ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Βʹ.Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν,

Δευτέρα 31 Οκτωβρίου 2016

Βʹ.Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν,




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Βʹ.Πρῶτον μὲν εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν κατ αγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.

 αʹ. Πρέπον τῇ μακαρίᾳ ψυχῇ τὸ προοίμιον, καὶ ἱκανὸν ἅπαντας παιδεῦσαι καὶ ἔργων καὶ λόγων ἀγαθῶν ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων εὐχαριστεῖν κατορθωμάτων,  ὃ καὶ φθόνου  καὶ βασκανίας καθαρὰν ποιεῖ τὴν  ψυχὴν,  καὶ τὸν Θεὸν ἐπισπᾶται μειζόνως πρὸς τὴν τῶν εὐχαριστούντων  εὔνοιαν. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ  πνευματικῇ.  Εὐχαριστεῖν δὲ δεῖ οὐχὶ  πλουτοῦντας  μόνον, ἀλλὰ  καὶ πενομένους,  οὐχ ὑγιαίνοντας,  ἀλλὰ  καὶ νοσοῦντας, οὐκ εὐημεροῦντας, ἀλλὰ καὶ τἀναντία ὑπομένοντας· τὸ μὲν γὰρ ἐξ οὐρίας τῶν πραγμάτων φερομένων εὐχαριστεῖν,  θαυμαστὸν  οὐδέν·  ὅταν  δὲ  πολὺ  τὸ  κλυδώνιον   ᾖ,  καὶ  τὸ  σκάφος περιτρέπηται   καὶ   κινδυνεύῃ,   τότε   ἐστὶν   ἡ   πολλὴ   τῆς   ὑπομονῆς   καὶ   τῆς εὐγνωμοσύνης  ἐπίδειξις.


 ∆ιὰ δὴ τοῦτο καὶ ὁ Ἰὼβ ἐντεῦθεν  ἐστεφανοῦτο,  καὶ τὸ ἀναίσχυντον  τοῦ διαβόλου στόμα ἐνέφραττε,  καὶ ἐδείκνυ  σαφῶς, ὅτι οὐδὲ ἡνίκα εὐημερῶν ἦν, διὰ τὰ χρήματα εὐχάριστος ἦν, ἀλλὰ διὰ τὴν πολλὴν περὶ τὸν Θεὸν ἀγάπην. Ὅρα δὲ καὶ ἐπὶ τίσιν εὐχαριστεῖ· οὐκ ἐπὶ τοῖς γηΐνοις  καὶ ἀπολλυμένοις, οἷον ἐπὶ ἀρχῇ καὶ δυναστείᾳ καὶ δόξῃ (ταῦτα γὰρ οὐδενὸς ἄξια λόγου), ἀλλ' ἐπὶ τοῖς ὄντως ἀγαθοῖς, τῇ πίστει καὶ τῇ παῤῥησίᾳ· καὶ μεθ' ὅσης εὐχαριστεῖ διαθέσεως· οὐ γὰρ  εἶπε,  Τῷ Θεῷ, ἀλλὰ,  Τῷ Θεῷ μου· ὃ  καὶ  οἱ  προφῆται  ποιοῦσι· τὸ  κοινὸν ἰδιοποιούμενοι. Καὶ τί θαυμαστὸν, εἰ οἱ προφῆται; Αὐτὸς γὰρ αὐτὸ συνεχῶς ὁ Θεὸς φαίνεται  ποιῶν ἐπὶ τῶν  δούλων,  Θεὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἰδιαζόντωςλέγων ἑαυτόν. Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται  ἐν ὅλῳ τῷ κόσμῳ. Τί οὖν; πᾶσα ἡ γῆ  τὴν  πίστιν  ἤκουσε τῶν  Ῥωμαίων;  Πᾶσα ἐξ ἐκείνου·  καὶ  οὐδὲν ἀπεικός· οὐ γὰρ ἄσημος ἡ πόλις  ἦν, ἀλλ'  ὥσπερ ἐπί τινος  κορυφῆς κειμένη, διὰ πάντα κατάδηλος ἦν. Σὺ δέ μοι σκόπει τοῦ κηρύγματος τὴν δύναμιν, πῶς ἐν χρόνῳ βραχεῖ διὰ τελωνῶν  καὶ ἁλιέων  αὐτῆς τῆς τῶν  πόλεων  ἐπελάβετο κορυφῆς, καὶ ἄνδρες  Σύροι Ῥωμαίων  ἐγένοντο  διδάσκαλοι  καὶ  καθηγηταί.  ∆ύο τοίνυν  αὐτοῖς μαρτυρεῖ κατορθώματα· καὶ ὅτι ἐπίστευον, καὶ ὅτι μετὰ παῤῥησίας ἐπίστευον, καὶ τοσαύτης ὡς πᾶσαν τὴν γῆν καταλαβεῖν τὴν ὑπὲρ αὐτῶν φήμην. Ἡ πίστις γὰρ ὑμῶν, φησὶ,  καταγγέλλεται   ἐν  ὅλῳ  τῷ  κόσμῳ·  ἡ  πίστις,  οὐχ  αἱ  λογομαχίαι  οὐδὲ  αἱ συζητήσεις  οὐδὲ   οἱ   συλλογισμοί·   καίτοι   πολλὰ   ἦν   ἐκεῖ   τὰ   κωλύματα   τῆς διδασκαλίας. Καὶ γὰρ ἄρτι τῆς οἰκουμένης δεξάμενοι τὴν ἀρχὴν μέγα ἐφρόνουν, καὶ πλούτῳ καὶ τρυφῇ συνέζων, καὶ τὸ κήρυγμα ἁλιεῖς ἐκόμιζον, Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων,  ἔθνους μεμισημένου καὶ παρὰ πᾶσι βδελυκτοῦ, καὶ τὸν ἐσταυρωμένον προσκυνεῖν ἐκελεύοντο, τὸν ἐν Ἰουδαίᾳ τραφέντα· καὶ μετὰ τοῦ δόγματος καὶ βίον αὐστηρὸν κατήγγελλον  οἱ διδάσκαλοι ἀνθρώποις τρυφᾷν μεμελετηκόσι, καὶ πρὸς τὰ παρόντα ἐπτοημένοις.  Καὶ οἱ καταγγέλλοντες  ἦσαν πένητες  καὶ ἰδιῶται,  ἀγεννεῖς καὶ ἐξ ἀγεννῶν.  Ἀλλ' οὐδὲν τούτων τοῦ λόγου τὸν δρόμον ἐκώλυσε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις ἦν, ὡς πανταχοῦ περιάγειν τὸν λόγον. Καταγγέλλεται γὰρ, φησὶν, ἐν ὅλῳ τῷ κόσμῳ. Καὶ οὐκ εἶπε, ∆ηλοῦται, ἀλλὰ, Καταγγέλλεται, ὡς πάντων ἐν στόμασιν αὐτοὺς ἐχόντων. Θεσσαλονικεῦσι μὲν οὖν τοῦτο μαρτυρῶν, καὶ ἕτερον προστίθησιν· εἰπὼν  γὰρ, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, ἐπήγαγεν, Ὥστε μὴ  χρείαν  ἔχειν  ἡμᾶς  λαλεῖν  τι.  Οἱ γὰρ  μαθηταὶ  ἐν  τάξει  διδασκάλων κατέστησαν, διὰ τῆς παῤῥησίας αὐτῶν πάντας παιδεύοντες, καὶ πρὸς ἑαυτοὺς ἐφελκόμενοι. Οὐ γὰρ ἵστατό που τὸ κήρυγμα, ἀλλὰ πυρὸς σφοδρότερον πᾶσαν ἐπῄει τὴν οἰκουμένην. Ἐνταῦθα δὲ τοσοῦτον μόνον, ὅτι Καταγγέλλεται. Καλῶς εἶπεν, ὅτι Καταγγέλλεται, δεικνὺς  ὅτι οὐδὲν ἔδει προσθεῖναι τοῖς εἰρημένοις  οὐδὲ ἀφελεῖν· ἀγγέλου γὰρ τοῦτο ἔργον ἐστὶ, τὸ μόνα τὰ λεγόμενα διακομίζειν. ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἄγγελος  καλεῖται,  ὅτι οὐ τὰ ἑαυτοῦ, ἀλλὰ  τὰ τοῦ πέμποντος  ἀναγγέλλει. Καίτοι γε Πέτρος ἐκήρυξεν ἐκεῖ, ἀλλὰ καὶ τὰ ἐκείνου ἑαυτοῦ ἡγεῖται· οὕτως, ὅπερ ἔφθην εἰπὼν, μεθ' ὑπερβολῆς ἁπάσης βασκανίας ἦν καθαρός. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ᾧ  λατρεύω  ἐν  τῷ  πνεύματί  μου, ἐν  τῷ  Εὐαγγελίῳ  τοῦ  Υἱοῦ αὐτοῦ. βʹ. Ἀποστολικῶν σπλάγχνων τὰ ῥήματα, πατρικῆς κηδεμονίας ἡ ἀπόφασις. Τί δέ ἐστιν ὅ φησι, καὶ τίνος ἕνεκεν τὸν Θεὸν μάρτυρα καλεῖ; Περὶ διαθέσεως ὁ λόγος ἦν αὐτῷ. Ἐπεὶ οὖν οὐδέπω ἦν αὐτοὺς ἑωρακὼς, διά τοι τοῦτο ἀνθρώπων  μὲν οὐδένα, τὸν δὲ ἐμβατεύοντα ταῖς καρδίαις, τοῦτον ἐκάλεσε μάρτυρα. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀγαπῶ ὑμᾶς, καὶ σημεῖον ἐποιεῖτο  τὸ διηνεκῶς  εὔχεσθαι, καὶ τὸ βούλεσθαι ἐλθεῖν  πρὸς αὐτοὺς, καὶ οὐδὲ τοῦτο δῆλον ἦν, ἐπὶ τὴν ἀξιόπιστον καταφεύγει  μαρτυρίαν. Ἆρα δυνήσεταί τις ἡμῶν καυχήσασθαι, ὅτι μέμνηται  ἐπὶ τῆς οἰκίας εὐχόμενος τοῦ τῆς Ἐκκλησίας πληρώματος; Οὐκ οἶμαι. Ἀλλ' ὁ Παῦλος οὐχ ὑπὲρ πόλεως μιᾶς, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης προσῄει τῷ Θεῷ, καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ διηνεκῶς. Εἰ δὲ τὸ διηνεκῶς ἐν μνήμῃ τινὰ περιφέρειν, οὐκ ἂν γένοιτο, εἰ μὴ ἀπὸ ἀγάπης πολλῆς· τὸ ἐν εὐχαῖς ἔχειν καὶ ἀδιαλείπτως ἔχειν, ἐννόησον πόσης ἐστὶ διαθέσεως καὶ φιλίας.  Ὅταν δὲ εἴπῃ, Ὧ λατρεύω ἐν τῷ πνεύματί  μου, ἐν τῷ Εὐαγγελίῳ  τοῦ  Υἱοῦ αὐτοῦ, ὁμοῦ μὲν  τὴν  τοῦ  Θεοῦ χάριν,  ὁμοῦ δὲ τὴν  αὐτοῦ ταπεινοφροσύνην  ἐνδείκνυται  ἡμῖν· τὴν μὲν τοῦ Θεοῦ χάριν, ὅτι τοσοῦτον αὐτῷ πρᾶγμα ἐπέτρεψε, τὴν δὲ αὑτοῦ ταπεινοφροσύνην, ὅτι οὐχὶ τῇ ἑαυτοῦ σπουδῇ, ἀλλὰ τῇ τοῦ Πνεύματος βοηθείᾳ τὸ πᾶν λογίζεται. Ἡ δὲ τοῦ Εὐαγγελίου προσθήκη τὸ εἶδος δηλοῖ τῆς διακονίας. Καὶ γὰρ πολλοὶ τῆς διακονίας οἱ τρόποι καὶ διάφοροι, καὶ τῆς λατρείας  δὲ ὡσαύτως. Καθάπερ γὰρ ἐπὶ τῶν  βασιλέων  πάντες  μέν  εἰσιν ὑφ' ἑνὶ τεταγμένοι τῷ βασιλεύοντι, διακονοῦνται δὲ οὐ πάντες τὰ αὐτὰ, ἀλλὰ τῷ μέν ἐστιν ἡ διακονία ἐν τῷ στρατοπέδων ἄρχειν, τῷ δὲ ἐν τῷ πόλεις οἰκονομεῖν, ἑτέρῳ πάλιν ἐν τῷ φυλάττειν  τὰ ἐν τοῖς ταμιείοις χρήματα· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν,  ὁ μὲν λατρεύει  τῷ Θεῷ καὶ δουλεύει  ἐν τῷ πιστεύειν  καὶ τὸν  βίον τὸν  ἑαυτοῦ καλῶς οἰκονομεῖν, ὁ δὲ ἐν τῷ ξένων θεραπείαν ἀναδέχεσθαι, ὁ δὲ ἐν τῷ τὴν προστασίαν τῶν δεομένων μεταχειρίζεσθαι· καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν οἱ περὶ τὸν Στέφανον ἐν τῇ τῶν χηρῶν προστασίᾳ ἐδούλευον τῷ Θεῷ, ἄλλος ἐν τῇ τοῦ λόγου διδασκαλίᾳ,  ὧν  καὶ  ὁ  Παῦλος  ἦν,  ἐν  τῷ  τὸ  κήρυγμα  εὐαγγελίζεσθαι λατρεύων· καὶ οὗτος ἦν ὁ τῆς δουλείας αὐτοῦ τρόπος· τοῦτο γὰρ ἦν ἐπιτεταγμένος.
∆ιὰ τοῦτο οὐ μάρτυρα καλεῖ τὸν Θεὸν μόνον, ἀλλὰ  καὶ ὅπερ ἐνεπιστεύθη  λέγει, δεικνὺς   ὅτι  οὐκ  ἂν  τηλικαῦτα   ἐγχειρισθεὶς,  τὸν  ἐμπιστεύσαντα  μάρτυρα  ἐπὶ ψευδέσιν ἐκάλει. Μετὰ δὲ τούτου κἀκεῖνο δεῖξαι βούλεται, τὴν ἀγάπην  τὴν ὑπὲρ αὐτῶν, καὶ τὴν φροντίδα ἀναγκαίαν οὖσαν. Ἵνα γὰρ μὴ λέγωσι, Σὺ τίς ὢν καὶ πόθεν, πόλιν οὕτω μεγάλην καὶ βασιλικωτάτην μεριμνᾷν φής; δείκνυσιν ἀναγκαίαν οὖσαν αὐτῷ τὴν τοιαύτην φροντίδα, εἴ γε αὐτῷ τῆς δουλείας οὗτος ὁ τρόπος ἐπιτέτακται, τὸ καταγγέλλειν  τὸ Εὐαγγέλιον. Ὁ γὰρ τοῦτο ἐγκεχειρισμένος ἀνάγκην  ἔχει τοὺς μέλλοντας  ὑποδέχεσθαι τὸν λόγον διαπαντὸς ἔχειν ἐπὶ τῆς διανοίας. ∆ηλοῖ δὲ καὶ ἕτερον πρὸς τούτοις εἰπὼν, Ἐν τῷ πνεύματί μου· ὅτι πολὺ καὶ τῆς Ἑλληνικῆς καὶ τῆς Ἰουδαϊκῆς  λατρείας  ἀνωτέρα  αὕτη. Ἡ μὲν  γὰρ Ἑλληνικὴ,  καὶ πεπλανημένη  καὶ σαρκική· ἡ δὲ Ἰουδαϊκὴ, ἀληθὴς μὲν, σαρκικὴ δὲ καὶ αὐτή· ἡ δὲ τῆς Ἐκκλησίας, τῆς μὲν Ἑλληνικῆς ἐναντία, τῆς δὲ Ἰουδαϊκῆς ὑψηλοτέρα πολλῷ τῷ μέτρῳ. Οὐ γὰρ διὰ προβάτων  καὶ μόσχων καὶ καπνοῦ  καὶ κνίσσης ὁ τῆς ἡμετέρας λατρείας τρόπος, ἀλλὰ διὰ ψυχῆς πνευματικῆς· ὅπερ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγε· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐν τῷ Εὐαγγελίῳ  τοῦ  Υἱοῦ αὐτοῦ.  Ἀνωτέρω  εἰπὼν  τὸ  Εὐαγγέλιον  τοῦ  Πατρὸς εἶναι, ἐνταῦθα τοῦ Υἱοῦ αὐτό φησιν· οὕτως ἀδιάφορον καὶ Πατρὸς καὶ Υἱοῦ λέγειν. Καὶ γὰρ ἔμαθε παρὰ τῆς μακαρίας ἐκείνης φωνῆς,  ὅτι τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· Πάντα γὰρ, φησὶ, τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὡς ἀδιαλείπτως μνείαν  ὑμῶν ποιοῦμαι ἐπὶ τῶν προσευχῶν μου. Τοῦτο γνησίας ἀγάπης. Καὶ δοκεῖ μὲν ἕν τι λέγειν, τέσσαρα δὲ τίθησιν ἐνταῦθα, καὶ ὅτι μέμνηται, καὶ ὅτι ἀδιαλείπτως, καὶ ὅτι ἐν εὐχαῖς, καὶ ὅτι ὑπὲρ μεγάλων  πραγμάτων.  ∆εόμενος, εἴ πως ᾔδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. Ὁρᾷς καὶ ὠδίνοντα αὐτοὺς ἰδεῖν, καὶ οὐκ ἀνεχόμενον παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἰδεῖν, ἀλλὰ  κεκερασμένον φόβῳ  Θεοῦ τὸν  πόθον  ἔχοντα;  Ἐφίλει  μὲν  γὰρ αὐτοὺς, καὶ ἠπείγετο  πρὸς αὐτούς· οὐ μὴν, ἐπειδὴ ἐφίλει,  παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἐβούλετο ἰδεῖν. Αὕτη ἡ γνησία ἀγάπη, οὐχ ὡς ἡμεῖς οἱ ἀμφοτέρωθεν τῶν νόμων τῆς ἀγάπης ἐκπίπτοντες. Ἢ γὰρ οὐδένα φιλοῦμεν, ἢ ἐπειδὰν φιλήσωμέν ποτε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν, ἀμφότερα παρὰ τὸν θεῖον ποιοῦντες νόμον. Εἰ δὲ φορτικὰ ταῦτα λεγόμενα, φορτικώτερα γιγνόμενα, γʹ. Καὶ πῶς παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν, φησίν; Ὅταν τὸν μὲν Χριστὸν λιμῷ τηκόμενον περιορῶμεν, παισὶ δὲ καὶ φίλοις καὶ συγγενέσιν ὑπὲρ τὴν χρείαν παρέχωμεν.  Μᾶλλον δὲ τί χρὴ περαιτέρω τὸν λόγον προάγειν; Ἐὰν γὰρ τὸ ἑαυτοῦ συνειδὸς ἕκαστος ἐξετάσῃ, ἐπὶ πολλῶν τοῦτο εὑρήσει γινόμενον  πραγμάτων.  Ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος  τοιοῦτος  ἦν, ἀλλ' ᾔδει καὶ φιλεῖν,  καὶ φιλεῖν  ὡς χρὴ, καὶ ὡς προσῆκον ἦν, καὶ πάντας νικῶν  τῷ φιλεῖν,  οὐχ ὑπερέβαινε τῆς  ἀγάπης  τὰ μέτρα. Ὅρα γοῦν  ἀμφότερα μεθ' ὑπερβολῆς  ἐν  αὐτῷ βρύοντα,  καὶ  τὸν  τοῦ  Θεοῦ φόβον,  καὶ  τὸν  τῶν  Ῥωμαίων  πόθον.  Τὸ μὲν  γὰρ διηνεκῶς  εὔχεσθαι, καὶ μὴ τυγχάνοντα  μὴ ἀφίστασθαι, ἀγάπης σφοδρᾶς ἦν· τὸ δὲ ἀγαπῶντα  μένειν  τῷ  τοῦ Θεοῦ νεύματι  εἴκοντα,  εὐλαβείας  ἐπιτεταμένης. Ἀλλαχοῦ μὲν οὖν τρὶς τὸν Κύριον παρακαλέσας οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὸ ἐναντίον,  μὴ λαβὼν, χάριν ἔγνω τοῦ παρακουσθῆναι πολλήν· οὕτω πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπεν. Ἐνταῦθα δὲ ἔλαβε μὲν, οὐχ ὅτε δὲ ᾔτησεν, ἀλλὰ βραδέως, καὶ οὐδὲν ἐντεῦθεν ἐδυσχέρανε. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἀσχάλλωμεν μὴ ἀκουόμενοι, ἢ βραδέως  ἀκουόμενοι.  Οὐ γάρ  ἐσμεν Παύλου βελτίους,  ὃς  ἐπ' ἀμφοτέροις  χάριν ὁμολογεῖ· καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἅπαξ ἑαυτὸν ἔδωκε τῇ πάντα κυβερνώσῃ χειρὶ, καὶ μετὰ τοσαύτης ὑποταγῆς  ὑπέθηκε, μεθ'  ὅσης ὁ πηλὸς τῷ κεραμεῖ, ᾗπερ ἦγεν ὁ Θεὸς, ἠκολούθει. Εἰπὼν τοίνυν, ὅτι ηὔχετο ἰδεῖν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν τῆς ἐπιθυμίας. Τίς δέ ἐστιν αὕτη; Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν  εἰς τὸ στηριχθῆναι  ὑμᾶς.  Οὐ γὰρ  ἁπλῶς,  ὥσπερ  πολλοὶ  νῦν  περιττὰς  καὶ  ἀνονήτους ἀποδημίας ποιοῦνται, οὕτω καὶ ἐκεῖνος, ἀλλ' ὑπὲρ ἀναγκαίων καὶ σφόδρα κατεπειγόντων·  καὶ σαφῶς μὲν λέγειν  τοῦτο οὐ βούλεται, αἰνιγματωδῶς  δέ. Οὐδὲ γὰρ εἶπεν, Ἵνα διδάξω ὑμᾶς, ἵνα κατηχήσω, ἵνα τὸ λεῖπον ἀναπληρώσω, ἀλλ' Ἵνα τι μεταδῶ, δεικνὺς ὅτι οὐ τὰ αὑτοῦ αὐτοῖς δίδωσιν, ἀλλ' ἅπερ ἔλαβε μετεδίδου. Καὶ ἐνταῦθα δὲ μετριάζει πάλιν εἰπών· Ἵνα τι. Μικρόν τι, φησὶ, καὶ ἐμοὶ σύμμετρον. Καὶ τί ποτέ ἐστι τὸ μικρὸν τοῦτο, οὗ μέλλεις νῦν μεταδιδόναι; Τοῦτο δέ ἐστι, φησὶν, Εἰς τὸ  στηριχθῆναι  ὑμᾶς.  Ἄρα καὶ  τοῦτο  χάριτος,  τὸ  μὴ  σαλεύεσθαι, ἀλλ'  ἑστάναι βεβαίως. Χάριν δὲ ὅταν ἀκούσῃς, μὴ νομίσῃς ἐκβεβλῆσθαι τὸν ἀπὸ τῆς προαιρέσεως μισθόν· χάριν  γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιμάζων  πόνον,  ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεμνόμενος τῦφον. Μὴ τοίνυν ἐπειδὴ Παῦλος αὐτὸ χάρισμα ἐκάλεσεν, ἀναπέσῃς.  Οἶδε γὰρ  δι'  εὐγνωμοσύνην  πολλὴν  καὶ  τὰ  κατορθώματα  χαρίσματα καλεῖν, διὰ τὸ καὶ ἐν τούτοις πολλῆς ἡμᾶς δεῖσθαι τῆς ἄνωθεν ῥοπῆς. Εἰπὼν δὲ, Εἰς τὸ στηριχθῆναι ὑμᾶς, λανθανόντως  ἔδειξε δεομένους πολλῆς διορθώσεως. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Ἐκ πολλοῦ τοῦ χρόνου ἐπεθύμουν καὶ ηὐχόμην ὑμᾶς ἰδεῖν, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ὑμᾶς βεβαιώσω, στηρίξω τε καὶ πήξω καλῶς εἰς τὸν  τοῦ Θεοῦ φόβον,  ὥστε μὴ σαλεύεσθαι διηνεκῶς.  Ἀλλ' οὕτω  μὲν  οὐκ εἶπεν· ἔπληξε  γὰρ ἄν· ἑτέρως  δὲ ὑφειμένως  τὸ αὐτὸ  αἰνίττεται·  ὅταν  γὰρ εἴπῃ, Εἰς τὸ στηριχθῆναι ὑμᾶς, τοῦτο δηλοῖ. Εἶτα ἐπειδὴ καὶ τοῦτο σφόδρα φορτικὸν ἦν, ὅρα πῶς αὐτὸ  παραμυθεῖται  διὰ τῆς  ἐπαγωγῆς.  Ἵνα  γὰρ μὴ λέγωσι· Τί γάρ; σαλευόμεθα, περιφερόμεθα, καὶ τῆς παρὰ σοῦ δεόμεθα γλώττης εἰς τὸ στῆναι βεβαίως; προλαβὼν ἀναιρεῖ τὴν τοιαύτην ἀντίῤῥησιν, οὕτω λέγων· Τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν  διὰ  τῆς  ἐν  ἀλλήλοις   πίστεως,  ὑμῶν  τε  καὶ  ἐμοῦ.  Ὡς  ἂν  εἰ  ἔλεγε·  Μὴ ὑποπτεύσητε, ὅτι κατηγορῶν ὑμῶν εἶπον· οὐ ταύτῃ τῇ γνώμῃ ἐφθεγξάμην τὸ ῥῆμα, ἀλλὰ τί ποτέ ἐστιν, ὅπερ ἠβουλήθην  εἰπεῖν; Πολλὰς ὑπεμείνατε  θλίψεις, ὑπὸ τῶν διωκόντων   περιαντλούμενοι·   ἐπεθύμησα  τοίνυν   ὑμᾶς  ἰδεῖν,  ἵνα  παρακαλέσω, μᾶλλον δὲ οὐχ ἵνα παρακαλέσω μόνον, ἀλλ' ἵνα καὶ αὐτὸς παράκλησιν δέξωμαι. δʹ. Ὅρα σοφίαν διδασκάλου. Εἶπεν, Εἰς τὸ στηριχθῆναι ὑμᾶς· οἶδε βαρὺ καὶ φορτικὸν τὸ εἰρημένον τοῖς μαθηταῖς ὂν, καὶ λέγει, Εἰς τὸ παρακληθῆναι ὑμᾶς. Ἀλλὰ καὶ τοῦτο βαρὺ πάλιν,  οὐχ  οὕτω  μὲν  ὡς  τὸ πρότερον, βαρὺ δὲ ὅμως. Ὑποτέμνεται τοίνυν  καὶ τούτου πάλιν τὸ φορτικὸν, λεαίνων  πανταχόθεν  τὸν λόγον, καὶ ποιῶν εὐπαράδεκτον.  Οὐ γὰρ ἁπλῶς  εἶπε, Παρακληθῆναι, ἀλλὰ,  Συμπαρακληθῆναι,  καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν εἰσάγει πλείονα θεραπείαν, εἰπών· ∆ιὰ τῆς ἐν ἀλλήλοις  πίστεως, ὑμῶν  τε καὶ ἐμοῦ. Βαβαὶ, πόση ἡ ταπεινοφροσύνη! ἔδειξε καὶ ἑαυτὸν ἐκείνων  δεόμενον, οὐκ ἐκείνους τούτου μόνον· καὶ τοὺς μαθητὰς ἐν τάξει διδασκάλων ἐκάθισεν, οὐδεμίαν ὑπεροχὴν ἀφεὶς μεῖναι παρ' αὐτῷ, ἀλλὰ πολλὴν τὴν ἰσοτιμίαν ἐπιδειξάμενος. Κοινὸν γάρ ἐστι τὸ κέρδος, φησὶ, καὶ ἐγὼ τῆς παρ' ὑμῶν δέομαι παρακλήσεως, καὶ ὑμεῖς τῆς παρ' ἐμοῦ. Καὶ πῶς τοῦτο γίνεται;  ∆ιὰ τῆς ἐν ἀλλήλοις  πίστεως,  ὑμῶν  τε  καὶ  ἐμοῦ.  Καθάπερ γὰρ  ἐπὶ  πυρὸς  ἂν  πολλάς  τις συναγάγῃ  λαμπάδας,  λαμπρὰν  ἀνάπτει  τὴν  φλόγα·  οὕτω  καὶ  ἐπὶ  τῶν  πιστῶν γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ καθ' ἑαυτοὺς ὦμεν διεσπασμένοι, ἀθυμότεροί πώς ἐσμεν·  ὅταν  δὲ  ἰδόντες  ἀλλήλους  τοῖς  οἰκείοις  περιπλακῶμεν   μέλεσι,  πολλὴν δεχόμεθα τὴν παράκλησιν. Μὴ γάρ μοι τὸν παρόντα καιρὸν ἐξετάσῃς, καθ' ὃν τῇ τοῦ Θεοῦ χάριτι κατὰ κώμην καὶ πόλιν, καὶ ἐν αὐτῇ τῇ ἐρήμῳ πολλὰ τῶν πιστευόντων τὰ τάγματα, καὶ πᾶσα ἀσέβεια ἐξελήλαται, ἀλλ' ἐννόησον κατ' ἐκεῖνον τὸν καιρὸν, ὅσον ἦν ἀγαθὸν καὶ διδάσκαλον ἰδεῖν τοὺς μαθητὰς, καὶ ὑπὸ ἀδελφῶν  ἀδελφοὺς ὀφθῆναι  ἐξ  ἄλλης  πόλεως  ἐπελθόντας.  Ἵνα  δὲ  καὶ  σαφέστερον  τὸ  λεγόμενον ποιήσω, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ  γένοιτο,  ἀπενεχθέντας  εἰς  τὴν  Περσῶν γῆν  ἢ  Σκυθῶν  ἢ  βαρβάρων  ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις  ταῖς πόλεσιν, εἶτα ἐξαίφνης  τινὰ  τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν. Οὐχ ὁρᾶτε καὶ τοὺς ἐν τοῖς δεσμωτηρίοις ὄντας, εἴ τινα τῶν ἐπιτηδείων ἴδοιεν, ἀνισταμένους καὶ ἐπτερωμένους ὑπὸ τῆς ἡδονῆς; Εἰ δὲ αἰχμαλωσίᾳ καὶ δεσμωτηρίῳ παραβάλλω τοὺς τότε καιροὺς, μὴ θαυμάσῃς· πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρμένοι καὶ ἐλαυνόμενοι, καὶ λιμῷ καὶ πολέμοις συζῶντες, καὶ καθημερινοὺς θανάτους τρέμοντες, καὶ ὑποπτεύοντες  καὶ φίλους  καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουμένην οἰκοῦντες, μᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων χαλεπώτερον. ∆ιά τοι τοῦτό φησιν (Εἰς τὸ στηριχθῆναι ὑμᾶς, καὶ συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς αὐτὸς χρῄζων τῆς παρ' ἐκείνων  συμμαχίας, ἄπαγε· πῶς γὰρ ὁ τῆς Ἐκκλησίας στῦλος, ὁ σιδήρου καὶ πέτρας στεῤῥότερος, ὁ πνευματικὸς ἀδάμας καὶ μυρίαις ἀρκῶν πόλεσιν); ἀλλ' ἵνα μὴ καταφορικὸν ποιήσῃ τὸν λόγον μηδὲ σφοδρὰν τὴν ἐπιτίμησιν, καὶ αὐτὸς δεῖσθαι τῆς παρακλήσεως  ἔλεγε  τῆς ἐκείνων.  Εἰ δέ τις  ἐνταῦθα  παράκλησιν καὶ εὐφροσύνην  τὴν  ἐπὶ  τῆς  πίστεως  αὐτῶν  ἐπίδοσιν  λέγοι,  καὶ ταύτης  δεῖσθαι τὸν Παῦλον, οὐκ ἂν οὐδὲ οὕτως ἁμάρτοι τοῦ λόγου. Εἰ οὖν καὶ ἐπιθυμεῖς, φησὶ, καὶ εὔχῃ, καὶ μέλλεις παρακλήσεως ἀπολαύειν, καὶ παρακλήσεως μεταδιδόναι, τί τὸ κωλύον ἐλθεῖν; Ταύτην τοίνυν  λύων  τὴν ὑπόνοιαν,  ἐπήγαγεν· Οὐ θέλω  δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ,  ὅτι  πολλάκις  προεθυμήθην  ἐλθεῖν  πρὸς ὑμᾶς, καὶ  ἐκωλύθην  ἄχρι  τῆς δεῦρο. Ὅρα μέτρα δουλικῆς ὑπακοῆς, καὶ πολλῆς εὐγνωμοσύνης ἀπόδειξιν. Ὅτι μὲν γὰρ ἐκωλύθη, λέγει· διὰ τί δὲ, οὐκέτι. Οὐ γὰρ ἐξετάζει τοῦ ∆εσπότου τὸ πρόσταγμα, ἀλλὰ πείθεται μόνον· καίτοι γε εἰκὸς ἦν διαπορῆσαι, τίνος ἕνεκεν πόλιν οὕτω λαμπρὰν καὶ μεγάλην, καὶ πρὸς ἣν ἅπασα ἔβλεπεν ἡ οἰκουμένη, ἐκώλυσεν ὁ Θεὸς ἀπολαῦσαι  διδασκάλου  τοιούτου,  καὶ  ἐπὶ  χρόνον   τοσοῦτον.  Ὁ  μὲν  γὰρ  τῆς κρατούσης πόλεως  περιγενόμενος,  καὶ  τοῖς  ἀρχομένοις  ῥᾳδίως  ἐπῄει·  ὁ  δὲ  τὴν βασιλικωτέραν ἀφεὶς, τοῖς δὲ ὑπηκόοις ἐφεδρεύων, τὸ κεφάλαιον εἶχεν ἠμελημένον. Ἀλλ' ὅμως οὐδὲν τούτων περιεργάζεται, ἀλλὰ παραχωρεῖ τῷ τῆς προνοίας ἀκαταλήπτῳ, τό τε ἐμμελὲς ἐπιδεικνύμενος τῆς ἑαυτοῦ ψυχῆς, καὶ παιδεύων πάντας ἡμᾶς  μηδέποτε  τὸν  Θεὸν ἀπαιτεῖν  εὐθύνας  τῶν  γινομένων,  κἂν  δοκῇ  πολλοὺς θορυβεῖν τὰ πραττόμενα. ∆εσπότου μὲν γάρ ἐστι μόνον τὸ ἐπιτάττειν, δούλων δὲ τὸ πείθεσθαι. ∆ιὰ τοῦτο, ὅτι μὲν ἐκωλύθη, λέγει· τίνος δὲ ἕνεκεν, οὐκέτι· Οὐδὲ γὰρ ἐγὼ
οἶδα, φησί. Μὴ τοίνυν ἐρώτα με Θεοῦ βουλὴν ἢ γνώμην. Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ζητεῖς μαθεῖν; οὐκ οἶσθα, ὅτι μέλει πάντων αὐτῷ, ὅτι σοφός ἐστιν, ὅτι οὐδὲν ἁπλῶς ἐργάζεται καὶ εἰκῆ; ὅτι  τῶν  γεγεννηκότων   σε μᾶλλον  φιλεῖ,  καὶ  πατρὸς  ἐκ  πολλοῦ  τοῦ  περιόντος ὑπερβαίνει  φιλοστοργίαν,  καὶ μητρὸς κηδεμονίαν;  Μηδὲν οὖν  πλέον  ζήτει, μηδὲ πρόβαινε περαιτέρω· καὶ γὰρ ἀρκεῖ σοι ταῦτα εἰς παραμυθίαν· ἐπεὶ καὶ τότε σοφῶς ᾠκονόμητο τὸ τῶν Ῥωμαίων. Εἰ δὲ τὸν τρόπον ἀγνοεῖς, μὴ δυσχέραινε· τοῦτο γὰρ πίστεως μάλιστα, τὸ καὶ ἀγνοοῦντα τὸν τρόπον τῆς οἰκονομίας, δέχεσθαι τὸν περὶ προνοίας λόγον. εʹ. Κατορθώσας τοίνυν ὅπερ ἐσπούδαζεν ὁ Παῦλος (τί δὲ τοῦτο ἦν; Τὸ δεῖξαι,  ὅτι  οὐ  καταφρονῶν  αὐτῶν  οὐκ  ἤρχετο,  ἀλλὰ  καὶ  σφόδρα ἐπιθυμῶν ἐκωλύετο), καὶ τὸ ἔγκλημα ἀποδυσάμενος τῆς ῥᾳθυμίας, καὶ πείσας ὅτι αὐτῶν οὐχ ἧττον ἐκεῖνος ἰδεῖν αὐτοὺς ἐπεθύμει· πάλιν καὶ δι' ἑτέρων ἐνδείκνυται τὴν ἀγάπην. Οὐδὲ γὰρ, ἐπειδὴ ἐκωλύθην, φησὶν, ἀπέστην τοῦ ἐπιχειρεῖν, ἀλλ' ἀεὶ μὲν ἐπεχείρουν, ἀεὶ  δὲ  ἐκωλυόμην,   οὐδέποτε  δὲ  ἀφιστάμην,  τῷ  μὲν  θελήματι  τοῦ  Θεοῦ  οὐκ ἀντιπίπτων,  τὴν δὲ ἀγάπην τηρῶν. ∆ιὰ μὲν γὰρ τοῦ προτίθεσθαι καὶ μὴ ἀφίστασθαι τὸ φίλτρον ἐπεδείκνυτο· διὰ δὲ τοῦ κωλύεσθαι καὶ μὴ ἀντιτείνειν  τὴν περὶ τὸν Θεὸν ἅπασαν ἀγάπην ἐδήλου. Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν. Καίτοι καὶ ἀνωτέρω τὴν αἰτίαν  εἶπε τῆς ἐπιθυμίας,  καὶ αὐτῷ  πρέπουσαν ἔδειξεν, ἀλλ' ὅμως καὶ ἐνταῦθα αὐτὴν τίθησι, σφοδρῶς ἐκκαθαίρων αὐτῶν τὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ περίβλεπτος ἦν ἡ πόλις, καὶ μόνη πανταχοῦ γῆς καὶ θαλάττης τοιαύτη, καὶ ἡ τῆς ἱστορίας αὐτῆς ἐπιθυμία μόνη πολλοῖς ἀποδημίας πρόφασις γέγονεν· ἵνα μὴ καὶ περὶ τοῦ Παύλου τοιοῦτόν τι νομίσωσι, μηδὲ ὑποπτεύσωσιν, ὅτι ἁπλῶς τῇ οἰκειώσει αὐτῶν ἐγκαλλωπιζόμενος  ἐπεθύμει τῆς ἐκεῖ παρουσίας, συνεχῶς τίθησι τὴν ὑπόθεσιν τῆς ἐπιθυμίας.  Καὶ ἔμπροσθεν μέν φησιν· Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν  πνευματικὸν, ἐπεθύμουν ἰδεῖν· ἐνταῦθα δὲ σαφέστερον· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι. Τοὺς ἄρχοντας μετὰ τῶν ἀρχομένων ἔστησε, καὶ μετὰ τὰ μυρία τρόπαια καὶ τὰς νίκας καὶ τὴν τῶν ὑπάτων περιφάνειαν, μετὰ τῶν βαρβάρων αὐτοὺς  τίθησι·  καὶ  μάλα  εἰκότως.  Ὅπου  γὰρ  ἡ  τῆς  πίστεως  εὐγένεια,  οὐδεὶς βάρβαρος, οὐδεὶς  Ἕλλην,  οὐδεὶς  ξένος,  οὐδεὶς  πολίτης,  ἀλλ'  εἰς  μίαν  ἅπαντες ἀξιώματος ἀναβαίνουσιν ὑπεροχήν. Ὅρα δὲ αὐτὸν καὶ ἐνταῦθα μετριάζοντα. Οὐ γὰρ εἶπεν, Ἵνα διδάξω καὶ κατηχήσω, ἀλλὰ τί; Ἵνα τινὰ καρπὸν σχῶ. Καὶ οὐδὲ ἁπλῶς  καρπὸν, ἀλλ'  Ἵνα τινὰ  καρπόν· πάλιν  συστέλλων  τὰ καθ'  ἑαυτὸν, ὥσπερ ἀνωτέρω εἶπεν· Ἵνα τι μεταδῶ. Εἶτα καὶ αὐτοὺς, ὥσπερ ἔφθην εἰπὼν, καταστέλλων,Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, φησίν. Οὐ γὰρ, ἐπειδὴ πλουτεῖτε καὶ τῶν ἄλλων ἔχετε πλέον, ἐλάττονα περὶ τοὺς λοιποὺς σπουδὴν ἐπιδείκνυμι· οὐ γὰρ τοὺς πλουτοῦντας ζητοῦμεν, ἀλλὰ τοὺς πιστούς. Ποῦ νῦν οἱ σοφοὶ τῶν Ἑλλήνων, οἱ τοὺς βαθεῖς  πώγωνας   ἕλκοντες,   καὶ  τὰς  ἐξωμίδας  ἀναβεβλημένοι,  καὶ  τὰ  μεγάλα φυσῶντες; Τὴν Ἑλλάδα, τὴν βάρβαρον πᾶσαν ὁ σκηνοποιὸς ἐπέστρεψεν. Ὁ δὲ παρ' αὐτοῖς ἀγόμενος καὶ περιφερόμενος Πλάτων, τρίτον εἰς Σικελίαν ἐλθὼν  μετὰ τοῦ κόμπου τῶν ῥημάτων ἐκείνων, μετὰ τῆς ὑπολήψεως τῆς λαμπρᾶς, οὐδὲ ἑνὸς περιεγένετο  τυράννου, ἀλλ' οὕτως ἀθλίως  ἀπήλλαξεν,  ὡς καὶ αὐτῆς ἐκπεσεῖν τῆς ἐλευθερίας. Ὁ δὲ σκηνοποιὸς οὗτος οὐ Σικελίαν μόνον οὐδὲ Ἰταλίαν, ἀλλὰ πᾶσαν ἐπέδραμε τὴν οἰκουμένην, καὶ οὐδὲ ἐν τῷ κηρύττειν τῆς τέχνης ἀπέστη, ἀλλὰ καὶ τότε δέρματα ἔῤῥαπτε, καὶ ἐργαστηρίου προειστήκει· καὶ οὐδὲ τοῦτο ἐσκανδάλισε τοὺς ἐξ ὑπάτων· καὶ μάλα εἰκότως. Οὐ γὰρ αἱ τέχναι καὶ τὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ ψεῦδος   καὶ   τὰ   πεπλασμένα   δόγματα   εὐκαταφρονήτους   ποιεῖν   εἴωθε   τοὺς διδάσκοντας. ∆ιά τοι τοῦτο ἐκείνων μὲν καὶ Ἀθηναῖοι λοιπὸν καταγελῶσι· τούτῳ δὲ καὶ βάρβαροι προσέχουσι καὶ ἀνόητοι καὶ ἰδιῶται. Κοινὸν γὰρ τὸ κήρυγμα πρόκειται πᾶσιν· οὐκ ἀξιώματος οἶδε διαφορὰν, οὐκ ἔθνους ὑπεροχὴν, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· πίστεως γὰρ δεῖται μόνης, οὐ συλλογισμῶν. ∆ιὸ δὴ μάλιστα αὐτὸ θαυμάζειν ἄξιον, οὐχ ὅτι χρήσιμον καὶ σωτήριον μόνον, ἀλλ' ὅτι καὶ εὔκολον καὶ ῥᾷστον, καὶ τοῖς πᾶσιν εὔληπτον· ὃ δὴ μάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον ἐστὶ, κοινὰ τὰ παρ' ἑαυτοῦ προτιθέντος ἅπασιν. Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν, οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν, ἀλλ' ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς,  τοῦτο  καὶ ἐπὶ  τοῦ κηρύγματος  εἰργάσατο, καὶ πολλῷ  πλέον,  ὅσῳ καὶ ἀναγκαιότερον  τοῦτο ἐκείνων.  ∆ιὸ καὶ Παῦλός φησι συνεχῶς· Πᾶσι τοῖς ἔθνεσιν. Εἶτα δεικνὺς αὐτοῖς, ὅτι οὐδὲν αὐτοῖς χαρίζεται, ἀλλ' ἐπίταγμα πληροῖ δεσποτικὸν, καὶ παραπέμπων αὐτοὺς ἐπὶ τὴν τοῦ Θεοῦ τῶν ὅλων εὐχαριστίαν, φησίν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Ὃ καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε. Λέγει δὲ τοῦτο, τὸ πᾶν ἀνατιθεὶς  τῷ Θεῷ. Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν  τοῖς  ἐν  Ῥώμῃ  εὐαγγελίσασθαι.   

ςʹ.  Ὢ  ψυχῆς  γενναίας!  πρᾶγμα  τοσούτων κινδύνων   μεστὸν  ἀναδεξάμενος,  ἀποδημίαν  διαπόντιον,  πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει  τοσαύτῃ μέλλοντα  διαλέγεσθαι,  ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας  πειρασμῶν ὑπομένειν· οὕτω γοῦν καὶ τὸν βίον κατέλυσεν ἐν τῇ πόλει ταύτῃ, παρὰ τοῦ τότε τυραννοῦντος  ἀποτμηθείς)· ἀλλ' ὅμως τοσαῦτα προσδοκῶν ὑπομένειν, οὐδενὶ τούτων ὀκνηρότερος ἐγίγνετο, ἀλλὰ κατηπείγετο καὶ ὤδινε καὶ πρόθυμος ἦν. ∆ιό φησιν· Οὕτω τὸ κατ'  ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Τί φὴς, ὦ Παῦλε; ∆έον εἰπεῖν, ὅτι Καὶ καυχῶμαι, καὶ σεμνύνομαι, καὶ ἐναβρύνομαι, τοῦτο μὲν οὐ λέγεις, τὸ δὲ ἔλαττον τούτου, ὅτι οὐκ ἐπαισχύνῃ· ὅπερ οὐκ ἐπὶ τῶν σφόδρα λαμπρῶν λέγειν εἰώθαμεν. Τί οὖν ἐστιν ὅ φησι; καὶ τίνος ἕνεκεν οὕτω φθέγγεται,  καίτοι γε ἀγαλλόμενος ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τῷ οὐρανῷ; Γαλάταις γοῦν ἐπιστέλλων ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐ λέγει, ὅτι Καὶ καυχῶμαι, ἀλλ' ὅτι Οὐκ ἐπαισχύνομαι; Σφόδρα  πρὸς  τὰ  τοῦ  κόσμου  πράγματα  ἦσαν  ἐπτοημένοι  οἱ  Ῥωμαῖοι  διὰ  τὸν πλοῦτον,  διὰ  τὴν  ἀρχὴν,  διὰ  τὰς  νίκας  καὶ  τοὺς  αὐτῶν  βασιλεῖς· ἰσοθέους γὰρ ἡγοῦντο τούτους. Οὕτω γοῦν αὐτοὺς καὶ ἐκάλουν. ∆ιὰ δὴ τοῦτο καὶ ναοῖς αὐτοὺς ἐθεράπευον  καὶ  βωμοῖς  καὶ  θυσίαις.  Ἐπεὶ οὖν  οὕτως  ἦσαν  πεφυσιωμένοι,  ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον  τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα  καὶ ἐν οἰκίᾳ γυναικὸς  εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα,  καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων  καὶ  μεγάλων  εἰδότας  οὐδέπω·  διὰ  τοῦτό  φησιν,  Οὐκ ἐπαισχύνομαι, ἐκείνους  διδάσκων τέως μὴ ἐπαισχύνεσθαι· ᾔδει γὰρ ὅτι, ἂν τοῦτο κατορθώσωσι, ταχέως προϊόντες  καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσι. Καὶ σὺ τοίνυν  ἐὰν ἀκούσῃς τινὸς λέγοντος· Τὸν ἐσταυρωμένον προσκυνεῖς; μὴ ἐπαισχυνθῇς, μηδὲ κάτω βλέψῃς, ἀλλὰ καὶ ἐναβρύνου  καὶ καλλωπίζου,  καὶ ἐλευθέροις  ὀφθαλμοῖς  καὶ ὑψηλῷ  προσώπῳ κατάδεξαι  τὴν  ὁμολογίαν.  Κἂν εἴπῃ  πάλιν·  Τὸν ἐσταυρωμένον  προσκυνεῖς; εἰπὲ πάλιν πρὸς αὐτόν· Ἀλλ' οὐ τὸν μοιχὸν οὐδὲ τὸν πατραλοίαν οὐδὲ τὸν παιδοκτόνον (τοιοῦτοι γὰρ οἱ παρ' αὐτοῖς θεοὶ πάντες), ἀλλὰ τὸν διὰ σταυροῦ δαίμονας ἐπιστομίσαντα, καὶ τὰς μυρίας αὐτῶν ἀνελόντα μαγγανείας. Καὶ γὰρ ὁ σταυρὸς δι' ἡμᾶς τὸ τῆς ἀφάτου  φιλανθρωπίας  ἔργον, τὸ τῆς πολλῆς  κηδεμονίας  σύμβολον. Πρὸς δὲ  τοῖς  εἰρημένοις,  ἐπειδὴ  καὶ  λόγῳ  μέγα  κομπάζοντες,  καὶ  τὴν  ἔξωθεν περιβεβλημένοι σοφίαν ἐφυσῶντο, Ἐγὼ, φησὶν, ἐῤῥῶσθαι πολλὰ τούτοις εἰπὼν τοῖς συλλογισμοῖς, σταυρὸν ἔρχομαι κηρύττων,  καὶ οὐ διὰ τοῦτο αἰσχύνομαι. ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν. Ἐπειδὴ γάρ ἐστι καὶ δύναμις Θεοῦ εἰς κόλασιν (καὶ γὰρ ὅτε τοὺς Αἰγυπτίους ἐκόλαζεν, ἔλεγεν· Αὕτη ἐστὶν ἡ δύναμίς  μου ἡ μεγάλη), καὶ δύναμις εἰς ἀπώλειαν  (Φοβήθητε γὰρ, φησὶ, τὸν δυνάμενον  καὶ ψυχὴν  καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ)· διὰ τοῦτό φησιν· Οὐ ταῦτα ἐλθὼν κομίζω, οὐ τὰ περὶ κολάσεως καὶ τιμωρίας, ἀλλὰ τὰ περὶ σωτηρίας. Τί οὖν; οὐχὶ καὶ ταῦτα κατήγγελλε τὸ Εὐαγγέλιον, τὸν περὶ γεέννης  λόγον, τὸν περὶ τοῦ σκότους τοῦ ἐξωτέρου καὶ τοῦ σκώληκος τοῦ ἰοβόλου; Καὶ μὴν οὐδαμόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ Εὐαγγελίου ταῦτα ἔγνωμεν·  πῶς οὖν, φησὶ, ∆ύναμις Θεοῦ εἰς σωτηρίαν; Ἀλλ' ἄκουε καὶ τῶν  ἑξῆς· Παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Οὐ γὰρ ἁπλῶς πᾶσιν, ἀλλὰ τοῖς δεχομένοις. Κἂν γὰρ Ἕλλην ᾖς, κἂν πᾶσαν ἐπελθὼν κακίαν, κἂν Σκύθης, κἂν βάρβαρος, κἂν  αὐτοθηρίον,  κἂν  πάσης ἀλογίας  γέμων,  καὶ  μυρία ἁμαρτημάτων ἐπιφερόμενος φορτία, ἅμα τὸν περὶ σταυροῦ λόγον κατεδέξω καὶ ἐβαπτίσθης, καὶ πάντα ἐκεῖνα ἐξήλειψας. ∆ιὰ τί δέ φησιν ἐνταῦθα, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι; τί βούλεται αὕτη ἡ διαφορά; Καίτοι πολλαχοῦ  εἶπεν, ὅτι οὔτε περιτομὴ τί ἐστιν, οὔτε ἀκροβυστία· πῶς οὖν ἐνταῦθα διαιρεῖ, προτιθεὶς τὸν Ἰουδαῖον τοῦ Ἕλληνος; Καὶ τί  τοῦτο; οὐδὲ γὰρ, ἐπειδὴ  πρῶτός  ἐστι, καὶ πλέον  λαμβάνει  τῆς χάριτος· ἡ γὰρ αὐτὴ δωρεὰ καὶ τούτῳ κἀκείνῳ δίδοται· ἀλλὰ τάξεώς ἐστι τιμὴ μόνον τὸ πρῶτος. Καὶ γὰρ οὐκ ἐν τῷ μείζονα λαβεῖν δικαιοσύνην πλεονεκτεῖ, ἀλλ' ἐν τῷ πρῶτος αὐτὴν λαβεῖν τετίμηται  μόνον· ἐπεὶ καὶ ἐπὶ τῶν  φωτιζομένων  (ἴστε δὲ οἱ μύσται τὸ λεγόμενον)  πάντες μὲν ἐπὶ τὸ βάπτισμα τρέχουσιν, οὐ πάντες δὲ ἐν τῇ αὐτῇ ὥρᾳ, ἀλλ' ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος· οὐ μὴν ὁ πρῶτος τοῦ δευτέρου πλέον λαμβάνει, οὐδὲ ἐκεῖνος τοῦ μετ' αὐτὸν, ἀλλὰ τῶν αὐτῶν ἅπαντες ἀπολαύουσι. Τὸ τοίνυν, πρῶτος, ἐνταῦθα ῥήματός ἐστι τιμὴ, οὐ χάριτος πλεονασμός. Εἶτα εἰπὼν, Εἰς σωτηρίαν, πάλιν αὔξει τὴν δωρεὰν, δεικνὺς οὐκ ἄχρι τοῦ παρόντος ἱσταμένην, ἀλλὰ περαιτέρω προϊοῦσαν· τοῦτο γὰρ ἐδήλωσεν εἰπών· ∆ικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται  ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται· Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. Ὁ γοῦν γενόμενος δίκαιος, οὐ κατὰ τὸν παρόντα βίον μόνον, ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα ζήσεται. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον αἰνίττεται μετὰ τούτου, τὸ λαμπρὸν καὶ περιφανὲς τῆς τοιαύτης ζωῆς. Ἐπειδὴ γὰρ ἔστι καὶ μετὰ αἰσχύνης σωθῆναι (ὥσπερ οὖν πολλοὶ  τῶν  ἀπὸ φιλανθρωπίας  βασιλικῆς ἀπαλλαττομένων κολάσεως σώζονται), ἵνα μὴ ὑποπτεύσῃ τοῦτό τις σωτηρίαν ἀκούσας, προσέθηκε, Καὶ δικαιοσύνην, καὶ δικαιοσύνην οὐ σὴν, ἀλλὰ Θεοῦ, καὶ τὸ δαψιλὲς αὐτῆς καὶ τὸ εὔκολον αἰνιττόμενος. Οὐ γὰρ ἐξ ἱδρώτων καὶ πόνων αὐτὴν κατορθοῖς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν δωρεᾶς λαμβάνεις, ἓν μόνον εἰσφέρων οἴκοθεν, τὸ πιστεῦσαι. Εἶτα, ἐπειδὴ ἀπίθανος ὁ λόγος εἶναι ἐδόκει, εἰ ὁ μοιχὸς καὶ μαλακὸς, καὶ τυμβωρύχος καὶ γόης ἀθρόον οὐχὶ κολάσεως ἀπαλλάττεται  μόνον, ἀλλὰ καὶ δίκαιος γίνεται, καὶ δίκαιος τὴν ἀνωτάτω δικαιοσύνην, ἀπὸ τῆς Παλαιᾶς πιστοῦται τὸν λόγον. Καὶ πρῶτον μὲν βραχεῖ  ῥήματι  πέλαγος  ἱστοριῶν  ἀχανὲς  τῷ  δυναμένῳ  βλέπειν  ἀναπετάννυσιν. Εἰπὼν γὰρ, Ἐκ πίστεως εἰς πίστιν, παρέπεμψε τὸν ἀκροατὴν ἐπὶ τὰς οἰκονομίας τοῦ Θεοῦ τὰς ἐν τῇ Παλαιᾷ γενομένας, ἃς Ἑβραίοις ἐπιστέλλων  μετὰ πολλῆς ἐξηγεῖται τῆς σοφίας, καὶ τοὺς δικαίους καὶ τοὺς ἁμαρτωλοὺς οὕτω δικαιωθέντας δείκνυσι καὶ τότε· διὸ καὶ τῆς Ῥαὰβ καὶ τοῦ Ἀβραὰμ ἐμνημόνευσεν. Ἔπειτα δὲ ἐνταῦθα αἰνιξάμενος αὐτὸ μόνον (καὶ γὰρ ἐφ' ἕτερον ἔτρεχε θεώρημα, καὶ κατεπεῖγον), ἀπὸ τῶν  προφητῶν  πάλιν  πιστοῦται  τὸν  λόγον,  τὸν  Ἀμβακοὺμ εἰς  μέσον παράγων βοῶντα καὶ λέγοντα,  ὅτι οὐδὲ ἔνι ἄλλως  ζῇν τὸν μέλλοντα  ζήσεσθαι, ἀλλ' ἢ διὰ πίστεως. Ὁ γὰρ δίκαιος, φησὶν, ἐκ πίστεως ζήσεται, περὶ τῆς μελλούσης λέγων ζωῆς. Ἐπειδὴ γὰρ ἅπερ ὁ Θεὸς χαρίζεται, πάντα  ὑπερβαίνει  λογισμὸν, εἰκότως  πίστεως ἡμῖν  δεῖ.  Ὁ δὲ  κατοιόμενος  καὶ  καταφρονητὴς  ἀνὴρ  καὶ  ἀλαζὼν  οὐθὲν  οὐ  μὴ περανεῖ.  Ἀκουέτωσαν οἱ αἱρετικοὶ  τῆς  πνευματικῆς  φωνῆς.  Τοιαύτη γὰρ ἡ τῶν λογισμῶν φύσις· λαβυρίνθῳ τινὶ καὶ γρίφοις ἔοικεν, οὐδὲν οὐδαμοῦ τέλος ἔχουσα, οὐδὲ ἀφιεῖσα τὸν λογισμὸν ἑστάναι ἐπὶ τῆς πέτρας, καὶ τὴν ἀρχὴν ἐξ ἀλαζονείας λαμβάνουσα.  Αἰσχυνόμενοι  γὰρ  ἐπὶ  τῷ  παραδέχεσθαι  πίστιν  καὶ  δοκεῖν ἀγνοεῖν  τὰ οὐράνια. εἰς κονιορτὸν  ἑαυτοὺς μυρίων λογισμῶν  ἐμβάλλουσιν. Εἶτα, ἄθλιε καὶ ταλαίπωρε καὶ μυρίων ἄξιε δακρύων, ἂν μέν τίς σε ἔρηται, πῶς ὁ οὐρανὸς γέγονεν, καὶ πῶς ἡ γῆ· τί λέγω τὸν οὐρανὸν καὶ τὴν γῆν; πῶς αὐτὸς ἐτέχθης, πῶς ἐτράφης  καὶ  ηὐξήθης,  οὐκ  αἰσχύνῃ  τὴν  ἄγνοιαν;  ἐὰν  δὲ  περὶ  τοῦ  Μονογενοῦς γίνηταί  τις λόγος, δι' αἰσχύνην εἰς βάραθρον ἑαυτὸν ἐμβάλλεις ἀπωλείας, ἀνάξιον σεαυτῷ  νομίζων  τὸ  μὴ  πάντα  εἰδέναι;  Καὶ μὴν  ἀνάξιον  ἡ  φιλονεικία,  καὶ  τὸ πολυπραγμονεῖν  ἀκαίρως. Καὶ τί λέγω  περὶ δογμάτων;  Αὐτῆς γὰρ τῆς  κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαμόθεν ἀπηλλάγημεν  ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως. Οὕτω καὶ οἱ πρὸ τούτου ἔλαμψαν ἅπαντες, οὕτως ὁ Ἀβραὰμ, οὕτως ὁ Ἰσαὰκ, οὕτως ὁ Ἰακώβ· οὕτω καὶ ἡ πόρνη ἐσώθη, καὶ ἡ ἐν τῇ Παλαιᾷ, καὶ ἡ ἐν τῇ Καινῇ. Πίστει γὰρ, φησὶ, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους. Οὐδὲ πρὸς ἑαυτὴν εἶπε· Καὶ πῶς δυνήσονται οὗτοι αἰχμάλωτοι  καὶ φυγάδες ὄντες καὶ μετανάσται, καὶ νομάδων βίον ζῶντες, ἡμῶν τῶν πόλιν ἐχόντων  καὶ τείχη καὶ πύργους περιγενέσθαι; ὡς εἰ πρὸς ἑαυτὴν ταῦτα εἶπε, καὶ ἑαυτὴν καὶ ἐκείνους ἂν προσαπώλεσεν· ὅπερ οὖν καὶ οἱ πρόγονοι τῶν τότε σωθέντων ἔπαθον. Ἐκεῖνοι γὰρ ἐπειδὴ ἄνδρας ἰδόντες μεγάλους καὶ εὐμήκεις, τὸν τρόπον τῆς νίκης ἐζήτουν, ἀπώλοντο  χωρὶς  πολέμου καὶ παρατάξεως ἅπαντες.  Εἶδες πόσον τῆς ἀπιστίας τὸ βάραθρον,  καὶ  πόσον  τῆς  πίστεως  τὸ  τεῖχος;  Ἡ  μὲν  γὰρ  ἀπείρους  κατήνεγκε χιλιάδας· αὕτη δὲ πόρνην γυναῖκα  οὐ μόνον διέσωσεν, ἀλλὰ καὶ δήμου τοσούτου πρόστασιν ἐποίησε. Ταῦτ' οὖν εἰδότες, καὶ τὰ τούτων  πλείονα, μηδέποτε τὸν Θεὸν εὐθύνας τῶν γινομένων  ἀπαιτῶμεν, ἀλλ' ὅπερ ἂν ἐπιτάξῃ, δεχώμεθα· καὶ μὴ περιεργαζώμεθα μηδὲ πολυπραγμονῶμεν,  κἂν ἀνθρωπίνοις  λογισμοῖς ἄτοπον εἶναι δοκῇ τὸ κελευόμενον.  Τί γὰρ, εἰπέ μοι, τοῦ σφάξαι μονογενῆ  παῖδα καὶ γνήσιον, αὐτὸν τὸν γεγεννηκότα,  ἀτοπώτερον εἶναι δοκεῖ; Ἀλλ' ὅμως ὁ δίκαιος κελευσθεὶς, οὐ περιειργάσατο τοῦτο, ἀλλ' ἀπὸ τῆς ἀξίας τοῦ κελεύσαντος ἐδέξατο τὸ ἐπίταγμα μόνον, καὶ ὑπήκουσε. Καὶ ἕτερος δὲ προφήτην  παρὰ τοῦ Θεοῦ κελευσθεὶς ῥαπίσαι, ἐπειδὴ τὸ δοκοῦν ἄτοπον εἶναι τοῦ πράγματος περιειργάσατο, καὶ οὐχ ἁπλῶς ὑπήκουσε, δίκην ἔδωκε τὴν ἐσχάτην· ὁ δὲ πλήξας εὐδοκίμησε. Καὶ ὁ Σαοὺλ δὲ σώσας ἀνθρώπους παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τῆς βασιλείας ἐξέπεσε, καὶ τὰ ἀνήκεστα ἔπαθε. Καὶ ἕτερα πλείονα τούτων ἄν τις εὕροι παραδείγματα, δι' ὧν ἁπάντων παιδευόμεθα μηδέποτε τῶν  ἐπιταγμάτων  τοῦ Θεοῦ λόγον  ἀπαιτεῖν,  ἀλλ' εἴκειν  καὶ πείθεσθαι μόνον. Εἰ δὲ, ἅπερ ἂν ἐπιτάξῃ, περιεργάζεσθαι ἐπισφαλὲς, καὶ ἐσχάτη κόλασις κεῖται τοῖς πολυπραγμονοῦσι· οἱ τὰ πολλῷ τούτων ἀποῤῥητότερα καὶ φρικωδέστερα περιεργαζόμενοι, τουτέστι πῶς ἐγέννησε τὸν Υἱὸν, καὶ τίνι τρόπῳ, καὶ τίς ἡ οὐσία, τίνα ἕξουσιν ἀπολογίαν  ποτέ; Ταῦτ' οὖν εἰδότες, τὴν πάντων  τῶν ἀγαθῶν μητέρα πίστιν μετὰ πάσης ὑποδεχώμεθα τῆς εὐνοίας, ἵνα ὥσπερ ἐν γαληνῷ πλέοντες λιμένι τά τε ὀρθὰ διατηρῶμεν δόγματα, καὶ τὸν βίον ἡμῶν μετὰ ἀσφαλείας κατευθύνοντες, τῶν αἰωνίων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ καὶ προσκύνησις σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |