοσμένην αὐτὴν  ἴδῃ, ἠχήσει καὶ διὰ τῆς ἡμετέρας ψυχῆς  ὁ  Χριστός. Τοιούτου  δὲ  γενομένου,  καὶ  ἀγγέλους  ὄψει  σκιρτῶντας  καὶ ἀρχαγγέλους  καὶ τὰ Χερουβίμ. Γενώμεθα τοίνυν  ἄξιοι τῶν  χειρῶν  τῶν  ἀμώμων· παρακαλέσωμεν  αὐτὸν  καὶ  εἰς  τὴν  ἡμετέραν  κροῦσαι καρδίαν· μᾶλλον  δὲ  οὐδὲ παρακλήσεως δεῖται· μόνον ἀξίαν αὐτὴν κατασκεύασον τῆς ἁφῆς ἐκείνης, καὶ αὐτὸς ἐπιδραμεῖταί  σοι πρότερος. Εἰ γὰρ ὑπὲρ τῶν  μελλόντων  ἐπιτρέχει  (οὔπω γὰρ τῷ Παύλῳ τοιούτῳ γεγενημένῳ  τὸ ἐγκώμιον ὕφανεν), ὅταν ἀπηρτισμένον ἴδῃ, τί οὐκ ἐργάσεται; Ἂν δὲ Χριστὸς ἠχήσῃ, καὶ τὸ Πνεῦμα ἐπιπτήσεται πάντως, καὶ ἐσόμεθα τοῦ οὐρανοῦ βελτίους, οὐχ ἥλιον  ἔχοντες  ἐνεστιγμένον  τῷ σώματι καὶ σελήνην, ἀλλὰ τὸν ἡλίου καὶ σελήνης καὶ ἀγγέλων ∆εσπότην ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα ἡμῖν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα νεκροὺς ἀναστήσωμεν, οὐδὲ λεπροὺς ἵνα καθάρωμεν, ἀλλ' ἵνα τὸ πάντων τούτων σημεῖον μεῖζον ἐπιδειξώμεθα, τὴν ἀγάπην. Ὅπου γὰρ ἂν ᾖ  τοῦτο  τὸ  καλὸν,  εὐθέως  καὶ  ὁ  Υἱὸς ἐφίσταται  μετὰ  τοῦ  Πατρὸς, καὶ  ἡ  τοῦ Πνεύματος ἐπιφοιτᾷ χάρις. Οὗ γὰρ ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὃ πολλῆς διαθέσεώς ἐστι καὶ τῶν σφόδρα φιλούντων,  τοὺς φιλουμένους  ἑκατέρωθεν ἔχειν. Καὶ τίς οὕτως ἄθλιος, φησὶν, ὡς μὴ βούλεσθαι τὸν Χριστὸν ἔχειν μέσον; Ἡμεῖς οἱ πρὸς ἀλλήλους στασιάζοντες. Καὶ τάχα μου καταγελάσεταί τις καὶ ἐρεῖ, Τί λέγεις; ὁρᾷς πάντας ἡμᾶς ὑπὸ τοῖς αὐτοῖς τείχεσιν ὄντας, ὑπὸ τὸν αὐτὸν τῆς ἐκκλησίας σηκὸν, ὑπὸ τὴν αὐτὴν μάνδραν μεθ' ὁμονοίας ἑστῶτας, οὐδένα μαχόμενον, ὑπὸ τῷ αὐτῷ ποιμένι κοινῇ βοῶντας, κοινῇ τῶν λεγομένων  ἀκροωμένους, κοινῇ τὰς εὐχὰς ἀναπέμποντας, καὶ μάχης μέμνησαι καὶ στάσεως; Μάχης μέμνημαι, καὶ οὐ μαίνομαι οὐδὲ ἐξέστηκα. Ὁρῶ μὲν γὰρ ἃ ὁρῶ, καὶ οἶδα ὅτι ὑπὸ τὸν σηκὸν τὸν αὐτόν ἐσμεν καὶ τὸν ποιμένα. ∆ιὰ τοῦτο δὲ μάλιστα θρηνῶ, ὅτι τοσούτων ἡμᾶς συναγόντων πραγμάτων, στασιάζομεν. Καὶ ποίαν στάσιν, φησὶν, εἶδες ἐνταῦθα; Ἐνταῦθα μὲν οὐδεμίαν· ἐπειδὰν δὲ διαλυθῶμεν, ὁ δεῖνα τὸν δεῖνα κατηγορεῖ, ἕτερος ὑβρίζει φανερῶς, ἄλλος βασκαίνει, πλεονεκτεῖ καὶ ἁρπάζει. καὶ βιάζεται ἕτερος, ἄλλος  ἐρᾷ κακῶς, ἄλλος  μυρίους ῥάπτει δόλους. Καὶ εἰ τὰς ψυχὰς ἡμῶν ἐκκαλύψαι ἐνῆν, τότε ἂν εἴδετε ταῦτα πάντα ἀκριβῶς, καὶ ἔγνωτε ὅτι οὐ μαίνομαι. ηʹ. Οὐχ ὁρᾶτε ἐν τοῖς στρατοπέδοις, ὅτι εἰρήνης μὲν οὔσης, τὰ ὅπλα ἀποθέμενοι, γυμνοὶ καὶ ἄφρακτοι εἰς τὸ τῶν πολεμίων  στρατόπεδον διαβαίνουσιν; Ὅταν δὲ φράττωνται ὅπλοις, καὶ φυλακαὶ καὶ προφυλακαὶ καὶ ἄγρυπνοι νύκτες, καὶ πυρὰ καίεται διηνεκὴς, οὐκέτι εἰρήνη τὸ τοιοῦτον, ἀλλὰ πόλεμος. Τοῦτο καὶ ἐφ' ἡμῶν ἔστιν ἰδεῖν· καὶ γὰρ ἀλλήλους  φυλαττόμεθα  καὶ δεδοίκαμεν καὶ πρὸς τὸ οὖς ἕκαστος τῷ πλησίον διαλεγόμεθα, κἂν παραγενόμενον ἕτερον ἴδωμεν, σιγῶμεν καὶ ἐκ τοῦ μέσου συστέλλομεν ἅπαντα· ὅπερ οὐκ ἔστι θαῤῥούντων, ἀλλὰ σφόδρα φυλαττομένων.  Ἀλλὰ ταῦτα  ποιοῦμεν,  φησὶν, οὐχ ὥστε ἀδικῆσαι, ἀλλ' ὥστε μὴ ἀδικηθῆναι. ∆ιὰ τοῦτο πενθῶ, ὅτι μεταξὺ ζῶντες ἀδελφῶν, φυλακῆς δεόμεθα πρὸς τὸ μὴ ἀδικηθῆναι, καὶ πυρὰ καίομεν τοσαῦτα, καὶ φυλακὰς καὶ προφυλακὰς τίθεμεν. Τὸ δὲ αἴτιον, πολὺ τὸ ψεῦδος, πολὺς ὁ δόλος, πολλὴ τῆς ἀγάπης ἡ ἀναίρεσις, καὶ πόλεμος ἄσπονδος. ∆ιά τοι τοῦτο πολλοὺς εὕροι τις ἂν Ἕλλησι θαῤῥοῦντας μᾶλλον ἢ Χριστιανοῖς· καίτοι πόσης ἂν εἴη αἰσχύνης ἄξια ταῦτα; πόσων δακρύων, πόσων οἰμωγῶν; Καὶ τί πάθω, φησί; δυστροπός ἐστιν ὁ δεῖνα καὶ μοχθηρός. Καὶ ποῦ τὰ τῆς φιλοσοφίας τῆς σῆς; ποῦ δὲ οἱ νόμοι οἱ ἀποστολικοὶ οἱ κελεύοντες ἀλλήλων τὰ βάρη βαστάζειν; Εἰ γὰρ ἀδελφῷ χρήσασθαι οὐκ οἶδας, πότε δυνήσῃ χρήσασθαι ἀλλοτρίῳ
καλῶς; εἰ τὸ μέλος τὸ σὸν οὐκ ἐπίστασαι μεταχειρίσασθαι, πότε τὸν ἔξωθεν ἐπισπάσασθαι δυνήσῃ καὶ συνάψαι ἑαυτῷ; Ἀλλὰ τί πάθω; Σφόδρα δυσχερῶς ἔχω πρὸς δακρύων ἐπιῤῥοὴν, ἐπεὶ πηγὰς ἂν ἀφῆκα δαψιλεῖς ἀπὸ τῶν ὀφθαλμῶν,  κατὰ τὸν προφήτην  ἐκεῖνον, μυρίους πολέμους ἐπὶ τοῦ πεδίου τούτου βλέπων  ἐκείνων χαλεπωτέρους. Ὁ μὲν γὰρ βαρβάρους ἐπιόντας ὁρῶν, ἔλεγε, Τὴν κοιλίαν μου ἀλγῶ· ἐγὼ δὲ ὑφ' ἑνὶ στρατηγῷ παραταττομένους βλέπων, εἶτα κατ' ἀλλήλων  ἱσταμένους καὶ δάκνοντας καὶ σπαράττοντας τὰ ἀλλήλων  μέλη, τοὺς μὲν διὰ χρήματα, τοὺς δὲ διὰ δόξαν, τοὺς δὲ ἁπλῶς καὶ εἰκῆ καταγελῶντας  καὶ καταχλευάζοντας, καὶ μυρία τραύματα ἀλλήλοις  ἐπάγοντας, καὶ νεκροὺς τῶν ἐν πολέμῳ χαλεπωτέρους, καὶ τὸ τῶν ἀδελφῶν  ὄνομα ψιλὸν μόνον λοιπὸν ὂν, οὐδὲ ἔχω τινὰ ἄξιον τῆς τραγῳδίας ταύτης  ἐπινοῆσαι θρῆνον.  Αἰδέσθητε τοίνυν,  αἰδέσθητε τὴν  τράπεζαν  ταύτην,  ἧς κοινωνοῦμεν   ἅπαντες,  τὸν  δι'  ἡμᾶς  σφαγέντα  Χριστὸν, τὸ  θῦμα  τὸ  ἐπ'  αὐτῆς κείμενον.  Λῃσταὶ κοινωνοῦντες  ἁλῶν,  οὐκέτι εἰσὶ λῃσταὶ πρὸς οὓς ἂν κοινωνήσωσιν, ἀλλὰ μεταβάλλει τὸν τρόπον ἡ τράπεζα, καὶ τοὺς τῶν θηρίων ἀγριωτέρους προβάτων ἡμερωτέρους ποιεῖ· ἡμεῖς δὲ τοιαύτης τραπέζης μετέχοντες, τοιαύτης  κοινωνοῦντες  τροφῆς, ὁπλιζόμεθα  κατ' ἀλλήλων,  δέον κατὰ τοῦ πᾶσιν ἡμῖν πολεμοῦντος  διαβόλου τοῦτο ποιεῖν.  ∆ιά τοι τοῦτο ἡμεῖς μὲν ἀσθενέστεροι, ἐκεῖνος  δὲ ἰσχυρότερος καθ' ἑκάστην γίνεται  τὴν  ἡμέραν. Οὐ γὰρ μετ' ἀλλήλων φραττόμεθα  κατ' ἐκείνου,  ἀλλὰ  μετ' ἐκείνου  κατ' ἀλλήλων  ἱστάμεθα, καὶ αὐτῷ στρατηγῷ πρὸς τὰς τοιαύτας χρώμεθα παρατάξεις, δέον αὐτῷ μόνῳ πολεμεῖν. Νυνὶ δὲ ἐκεῖνον ἀφέντες, κατὰ τῶν ἀδελφῶν τὰ τόξα τείνομεν. Ποῖα τόξα, φησί; Τὰ ἀπὸ γλώττης  καὶ στόματος. Οὐδὲ γὰρ ἀκόντια καὶ βέλη μόνον, ἀλλὰ καὶ ῥήματα πολὺ τῶν βελῶν πικρότερα ἐργάζεται τραύματα. Καὶ πῶς δυνησόμεθα τοῦτον καταλῦσαι τὸν πόλεμον, φησίν; Ἂν ἐννοήσῃς, ὅτι τὸν ἀδελφὸν  λέγων  κακῶς, βόρβορον ἀπὸ τοῦ στόματός σου προχέεις, ἂν ἐννοήσῃς, ὅτι τὸ μέλος τοῦ Χριστοῦ διαβάλλεις, ὅτι τὰς σάρκας κατεσθίεις τὰς σὰς, ὅτι τὸ δικαστήριόν σοι πικρότερον ποιεῖς τὸ φοβερὸν ἐκεῖνο  καὶ ἀδέκαστον, ὅτι  τὸ βέλος  οὐ τὸν  πληγέντα,  ἀλλὰ  σὲ τὸν  τοξεύσαντα ἀναιρεῖ. Ἀλλ' ἠδίκησέ τι καὶ κακῶς ἐποίησε; Στέναξον, μὴ κακῶς εἴπῃς· δάκρυσον, μὴ διὰ τὴν  σὴν ἀδικίαν,  ἀλλὰ  διὰ τὴν  ἀπώλειαν  τὴν  ἐκείνου,  καθὼς  καὶ ὁ σὸς ∆εσπότης τὸν Ἰούδαν ἐδάκρυσεν, οὐκ ἐπειδὴ αὐτὸς ἐσταυροῦτο, ἀλλ' ἐπειδὴ ἐκεῖνος προεδίδου. Ὕβρισέ σε καὶ ἐλοιδόρησε; Παρακάλεσον τὸν Θεὸν ὥστε ἵλεων αὐτῷ γενέσθαι ταχέως. Ἀδελφός ἐστι σὸς, τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας· μέλος ἐστὶ σὸν, ἐπὶ τὴν αὐτὴν ἐκλήθη τράπεζαν. Ἀλλὰ πλέον ἐπεμβαίνει μοι, φησίν. Οὐκοῦν μείζων  καὶ πλείων  ὁ μισθός. Ταύτῃ μάλιστα τὸν  θυμὸν  ἀφεῖναι  δίκαιον,  ἐπειδὴ καιρίαν  ἐδέξατο  τὴν  πληγὴν,  ἐπειδὴ  ἔτρωσεν  αὐτὸν  ὁ διάβολος.  θʹ. Μὴ τοίνυν ἐπιπλήξῃς καὶ σὺ, μηδὲ καταβάλῃς σαυτὸν μετ' ἐκείνου· ἕως μὲν γὰρ ἂν ἕστηκας,δύνασαι κἀκεῖνον διασῶσαι· ἂν δὲ σαυτὸν καταῤῥήξῃς διὰ τοῦ ἀνθυβρίσαι, τίς ὑμᾶς ἀναστήσει λοιπόν; ἐκεῖνος ὁ τρωθείς; Ἀλλ' οὐ δυνήσεται κείμενος. Ἀλλὰ σὺ ὁ πεσὼν μετ'  ἐκείνου; Καὶ πῶς, οὐκ ἀρκέσας σεαυτῷ χεῖρα δοῦναι, ἰσχύσεις ἑτέρῳ; Στῆθι τοίνυν γενναίως, καὶ τὴν ἀσπίδα προβαλλόμενος, καὶ νεκρὸν ὄντα ἕλκυσον ἀπὸ τῆς μάχης τὸν σὸν ἀδελφὸν διὰ τῆς μακροθυμίας. Ἔτρωσεν αὐτὸν ὁ θυμός; Μὴ τρώσῃς καὶ σὺ, ἀλλὰ καὶ τὸ πρότερον ἔκβαλε βέλος. Ἂν γὰρ οὕτως ἀλλήλοις  ὁμιλῶμεν, ταχέως πάντες ὑγιεῖς ἐσόμεθα· ἂν δὲ κατ' ἀλλήλων ὁπλιζώμεθα, οὐδὲ τοῦ διαβόλου χρεία  λοιπὸν  πρὸς τὴν  ἡμετέραν  ἀπώλειαν.  Ἅπας  μὲν  γὰρ ὁ πόλεμος  χαλεπὸς, μάλιστα δὲ ὁ ἐμφύλιος. Οὗτος δὲ καὶ τοῦ ἐμφυλίου χαλεπώτερος, ὅσῳ μείζονα τῆς πολιτείας ἡμῖν τὰ δικαιώματα, μᾶλλον δὲ καὶ τῆς συγγενείας αὐτῆς. Ἀπέκτεινέ ποτε τὸν   Ἄβελ   ὁ   ἀδελφὸς,   καὶ   αἷμα   ἐξέχεε   συγγενικόν·   ἀλλ'   οὗτος   ἐκείνου παρανομώτερος  ὁ φόνος,  ὅσῳ καὶ τὰ τῆς ἀγχιστείας  μείζω, καὶ τὰ τοῦ θανάτου χαλεπώτερα.  Ἐκεῖνος μὲν γὰρ τὸ σῶμα ἔτρωσε, σὺ δὲ κατὰ τῆς ψυχῆς  τὸ ξίφος ἠκόνησας. Ἀλλ' ἔπαθες πρῶτος κακῶς; Ἀλλ' οὐ τὸ παθεῖν, ἀλλὰ τὸ ποιῆσαι κακῶς, τοῦτό ἐστι τὸ παθεῖν κακῶς. Σκόπει δέ· ἔσφαξεν ὁ Κάϊν, ἐσφάγη ὁ Ἄβελ· τίς οὖν ἦν ὁ νεκρός; Ὁ μετὰ τὸν θάνατον βοῶν· Φωνὴ γὰρ, φησὶ, τοῦ αἵματος Ἄβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με· ἢ ὁ ἐν τῷ ζῇν τρέμων  καὶ δεδοικώς; Οὗτος γὰρ, οὗτος νεκροῦ παντὸς ἐλεεινότερος ἦν. Εἶδες πῶς βέλτιον τὸ ἀδικεῖσθαι, κἂν μέχρι φόνου τις χωρῇ; Μάθε πῶς χεῖρον τὸ ἀδικεῖν, κἂν μέχρις αἵματός τις ἰσχύσῃ. Ἔπληξε καὶ κατέβαλε τὸν ἀδελφὸν ἐκεῖνος, ἀλλ' ὁ μὲν ἐστεφανοῦτο, ὁ δὲ ἐκολάζετο· ἀνῃρέθη καὶ ἐσφάγη παρὰ τὸ δίκαιον ὁ Ἄβελ, ἀλλ' ὁ μὲν τελευτῶν κατηγόρει καὶ ἀνῄρει καὶ ἐχειροῦτο· ὁ δὲ καὶ ζῶν ἐσίγα καὶ ᾐσχύνετο καὶ ἡλίσκετο, καὶ τοὐναντίον οὗπερ ἤθελε κατεσκεύαζεν. Ἀνῄρει γὰρ, ἐπειδὴ ἀγαπώμενον  εἶδε, προσδοκῶν καὶ τῆς ἀγάπης ἐκβάλλειν αὐτόν· ἐπέτεινε δὲ τὸ φίλτρον μειζόνως, καὶ ἀποθανόντα μᾶλλον ὁ Θεὸς αὐτὸν ἐπεζήτει, Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; λέγων. Οὐ γὰρ ἔσβεσας τὸν πόθον τῷ  φθόνῳ,  ἀλλ'  ἀνῆψας  μᾶλλον·  οὐκ  ἠλάττωσας  τὴν  τιμὴν  τῇ  σφαγῇ,  ἀλλ' ἐπέτεινας  πλέον.  Πρὸ τούτου μὲν γάρ σοι καὶ ὑπέταξεν  αὐτὸν  ὁ Θεός· ἐπειδὴ δὲ αὐτὸν  ἀνεῖλες,  καὶ τετελευτηκώς  σε τιμωρήσεται· τοσοῦτον  ἐμοὶ παρ' αὐτοῦ  τὸ φίλτρον.  Τίς οὖν  ἦν ὁ καταδικασθείς; ὁ κολάζων,  ἢ ὁ κολαζόμενος;  ὁ τοσαύτης ἀπολαύων παρὰ τῷ Θεῷ τιμῆς, ἢ ὁ καινῇ τινι καὶ παραδόξῳ διδόμενος τιμωρίᾳ; Οὐκ ἐφοβήθης  αὐτὸν  ζῶντα,  φησίν·  οὐκοῦν  φοβήθητι   τελευτήσαντα·  οὐκ  ἔτρεμες μέλλων ἐπάγειν τὸ ξίφος· ληφθήσῃ τρόμῳ μετὰ τὸ ἐκχέαι τὸ αἷμα διηνεκεῖ· ζῶν σοι δοῦλος  ἦν, καὶ οὐκ ἠνείχου·  διὰ τοῦτο  τελευτήσας, δεσπότης σοι γέγονε φοβερός. Ταῦτ' οὖν  ἐννοοῦντες,  ἀγαπητοὶ,  φύγωμεν  φθόνον,  σβέσωμεν κακίαν, ἀγάπην  ἀντιδιδόντες  ἀλλήλοις,  ἵνα τὰ ἐκ ταύτης καρπωσώμεθα ἀγαθὰ, καὶ κατὰ
τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |