ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΒʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας

Δευτέρα 31 Οκτωβρίου 2016

ΛΒʹ. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, σκοπεῖν τοὺς τὰς διχοστασίας




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60



ΛΒʹ.  Παρακαλῶ  δὲ  ὑμᾶς,  ἀδελφοὶ,  σκοπεῖν  τοὺς  τὰς  διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδα χὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας·  καὶ ἐκκλί  νατε  ἀπ'  αὐτῶν.   Οἱ  γὰρ  τοιοῦτοι   τῷ  Κυρίῳ  ἡμῶν   Ἰησοῦ  Χριστῷ  οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι  τὰς  καρδίας  τῶν  ἀκάκων.

αʹ. Πάλιν  παραίνεσις,  καὶ  εὐχὴ  μετὰ  τὴν παραίνεσιν. Εἰπὼν γὰρ σκοπεῖν τοὺς τὰς διχοστασίας ποιοῦντας, καὶ μὴ ὑπακούειν αὐτοῖς, ἐπήγαγεν· Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν· καὶ, Ἡ χάρις τοῦ Κυρίου μεθ' ὑμῶν. Σκόπει δὲ πῶς καὶ προσηνῶς παραινεῖ, οὐκ ἐν τάξει συμβούλου, ἀλλ'  ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς· καὶ γὰρ καὶ ἀδελφοὺς  ἐκάλεσε, καὶ ἱκετεύει.  Παρακαλῶ γὰρ ὑμᾶς, φησὶν, ἀδελφοί. Εἶτα καὶ ἐναγωνίους  ποιεῖ, δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. Ὡς γὰρ οὐκ αὐτόθεν δήλων ὄντων φησί· Παρακαλῶ δὲ ὑμᾶς σκοπεῖν· τουτέστι, περιεργάζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν  καὶ διερευνᾶσθαι. Τίνας, εἰπέ μοι; Τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν, ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας. Αὕτη γὰρ μάλιστα Ἐκκλησίας ἀνατροπὴ, τὸ διῃρῆσθαι· τοῦτο ὅπλον τοῦ διαβόλου, τοῦτο πάντα ἄνω καὶ κάτω ποιεῖ. Ἕως γὰρ ἂν ᾖ τὸ σῶμα ἡνωμένον, οὐκ ἰσχύει εἴσοδον ἔχειν,  ἀλλ' ἀπὸ τῆς  διχοστασίας τὸ σκάνδαλον. 


Ἡ δὲ διχοστασία πόθεν; Ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν ἀποστόλων. Τὰ δὲ δόγματα τὰ τοιαῦτα πόθεν; Ἀπὸ τοῦ γαστρὶ δουλεύειν καὶ τοῖς ἄλλοις πάθεσιν. Οἱ γὰρ τοιοῦτοι, φησὶ, τῷ  Κυρίῳ οὐ δουλεύουσιν,  ἀλλὰ  τῇ  αὑτῶν  κοιλίᾳ.  Ὥστε οὐκ ἂν  γένοιτο σκάνδαλα, οὐκ ἂν  γένοιτο  διχοστασία, εἰ μή τι  παρὰ τὴν  ἀποστολικὴν  διδαχὴν ἐπινοηθείη δόγμα· ὃ καὶ ἐνταῦθα δηλῶν  ἔλεγε, Παρὰ τὴν διδαχήν. Καὶ οὐκ εἶπεν, Ἣν ἐδιδάξαμεν, ἀλλ',  Ἣν ὑμεῖς ἐμάθετε, προκαταλαμβάνων  αὐτοὺς, καὶ δεικνὺς πεπεισμένους  δὴ καὶ ἀκούσαντας  καὶ καταδεξαμένους. Καὶ τί  ποιήσομεν  τοῖς  τὰ τοιαῦτα κακουργοῦσιν; Οὐκ εἶπεν, Ὁμόσε χωρεῖτε καὶ πυκτεύετε, ἀλλ', Ἐκκλίνατε ἀπ' αὐτῶν. Εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν· ἐπειδὴ δὲ εἰδότες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. Καὶ ἀλλαχοῦ δὲ τοῦτο λέγει· Συστέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς  ἀδελφοῦ  ἀτάκτως  περιπατοῦντος.  Καὶ Τιμοθέῳ περὶ τοῦ χαλκέως  διαλεγόμενος,  τοιαῦτα  παρῄνει  λέγων·  Ὃν καὶ σὺ φυλάσσου. Εἶτα καὶ κωμῳδῶν   τοὺς  τὰ  τοιαῦτα  τολμῶντας,   λέγει  καὶ  τὴν  αἰτίαν,  ἀφ'  ἧς  ταύτην ἐπενόησαν τὴν  διχοστασίαν· Οἱ γὰρ τοιοῦτοι  τῷ Κυρίῳ ἡμῶν  Χριστῷ, φησὶν, οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ. Τοῦτο καὶ Φιλιππησίοις ἐπιστέλλων  ἔλεγεν· Ὧν θεὸς ἡ κοιλία. Ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων αἰνίττεσθαι δοκεῖ, οὓς μάλιστα ἀεὶ  διαβάλλειν  εἴωθεν  ὡς  γαστριμάργους. Καὶ γὰρ Τίτῳ ἐπιστέλλων  ἔλεγε  περὶ αὐτῶν· Κακὰ θηρία, γαστέρες ἀργαί. Καὶ ὁ Χριστὸς δὲ αὐτοὺς ἐπὶ τοῦτο διαβάλλων, Κατεσθίετε, φησὶ, τὰς οἰκίας τῶν  χηρῶν.  Καὶ οἱ προφῆται  τοιαῦτα αὐτῶν κατηγοροῦσιν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.∆ιὸ καὶ Μωϋσῆς παρῄνει λέγων· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Καὶ ἐν τοῖς Εὐαγγελίοις δὲ τῷ Χριστῷ λέγοντες, Τί σημεῖον δεικνύεις ἡμῖν; καὶ τὰ ἄλλα πάντα παραδραμόντες, τοῦ μάννα μέμνηνται· οὕτω πανταχοῦ τῷ πάθει τούτῳ κρατούμενοι φαίνονται.  Πῶς οὖν οὐκ αἰσχύνῃ δούλους κοιλίας διδασκάλους ἔχων ὁ τοῦ Χριστοῦ ἀδελφός; Καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης αὕτη, ὁ δὲ τρόπος τῆς ἐπιβουλῆς ἕτερον πάλιν νόσημα, ἡ κολακεία· ∆ιὰ γὰρ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Καὶ καλῶς εἶπε, Χρηστολογίας· μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία· ἡ δὲ διάνοια οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. Καὶ οὐκ εἶπεν, Ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ, Τὰς καρδίας τῶν ἀκάκων. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ' ὥστε ποιῆσαι μὴ ἐπαχθέστερον τὸ εἰρημένον, φησίν· Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις  προκαταλαμβάνων,  καὶ τῷ πλήθει  τῶν  μαρτύρων προκατέχων  αὐτούς. Οὐδὲ γὰρ ἐγὼ μαρτυρῶ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα. Καὶ οὐκ εἶπεν, Ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ' Ἡ ὑμῶν ὑπακοή· τουτέστιν ἡ πειθώ· ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος  πραότητα.  Χαίρω οὖν  τὸ  ἐφ'  ὑμῖν.  Οὐ μικρὸν  καὶ  τοῦτο ἐγκώμιον. Εἶτα μετὰ τὸν ἔπαινον νουθεσία. Ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας  ῥᾳθυμοτέρους ἐργάσηται, αἰνίττεται  πάλιν αὐτοῖς λέγων· Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁρᾷς πῶς πάλιν αὐτῶν καθάπτεται, καὶ ἀνυπόπτως; τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἐπειδὴ γὰρ εἶπε τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα ποιοῦντας, εἶπεν  εἰρήνης  Θεὸν, ἵνα  θαρσήσωσι περὶ  τῆς  τούτων  ἀπαλλαγῆς.  Ὁ γὰρ  ταύτῃ χαίρων, τὰ λυμαινόμενα  αὐτῇ καταλύσει. Καὶ οὐκ εἶπεν, Ὑποτάξει, ἀλλ', ὃ μεῖζόν ἐστι, Συντρίψει· καὶ οὐκ ἐκείνους  μόνον,  ἀλλὰ  καὶ τὸν  στρατηγοῦντα  αὐτοῖς  τὰ τοιαῦτα  Σατανᾶν.  Καὶ οὐχ  ἁπλῶς  συντρίψει,  ἀλλ' Ὑπὸ τοὺς  πόδας  ὑμῶν·  ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. Καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία πάλιν· ἐπήγαγε γὰρ, Ἐν τάχει. Τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Τὸ μέγιστον ὅπλον, τὸ τεῖχος  τὸ ἄῤῥηκτον, ὁ πύργος ὁ ἄσειστος· ἀνέμνησε γὰρ αὐτοὺς τῆς χάριτος, ἵνα προθυμοτέρους ἐργάσηται. Εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων  ἀπηλλάγητε,  καὶ ἀπηλλάγητε  χάριτι μόνον· πολλῷ μᾶλλον τῶν ἐλαττόνων  ἀπαλλαγήσεσθε, ὅτι καὶ φίλοι  γεγόνατε,  καὶ τὰ παρ' ἑαυτῶν  συνεισάγετε. βʹ. Ὅρα πῶς οὔτε εὐχὴν  χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι. Μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ' ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ, εἰ μέλλοιμεν  μετὰ ἀκριβείας σώζεσθαι. Καὶ γὰρ οὐκ ἔμπροσθεν μόνον, ἀλλὰ καὶ  νῦν,  κἂν  μεγάλοι  ὦμεν  καὶ  εὐδόκιμοι,  τῆς  παρ'  αὐτοῦ  δεόμεθα  χάριτος· Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου. Εἶδες πάλιν  τὰ συνήθη ἐγκώμια; Καὶ Λούκιος καὶ  Ἰάσων  καὶ  Σωσίπατρος οἱ  συγγενεῖς  μου. Τούτου τοῦ  Ἰάσονος καὶ Λουκᾶς μέμνηται, καὶ τὴν ἀνδρείαν αὐτοῦ παρίστησιν ἡμῖν λέγων, ὅτι ἦγον αὐτὸν ἐπὶ τοὺς πολιτάρχας βοῶντες. Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων· οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῷ. Ἀσπάζομαι ὑμᾶς  ἐγὼ  Τέρτιος  ὁ  γράψας  τὴν  ἐπιστολήν.  Οὐ  μικρὸν  καὶ  τοῦτο  ἐγκώμιον ὑπογραφέα εἶναι Παύλου· πλὴν οὐχ ἵνα ἑαυτὸν ἐγκωμιάσῃ, τοῦτο λέγει, ἀλλ' ἵνα θερμὴν ἐπισπάσηται παρ' αὐτῶν  τὴν ἀγάπην  ἀπὸ τῆς διακονίας.  Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος  μου καὶ τῆς  Ἐκκλησίας ὅλης.  Εἶδες οἷον  αὐτῷ  στέφανον  ἔπλεξε, τοσαύτην φιλοξενίαν  μαρτυρήσας, καὶ ὁλόκληρον  τὴν Ἐκκλησίαν εἰς τὴν οἰκίαν συναγαγὼν  τὴν  ἐκείνου; τὸν  γὰρ ξένον  ἐνταῦθα  τὸν  ξενοδόχον  φησίν. Ὅταν δὲ ἀκούσῃς, ὅτι Παύλου ξενοδόχος ἦν, μὴ τῆς φιλοτιμίας  αὐτὸν θαύμαζε μόνον, ἀλλὰ καὶ τῆς κατὰ τὸν βίον ἀκριβείας· εἰ μὴ γὰρ ἦν ἄξιος τῆς ἀρετῆς τῆς ἐκείνου, οὐδ' ἂν ἐκεῖνος  ἐκεῖ  κατήχθη.  Ὁ γὰρ  πολλὰ  τῶν  ἐπιταγμάτων  τοῦ  Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἂν τοῦτον παρέβη τὸν νόμον τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ ἀξίοις κατάγεσθαι. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς  πόλεως,  καὶ  Κούαρτος ὁ  ἀδελφός.  Οὐχ ἁπλῶς  προσέθηκεν,  Οἰκονόμος τῆς πόλεως·  ἀλλ'  ὥσπερ  Φιλιππησίοις  ἔγραφεν,  Ἀσπάζονται  ὑμᾶς  οἱ  ἐκ  τῆς Καίσαρος οἰκίας, ἵνα  δείξῃ, ὅτι  καὶ τῶν  μεγάλων  τὸ κήρυγμα  ἥψατο· οὕτω  καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται, τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι οὔτε πλοῦτος  κώλυμα γίνεται,  οὔτε ἀρχῆς φροντίδες,  οὔτε ἄλλο τῶν τοιούτων  οὐδέν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἀμήν. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾷν  πάντα; Καὶ γὰρ καὶ τὸν θεμέλιον  ἐντεῦθεν κατέβαλε τῆς ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν, ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. Τοῦτο  γὰρ  μάλιστα  διδασκάλου  γενναίου,  τὸ  μὴ  λόγῳ  μόνον,  ἀλλὰ  καὶ  εὐχῇ ὠφελεῖν   τοὺς  μαθητευομένους·  διὸ  καὶ  ἔλεγεν,  Ἡμεῖς  δὲ  τῇ  προσευχῇ  καὶ  τῇ διακονίᾳ  τοῦ λόγου  προσκαρτερήσομεν. Τίς οὖν  ἄρα καὶ ἡμῖν  ἐπεύξεται,  ἐπειδὴ Παῦλος ἀπῆλθεν; Οἱ Παύλου ζηλωταὶ οὗτοι, μόνον ἀξίους παράσχωμεν ἑαυτοὺς τῆς τοιαύτης συνηγορίας, ἵνα μὴ ἐνταῦθα μόνον ἀκούσωμεν τῆς Παύλου φωνῆς, ἀλλὰ καὶ ἐκεῖ ἀπελθόντες  ἰδεῖν καταξιωθῶμεν  τὸν ἀθλητὴν  τοῦ Χριστοῦ· μᾶλλον δὲ ἂν ἐνταῦθα ἀκούσωμεν, κἀκεῖ πάντως αὐτὸν ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόμεθα πάντως  ἐγγὺς  τοῦ θρόνου  τοῦ βασιλικοῦ λάμποντα,  ἔνθα  τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται. Ἐκεῖ Παῦλον ὀψόμεθα μετὰ Πέτρου, καὶ τοῦ τῶν ἁγίων χοροῦ κορυφαῖον ὄντα καὶ πρωτοστάτην, καὶ τῆς ἀγάπης ἀπολαύσομεν τῆς γνησίας.  Εἰ γὰρ ἐνταῦθα  ὢν  οὕτως  ἠγάπα  τοὺς  ἀνθρώπους,  ὡς  αἱρέσεως οὔσης ἀναλῦσαι  καὶ  σὺν  Χριστῷ εἶναι,  ἑλέσθαι  ἐνταῦθα  εἶναι·  πολλῷ  μᾶλλον  ἐκεῖ θερμότερον ἐπιδείξεται τὸ φίλτρον. Ἐγὼ καὶ τὴν Ῥώμην διὰ τοῦτο φιλῶ, καίτοι γε αὐτὴν καὶ ἑτέρωθεν ἔχων ἐπαινεῖν, καὶ ἀπὸ τοῦ μεγέθους, καὶ ἀπὸ τῆς ἀρχαιότητος, καὶ ἀπὸ τοῦ κάλλους, καὶ ἀπὸ τοῦ πλήθους, καὶ ἀπὸ τῆς δυναστείας, καὶ ἀπὸ τοῦ πλούτου, καὶ ἀπὸ τῶν κατορθωμάτων  τῶν ἐν πολέμῳ· ἀλλὰ πάντα τὰ ἄλλα ἀφεὶς, διὰ τοῦτο αὐτὴν μακαρίζω, ὅτι καὶ ζῶν αὐτοῖς ἔγραφε, καὶ οὕτως αὐτοὺς ἐφίλει, καὶ παρὼν  αὐτοῖς  διελέχθη,  καὶ  τὸν  βίον  ἐκεῖ  κατέλυσε. ∆ιὸ καὶ  ἐπίσημος ἡ πόλις ἐντεῦθεν μᾶλλον, ἢ ἀπὸ τῶν ἄλλων ἁπάντων· καὶ καθάπερ σῶμα μέγα καὶ ἰσχυρὸν, ὀφθαλμοὺς ἔχει δύο λάμποντας, τῶν ἁγίων τούτων τὰ σώματα. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν  ἀφῇ τὰς ἀκτῖνας  ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων  πόλις  τὰς δύο ταύτας λαμπάδας πανταχοῦ τῆς οἰκουμένης ἀφιεῖσα. Ἐκεῖθεν ἁρπαγήσεται Παῦλος, ἐκεῖθεν  Πέτρος. Ἐννοήσατε καὶ φρίξατε,  οἷον  ὄψεται  θέαμα Ῥώμη,  τὸν  Παῦλον ἐξαίφνης  ἀνιστάμενον  ἀπὸ  τῆς  θήκης  ἐκείνης  μετὰ  Πέτρου, καὶ  αἰρόμενον  εἰς ἀπάντησιν τοῦ Κυρίου· οἷον ἀποστέλλει τῷ Χριστῷ ῥόδον ἡ Ῥώμη, οἵους στεφάνους ἡ πόλις περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται, οἵας ἔχει πηγάς. ∆ιὰ ταῦτα θαυμάζω τὴν πόλιν, οὐ διὰ τὸν χρυσὸν τὸν πολὺν, οὐ διὰ τοὺς κίονας, οὐ διὰ τὴν ἄλλην  φαντασίαν, ἀλλὰ διὰ τοὺς στύλους τῆς Ἐκκλησίας τούτους. γʹ. Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ σώματος ἐκείνου τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάσαντος, τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν ἐκείνου  τοῦ σώματος, δι' οὗ πανταχοῦ  διέδραμε τὴν  κόνιν  τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο,  καὶ τὸ φῶς  ἐξέλαμψε  τὸ πάσης ἀστραπῆς λαμπρότερον,  καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσι, δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο  ῥῆμα λέγων·  Ηὐχόμην ἀνάθεμα  εἶναι  ὑπὲρ τῶν  ἀδελφῶν  μου; δι' οὗ ἐλάλει ἐναντίον  βασιλέων, καὶ οὐκ ᾐσχύνετο; δι' οὗ Παῦλον ἐμάθομεν, δι' οὗ τὸν Παύλου ∆εσπότην; Οὐχ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὸν, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή.   Εἰ  γὰρ  τὰ  ἱμάτια  αὐτοῦ  ἔφριττον,   πολλῷ   μᾶλλον   τὴν  φωνήν.   Αὕτη δεδεμένους αὐτοὺς ἤγαγεν,  αὕτη τὴν οἰκουμένην  ἐξεκάθηρεν, αὕτη τὰ νοσήματα ἔλυσε, κακίαν ἐξέβαλεν, ἀλήθειαν ἐπανήγαγε, τὸν Χριστὸν εἶχεν ἐγκαθήμενον, καὶ μετ' αὐτοῦ  πανταχοῦ  προῄει, καὶ ὅπερ ἦν  τὰ Χερουβὶμ, τοῦτο  ἡ Παύλου φωνή. Καθάπερ γὰρ ἐπὶ τῶν  δυνάμεων  ἐκείνων  ἐκάθητο, οὕτω καὶ ἐπὶ τῆς τοῦ Παύλου γλώττης. Καὶ γὰρ ἀξία τοῦ δέξασθαι τὸν Χριστὸν ἐγένετο, ἐκεῖνα φθεγγομένη μόνον, ἃ τῷ Χριστῷ φίλα ἦν, καὶ πρὸς ὕψος ἄφατον ἱπταμένη καθάπερ τὰ Σεραφίμ. Τί γὰρ ὑψηλότερον τῆς φωνῆς ἐκείνης τῆς λεγούσης, ὅτι Πέπεισμαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, πόσας δοκεῖ σοι πτέρυγας ἔχειν αὕτη ἡ φωνή; πόσους ὀφθαλμούς; ∆ιὰ τοῦτο ἔλεγεν·  Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν·  διὰ τοῦτο ἔφευγον  δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος ἱμάτιον ὁρῶντες. Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· ὥσπερ γὰρ εἰργάσατο μείζονα διὰ τῶν μαθητῶν, οὕτω  καὶ ἐφθέγξατο·  δι' οὗ τὸ Πνεῦμα τῇ οἰκουμένῃ  τοὺς θαυμαστοὺς ἐκείνους χρησμοὺς ἔδωκε. Τί γὰρ οὐκ εἰργάσατο ἐκεῖνο τὸ στόμα ἀγαθόν; ∆αίμονας ἤλασεν, ἁμαρτήματα  ἔλυσε,  τυράννους  ἐπεστόμισε, φιλοσόφων   γλώττας  ἐνέφραξε,  τὴν οἰκουμένην τῷ Θεῷ προσήγαγε, βαρβάρους φιλοσοφεῖν ἔπεισε, πάντα μετεῤῥύθμισε τὰ ἐν  τῇ  γῇ· καὶ τὰ ἐν  οὐρανοῖς  δὲ, ὃν  ἐβούλετο,  διετίθει  τρόπον,  δεσμῶν  οὓς ἐβούλετο, καὶ λύων ἐκεῖ κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Οὐ τοῦ στόματος δὲ μόνον, ἀλλὰ  καὶ τῆς καρδίας ἐκείνης  ἐβουλόμην  τὴν κόνιν  ἰδεῖν,  ἣν οὐκ ἄν τις ἁμάρτοι καρδίαν τῆς οἰκουμένης εἰπὼν, καὶ τῶν μυρίων ἀγαθῶν πηγὴν, καὶ ἀρχὴν καὶ  στοιχεῖον  τῆς  ἡμετέρας  ζωῆς. Τὸ γὰρ πνεῦμα  τῆς  ζωῆς  ἐκεῖθεν  εἰς  ἅπαντα ἐχορηγεῖτο, καὶ τοῖς μέλεσι τοῦ Χριστοῦ διεδίδοτο, οὐ δι' ἀρτηρίας ἐκπεμπόμενον, ἀλλὰ  διὰ προαιρέσεως ἀγαθῶν.  Αὕτη οὕτω  πλατεῖα  ἡ καρδία ἦν, ὡς καὶ πόλεις ὁλοκλήρους δέχεσθαι καὶ δήμους καὶ ἔθνη· Ἡ καρδία γάρ μου, φησὶ, πεπλάτυνται. Ἀλλ' ὅμως τὴν οὕτω πλατεῖαν  συνέσχε πολλάκις  καὶ ἔθλιψεν  ἡ εὐρύνουσα αὐτὴν ἀγάπη· Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν ταύτην. Καὶ διαλελυμένην  ἐπεθύμουν ἰδεῖν  τὴν πυρουμένην  καθ' ἕκαστον τῶν  ἀπολλυμένων, τὴν ὠδίνουσαν ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων, τὴν τὸν Θεὸν ὁρῶσαν (Οἱ γὰρ καθαροὶ τῇ καρδίᾳ, φησὶ, τὸν Θεὸν ὄψονται)· τὴν θυσίαν γεγενημένην  (Θυσία γὰρ τῷ Θεῷ, πνεῦμα συντετριμμένον)·  τὴν ὑψηλοτέραν  τῶν  οὐρανῶν, εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος  φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν τοὺς ποταμοὺς ἀφιεῖσαν· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔνθα ἦν ἡ πηγὴ ἡ ἁλλομένη, καὶ ποτίζουσα οὐ  τὸ  πρόσωπον  τῆς  γῆς,  ἀλλὰ  τὰς  ψυχὰς  τῶν  ἀνθρώπων·  ὅθεν  οὐ ποταμοὶ μόνον, ἀλλὰ καὶ πηγαὶ δακρύων ἐξῄεσαν καὶ νύκτωρ καὶ μεθ' ἡμέραν· τὴν καινὴν ζήσασαν ζωὴν, οὐ ταύτην τὴν ἡμετέραν (Ζῶ γὰρ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός. Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου  πλὰξ,  καὶ βιβλίον  τῆς  χάριτος)· τὴν  τρέμουσαν μὲν  ὑπὲρ τῶν  ἀλλοτρίων ἁμαρτημάτων (Φοβοῦμαι γὰρ, φησὶ, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς, Μή πως ὁ ὄφις Εὔαν ἠπάτησε, Μή πως  ἐλθὼν  οὐχ οἵους θέλω  εὕρω ὑμᾶς)· ὑπὲρ δὲ ἑαυτῆς  καὶ δεδοικυῖαν  καὶ θαῤῥοῦσαν (Φοβοῦμαι γὰρ, φησὶ, Μή πως ἄλλοις  κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι· καὶ, Πέπεισμαι γὰρ, ὅτι οὔτε ἄγγελοι οὔτε ἀρχαὶ δυνήσονται ἡμᾶς χωρίσαι),  τὴν  καταξιωθεῖσαν  φιλῆσαι  Χριστὸν, ὡς  οὐδεὶς  ἄλλος  ἐφίλησε,  τὴν θανάτου  καὶ  γεέννης  καταφρονήσασαν,  καὶ  ὑπὸ  δακρύων  ἀδελφικῶν συντριβομένην (Τί γὰρ ποιεῖτε, φησὶ, κλαίοντες καὶ συντρίβοντές μου τὴν καρδίαν;), τὴν καρτερικωτάτην, καὶ οὐ στέγουσαν καιρὸν ὥρας ἀποστῆναι Θεσσαλονικέων. δʹ. Ἐβουλόμην τὴν κόνιν  ἰδεῖν  τῶν  χειρῶν  τῶν  ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν ταῦτα τὰ γράμματα ἐγράφετο· Ἴδετε γὰρ πηλίκοις γράμμασιν ὑμῖν ἔγραψα τῇ ἐμῇ χειρί· καὶ πάλιν, Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν τῶν πηρωθέντων  καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν  καὶ ἐν σώματι Χριστὸν ἰδεῖν  καταξιωθέντων,  τῶν  ὁρώντων  τὰ γήϊνα καὶ οὐχ ὁρώντων, τῶν βλεπόντων  τὰ μὴ βλεπόμενα, τῶν μὴ εἰδότων ὕπνον, τῶν ἐν μέσαις ταῖς νυξὶν ἀγρυπνούντων,  τῶν οὐ πασχόντων τὰ τῶν ὀφθαλμιώντων. Ἐβουλόμην καὶ τῶν ποδῶν ἰδεῖν ἐκείνων τὴν κόνιν τῶν περιδραμόντων τὴν οἰκουμένην,  καὶ μὴ καμνόντων,  τῶν  ἐν ξύλῳ δεδεμένων,  ἡνίκα  τὸ δεσμωτήριον ἔσεισε, τῶν  τὴν  οἰκουμένην  καὶ  ἀοίκητον  περιελθόντων,   τῶν  ὁδοιπορούντων πολλάκις. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; Ἐβουλόμην τὸν τάφον ἰδεῖν, ἔνθα τὰ ὅπλα τῆς δικαιοσύνης ἀπόκειται, τὰ ὅπλα τοῦ φωτὸς, τὰ μέλη τὰ νῦν ζῶντα, νενεκρωμένα δὲ ὅτε ἔζη, ἐν οἷς πᾶσιν ὁ Χριστὸς ἔζη, τὰ ἐσταυρωμένα τῷ κόσμῳ, τὰ τοῦ Χριστοῦ μέλη, τὰ ἐνδεδυμένα  τὸν  Χριστὸν, τὸν  ναὸν  τοῦ Πνεύματος, τὴν  οἰκοδομὴν  τὴν ἁγίαν, τὰ δεδεμένα τῷ Πνεύματι, τὰ καθηλωμένα τῷ φόβῳ τοῦ Θεοῦ, τὰ ἔχοντα τὰ στίγματα τοῦ Χριστοῦ. Τοῦτο τὸ σῶμα τειχίζει τὴν πόλιν ἐκείνην, ὃ παντὸς πύργου καὶ μυρίων  ἐστὶ περιβόλων  ἀσφαλέστερον, καὶ μετὰ τούτου  τὸ Πέτρου· καὶ γὰρ ζῶντα ἐτίμα· Ἀνέβην γὰρ ἱστορῆσαι Πέτρον. ∆ιὰ τοῦτο καὶ ἀπελθόντα  κατηξίωσεν ὁμόσκηνον αὐτῷ ποιῆσαι ἡ χάρις αὐτόν. Ἐβουλόμην ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τις ἐμβολὴ εἰς τὰς τοῦ διαβόλου κατηνέχθη  φάλαγγας.  Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ σκιὰν ἴδοι, καὶ φωνῆς ἀκούσειε, πόῤῥωθεν δραπετεύειν. Οὕτω γοῦν καὶ τὸν πεπορνευκότα παρέδωκεν αὐτῷ πόῤῥωθεν ὢν, καὶ πάλιν ἐξήρπασε τῶν ἐκείνου χειρῶν· οὕτω καὶ ἑτέρους, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Σκόπει δὲ πῶς καὶ τοὺς ὑπ' αὐτῷ τεταγμένους ἀντεπεξάγει, διεγείρων καὶ ἀλείφων·  καὶ νῦν μὲν Ἐφεσίοις φησίν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας· εἶτα καὶ τὸ ἔπαθλον τίθησιν ἐν τοῖς ἐπουρανίοις, λέγων· Οὐ γὰρ περὶ γηΐνων πραγμάτων ἡμῖν ὁ ἀγὼν, φησὶν, ἀλλὰ περὶ τῶν  οὐρανῶν  καὶ τῶν  ἐν  τοῖς  οὐρανοῖς· νῦν  δὲ ἑτέροις φησὶν,  Οὐκ οἴδατε, ὅτι ἀγγέλους  κρινοῦμεν,  μήτι  γε  βιωτικά;  Ταῦτ'  οὖν  ἅπαντα  ἐννοοῦντες,   στῶμεν γενναίως. Καὶ γὰρ καὶ Παῦλος ἄνθρωπος ἦν, τῆς αὐτῆς φύσεως ἡμῖν μετέχων, καὶ τὰ ἄλλα πάντα ἔχων κοινά· ἀλλ' ἐπειδὴ πολλὴν τὴν περὶ τὸν Χριστὸν ἀγάπην ἐπεδείξατο,  τοὺς   οὐρανοὺς   ὑπερέβη,  καὶ  μετὰ  τῶν   ἀγγέλων   ἔστη.  Ὥστε  ἐὰν βουληθῶμεν  καὶ ἡμεῖς  διαναστῆναι  μικρὸν, καὶ τὸ πῦρ ἐκεῖνο  ἀνάψαι  ἐν  ἡμῖν, δυνησόμεθα ζηλῶσαι τὸν ἅγιον  ἐκεῖνον.  Οὐδὲ γὰρ ἂν, εἴπερ ἀδύνατον  ἦν τοῦτο, ἐβόα λέγων·  Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Μὴ τοίνυν  θαυμάζωμεν αὐτὸν μόνον, μηδὲ ἐκπληττώμεθα  μόνον, ἀλλὰ καὶ μιμώμεθα, ἵνα καταξιωθῶμεν καὶ  ἐντεῦθεν  ἀπελθόντες  αὐτὸν  ἰδεῖν,  καὶ  τῆς  ἀποῤῥήτου  δόξης  μετασχεῖν·  ἧς γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |