ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΑʹ.Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν

Δευτέρα 31 Οκτωβρίου 2016

ΚΑʹ.Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΑʹ.Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν  ἔχει  πρᾶξιν·  οὕτως  οἱ  πολλοὶ  ἓν  σῶμά ἐσμεν ἐν  Χριστῷ, ὁ δὲ  καθ'  εἷς, ἀλλήλων  μέλη.


 αʹ. Πάλιν τῷ αὐτῷ ὑποδείγματι  κέχρηται, ᾧ καὶ πρὸς Κορινθίους ἐχρήσατο, τὸ αὐτὸ τοῦτο καταστέλλων  πάθος. Καὶ γὰρ μεγάλη  τοῦ φαρμάκου ἡ δύναμις, καὶ τοῦ παραδείγματος ἡ ἰσχὺς τούτου, εἰς τὸ διορθῶσαι τὸ τῆς ἀπονοίας νόσημα. Τίνος γὰρ ἕνεκεν σὺ μεγάλα φρονεῖς, φησίν; ἢ διὰ τί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμά ἐσμεν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; Ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων  μέλη, τί τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; Ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ· καὶ πολλὴ καὶ κατὰ τοῦτο ἡ ὁμοτιμία. ∆ύο γὰρ ἱκανὰ  καθελεῖν  αὐτῶν  τὴν ἀπόνοιαν  τέθεικε· καὶ ὅτι ἀλλήλων  ἐσμὲν μέλη, οὐχ  ὁ μικρὸς τοῦ μεγάλου  μόνον,  ἀλλὰ  καὶ ὁ μέγας  τοῦ ἐλάττονος, καὶ ὅτι ἕν ἐσμεν ἅπαντες σῶμα· μᾶλλον δὲ καὶ τρία· καὶ γὰρ καὶ χάρισμα ἔδειξεν ἓν ὂν τὸ δοθέν. Μὴ τοίνυν μέγα φρόνει· ἐδόθη γάρ σοι παρὰ τοῦ Θεοῦ, οὐ σὺ ἔλαβες, οὐδὲ εὗρες. ∆ιὰ τοῦτο καὶ τῶν χαρισμάτων ἁπτόμενος, οὐκ εἶπεν, ὅτι Ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ τί;


∆ιάφορον. Ἔχοντες γὰρ, φησὶ, χαρίσματα, οὐ μείζονα καὶ ἐλάττονα, ἀλλὰ διάφορα. Τί γὰρ, εἰ μὴ καὶ τὰ αὐτὰ ἐπετάγης, ἀλλὰ τὸ σῶμα τὸ αὐτό ἐστι; Καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. Εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην καὶ σπουδὴν καὶ  ἀντίληψιν.   Ἐπειδὴ  γὰρ  εἰκὸς  ἦν  τινας  ἐναρέτους  μὲν  εἶναι,  μὴ  ἔχειν  δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο τὸ χάρισμα, καὶ πολλῷ μεῖζον ἐκείνου, ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους· καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν ἔχει μισθὸν, τὸ δὲ ἐστέρηται ἀμοιβῆς· ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστί. ∆ιὰ τοῦτό φησιν· Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν  τῆς πίστεως. Ἐπειδὴ γὰρ ἱκανῶς  αὐτοὺς παρεμυθήσατο, βούλεται  καὶ ἐναγωνίους   ποιῆσαι,  καὶ  σπουδαιοτέρους  ἐργάσασθαι,  δεικνὺς   ὅτι  αὐτοὶ   τὰς ἀφορμὰς παρέχουσι τοῦ μείζονα, ἢ ἐλάττονα λαβεῖν. Λέγει μὲν γὰρ αὐτὸ καὶ παρὰ τοῦ Θεοῦ δεδόσθαι· ὡς ὅταν λέγῃ, Ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως· καὶ πάλιν, Κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν· ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. Λέγει δὲ καὶ παρ' αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθύμους· ὃ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ, ἀμφότερα ταῦτα  κινῶν.  Ὅταν μὲν γὰρ λέγῃ, Ζηλοῦτε τὰ χαρίσματα, δείκνυσι καὶ αὐτοὺς ὄντας αἰτίους τῆς διαφορᾶς τῶν διδομένων· ὅταν δὲ λέγῃ,  Πάντα δὲ ταῦτα  ἐνεργεῖ  ἓν  καὶ τὸ αὐτὸ  Πνεῦμα, διαιροῦν  ἑκάστῳ καθὼς βούλεται, ἐκεῖνο κατασκευάζει, τὸ μὴ δεῖν  ἐπαίρεσθαι τοὺς εἰληφότας,  πάντοθεν παραμυθούμενος αὐτῶν  τὸ πάθος· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Καὶ πάλιν  τοὺς ἀναπεπτωκότας   διεγείρων   φησὶν,  Εἴτε  προφητείαν,   κατὰ  τὴν   ἀναλογίαν   τῆς πίστεως. Εἰ γὰρ καὶ χάρις ἐστὶν, ἀλλ' οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων  λαμβάνουσα, τοσοῦτον  ἐπιῤῥεῖ,  ὅσον  ἂν  εὕρῃ  σκεῦος πίστεως  αὐτῇ προσενεχθέν. Εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ. Καθολικὸν πρᾶγμα ἐνταῦθα τίθησι. Καὶ γὰρ ἡ ἀποστολὴ διακονία  λέγεται· καὶ πᾶν ἀγαθὸν πνευματικὸν  ἔργον, διακονία. Ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο· ἐνταῦθα μέντοι καθολικῶς εἴρηται. Εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ. Ὅρα πῶς ἀδιαφόρως αὐτὰ τίθησι, τὸ μικρὸν  πρῶτον,  καὶ  τὸ  μέγα  ὕστερον·  πάλιν  τὸ  αὐτὸ  τοῦτο  παιδεύων,  τὸ  μὴ φυσᾶσθαι  μηδὲ  ἐπαίρεσθαι.  Εἴτε  ὁ  παρακαλῶν,  ἐν  τῇ  παρακλήσει.  Καὶ τοῦτο διδασκαλίας εἶδος. Εἰ γάρ ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως, φησὶ, πρὸς τὸν λαὸν
λέγετε.  Εἶτα  δεικνὺς,  ὡς  οὐ  μέγα  ὄφελος  ἀρετὴν  μετιέναι,   εἰ  μὴ  μετὰ  τοῦ προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει· Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι. Οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι, ἀλλὰ  δεῖ καὶ μετὰ δαψιλείας  τοῦτο ποιεῖν.  Ἁπλότητα  γὰρ τοῦτο οἶδε πανταχοῦ· ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον  εἶχον, ἀλλ' ἐπειδὴ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον. Ὁ προϊστάμενος, ἐν σπουδῇ. Οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι, ἂν μὴ μετὰ σπουδῆς καὶ προθυμίας τοῦτο ποιῇ. Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. Οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ καὶ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου δεῖ μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης· οὐ γάρ ἐστιν ἴσον μὴ λυπεῖσθαι, καὶ χαίρειν.  Τοῦτο δὲ αὐτὸ καὶ πρὸς Κορινθίους ἐπιστέλλων,  μετὰ πολλῆς κατεσκεύαζε σπουδῆς· εἰς μὲν γὰρ δαψίλειαν διεγείρων, ἔλεγεν· Ὁ σπείρων φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει· τὴν  δὲ γνώμην  διορθούμενος,  προσετίθει· Μὴ ἐκ λύπης,  ἢ ἐξ ἀνάγκης. Ἀμφότερα γὰρ δεῖ παρεῖναι τῷ ἐλεοῦντι, καὶ ἀφθονίαν καὶ ἡδονήν. Τίνος γὰρ ἕνεκεν κλαίεις  διδοὺς  ἐλεημοσύνην;  τί  δὲ ἀλγεῖς  ἐλεῶν,  καὶ τὸν  καρπὸν  προδίδως  τοῦ κατορθώματος; Εἰ γὰρ ἀλγεῖς, οὐκ ἐλεεῖς, ἀλλ' ὠμὸς εἶ καὶ ἀπάνθρωπος. Εἰ γὰρ σὺ ἀλγεῖς,  πῶς  ἐκεῖνον  ἐν  λύπῃ  ὄντα  διαναστῆσαι  δυνήσῃ; Ἀγαπητὸν  γὰρ,  μηδὲν ὑποπτεῦσαι ἐκεῖνον πονηρὸν, καὶ ὅταν μετὰ τοῦ χαίρειν παρέχῃς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτως  αἰσχρὸν ἀνθρώποις  εἶναι  δοκεῖ, ὡς  τὸ παρ' ἑτέρων  λαμβάνειν,  ἂν  μὴ τῇ ὑπερβαλλούσῃ φαιδρότητι τὴν ὑποψίαν ἀνέλῃς, καὶ δείξῃς, ὅτι λαμβάνεις μᾶλλον ἢ δίδως, [καὶ] κατέβαλες μᾶλλον, ἢ ἀνέστησας τὸν λαμβάνοντα. ∆ιὰ τοῦτό φησιν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι. βʹ. Τίς γὰρ βασιλείαν λαμβάνων,  σκυθρωπός ἐστι; τίς ἁμαρτημάτων δεχόμενος συγχώρησιν, ἐν κατηφείᾳ μένει; Μὴ τοίνυν τῇ δαπάνῃ τῶν χρημάτων  πρόσεχε, ἀλλὰ τῇ διὰ τῆς δαπάνης  προσόδῳ. Εἰ γὰρ ὁ σπείρων χαίρει, καίτοι γε ἐπ' ἀδήλοις σπείρων· πολλῷ μᾶλλον ὁ τὸν οὐρανὸν γεωργῶν. Οὕτω γὰρ κἂν ὀλίγα  δῷς, πολλὰ  δώσεις· ὥσπερ οὖν μετὰ σκυθρωπότητος  κἂν πολλὰ  δῷς, ὀλίγα πεποίηκας τὰ πολλά. Οὕτω καὶ ἡ χήρα πολλὰ τάλαντα ὑπερηκόντισε διὰ δύο λεπτῶν·  δαψιλὴς  γὰρ ἦν ἡ γνώμη. Καὶ πῶς ἔνι, φησὶ, πενίᾳ συζῶντα ἐσχάτῃ, καὶ πάντα κενοῦντα, μετὰ προθυμίας τοῦτο ποιεῖν; Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται· ἔστι γὰρ καὶ ἐν πενίᾳ μεγαλόψυχον εἶναι, καὶ ἐν πλούτω μικρολόγον. ∆ιὰ τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. Οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι καὶ πράγμασι καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. Καὶ εἰπὼν  τὴν προηγουμένην  προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως (αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφή)· ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων καὶ τῶν ἄλλων ἁπάντων. Εἶτα δεικνὺς πῶς ἂν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει, τὴν ἀγάπην. Ἡ ἀγάπη γὰρ, φησὶν  ἀνυπόκριτος.  Ἂν  ταύτην  ἔχῃς, οὐ δαπάνης  αἰσθήσῃ χρημάτων,  οὐ πόνου σωμάτων,  οὐ  μόχθου  λόγων,  οὐχ  ἱδρῶτος  καὶ  διακονίας,  ἀλλὰ  πάντα  οἴσεις γενναίως, κἂν σώματι, κἂν χρήμασι, κἂν λόγῳ, κἂν ἑτέρῳ ὁτῳοῦν βοηθῆσαι δέῃ τῷ πλησίον.  Ὥσπερ οὖν  οὐ μετάδοσιν  ἀπαιτεῖ  μόνον,  ἀλλὰ  τὴν  ἐν  ἁπλότητι,  οὐδὲ προστασίαν, ἀλλὰ τὴν μετὰ σπουδῆς, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ τὴν μετὰ ἱλαρότητος· οὕτω καὶ ἀγάπην  οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον·  ἐπεὶ καὶ τοῦτο ἀγάπη· κἂν τοῦτο γένηται,  πάντα τὰ ἄλλα ἕπεται. Καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι· καὶ ὁ προϊστάμενος, σπουδαίως προΐσταται· ἑαυτοῦ γὰρ προΐσταται· καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας  τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει. Εἶτα ἐπειδή ἐστι καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασιν, οἵα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων,  ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις, ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων,  φησίν·  Ἀποστυγοῦντες  τὸ  πονηρόν.  Καὶ οὐκ  εἶπεν,  Ἀπεχόμενοι,  ἀλλὰ,
Μισοῦντες, καὶ οὐχ ἁπλῶς  Μισοῦντες, ἀλλὰ  καὶ Σφόδρα μισοῦντες. Τὸ γὰρ ἀπὸ τοῦτο  πολλαχοῦ  ἐπιτάσεώς  ἐστι παρ'  αὐτῷ·  ὡς  ὅταν  λέγῃ  ἀποκαραδοκίαν,  καὶ ἀπεκδεχόμενοι, καὶ ἀπολύτρωσιν. Ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες  τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν, Ἀποστυγοῦντες. Αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς ἔχθραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος καὶ πόλεμον. Μὴ γὰρ, ἐπειδὴ εἶπον, φησὶν, Ἀγαπήσατε ἀλλήλους, νομίσητε μέχρι τούτου λέγειν, ὡς καὶ ἐν τοῖς πονηροῖς συμπράττειν ἀλλήλοις· τοὐναντίον γὰρ ἅπαν νομοθετῶ· οὐ μόνον τῆς πράξεως, ἀλλὰ καὶ τῆς διαθέσεως τῆς περὶ τὴν κακίαν ἀλλότριον εἶναι, καὶ οὐ μόνον τῆς διαθέσεως αὐτῆς ἀλλότριον εἶναι, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς αὐτὴν ἀποστρέφεσθαι καὶ μισεῖν. Καὶ οὐκ ἀρκεῖται μόνῳ τούτῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἐπάγει λέγων· Κολλώμενοι τῷ ἀγαθῷ. Οὐκ εἶπε, Ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι· τοῦτο γὰρ τὸ κελεῦσαι κολλᾶσθαι ἐδήλωσεν. Οὕτω καὶ ὁ Θεὸς συνάπτων  τὸν ἄνδρα τῇ γυναικὶ,  ἔλεγε· Προσκολληθήσεται γὰρ πρὸς τὴν γυναῖκα  αὐτοῦ.  Εἶτα καὶ  αἰτίας  λέγει,  δι'  ἃς  ὀφείλομεν  ἀλλήλους  ἀγαπᾷν.  Τῇ φιλαδελφίᾳ   εἰς  ἀλλήλους  φιλόστοργοι.  Ἀδελφοὶ,  φησὶν,  ἐστὲ,  καὶ  τὰς  ὠδῖνας ἐλύσατε τὰς αὐτάς· οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἂν εἴητε φιλεῖν  ἀλλήλους. Τοῦτο καὶ  Μωϋσῆς ἔλεγε  τοῖς  ἐν  Αἰγύπτῳ  μαχομένοις·  Ἀδελφοί  ἐστε, ἵνα  τί  ἀδικεῖτε ἀλλήλους; Ὅταν μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων  ἀνθρώπων  εἰρηνεύετε,  φησίν· ὅταν  δὲ περὶ τῶν  οἰκείων  διαλέγηται,  Τῇ φιλαδελφίᾳ,  φησὶν, εἰς ἀλλήλους φιλόστοργοι. Ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μηδὲ μισεῖν καὶ ἀποστρέφεσθαι· ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν,  καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν. Οὐ γὰρ δὴ μόνον, φησὶν, ἀνυπόκριτον  εἶναι χρὴ τὴν ἀγάπην, ἀλλὰ καὶ ἐπιτεταμένην  καὶ θερμὴν καὶ διάπυρον. Τί γὰρ ὄφελος, ἂν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; ∆ιὸ καὶ εἶπεν, Εἰς ἀλλήλους φιλόστοργοι· τουτέστι, Καὶ θερμῶς φίλει. Μὴ μένε φιλεῖσθαι παρ' ἑτέρου, ἀλλ' αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου· οὕτω γὰρ καὶ τῆς ἐκείνου φιλίας τὸν μισθὸν καρπώσῃ. γʹ. Εἰπὼν τοίνυν τὴν αἰτίαν,  δι' ἣν ὀφείλομεν  ἀλλήλους  φιλεῖν,  λέγει  καὶ πῶς ἂν γένοιτο  τὰ τῆς φιλίας  ἀκίνητα· διὸ καὶ ἐπάγει· Τῇ τιμῇ ἀλλήλους  προηγούμενοι. Οὕτω γὰρ φιλία καὶ γίνεται, καὶ γινομένη μένει. Καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῇ τιμῇ νικᾷν τὸν πλησίον. Οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. Τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης, ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς, ὥσπερ οὖν καὶ τιμὴ ἀπὸ τῆς ἀγάπης. Εἶτα ἵνα μὴ τιμῶμεν μόνον, καὶ ἕτερόν τι πλέον ἐπιζητεῖ λέγων· Τῇ σπουδῇ μὴ ὀκνηροί. Καὶ γὰρ καὶ τοῦτο ἀγάπην τίκτει, ὅταν μετὰ τῆς τιμῆς καὶ προστασίας ἐπιδειξώμεθα· οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. Οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν,  ἀλλὰ δεῖ καὶ τούτου· μᾶλλον  δὲ καὶ τοῦτο ἐκ τοῦ φιλεῖν γίνεται, ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου θερμαίνεται, καὶ ἀλλήλων ἐστὶ κατασκευαστικά.  Καὶ γάρ  εἰσι  πολλοὶ  κατὰ  διάνοιαν   μὲν  φιλοῦντες,   καὶ  οὐκ ὀρέγοντες  δὲ  χεῖρα.  ∆ιὰ  τοῦτο  πάντοθεν   οἰκοδομεῖ  τὴν  ἀγάπην.  Καὶ πῶς  ἂν γενοίμεθα  τῇ σπουδῇ μὴ ὀκνηροί; Τῷ πνεύματι  ζέοντες. Ὁρᾷς πῶς πανταχοῦ  τὰς ἐπιτάσεις  ζητεῖ;  Οὐ γὰρ  εἶπε,  Μεταδίδοτε,  μόνον,  ἀλλὰ  μετὰ  δαψιλείας·  οὐδὲ Προΐστασθε, ἀλλὰ  μετὰ σπουδῆς· οὐδὲ Ἐλεεῖτε, ἀλλ' ἱλαρῶς·  οὐδὲ τιμᾶτε,  ἀλλὰ προηγεῖσθε· οὐδὲ Ἀγαπᾶτε, ἀλλ' ἀνυποκρίτως· οὐδὲ Ἀπέχεσθε τῶν  κακῶν,  ἀλλὰ μισεῖτε·   οὐδὲ   Ἔχεσθε   τῶν   ἀγαθῶν,   ἀλλὰ   κολλᾶσθε·   οὐδὲ   Φιλεῖτε,   ἀλλὰ φιλοστόργως· οὐδὲ Σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς· οὐδὲ Τὸ Πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα, τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι.  Ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ πνεῦμα· ἐὰν μένῃ τοῦτο παρὰ σοὶ, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται, καὶ πάντα εὔκολα ἀπὸ τοῦ πνεύματος καὶ τῆς ἀγάπης ἔσται, ἑκατέρωθέν σου πεπυρωμένου. Οὐχ ὁρᾷς τοὺς ταύρους τοὺς φλόγα ἐπὶ τοῦ νώτου φέροντας, πῶς πᾶσίν εἰσιν ἀφόρητοι; Οὕτω καὶ σὺ τῷ διαβόλῳ ἀφόρητος ἔσῃ, ἂν
ἑκατέραν λάβῃς τὴν φλόγα. Τῷ Κυρίῳ δουλεύοντες. ∆ιὰ γὰρ τούτων ἁπάντων ἔστι δουλεῦσαι τῷ Θεῷ. Ὅσα γὰρ ἂν ποιήσῃς εἰς τὸν ἀδελφὸν,  εἰς τὸν ∆εσπότην σου διαβαίνει· καὶ ὡς αὐτὸς εὖ πεπονθὼς, οὕτω σοι τὸν μισθὸν λογιεῖται. Εἶδες ποῦ τὸ φρόνημα  ἀνήνεγκε  τοῦ  ταῦτα  ἐργαζομένου; Εἶτα δεικνὺς  πῶς  ἂν  ἀναφθείη  τοῦ πνεύματος ἡ φλὸξ, φησί· Τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες. Ταῦτα γὰρ ἅπαντα ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. Ἐπειδὴ γὰρ  καὶ  χρημάτων  δαπάνην  ἀπῄτησε, καὶ  σωμάτων  πόνον,  καὶ  προστασίαν καὶ σπουδὴν καὶ διδασκαλίαν,  καὶ τὰ ἄλλα  τὰ ἐπίπονα,  ἀλείφει  πάλιν  τὸν  ἀθλητὴν
μετὰ τῆς ἀγάπης, μετὰ τοῦ πνεύματος,  διὰ τῆς ἐλπίδος. Οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς ἅπαντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. Εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων  χρηστῶν ἕτερον πάλιν ἔπαθλον δίδωσιν. Ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων  ἦν, φησὶ, Τῇ θλίψει ὑπομένοντες. Καὶ γὰρ πρὸ τῶν μελλόντων  ἐν τῷ  παρόντι  μέγα  καρπώσῃ καλὸν  ἀπὸ τῆς  θλίψεως,  τὸ καρτερικὸς καὶ  δόκιμος γίνεσθαι. Μετὰ δὲ τούτου καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, Τῇ προσευχῇ προσκαρτεροῦντες. Ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ,  καὶ  θλῖψις  δόκιμον  ἐργάζηται  καὶ  ἐπιτήδειον  πρὸς  τὸ  φέρειν  πάντα γενναίως, καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον, τὴν προσευχὴν καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τί λοιπὸν  ἔσται ἐπίπονον  τῶν  ἐπιταττομένων;  Οὐδέν. Εἶδες  πῶς  καὶ  πανταχόθεν   ἔστησε  τὸν  ἀθλητὴν,   καὶ  πολὺ  κοῦφα  ἔδειξε  τὰ ἐπιτάγματα;  Σκόπει πάλιν  πῶς  τῆς  ἐλεημοσύνης  ἐπιλαμβάνεται·  μᾶλλον  δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. Ἄνω μὲν γὰρ εἰπὼν, Ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χεῖρα ἀνέῳξεν· ἐνταῦθα μέντοι ὑπὲρ τῶν πιστῶν φησι· διὸ καὶ ἐπάγει, λέγων,  Ταῖς χρείαις τῶν  ἁγίων  κοινωνοῦντες.  Οὐκ εἶπε, Παρέχετε αὐτῶν ταῖς χρείαις, ἀλλὰ, Κοινωνεῖτε αὐτῶν ταῖς χρείαις, δεικνὺς ὅτι μείζονα λαμβάνουσιν ἢ  διδοῦσιν,  καὶ  ὅτι  ἐμπορία  τὸ  πρᾶγμά  ἐστι· κοινωνία  γάρ  ἐστιν.  Εἰσφέρεις σὺ χρήματα; Εἰσφέρουσί σοι παῤῥησίαν ἐκεῖνοι  τὴν  πρὸς τὸν  Θεόν. Τὴν φιλοξενίαν διώκοντες. Οὐκ εἶπεν, Ἐργαζόμενοι, ἀλλὰ ∆ιώκοντες, παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους, πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλ' αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν. Οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰμ ἐποίησε· καὶ γὰρ τὴν ἡμέραν εἰς τοῦτο ἀνάλωσεν ἀναμένων τὴν καλὴν ταύτην θήραν, καὶ ἰδὼν ἀνεπήδησε, καὶ εἰς ἀπάντησιν ἔδραμε, καὶ προσεκύνησεν ἐπὶ τὴν  γῆν,  καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν  ἐνώπιόν  σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Οὐ καθάπερ ἡμεῖς, ἐπειδὰν ἴδωμεν  ξένον ἢ πένητα, τὰς ὀφρῦς ἀνασπῶμεν, καὶ οὐδὲ προσρήσεως ἀξίους αὐτοὺς νομίζομεν εἶναι· κἂν μετὰ μυρίας ἱκετηρίας μαλαχθέντες κελεύσωμεν τοῖς οἰκέταις δοῦναι μικρὸν ἀργύριον, τὸ πᾶν κατωρθωκέναι νομίζομεν. Ἀλλ' οὐκ ἐκεῖνος οὕτως, ἀλλ' ἱκέτου σχῆμα ἀνέλαβε καὶ οἰκέτου, καίτοι γε οὐκ εἰδὼς τίνας  ἔμελλεν  ὑποδέχεσθαι. δʹ. Ἡμεῖς δὲ σαφῶς εἰδότες, ὅτι τὸν Χριστὸν ὑποδεχόμεθα, οὐδὲ ταύτῃ γινόμεθα ἥμεροι. Ἀλλ' ἐκεῖνος μὲν καὶ παρακαλεῖ καὶ ἱκετεύει καὶ προσκυνεῖ· ἡμεῖς δὲ ὑβρίζομεν τοὺς προσιόντας ἡμῖν· καὶ ὁ μὲν δι' ἑαυτοῦ καὶ τῆς γυναικὸς  πάντα ἀνύει, ἡμεῖς δὲ οὐδὲ διὰ τῶν οἰκετῶν. Εἰ δὲ καὶ τὴν τράπεζαν βουληθείης ἰδεῖν, ἣν παρέθηκε, πολλὴν καὶ ἐνταῦθα ὄψει τὴν φιλοτιμίαν, οὐχ ἣν ὁ τῆς περιουσίας ἐποίει τρόπος, ἀλλ' ὁ τῆς προαιρέσεως πλοῦτος. Πόσοι γοῦν τότε εὔποροι ἦσαν; Ἀλλ' οὐδεὶς τοιοῦτον οὐδὲν ἐποίησε. Πόσαι χῆραι ἦσαν ἐν τῷ Ἰσραήλ; Ἀλλ' οὐδεμία ἐξένισε τὸν Ἠλίαν. Πόσοι εὔποροι πάλιν ἦσαν ἐπὶ τοῦ Ἐλισσαίου; Ἀλλ' ἡ Σωναμῖτις τὸν καρπὸν τῆς φιλοξενίας ἐτρύγα μόνη· ὥσπερ οὖν καὶ ὁ Ἀβραὰμ, τότε ὢν μετὰ τῆς δαψιλείας καὶ τῆς προθυμίας. Καὶ διὰ τοῦτο μάλιστα ἄξιον θαυμάζειν, ὅτι μηδὲ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ταῦτα ἐποίει. Μὴ τοίνυν μηδὲ σὺ πολυπραγμόνει· διὰ γὰρ τὸν Χριστὸν δέχῃ· κἂν μέλλῃς ἀεὶ περιεργάζεσθαι, πολλάκις καὶ δόκιμον ἄνδρα παραδραμῇ, καὶ τὸν ἐκ τούτου μισθὸν ἀπολεῖς. Καίτοι ὁ μὲν μὴ δόκιμον δεχόμενος οὐκ ἐγκαλεῖται, ἀλλὰ καὶ μισθὸν ἔχει. Ὁ δεχόμενος γὰρ προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ὁ δὲ ἐκ τῆς ἀκαίρου ταύτης πολυπραγμοσύνης τὸν θαυμαστὸν παρατρέχων, καὶ δίκην δίδωσι. Μὴ τοίνυν βίους καὶ πράξεις πολυπραγμόνει· καὶ γὰρ ἐσχάτης τοῦτο ἀπειροκαλίας  ἐστὶν,  ὑπὲρ  ἑνὸς  ἄρτου  ζωὴν  ὁλόκληρον  περιεργάζεσθαι.  Εἰ γὰρ ἀνδροφόνος  οὗτος, εἰ γὰρ λῃστὴς, εἰ γὰρ ὁτιοῦν, ἄρτου καὶ ὀλίγων  ἀργυρίων  οὐ δοκεῖ σοι ἄξιος εἶναι; Ἀλλ' ὁ μὲν ∆εσπότης σου καὶ ἥλιον αὐτῷ ἀνατέλλει· σὺ δὲ καὶ τῆς ἐφημέρου τροφῆς ἀνάξιον αὐτὸν κρίνεις; Ἐγὼ δὲ καὶ ἑτέραν ὑπερβολὴν τίθημι· κἂν  γὰρ  ἐπιστάμενος  ᾖς  σαφῶς,  ὅτι  μυρίων  οὗτος  γέμει  κακῶν,  οὐδὲ  οὕτως ἀπολογίαν ἕξεις τῆς ἐφημέρας τροφῆς αὐτὸν ἀποστερῶν. Ἐκείνου γὰρ δοῦλος εἶ τοῦ λέγοντος, Οὐκ οἴδατε ποίου πνεύματός ἐστε; ἐκείνου εἶ οἰκέτης τοῦ θεραπεύσαντος τοὺς λιθάσαντας αὐτόν· μᾶλλον δὲ τοῦ σταυρωθέντος ὑπὲρ αὐτῶν. Καὶ μή μοι λέγε, ὅτι Ἕτερον ἀνεῖλε· καὶ γὰρ εἰ καὶ σεαυτὸν ἀναιρεῖν μέλλει, μηδὲ οὕτω λιμώττοντα παρίδῃς.  Καὶ γὰρ  ἐκείνου  μαθητὴς  εἶ  τοῦ  τῶν  σταυρωσάντων  τὴν  σωτηρίαν ποθοῦντος, τοῦ λέγοντος ἐν αὐτῷ τῷ σταυρῷ· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν.  Ἐκείνου δοῦλος  εἶ τοῦ  τὸν  ῥαπίσαντα  αὐτὸν  θεραπεύσαντος,  τοῦ  τὸν ὑβρίσαντα ἐν  αὐτῷ  τῷ  σταυρῷ στεφανώσαντος·  οὗ τί  γένοιτ' ἂν  ἴσον; Καὶ γὰρ ἀμφότεροι παρὰ τὴν ἀρχὴν οἱ λῃσταὶ ὕβριζον αὐτόν· ἀλλ' ὅμως θατέρῳ τούτων τὸν παράδεισον ἠνέῳξε. Καὶ δακρύει τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται  ὁρῶν  τὸν  προδότην,  οὐχ  ὅτι  σταυροῦσθαι ἔμελλεν,  ἀλλ'  ὅτι  ἐκεῖνος ἀπώλλυτο.  Ἐταράττετο τοίνυν  προειδὼς τὴν ἀγχόνην  καὶ τὴν μετὰ τὴν ἀγχόνην κόλασιν. Καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἔφερε, καὶ οὐ διεκρούετο, ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην. Ὁ ∆εσπότης σου φιλεῖ,  καὶ δέχεται χείλεσι τὸν μέλλοντα αὐτοῦ τὸ αἷμα τὸ τίμιον εὐθέως ἐκχεῖν· σὺ δὲ τὸν πένητα οὐδὲ ἄρτου ἀξιοῖς; καὶ οὐκ αἰδῇ τὸν νόμον, ὃν ἔθηκεν ὁ Χριστός; ∆ιὰ γὰρ τούτων ἔδειξεν, ὅτι   οὐ   μόνον   τοὺς   πένητας,   ἀλλ'   οὐδὲ   τοὺς   ἐπὶ   θάνατον   ἡμᾶς   ἄγοντας ἀποστρέφεσθαι δεῖ. Μὴ τοίνυν μοι τοῦτο εἴπῃς, ὅτι ὁ δεῖνά μοι εἰργάσατο δεινὰ, ἀλλ' ἐννόησον  τί  ἐποίησεν  ὁ  Χριστὸς πρὸς  αὐτῷ  τῷ  σταυρῷ  διὰ  τοῦ  φιλήματος,  ᾧ προδίδοσθαι ἔμελλε, τὸν προδότην διορθούμενος. Καὶ ὅρα πῶς ἐντρεπτικῶς. Ἰούδα, γάρ φησι, φιλήματι  τὸν Υἱὸν τοῦ ἀνθρώπου προδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε; τίνα οὐκ  ἂν  ἐπέκαμψεν  αὕτη  ἡ  φωνή;  ποῖον  θηρίον,  ποῖον  ἀδάμαντα;  Ἀλλ'  οὐ  τὸν δείλαιον ἐκεῖνον. Μὴ τοίνυν  λέγε, ὅτι τὸν δεῖνα ἐφόνευσεν ὁ δεῖνα, καὶ διὰ τοῦτο αὐτὸν  ἀποστρέφομαι. Κἂν γὰρ κατὰ σοῦ μέλλῃ  τὸ ξίφος  ὠθεῖν,  καὶ τὴν  δεξιὰν βαπτίζειν εἰς αὐτὸν τὸν λαιμὸν, αὐτὴν φίλησον τὴν δεξίαν· ἐπεὶ καὶ ὁ Χριστὸς τὸ στόμα ἐφίλησεν ἐκεῖνο τὸ τὴν σφαγὴν ἐργασάμενον. εʹ. Καὶ σὺ τοίνυν μὴ μίσει, ἀλλὰ δάκρυε καὶ ἐλέει τὸν ἐπιβουλεύοντα· ἐλεεῖσθαι γὰρ παρ' ἡμῶν ἄξιος ὁ τοιοῦτος καὶ δακρύεσθαι. Ἐκείνου γάρ ἐσμεν οἰκέται τοῦ καὶ φιλήσαντος τὸν προδότην (οὐ γὰρ παύσομαι συνεχῶς αὐτὸ περιστρέφων), καὶ τοῦ φιλήματος ἁπαλώτερα φθεγξαμένου ῥήματα. Οὐδὲ γὰρ εἶπεν, Ὦ μιαρὲ, καὶ παμπόνηρε, καὶ προδότα, τοιαύτας ἡ μῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας· ἀλλὰ πῶς; Ἰούδα, τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν καὶ ἀνακαλοῦντος, ἢ ὀργιζομένου. Καὶ οὐκ εἶπε, Τὸν διδάσκαλόν σου, τὸν ∆εσπότην σου καὶ εὐεργέτην, ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου. Εἰ γὰρ μὴ διδάσκαλος ἦν μηδὲ ∆εσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, καὶ ταῦτα τοῦ φιλήματος συμβόλου τῆς  προδοσίας ὄντος,  τοῦτον  παραδίδως;  Εὐλογητὸς  εἶ,  Κύριε· πόσης ταπεινοφροσύνης,  πόσης  ἀνεξικακίας  ὑπόδειγμα  ἡμῖν  ἔδωκας;  Ἀλλὰ  πρὸς  μὲν ἐκεῖνον οὕτω· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ ξύλων καὶ μαχαιρῶν οὐχ οὕτω. Καὶ τί γένοιτ' ἂν ἡμερώτερον τῶν ῥημάτων τῶν καὶ πρὸς ἐκείνους εἰρημένων; ∆υνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς  δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε, ὡς ἐπὶ λῃστὴν, μετὰ μαχαιρῶν καὶ ξύλων; Καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας  ὁρῶν ταῖς ἁγίαις χερσὶ, δυνάμενος ὁμοῦ πάντα κλονῆσαι  καὶ ῥῖψαι κάτω. Ἀλλὰ σὺ καὶ μετὰ ταῦτα ἀγριαίνεις  πρὸς τὸν  πένητα. Καίτοι γε εἰ καὶ μυρίων ἐστὶν ἔνοχος κακῶν, ἡ ἔνδεια καὶ ὁ λιμὸς ἱκανὰ τὴν μὴ σφόδρα πεπωρωμένην  καταμαλάξαι  ψυχήν.  Σὺ δὲ ἕστηκας ἐκτεθηριωμένος,  καὶ λεόντων  μιμούμενος θυμούς· καίτοι γε ἐκεῖνοι οὐκ ἄν ποτε νεκρῶν ἀπογεύσαιντο σωμάτων· σὺ δὲ τοσούτοις ὁρῶν τεταριχευμένον  κακοῖς, ἐπεμβαίνεις κειμένῳ, καὶ σπαράττεις τὸ σῶμα διὰ τῶν ὕβρεων, καὶ χειμῶνα ἐπὶ χειμῶνι συνάγεις, καὶ τὸν εἰς λιμένα  καταφυγόντα  σκοπέλῳ προσράξαι ποιεῖς, καὶ ναυάγιον  ἐργάζῃ τῶν  ἐν τῇ θαλάσσῃ χαλεπώτερον. Καὶ πῶς ἐρεῖς τῷ Θεῷ, Ἐλέησόν με; καὶ ἁμαρτημάτων αἰτεῖς συγχώρησιν,  τὸν  οὐδὲν  ἁμαρτόντα  ὑβρίζων,  καὶ  δίκην  ὑπὲρ λιμοῦ  καὶ  ἀνάγκης τοσαύτης ἀπαιτῶν, καὶ τὰ θηρία ἅπαντα ἀποκρύπτων τῇ ὠμότητι; Ἐκεῖνα μὲν γὰρ, τῆς  γαστρὸς καταναγκαζούσης,  ἅπτεται  τῆς  αὐτοῖς  νενομισμένης  τροφῆς· σὺ δὲ, οὐδενὸς ὠθοῦντος οὐδὲ καταναγκάζοντος, κατεσθίεις τὸν ἀδελφὸν, δάκνων, σπαράττων, εἰ καὶ μὴ τοῖς ὀδοῦσιν, ἀλλὰ ῥήμασι δηγμάτων χαλεπωτέροις. Πῶς οὖν δέξῃ τὴν ἱερὰν προσφορὰν, αἵμασιν ἀνθρωπίνοις φοινίξας τὴν γλῶτταν; πῶς δίδως εἰρήνην, πολέμου γέμοντι στόματι; πῶς δὲ γοῦν αἰσθητῆς ἀπολαύσεις τροφῆς, ἰὸν τοσοῦτον  συνάγων;  Οὐ διορθοῦσαι  τὴν  πενίαν·  τί  καὶ  ἐπιτρίβεις;  οὐκ  ἀνιστᾷς κείμενον· τί καὶ καταβάλλεις; οὐκ ἀναιρεῖς τὴν ἀθυμίαν· τί καὶ ἐπιτείνεις; οὐ δίδως χρήματα· τί καὶ ὑβρίζεις ῥήμασιν; Οὐκ ἤκουσας ὅσην διδόασι δίκην οἱ μὴ τρέφοντες τοὺς πένητας; ποίαις τιμωρίαις καταδικάζονται; Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις  αὐτοῦ. Εἰ οὖν οἱ μὴ τρέφοντες  οὕτω καταδικάζονται, τίνα δώσουσι δίκην οἱ μετὰ τοῦ μὴ τρέφειν καὶ ὑβρίζοντες; πόσην ὑποστήσονται κόλασιν, πόσην γέενναν; Ἵν' οὖν μὴ τοσαῦτα ἐξάψωμεν καθ' ἑαυτῶν κακὰ, ἕως ἐσμὲν κύριοι, καὶ τὸ πονηρὸν τοῦτο νόσημα διορθώσωμεν, καὶ τῇ γλώττῃ χαλινὸν  ἐπιθῶμεν·  καὶ μὴ μόνον  μὴ ὑβρίζωμεν, ἀλλὰ  καὶ παρακαλῶμεν  καὶ διὰ ῥημάτων καὶ διὰ πραγμά των, ἵνα πολὺν ἑαυτοῖς προαποθέμενοι τὸν ἔλεον, τύχωμεν   τῶν   ἐπηγγελμένων   ἡμῖν   ἀγαθῶν·   ὧν   γένοιτο   πάντας   ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |