Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62
Εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.
Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον. Πάλιν ἡμᾶς καλεῖ ὁ ἀγγελικὸς βίος ἐπὶ τὴν ἀρχαίαν τρυφὴν, καὶ πρὸς τὴν θείαν ἐκείνην καὶ μακαρίαν ἀπόλαυσιν ἡμῖν ἐπανοίγει πύλας. Μεγάλην πρὸς Θεὸν παρέχει παῤῥησίαν ἡ ἑκούσιος νηστεία, καθαίρουσα μὲν τὰ σώματα διὰ τῆς ἐγκρατείας, ἁγιάζουσα δὲ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν παῤῥησίας, καὶ τῶν μὲν γηΐνων ἁπάντων ἐπιλανθάνεσθαι ποιοῦσα, τῶν δὲ οὐρανίων ἐπιθυμεῖν παρασκευάζουσα.Νηστεία τοὺς ἑαυτῆς ἐραστὰς εἰς οὐρανοὺς ἀνάγουσα, τῷ Χριστῷ παρεστάναι ποιεῖ, καὶ μετὰ τῶν ἁγίων ἔχειν τὴν κοινωνίαν.
Ὁ πατὴρ τῆς νηστείας, ἀγαπητοὶ,ἐστὶν ὁ νόμος τοῦ Θεοῦ· μήτηρ δὲ αὐτῆς ἐγκράτεια, ὑπομονὴ, ἀρετή· θυγατέρες αὐτῆς ἄσκησις, ἁγνεία, σωφροσύνη· υἱοὶ δὲ γνήσιοι Μωϋσῆς, Ἠλίας, ∆ανιὴλ, Ἰωάννης ὁ Βαπτιστὴς, καὶ ὁ λοιπὸς τῶν ἁγίων χορὸς, μάλιστα τῶν ἐν ταῖς ἐρήμοις ἀναχωρησάντων καὶ ἀσκητῶν· φίλαι δὲ αὐτῆς εἰσι πίστις, ἐλπὶς καὶ ἀγάπη·συνόμιλοι δὲ εἰρήνη, πραότης, ὁμόνοια· θεραπαινίδες δὲ αὐτῆς δοξολογία, ψαλμῳδία διηνεκὴς, εὐχὴ καθαρά· σύμβιος δὲ αὐτῆς ὁ φόβος τοῦ Θεοῦ· οἱ δὲ καρποὶ τῆς τούτων συμβιώσεώς εἰσιν ἁγιότης, ἀφθαρσία, παῤῥησία πρὸς τὸν Θεὸν, βασιλεία οὐράνιος, ζωὴ αἰώνιος. ∆ιὸ, ἀγαπητοὶ, οἱ μὲν ἐρασταὶ τῆς νηστείας, τὸν νόμον τοῦ Θεοῦ ἔχοντες ἐν τῇ καρδίᾳ αὐτῶν, νηστεύουσιν εἰλικρινῶς, ἄνομοι δὲ οὐ νηστεύουσι. Καὶ οἱ μὲν δίκαιοι νηστεύουσι διαπαντὸς εὐσεβοῦντες, καὶ τὸν νόμον Θεοῦ μελετῶντες καὶ πληροῦντες, τήν τε ἁγνείαν ἀγαπῶντες, καὶ τὴν σωφροσύνην περιπτυσσόμενοι, μέθης ἐλευθερούμενοι, καὶ τῷ Χριστῷ προσκολλώμενοι· οἱ δὲ ἄνομοι οὐχὶ νηστεύουσι μόνον, ἀλλὰ καὶ πάσης κακίας καὶ σατανικῆς ἐνεργείας πεπληρωμένοι τυγχάνουσι· πᾶσα ἀσωτία καὶ ἀσέβεια καὶ παρανομία παρ' αὐτοῖς ἐμπορεύεται· παρ' αὐτοῖς λόγοι αἰσχροὶ, γέλωτες ἀκρατεῖς, καὶ σχήματα διαβολικά· παρ' αὐτοῖς γαστριμαργία καὶ μέθη καὶ ἀκαταστασία συντριβήσεται.Πολλὰ γὰρ ὄντως τὰ ἐκ τῆς μέθης κακά. Οἱ γὰρ καταμεθυσθέντες τῷ οἴνῳ, τὰς φρένας σκοτοδινιῶσιν, ὥσπερ οἱ παραπαίοντες καὶ τῶν φρενῶν ἐξιστάμενοι, καὶ ὧδε κἀκεῖσε περιφερόμενοι, τοίχῳ τε ἀπὸ τοίχου προσαρασσόμενοι, ἀπρεπῶς τε ἐνσειόμενοι τοῖς ἀπαντῶσι, καὶ ἀσχημόνως φερόμενοι κατὰ γῆς. ∆ιὸ, ἀγαπητοὶ, φύγωμεν τὴν τοιαύτην αἰσχύνην, καὶ προθύμως νηστεύσωμεν μετὰ φόβου τοῦ Θεοῦ, πίστει βεβαιούμενοι, νόμῳ στηριζόμενοι, σωφροσύνῃ κοσμούμενοι, ἁγνείᾳ καλλωπιζόμενοι, ὄμμα σωφρονίζοντες, λογισμὸν ἁγιάζοντες, ἐν ὑπομονῇ πολλῇ καὶ καθαρᾷ καρδίᾳ προσευχόμενοι, τὰ πρόσκαιρα ἀποκτώμενοι, καὶ τὰ αἰώνια ἀντικτώμενοι. Εἴ τις γὰρ εἰλικρινῶς νηστεύει, Χριστὸν μιμεῖται, γενόμενος ἐπὶ γῆς ἀγγέλοις ὁμοιοῦται, προφήτας ζηλοῖ, ἀποστόλοις κοινωνεῖ, καὶ ὅλως ἐναλλαγεὶς τὴν φύσιν διὰ τῆς νηστείας γίνεται δίκαιος ἐξ ἀδίκου, ἀγαθὸς ἐκ πονηροῦ, ἐξ ἀσεβοῦς εὐσεβὴ, καὶ οὕτω Χριστὸν κληρονομεῖ, τὸν θησαυρὸν τῆς ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ νηστείας· Κυριακῇ εʹ τῶν νηστειῶν.
Ἥκει καιρὸς, ἀδελφοὶ, πρὸς τὸ διὰ νηστείας ἡμᾶς δρέψασθαι τοὺς τῆς μετανοίας καρπούς. Καὶ γὰρ πρὸς τὴν τῶν καρπῶν συλλογὴν ἐπιτήδειον τὸ θέρος καὶ τὸ μετόπωρον, πρὸς δὲ τὸν σπόρον χειμὼν καὶ τὸ ἔαρ· πρὸς δὲ νηστείαν καὶ προσευχὴν πᾶς καιρὸς ἐπιτήδειος. Ἀρθήσεται γὰρ ἀπ' αὐτῶν ὁ νυμφίος. καὶ τότε νηστεύσουσιν. Εἰ οὖν πρὸς ταῖς λοιπαῖς ἡμέραις τοῦτο τὸ ἔργον παρέφυγεν ἡμᾶς, ἀλλ' ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἐργάσασθαι ἡμᾶς τὸ χωρίον. Χωρίον δὲ λέγω τὴν νηστείαν, ἐπειδὴ χωρεῖ πάντας ἡμᾶς πρὸς τὸν κάματον καὶ τὸν σπόρον· οὐ γυναῖκα ἀπωθεῖται, ἀλλ' οὐδὲ γέροντα, οὐ νεώτερον, οὐ παιδάρια μικρά· πᾶσιν ἀνοίγει τὰς θύρας, καὶ πάντας εἰσδέχεται, ἵνα πάντας σώσῃ, ὡς τοὺς Νινευΐτας.
Καλὸς τῆς νηστείας ὁ σπόρος, ὅτι καὶ τὰς ἁμαρτίας ἡμῶν ὡς ἀκάνθας ἀνασπᾷ, καὶ τὴν δικαιοσύνην ὡς ἄνθος ἀνιστᾷ καὶ βλαστάνει· καλὸς τῆς νηστείας ὁ κάματος, ὅτι κουφίζει τὴν ψυχὴν ἀπὸ βάρους τῶν ἁμαρτιῶν, καὶ φορτίον ἐλαφρὸν τῶν ἐντολῶν τοῦ Χριστοῦ χαρίζεται. Ἄρατε γὰρ τὸν ζυγόν μου ἐφ' ὑμᾶς· ὁ γὰρ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. Ζυγὸς ἡ πίστις ἐστὶ πᾶσιν ἐπικειμένη· φορτίον, τῶν ἐντολῶν τὰ ποιήματα, ὤμοις ψυχῆς βασταζόμενα ἐν ἔργοις, ἐν οὐρανοῖς φανερούμενα.
∆ιὰ νηστείας ὁ νομοθέτης Μωϋσῆς ἐγένετο ἔνδοξος· νυχθήμερα τεσσαράκοντα ἄσιτος διαμείνας, εἶδε Θεὸν εἰς πρόσωπον αὐτοῦ ὁμιλοῦντα, νεφέλην ἐπισκιάζουσαν, καὶ δι' αὐτὴν τὸν Θεὸν λαλοῦντα αὐτῷ τὰ συμφέροντα, στῦλον πυρὸς λάμποντα ἐν νυκτὶ καθοδηγὸν παρεμβολῆς Ἰσραὴλ, οὐρανοῦ πύλας ἀνοιγομένας, ἀγγελικὸν ἐπὶ γῆς καταβαίνοντα ἄρτον, μάννα Θεοῦ μεταλαμβάνοντα ἄνθρωπον, πέτραν σχιζομένην ἐν ῥάβδῳ, καὶ προφέρουσαν ὕδατα, θάλασσαν γεννῶσαν ξένον βρῶμα, ὀρτυγομήτραν, καὶ τρέφουσαν τὸν λαόν. Πολλὰ καὶ ἕτερα σημεῖα εἶδε Μωϋσῆς διὰ τὸ προσέχειν νηστείᾳ. Ἀνατροπὴ θανάτου ἡ νηστεία. Εἶπεν ὁ Σωτήρ· Τοῦτο τὸ γένος τῶν δαιμόνων ἐν οὐδενὶ ἐξέρχεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ τῶν δαιμόνων χειρότερον οὐδέν· δυσμετάθετον ὄρος ὁ δαίμων· ὁ δαίμων ἁπάντων κακῶν χαλεπώτερον τραῦμα, ἐν ἀγοραῖς κατάγελως, ἐν οἴκοις ταπείνωσις, ἐν ἐκκλησίαις διατροπὴ, σαρκῶν κατάβρωμα, ψυχῆς ἀσθένεια, καθημερινὴ ὀδύνη, νοὸς ἐμπόδιον, ἔργων ἓν κώλυμα. Πολλὴ ἡ τοῦ δαίμονος ἐπήρεια. Ἀλλὰ τούτων πάντων περιγίνεται ἡ νηστεία καὶ ἡ προσευχή. Εὐχόμενος καὶ ψάλλων ὁ ∆αυῒδ, τὸν δαίμονα Σαοὺλ τοῦ βασιλέως ἀπήλασεν· Ἀπέστη γὰρ Πνεῦμα Θεοῦ ἀπὸ Σαοὺλ, καὶ ἐπνίγετο πνεύματι δαιμονίου πονηροῦ· καὶ ψάλλοντος τοῦ ∆αυῒδ, ἀνέψυξεν ὁ βασιλεύς. Ὅτι δὲ ἐνήστευσεν ὁ βασιλεὺς ∆αυῒδ, ἄκουε αὐτοῦ γράφοντος ἐν τοῖς Ψαλμοῖς· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον. Εἰ ἐνήστευσεν ὁ Ἀδὰμ ἀπὸ τοῦ ξύλου, οὐκ ἂν τὸν παρά δεισον ἀπώλεσεν· εἰ μὴ ἔφαγεν ἡ Εὔα ἀπατηθεῖσα ὑπὸ τοῦ ὄφεως, οὐκ ἂν θάνατον τῷ κόσμῳ ἐπήγαγεν· εἰ πρὸς νηστείαν ἔκλινεν Ἡσαῦ, οὐκ ἂν τὰ πρωτοτόκια ἀπώλεσε, διὰ μίαν βρῶσιν δόξαν ἀπώλεσε, καὶ δοῦλος ἐγένετο τοῦ ἀδελφοῦ αὐτοῦ. Θέλεις ἰδεῖν τῆς νηστείας τὴν ἰσχύν; δράμε πρὸς Νινευΐτας τοὺς χρησαμένους αὐτῇ εἰς κοινὸν κατόρθωμα. Ὅτε γὰρ ἠβουλήθη ὁ Θεὸς διὰ τὰς ἁμαρτίας αὐτῶν καταστρέψαι τὴν Νινευῒν, πέμπει Ἰωνᾶν τὸν προφήτην, καὶ λέγει αὐτοῖς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Καὶ φιλανθρωπία Θεοῦ ὃ μέλλει ποιεῖν σαλπίζει, καὶ τοῖς χρεώσταις τούτου προλέγει τὸν θάνατον, οὐχ ἵνα φύγωσιν ἐκ τῆς πόλεως, ἀλλ' ἵνα μετανοήσωσιν ἐν τῇ πόλει, ἵνα διεγερθῶσι καὶ σπουδαιότεροι γένωνται πρὸς τὸν λόγον. Οὐκ εἶπε· Νηστεύσατε, καὶ σώζω ὑμᾶς· οὐκ ἐδήλωσε· Μετανοήσατε, καὶ ἐλεηθήσεσθε· ἀλλ' ἔκρυψε τὴν φιλανθρωπίαν, καὶ ἐκήρυξε τὴν ἀποτομίαν, ἵνα μή τις εἴπῃ· Ἠνάγκασεν αὐτοὺς νηστεῦσαι ἢ μετανοῆσαι, καὶ Θεὸν σέβειν. Καὶ τὸ ἐξ ἀνάγκης οὐκ ἔστιν εὐαπόδεκτον· Οὐ γὰρ ἐκ λύπης, οὐδ' ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Σύντομος ἡ ἀπειλὴ, ἄδικος προθεσμία κατὰ πόδας.
Τί ἥκεις ποιῆσαι; ἐκ ποίων κόλπων πηδῆσαι; στρατόπεδον ἰσχυρὸν ἀντιστήσω καὶ λέγοντι; τίς πρὸς Θεὸν ὁ ἀνταποκρινόμενος; ἀψευδὴς ὁ λαλῶν. Ἀλλ' εἰ Θεὸς ὁ ἀπειλῶν, λέγουσιν ἐν ἑαυτοῖς· Τίνα φυγὴν τοῦ κακοῦ εὑρήσομεν; ἐν ποίῳ παραταξόμεθα πολέμῳ; τίς πρόμαχος γενήσεται ἡμετέρων ψυχῶν; τίς δυσωπήσει τὸν Θεὸν κατὰ πάντων παῦσαι τὴν ὀργήν; ποῖον παρακλήτορα πέμψομεν πρὸς τὸν Θεὸν καταλλάξαι εἰς εἰρήνην; Ἡμεῖς πάντες ἁμαρτωλοὶ τυγχάνομεν· ἐχθροὶ ὄντες τοῦ Θεοῦ οὐκ εἰσακουόμεθα. Τί ποιῶμεν; ποῦ φύγωμεν ἀπὸ προσώπου Κυρίου; ∆εῦτε, δράμωμεν πρὸς νηστείαν, ὦ ἄνδρες Νινευῗται, λέγει ὁ βασιλεὺς, καὶ σποδὸν ὑποστρωσώμεθα, καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, μηδὲ πινέτωσαν· καὶ ἴδωμεν, εἰ ἐλεήσει ἡμᾶς ὁ Θεός. Ταῦτα λογισάμενοι οἱ Νινευῗται, καὶ ποιήσαντες νηστείαν, ὡς ὀξύτατον βέλος, καὶ προσευχὴν ἑτοιμάσαντες, ὡς θυμίαμα εὐῶδες, δάκρυα μετανοίας, ὡς ποταμοὺς ὑδάτων καταγαγόντες, καὶ ὑποστρέψαντες ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ἐδυσώπησαν τὸν Θεὸν εἰς εἰρήνην καταλλάξαι. Αἱ τρεῖς ἡμέραι τῆς νηστείας ἀνῆλθον εἰς τοὺς οὐρανοὺς, ἤγγισαν τῷ ∆εσπότῃ, ἔλαβον παρ' αὐτοῦ σωτηρίαν. Ἐχαρίσατο πᾶσι ζωὴν, ἀνθρώποις καὶ κτήνεσιν. Ἡ μετάνοια ἔλαμψε, καὶ ἡ νηστεία. Ὅρα μὴ καταφρονῇς τοῦ κτίσματος, ἀλλὰ πρόσελθε, γρηγόρησον, καὶ ποίησον εἰς αὐτὸν καρπὸν εὐσεβείας. Εὐξώμεθα οὖν ὁμοθυμαδὸν πάντες, ἵνα καὶ ἡμεῖς ῥυσθῶμεν τῆς ἐπικειμένης ὀργῆς, καὶ ἐπιτύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ νηστείας
Ἱλασμῶν ὁ καιρὸς, καὶ μὴ παρίδωμεν τὸ εὔκαιρον· ἀνακλήσεως ἁμαρτημάτων ὁ καιρὸς, καὶ μὴ προησώμεθα τὴν χάριν, ἀλλὰ νηστεύσωμεν ἀπὸ βρωμάτων, καὶ πρότερον ἀπὸ ἁμαρτημάτων· πρῶτον γὰρ ἀγαθὸν ἀπαλλαγὴ κακῶν. Κακία δέ ἐστι τὸ ἀντικείμενον τῇ ἀρετῇ, φθόνος καὶ κλοπὴ, καὶ φόνος καὶ πόλεμος, καὶ ὅσα κακὰ λέγεται καὶ ἔστιν. Ὁ δὲ ὢν ἐν κακοῖς, τιμωρίαν ἔχει τὴν κακίαν· καὶ γὰρ πρὸ γεέννης κόλασις ἡ παρουσία τῆς κακίας. Οὐδὲ γὰρ ἰατροῦ τμῆσις κακή· ἀλλὰ διὰ τὴν προηγησαμένην κακίαν ἐπιφέρεται ἡ κόλασις.
Πρῶτον κακὸν τὸ ἐν κακίᾳ ἐξετάζεσθαι. Ὁ ἀσεβὴς ἀλλότριος Θεοῦ ἐστι· κἂν μὴ βληθῇ εἰς γέενναν, τῶν ἀγαθῶν ἀπεστέρηται. Ὁ μὴ σωφρονῶν λυμαίνεται ταῖς ἐπιθυμίαις, ὁ φθονῶν τήκεται τῷ πάθει, ὁ κλέπτων αἰδεῖται καὶ φοβεῖται, ὁ φονεύων οὐ πιστεύει αὐτοῦ τῇ ζωῇ. Πρῶτον κακὸν τὸ κακὸν εἶναι. Κἂν μὴ τέμῃ ὁ ἰατρὸς, νοσεῖ ὁ νοσῶν· κἂν μὴ τιμωρήσηται ὁ Θεὸς μακροθυμεῖ γὰρ, ἐν νόσῳ ἐστὶν ὁ ἁμαρτάνων· Ὁ ποιῶν γὰρ, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Οὐκοῦν πρὸ τῆς ἁμαρτίας δεδούλωται ὁ ἁμαρτάνων, καὶ ἤδη ἔχει τὴν τιμωρίαν. Καλὸς ὁ τῆς νηστείας χαλινὸς τοῖς ἀγαπῶσι τὴν ἀπὸ τῆς νηστείας ὠφέλειαν. Μὴ πρόσεχε μόνῳ τῷ ἐπιπόνῳ, ἀλλὰ καὶ τῷ καρπῷ. Εἰ γὰρ μὴ τῇ χρείᾳ προσεῖχέ τις, οὐκ ἂν ἔσπειρεν ὁ σπείρων, ἵνα μὴ δοκῇ σκορπίζειν τὰ ἀποκείμενα· ἀποβλέπων εἰς ἐλπίδα, σπείρει ἃ εἶχεν, ἵνα θερίσῃ ἃ οὐκ εἶχεν. Ἀλγεῖ ἡ σὰρξ ἐν νηστείαις, ἀλλ' εὐφραίνεται ἡ ψυχὴ τῇ ἐλπίδι τῶν ἀγαθῶν. Τί κρεῖττον ἐν ἡμῖν, ψυχὴ ἢ σῶμα; ἥτις κἂν τὸ μὴ ἀλγεῖν ἔλαβε, τρέφεται δὲ τῷ κάλλει τῶν ἀρετῶν μετὰ κρείττονος τῆς περιουσίας. ∆εῖ ἡμᾶς εἶναι ἐν νηστείᾳ, ἥτις τοῦ σώματος οὐκ ἔστι φθορὰ, ἀλλ' ἴασις καὶ θεραπεία. Οἱ νηστεύοντες, καὶ ῥημάτων σωματικῶν ἀπαλλάττονται· οἱ ἀσκοῦντες τήκουσι τὸ περιττὸν τῶν σαρκῶν, καὶ τρέφουσι τὸ ἐλλεῖπον τῆς ψυχῆς. Ἀεὶ ἡ ψυχὴ τοῦ σώματος κήδεται· τρέφει δὲ ἑαυτῇ καὶ ἑαυτῇ φροντίζει. Ἡ ψυχὴ τῷ σώματι εὐτρεπίζει τρόπον καὶ ἑαυτῇ εὐτρεπίζει λόγον. Εἰ γὰρ σώματος ἐπιμελεῖται πολλῷ μᾶλλον πρέπει αὐτῇ ἑαυτῆς κήδεσθαι. Ἡ παρὰ τοῦ Θεοῦ τάξις, τὸ ψυχὴν κρατεῖν σώματος· οἱ τιθέμενοι τὸ, σῶμα πρὸ τῆς ψυχῆς, ἀνατρέπουσι τὴν ὀρθὴν τάξιν. Οὐκ αὐτὴ σώματι δουλεύει, ἀλλ' ἢ ἐγένετο μὲν ἐξ ἀρχῆς ὀρθὴ, καὶ ἀεὶ τῇ ψυχῇ ἦν τὸ σῶμα ὑποτασσόμενον. Εἰ δὲ μὴ τοῦτο πείθει σε, κἂν γοῦν τὸ τὰς ἑορτὰς, ἃς ἑορτάζει ἡ ψυχὴ κατὰ τοῦ σώματος, τοῦτο πληροφορείτω σοι, ὅτι καὶ αὐτὴ φρονεῖ κατὰ τοῦ σώματος. Σῶμα σώζεται, ὅταν κρατῇ τὸ σῶμα τῆς ψυχῆς, καὶ αὐτὴ ἀπόλλυται. Μὴ νομίσωμεν μικρὸν κέρδος εἶναι νηστείαν. Ἑνὸς ξύλου εἰ ἀπέσχετο Ἀδὰμ, καὶ ἀπὸ ἑνὸς ἐνήστευσε, τεθνήκει ἂν ὁ θάνατος· μᾶλλον δὲ οὐ τεθνήκει ὁ μὴ ὤν. Ὁρᾷς εἰ τούτῳ ἐχρήσατο τῷ φαρμάκῳ ὁ Ἀδὰμ, οὐκ ἂν γέγονε τὸ γένος ἡμῶν θνητόν; Ὅσης χάριτος γέγονε χρεία, ἵνα ἀναλυθῇ ὃ ἐφεῦρεν ὁ Ἀδὰμ δι' ἀκρασίαν; Ὅταν ἴδῃς ὅτι κακὸν εἰργάσατο τὸ ἐναντίον, τουτέστι, τὸ μὴ ἀποσχέσθαι ἑνὸς ξύλου τὸν Ἀδὰμ, ἐπίγνωθι ὅσον ἀγαθὸν ἡ νηστεία καὶ ἡ ἀποχὴ ὧν ἔξεστιν. Ὁ μὲν γὰρ Ἀδὰμ, οὗ οὐκ ἐξῆν ἁψάμενος, ἀπώλεσε τὸ γένος· ἡ δὲ νηστεία καὶ ὧν ἔξεστιν ἀποστήσασα, ἀνακαλεῖται τὸ παράπτωμα. Εἰ δὲ καὶ Ἡσαῦ ἐνήστευσεν, οὐκ ἐπίπρασκε τὰ πρωτοτόκια· ἀλλὰ ἐδωδῆς ἥττων γενόμενος, τὸ ἀπὸ φύσεως πλεονέκτημα ἀντὶ φακῶν πέπρακε. Τοῖς πεπαιδευμένοις Γραφὰς ταῦτα ἐπιτρέπω. Τί κατήνεγκε τοῖς Ἰουδαίοις ἀπὸ τοῦ ὄρους Μωϋσῆς; νόμον καὶ νηστείαν γενομένην ἐπὶ τεσσαράκοντα ἡμέρας. Ἀλλὰ πρὶν ἢ κατηνέχθη, ὁ νόμος ὤφθη ὁ λαὸς ἀσεβήσας. Ἡ πρώτη ἐντολὴ, Κύριος ὁ Θεὸς εἷς ἐστι· καὶ οἱ μέλλοντες δέχεσθαι τὴν τοιαύτην ἐντολὴν, λέγουσιν, Οὗτοι οἱ θεοί σου. Μεγάλη ἀσθένεια· πρὸ γὰρ Θεοῦ ζῶντος μίμημα μόσχου προετιμήθη. Τί οὖν ἐστι τὸ φάρμακον τοῦ τοσούτου κακοῦ; Πάλιν νηστεύει Μωϋσῆς ὁ μὴ ἁμαρτήσας, καὶ συγχωρεῖται τοῖς ἁμαρτήσασι τοῦ παλαιοῦ νόμου ἡ ῥίζα. Ἀπὸ νηστείας ἤρξατο τῆς Καινῆς ∆ιαθήκης τὸ κήρυγμα, ἀπὸ νηστείας εἴληφε τὴν ἀρχήν. Βαπτισθεὶς γὰρ ὁ Σωτὴρ δι' ἡμᾶς, καὶ εἰς ἔρημον ἀπελθὼν, πρότερον ἐνήστευσε, καὶ οὕτω τῶν σημείων ἤρξατο, οὐκ αὐτὸς χρῄζων νηστείας, ἡμᾶς δὲ διδάσκων εἰς δύναμιν νηστείας ἔχειν τὴν τροπήν. Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν.
∆υσχεραίνουσί τινες, τὸν ἐπίπονον νόμον ὁρῶντες, καὶ οὐχ ὁρῶσι τὸ ἐκ τοῦ νόμου τούτου προσγινόμενον κέρδος. Οὐχ ὁρᾷς ὅτι καὶ λέοντες ἐν λάκκῳ ἐπείσθησαν νηστεῦσαι, καὶ οὐχ ἥψαντο τοῦ ∆ανιήλ; Εἰ δὲ λέοντες πειθαρχοῦσι τῷ προστάγματι, καὶ τῆς ἀγριότητος τὴν φύσιν ἐξέθεντο, καὶ εἰσὶν ὡς γνώριμοι, καὶ οὐκ ἐπέρχονται ὡς ἀλλότριοι, σπεύσωμεν ἐπὶ νηστείαν προσταχθέντες. Πάλιν γέγραπται, ὅτε Ἱεροβοὰμ ὁ βασιλεὺς τῆς Ἰουδαίας ἠσεβήκει, μόσχον προσκυνῶν κατὰ κληρονομίαν πατρικὴν, ἐπέστη προφήτης, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ εἶπεν οὐδὲν, εἰδὼς ὅτι ἀπειθεῖς καὶ ὁ ἄρχων καὶ οἱ ἀρχόμενοι· ἐάσας δὲ τοὺς μὴ ἀκούοντας ἀνθρώπους, λέγει πρὸς τὸ θυσιαστήριον, τουτέστι, πρὸς τὸν βωμὸν, ἵνα δείξῃ ὅτι οἱ λίθοι μᾶλλον ἀκούουσιν ἢ οἱ ἄνθρωποι· λέγει, Γεννηθήτω Ἰωσίας, καὶ τὰ ὀστᾶ τῶν θυόντων καύσει ἐπὶ τὸν βωμόν. Οὐκ ἤνεγκε τὴν ἀτιμίαν, καὶ ἠγανάκτησεν ὁ ἐλεγχόμενος· δυνάμει ἥπλωσε τὴν χεῖρα, ἵνα ἀναστρέψῃ τὸν εὐεργέτην τὸν προφήτην· ἥπλωσε μὲν, οὐκ ἐδυνήθη δὲ κάμψαι· ἡ γὰρ ἁμαρτία ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Φθέγγεται ὁ ἐκτείνας τὴν χεῖρα, κρατῆσαι τὸν προφήτην, καὶ ἅμα τῷ βοῆσαι ἰᾶται τὴν χεῖρα ὁ προφήτης· καὶ λέγει αὐτῷ ὁ βασιλεύς· ἄνελθε μετ' ἐμὲ εἰς τὸν οἶκον, γεῦσαι ἄρτου καὶ πίε ὕδατος, καὶ οὕτω πορεύσῃ, Ἀποκρίνεται ὁ προφήτης· πρόσταγμα ἔχω Θεοῦ ἐν τοῖς τόποις τούτοις, ἐν οἷς ἀσέβεια πολιτεύεται, μὴ γεύσασθαι ὕδατος καὶ ἄρτου. Ἀναχωρεῖ ὁ προφήτης. Πρόσεχε δὲ τῷ τέλει τοῦ λόγου. Ἄλλος προφήτης ἀκούσας ὅτι προφήτης παραγενόμενος τοιαῦτα εἶπε, διώκει καὶ καταλαμβάνει, καὶ παρακαλεῖ τὸν προφήτην εἰσελθεῖν καὶ γεύσασθαι μετ' αὐτοῦ, καὶ πείθει. Ἔπεισε δὲ εἰπὼν, ὅτι Κἀμοὶ Κύριος εἶπε τοῦτο ποιῆσαν. Εἰσῆλθε καὶ ἔφαγεν. Ἐν δὲ τῷ ἐσθίειν μετέρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν καλέσαντα προφήτην, καὶ λοιπὸν προφητεύει, οὐ τὰ ἀπὸ καρδίας, ἀλλὰ τὰ ἀπὸ πνεύματος, καί φησι πρὸς ἐκεῖνον τὸν εἰσελθόντα καὶ φαγόντα· Ἐπειδὴ οὐκ ἤκουσας Κυρίου τοῦ Θεοῦ σου, καὶ ἔφαγες ὅπου ἐκελεύσθης μὴ φαγεῖν, ἀπέρχῃ ἐντεῦθεν, καὶ ἐσθίει σε λέων. Ὁρᾷς τὸ παριδεῖν προστάγματος νηστείας, ὅσον κακὸν προξενεῖ; Ἀναχωρεῖ ὁ προφήτης, καὶ οὐ προέστη αὐτοῦ τὸ ἀξίωμα τῆς προφητείας διὰ τὴν παρακοήν. Ἐξῆλθε λέων, οὐχ ἵνα φάγῃ, ἀλλ' ἵνα δείξῃ ὅτι αὐτὸς προστάγματος ἀκούει, καὶ μετέρχεται τὸν μὴ ἀκούσαντα, καὶ ἐφήψατο τοῦ σώματος τοῦ παρακούσαντος ἐπὶ τοσοῦτον, ὡς ἀνελεῖν μόνον· καὶ ἀνεῖλεν ἵνα κολάσῃ τὸν παρακούσαντα. Ἀνελὼν δὲ προσεχρήσατο ὁ λέων τῇ νηστείᾳ ἀντὶ τῆς τρυφῆς τοῦ παρακούσαντος· ἔκειτο γὰρ νεκρὸς ὁ προφήτης, εἰστήκει δὲ ἡ ὄνος αὐτοῦ ζῶσα, οὐχ ὅτι οὐκ ἦν εὐμαρέστερον ὄνον ἀποκτεῖναι ἢ ἄνθρωπον, ἀλλ' ὁ ἄλογος λέων προστάγματι διέκρινε, καὶ τὴν μὴ ἁμαρτήσασαν ὄνον οὐκ ἀπέκτεινεν, οὐδὲ ἥψατο, τὸν δὲ παρακούσαντα, οὐκέτι προφήτην ὅσον εἰς παρακοὴν, ἀπέκτεινε. Καὶ ἦν ἰδεῖν περὶ αὐτοῦ τριπλᾶ θαυμάσια· ἔκειτο ὁ προφήτης μηνύων τὴν παρακοήν· παρεκαθέζετο ὁ λέων, μηνύων τὴν ὑπακοήν· παρειστήκει δὲ ἡ ὄνος, οὔτε τὴν φύσιν τοῦ λέοντος φοβουμένη, οὔτε ἀναχωροῦσα, οὔτε πάσχουσά τι ὑπὸ τοῦ λέοντος, ἵνα φανῇ ὅτι οὐ διὰ τὴν ἔννοιαν τῆς γαστρὸς ὁ λέων ἐπῆλθεν, ὡς ἐπῆλθεν, ἀλλὰ διὰ τὸ μὴ προσχρῆσθαι νηστείαις τὸν κελευσθέντα μὴ γεύσασθαι. Πάλιν ἀνελήφθη Ἠλίας ὡς ἐπ' οὐρανόν.Τί δὴ τὸ σημεῖον τῆς ἀναλήψεως, ἢ τῶν τεσσαράκοντα ἡμερῶν ἡ νηστεία; Εἰ Μωϋσῆς νηστεύει, καὶ Ἠλίας ἐπινηστεύει, καὶ ὁ Κύριος ἐπισφραγίζει, καλὴ ἡ μίμησις. Καίτοι οὐκ ἀναπολοῦμεν τὰς ἀναπαύλας τὰς ἐν τῷ μεταξύ· οὐ γὰρ τεσσαράκοντα ἡμέρας νηστεύομεν, ἀλλὰ διαστήματα ἐγκαταλιπόντες ἐν μέσῳ, τὸν μὲν ἀριθμὸν συνάπτομεν, τὴν δὲ νηστείαν οὐ διακρίνομεν. Μεγάλα τὰ πρὸ ἡμῶν, μικρὰ τὰ παρ' ἡμῶν· ἐὰν δὲ καὶ τῶν μικρῶν ἀποτύχωμεν, φανερῶς ἀλλότριοι τῶν νηστευσάντων ἐγενόμεθα. Οὐδεὶς ἡμῶν νηστεύει τεσσαράκοντα ἡμέρας· ἐπὶ γὰρ τεσσαράκοντα διαστήματα ἀναπαυόμεθα, ὥσπερ οἱ ὁδεύοντες, καθ' ἑσπέραν αὐλιζόμενοι, καὶ πάλιν ἀρχόμενοι. Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν. Νηστεία, ἀγγέλων ἐστὶ κατὰ τὸ δυνατὸν μίμησις, καταφρόνησις τῶν παρόντων, σχολὴ προσευχῆς, τρυφὴ ψυχῆς, χαλινὸς σώματος καὶ πραΰτης ἐπιθυμίας. Καὶ οἴδασιν οἱ νηστεύοντες, ὅτι πραΰνει τὰς ἡδονὰς, καὶ οὐκ ἀγνοοῦσιν οἱ πειρασθέντες· μαλάσσει θυμὸν, συνδάκνει τὴν ὀργὴν, καὶ καταπαύει τὰ φυσικὰ κύματα, ἀνεγείρει τὸν λογισμὸν, καὶ φαιδρὰν ἀπεργάζεται τὴν ψυχὴν, κουφίζει τὴν σάρκα, ἀπελαύνει ἀκρασίας αἰσχρὰς τὰς νυκτερινὰς, ἀπαλλάσσει μέθης, ῥύεται κεφαλαλγίας· φαιδρὰ φέρει καὶ τὰ χρώματα καὶ τὰ βλέμματα. Εὔτακτα ἐν νηστείαις τὰ κινήματα, εὔκολος ἡ γλῶσσα, μὴ διαστρεφομένη ἀπὸ οἴνου, ὀρθὸς ὁ λογισμός· οὐ γὰρ ἐκχέονται αἱ ἐπιθυμίαι. Χορεύει ἐν σωφροσύνῃ, γαλήνην κρατεῖ· ὁ γὰρ ἔξω ἄνθρωπος σχολάζει, καὶ ὧν μὲν πάσχομεν ἐν μέθῃ, οὐ μεμνήμεθα, ὧν δὲ ἀπαλλαττόμεθα ἐν νηστείαις, ἔχομεν τὴν ὑπόμνησιν. Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα· μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ.
Τίνος χάριν, εἰπέ μοι, ἀνῃρέθησαν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς; οὐχ ὅτι ὑπουργοῦντες οἴνου ἐγεύσαντο; Τίς ἦν νόμος τῶν Ναζωραίων; οὐχὶ οἴνου ἀπέχεσθαι, καὶ πάντων τῶν ἀπὸ οἴνου; Οἱ περὶ ∆ανιὴλ σπέρματα ἤσθιον, καταφρονοῦντες τραπέζης τυραννικῆς τοῦ Ναβουχοδονόσορ. Ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν ∆ανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν· ὅτε ἐπιθυμιῶν ἀπέσχετο, ταύτην τὴν ἐσχάτην προσηγορίαν ἐδέξατο. Ἐνήστευσεν οὐ μίαν ἡμέραν Ἰουδαϊκὴν, οὐ πτωχὴν, ἀλλὰ τρεῖς ἑβδομάδας ἡμερῶν, τὴν ἐκκλησιαστικὴν καὶ αὐτὸς προτυπῶν ὁδόν. Ἄρτον, ἔφην, ἐπιθυμιῶν οὐκ ἔφαγον· οἱ δὲ πεινοῦσιν εἰς ἐπιθυμίας πρὸς τὸν καιρόν· Οἶνος καὶ κρέα οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ὧν νηστεύει ἡ Ἐκκλησία. Ὅρα ἐν τῇ Παλαιᾷ πολιτείαν Χριστιανικήν. Ἐν μὲν γὰρ τοῖς ἀσθενοῦσιν οἱ τύποι, ἐν δὲ τοῖς προφήταις ἤδη τῆς ἀληθείας τὰ ἴχνη. Ἡ νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Εἶπε γὰρ ὁ Θεὸς, Καταστρέφεται Νινευῒ, καὶ οὐ κατεστράφη· προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν. Καὶ γὰρ κατέπιεν αὐτὸν κῆτος· κατέπιε δὲ νηστεῦον. Ὁ γὰρ καταπιὼν οὐκ ἐχρήσατο τῇ θήρᾳ εἰς βρῶσιν, ἀλλ' ἀπέθετο καὶ ἐτήρησε τὴν παρακαταθήκην τῷ ∆εσπό τῃ, καὶ τὸν μὴ θελήσαντα δι' ἑαυτοῦ ἀπελθεῖν, ἀπήγαγεν ὅπου προσετάχθη. Ἤκουσε Νινευῒ ἡ πόλις ἡ μεγάλη ἑνὸς προφήτου γυμνοῦ, ὃς ἦν ἀπὸ κήτους ἐξελθὼν, οὐδὲ χρῶμα ἀνθρώπου σώζων διὰ τὸν φόβον· εἷς προφήτης ἐπέβη ἐκεῖ, καὶ τὸ σημεῖον, ὅπερ πεποίηκεν, ὁ καιρὸς ἐνεδείξατο. Ἀλλὰ καὶ εἶπεν, ὅτι Καταστρέφεται ἡ πόλις· προλαβὼν ὤφειλεν αὐτοὺς ἀπαγαγεῖν τῆς πίστεως. Οἱ δὲ ἤκουσαν ἑνὸς προφήτου, καὶ ἀνεκήρυξαν φάρμακον κωλυτικὸν τὴν νηστείαν τῆς καταστροφῆς. Ὁ Ἰωνᾶς ἐφιλονείκει, οὐχ ἵνα καταστραφῇ ἡ Νινευῒ, ἀλλ' ἵνα ἐλεγχθῇ ἐκ παραθέσεως Ἰσραὴλ, ὅτι τὰ ἔθνη ἑτοίμως ὑπακούει καὶ ἑνὶ προφήτῃ, Ἰσραὴλ δὲ τοσούτων παρήκουσε.
Προσηνέχθη νηστεία, ἵνα ἀναλυθῇ τοῦ Θεοῦ ἡ ἀπόφασις. Ἦν δὲ ἡ νηστεία οὐχ ἁπλῆ, ἀλλ' ἀποχὴ μὲν βρωμάτων, ἀποχὴ δὲ καὶ ἁμαρτημάτων· ὁ γὰρ δι' ἁμαρτίας νηστεύων, καὶ ἐν ἁμαρτίαις κυλιόμενος, τί ἔτι ποιεῖ; ὡς εἴ τις ἀπὸ βορβόρου λουσάμενος, πάλιν τῷ βορβόρῳ ἐγκυλίεται. Αὐτῆς τῆς ἁμαρτίας δεῖ πρῶτον ἀποσχέσθαι. Τί γὰρ ὠφέλησεν ἐν ἄλλαις ἡμέραις ἁμαρτία προσαχθεῖσα, ἵνα πάλιν αὐτὴν ἐπινοήσωμεν μετὰ τὰ δείγματα τὰ πρότερα; οὐκ ἀσθενεῖ ἡ ψυχὴ ἐπὶ ταῖς προλαβούσαις πληγαῖς; οὐχὶ εὐχόμενοι αἰτούμεθα, ὅτι ἡμαρτήκαμεν; Εἰ ἐπὶ τὰ πρότερα μετανοοῦμεν, τὰ δεύτερα ἵνα τί συνάγομεν; Γέγραπται πάλιν, ὅτι ἀπέσχοντο βρωμάτων, ἀπέσχοντο καὶ ἁμαρτημάτων. Ἐπήκουσεν ὁ Θεός· ἱκανὴ ἡ νηστεία προτρέψασθαι τὸν ∆εσπότην. Ὁ Ἰωνᾶς ἠχθέσθη, ὅτι προφήτης ἤμελλεν ἀκούειν· ὁ δὲ Θεὸς ἐναλλάξας τὴν ἀπόφασιν, οὐ κατώκνησε σῶσαι. Οὐδὲ γὰρ ἦν ψεύσασθαι Θεὸν, ἀλλ' ἀληθεύει ὁ εἰπών· Ἐὰν ἐξαίφνης εἴπω κατ' ἔθνος καὶ βασιλείας καταστρέψαι καὶ ἐκριζοῦν, καὶ μετανοήσει τῆς κακίας, μετανοήσω κἀγὼ ὧν ἀπεφηνάμην. Οὐκ ἐψεύσατο ὁ Θεὸς ἀνακαλεσάμενος τὴν ἀπόφασιν· οὐδὲ γὰρ ἔπεμψε τὸν προφήτην, ἵνα καταστραφῇ Νινευΐ· τί γὰρ ἀναγκαῖον προειπεῖν; ἀλλ' ἐπειδὴ οὐκ ἤθελε καταστρέψαι, ἠπείλησεν ὅτι Καταστρέφω, ἵνα μετανοήσαντες μὴ καταστραφῶσιν. Οὐκ ἔφαγεν Ἀδὰμ ἀπὸ τοῦ ξύλου, καὶ τότε αὐτὸν ἐτιμωρήσατο ὁ Θεὸς, ἀλλὰ προείρηκεν ὅτι Ἐὰν φάγῃς, ἀποθανῇ, ἵνα μὴ φάγῃ. Οὐκ ἤκουσε τοῦ εἰπόντος, ἔφαγεν, ἐβρώθη. Οὐκ ἔστιν ἐγκαλέσαι, ὅπου ἐστὶ προαίρεσις; Ἀλλ' οὐκ ᾔδει, φησί τις, ὅτι ἔμελλεν ἐσθίειν; Τάχα αἱρετικὸς ὁ λέγων καὶ κατατρέχων τῆς Παλαιᾶς· πρὸς ὃν ῥηθήσεται· Εἰ ᾔδει οὖν ὁ Σωτὴρ, ὅτι Ἰούδας ἔμελλε προδιδόναι, πῶς τοῦτον ἐξελέξατο; Ἀλλὰ τάχα πρὸς τὸν αἱρετικὸν ἀπολογησόμεθα, ἀντιθέντες τὰ τοῦ Ἰούδα τοῖς κατὰ τὸν Ἀδάμ. Ἆρ' οὖν αὕτη λύσις ἐστὶν, ἢ διπλοῦς δεσμός; ∆εῖ οὖν ἡμᾶς ἀπολογήσασθαι, καὶ διὰ τί τὸν Ἰούδαν τοιοῦτον ὄντα ἐξελέξατο, καὶ διὰ τί, εἰδὼς ὅτι ἁμαρτάνει ὁ Ἀδὰμ, ἐν παραδείσῳ τοῦτον τέθεικε. ∆εῖ δὲ τὰ μεγάλα ζητήματα κινεῖν ἐν νηστείαις, ὅτε νήφει ἡ ψυχή. Ἤδει ὁ Σωτὴρ ἐντεῦθεν γὰρ ἀρκτέον, ὅτι Ἰούδας προδίδωσι. Τί οὖν, λέγετε; Ὑπερβολὴν φιλανθρωπίας παριστῶν, ὅτι ὅσον μὲν εἰς ἐμὲ, καὶ ἀπόστολος εἶ, καὶ μετὰ μαθητῶν σε ἀριθμῶ· εἰ δὲ ἀνάξιον σαυτὸν ἀποφαίνεις, ἐμοῦ μὲν φαίνεται ἡ ὑπερβολὴ τῆς φιλανθρωπίας, σοῦ δὲ ἡ ὑπερβολὴ τῆς κακίας. Καὶ γὰρ γλωσσόκομον αὐτῷ ἐπίστευσε τῶν μετρίων, οὐκ ἀγνοῶν ὅτι κλέπτει, ἀλλὰ βουλόμενος διὰ τοῦ δοῦναι αὐτῷ ἐξουσίαν παῦσαι τὸ πάθος. Προῄδει οὖν καὶ προλέγει· οὐ μόνον δὲ προῄδει, ἀλλὰ καὶ πολλάκις προείρηκεν, Εἷς ὑμῶν παραδώσει με. Τί οὖν ἐγκαλέσετε; Ἵνα ὁ πονηρὸς τῇ πονηρίᾳ πληρώσῃ τὴν ἀγαθὴν οἰκονομίαν· καὶ οὐκ ἠνάγκασεν αὐτὸν ὁ ἐκλεξάμενος. Εἰ γὰρ καὶ ἠνάγκασεν ὁ Ἰησοῦς, οὐχὶ ἠνάγκασεν αὐτὸν προδότην γενέσθαι, ἀλλὰ ἀπόστολον· ἀλλ' οὔτε ἀπόστολον ἀναγκάζει. Τὸ γὰρ μετὰ ἀνάγκης γενόμενον, αὐτὸ λέγεται, ὃ οὐ γίνεται· σώφρων γὰρ μετὰ ἀνάγκης οὐ σώφρων, ὅτι ἀνάγκη ἐγένετο. Οὐδὲ γὰρ δεσμοῖς αἱ ἀρεταὶ γίνονται, ἀλλὰ προαιρέσει ἡ πολιτεία. ∆ιὰ τί οὖν καὶ τὸν Ἀδὰμ ἀφῆκεν ἐν παραδείσῳ; Ἀγαθὸς ἦν ὁ πλάσας, ἐλεύθερον ἐποίησεν, ὡς ἐλευθέρῳ τέθεικεν αὐτὴν τὴν ἐντολήν. Ἀλλ' ᾔδει, ὅτι μέλλει ἐσθίειν. Ἀλλ' ἀνάγκῃ οὐκ ἐκώλυσεν, οὔτε προαίρεσιν κατηνάγκασεν· Ἀδὰμ ἥμαρτε. ∆ιὰ δὲ τὸ ξύλον τίμιος ὁ τόπος, ἐν ᾧ ἦν τὸ τίμιον. Οὐ γὰρ κακὸς ἐκτίσθη, ἀλλὰ κακῶς παρηκούσθη ὁ παραγγείλας. Εἰ δὲ ἡ γεῦσις καὶ τὴν ἐντολὴν ἀπώλεσεν, ἡ νηστεία μετὰ ἐντολῆς ἀνακαλεῖται καὶ σώζει. Σαυτὸν δοκίμασον, ὦ ἄνθρωπε. Τίς γὰρ χρεία ἀναγνωσμάτων; σκόπει σαυτὸν, τίς ἦς πρὸ τῆς νηστείας, καὶ τίς νηστεύων. Τῶν γὰρ πραττομένων τὰ μὲν ὕστερον φέρει τὸν καρπὸν, τὰ δὲ ἐν αὐτῷ τῷ ἔργῳ προξενεῖ καὶ τὸν καρπόν. Ὁ κατερχόμενος εἰς θάλασσαν ἐπὶ θήραν, οὐκ ἐν τῷ καταδύειν ἔχει τὴν θήραν· ὁ δὲ νηστεύων εὐθὺς ἔχει τὸν καρπόν. Οὐκ ἔχεις γαλήνην; οὐκ ἀπήλλαξαι κυμάτων ἀπὸ οἴνου; οὐκ ἀπήλλαξαι ζάλης καὶ χειμῶνος; οὐκ ἐπιθυμεῖς ἀκοῦσαι ὅτι ἡ σὰρξ κεχαλίνωται, μὴ σκιρτῶσα, μὴ ἐρυθριῶσα. οὐκ ᾔδεις σὺ περὶ σωφροσύνης κινεῖν λόγον νῦν; οὐκ ἀκούεις ὅτι ἐνήστευσεν ὁ δεῖνα, καὶ χαίρεις; Οἱ νηστεύοντες μὴ ἐπὶ κακῷ τὴν νηστείαν νομίζετε· ὁ γὰρ κακὸν νομίζων τὴν νηστείαν, κἂν νηστεύῃ, ἐν κακίᾳ ἐστίν. Οὐκ εἰσὶν ἐν κακοῖς οἱ ἄγγελοι, μὴ χρείαν ἔχοντες τῆς παρ' ἡμῖν τρυφῆς. Οὐ κατ' ἀξίαν ἐσθίομεν, ἀλλὰ κατ' ἔνδειαν ἀποπληρούμεθα. Ὅσα κακὰ παρ' ἡμῶν γίνονται, σβέννυνται ἐν νηστείαις. Νηστείαν δὲ λέγω, οὐ μόνον τὴν ἀποχὴν τῶν τροφῶν, ἀλλ' ἣν οἶδεν Ἡσαΐας· νήστευσον, ἵνα ἀκουσθῇς. Καὶ ἐὰν εἴπῃς τῷ Θεῷ κατὰ τὸν Ἰουδαϊκὸν λόγον· Ἐνηστεύσαμεν καὶ οὐκ εἶδες· ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐκ ἔγνως· ἀσφαλίζου, μὴ ἀκούσῃς. Ἐν γὰρ ταῖς νηστείαις ὑμῶν εὑρίσκετε ὑμῶν τὰ θελήματα.
Ἐὰν τὸ θέλημα Κυρίου πληρώσῃς, τὴν νηστείαν ἐποίησας. Οὐ γὰρ πραγματεία ἐστὶν ἡ νηστεία, ἵνα κερδήσωμεν μὴ ἐσθίοντες, ἀλλ' ἵνα ὃ μέλλεις ἐσθίειν φάγῃ πτωχὸς ἀντὶ σοῦ· καὶ γίνεταί σοι διπλοῦν τὸ ἀγαθὸν, καὶ ὅτι σὺ νηστεύεις, καὶ ὅτι ἄλλος οὐ πεινᾷ. Κάμνωμεν νηστεύοντες· οὔπω ἀνεσταυρώθημεν νηστεύοντες. ∆ιὰ τί ἡ νηστεία; Ἀντὶ σταυροῦ· μείζονα ἐλάβομεν, μικρὰ ἀποδιδοῦμεν. Ἐσταύρωται διὰ σὲ, καὶ διψᾷ, καὶ πίνει ὄξος μετὰ χολήν. Ἀηδὴς ἡ τροφὴ, μέγα ἡ νηστεία. Οὔπω ὅσον ἡ χολὴ, καὶ στήκεις κάμνων; οὔπω ἐκρεμάσθης ἐπὶ σταυροῦ. Μὴ ἀγνωμόνει πρὸς Ἰησοῦν, μὴ ἀπόκλαιε ὅτι νηστεύεις, ἀλλὰ ἀπόκλαιε, ὅτι ἀεὶ οὐ νηστεύεις. Τίνων ἀπεστερήθης νηστεύων; οἴνου; Οὐκ οἴνου, ἀλλὰ φλεγμονῆς, κεφαλαλγίας, ἄσθματος μοχθηροῦ. Ἐννόησον τοίνυν ἐν ποίοις εἶ, ἐν ἡσυχίᾳ, ἐν πραότητι, ἐν γαλήνῃ. Καλὸν χρῶμα ἐν νηστείαις ἐπὶ ταῖς ὄψεσιν ἐγγίνεται, ἥμερον, γαληνόν· οἴνου γὰρ χρῶμα καῦσις πυρός. Ὁ μὴ συμπάσχων τῷ Ἰησοῦ, οὐκ οἶδε τὸν Ἰησοῦν· ὁ ἀποκρουόμενος τὴν νηστείαν, οὐκ οἶδε τὸν σταυρόν. Μὴ ὡς κακῷ προσερχώμεθα τῇ νηστείᾳ, ἵνα μὴ ὡς κακὸν γένηταί σοι τὸ ὑποπτευόμενον· μηδὲ ὡς αἰσχρὸς δοῦλος Θεῷ δὲ εὑρεθήσῃ ὑπηρετῶν. Οὐδεὶς ἄχθεται ἐν ἑορταῖς, εἰ μὴ ὁ ἀγνοῶν τὴν δύναμιν τῶν ἑορτῶν. Ὅτε ἑορταὶ τότε μᾶλλον φαιδρύνου. Σὺ δὲ μᾶλλον τοὐναντίον ποιεῖς· ὅτε ἦς ἄγγελος, τότε χαλεπαίνεις. Οὐκ οἶδας τὸ μεταξύ; Ὅτε ἡ φύσις τὸν γάμον ἀπαιτεῖ, οὐ γαμεῖς ὑπὲρ φύσιν. Εὐλαβοῦ ἐν γάμῳ· εἰ τιμᾷς τὰς νηστείας, τὰς ἡμέρας τῶν νηστειῶν γενοῦ ἄγγελος. Οὐ διαβάλλω τὸν γάμον, προκρίνω δὲ τὴν νηστείαν. Ἃ ἐφάγομεν πρὸ τῆς νηστείας, οὐ μένει μεθ' ἡμῶν. Τί οὖν ἀσχολούμεθα ἐπὶ τὰ μὴ παρόντα; ὅλη ἡ ἡδονὴ τῶν βρωμάτων, ἕως τοῦ καταπιεῖν ἐστιν· ἐπὰν δὲ παρέλθῃ τὸ γευστικὸν χωρίον, γέγονεν ὡς οὐκ ἦν. Ἡ νηστεία δὲ οὐ μαραίνεται, οὐ χωρεῖ ἐν κοιλίᾳ, οὐδὲ διὰ κοιλίας εἰς σκύβαλον μεταβάλλεται· ἀθανασίας γάρ ἐστι πρόξενος, μετ' ἀγγέλων τὸ διαίτημα ἔχει, ὅτι ἀγγέλων κατὰ τὸ δυνατόν ἐστι μίμησις. Ἀκηδιάζεις, ὅτι νήφεις; ὅτι οὐ βεβάρησαι ἀλλοτρίαις εὐπραγίαις; ὅτι ὀρθὸς ὁ λογισμός; ὅτι καθαρὰ ἡ σάρξ; ὅτι ἀνθεῖ ἡ διάνοια; ὅτι ἀκούεις τῆς Γραφῆς μετὰ χαρᾶς; ὅτι τὰ ἀπόῤῥητα σιωπᾷς, καὶ οὐκ εἶ ἄνθρωπος, ἀλλὰ σχεδὸν ἄγγελος; Ἑορτὴ Κυρίου τοῦ καλέσαντος ἡμᾶς εἰς γάμον πνευματικὸν, τοῦ εἰσελθόντος ἰδεῖν τοὺς ἀνακειμένους· μή τις ἀλλοτρίοις ἱματίοις ἔχων εἰσέλθῃ. Ἱμάτια δεῖ γάμῳ ἐπιφέρεσθαι καθαρὰ καὶ ἀμόλυντα καὶ ἅγια πρὸς γάμους ἁγίους καὶ ἀμολύντους, φαιδρὰ ἔξωθεν, καὶ ἔσωθεν λαμπρά. Ἡσυχαζέτω καὶ ὁ γάμος, καὶ τὴν παραγγελίαν τοῦ ἀποστόλου κατὰ νουθεσίαν ἐχέτω ἕκαστος, τοῦ ἐκ συμφώνου σχολάζειν ἕκαστον ἐν νηστείαις. Ταῖς νηστείαις δὲ συναπτέσθω καὶ εὐχή· ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει· νήστευσον, ὅτι οὐχ ἥμαρτες, καὶ ὅτι ἥμαρτες νήστευσον, καὶ πάλιν ἵνα μὴ ἁμάρτῃς νήστευσον, καὶ ὅπως διαμείνῃ ἃ ἔλαβες. Τοσαῦτα γὰρ εἴδη νηστείας. Ἥμαρτέ τις, καὶ ἐνήστευσεν ἑαυτὸν κολάζων, ἵνα διαφύγῃ τὴν κόλασιν; νηστεύσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἵνα μὴ ἐπαναστῶσι καθ' ἡμῶν αἱ ἐπιθυμίαι. Ὁρᾷς δὲ τὴν νηστείαν ἑπομένην τῇ ἁμαρτίᾳ, τουτέστι, τὴν μετὰ τὴν ἁμαρτίαν, γινομένην ἐν λόγοις τιμωρίας ἐπιστροφήν.
Ἀλλ' ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ' ἵνα κωλύσῃ τὸ μέλλον· Ἄλλη νηστεία ἐστὶν, ὁ ζητῶν νόμον νόμου λαβεῖν. Καὶ γὰρ ὁ αἰτῶν νόμον νηστεύει, ὡς Μωϋσῆς ἐνήστευσε, καὶ ἔλαβε νόμον. Πάλιν ἄλλος νηστεύει, ἵνα ὧν κατηξιώθη, τούτων μὴ ἀποτύχῃ. Ἡ δὲ Ἐκκλησία ὁμοῦ νηστεύει, τὴν χάριν καὶ τὴν οἰκονομίαν. Τὸν Ἰησοῦν ἐπιγινώσκει πράγματι, τῷ σταυρωθέντι συνεσταυρωμένη, τῷ Κυρίῳ συμπάσχουσα, ἵνα καὶ συνδοξασθῇ, οὐχ ἵνα τὸν Κύριον πενθῶμεν· ζῇ γὰρ ὁ τοῦ ζῶντος Υἱός· ἀλλ' ἵνα τὴν χάριν ὁμολογῶμεν τῆς οἰκονομίας. Εἰ καὶ πενθοῦμεν ὅτι ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, οὐ δι' αὐτὸν πενθοῦμεν, ἀλλὰ διὰ τὴν τόλμαν τῶν τολμησάντων. Ἀνέστη γὰρ ἐκ νεκρῶν, ἔστη ἐν δόξῃ, ἐν ᾗ προϋπῆρχε παρὰ τῷ Πατρὶ, συνὼν ἦν πρὸς τὸν Πατέρα ὅθεν καὶ ἦν. Οὐκ ἔστι πένθους ἀξία ἡ νίκη τοῦ Ἰησοῦ. Ἀλλὰ νηστεύσωμεν ἑαυτῶν κηδόμενοι, καὶ κοινωνοὶ σπεύδοντες αὐτοῦ εἶναι τῶν παθημάτων· ὥσπερ ἀξίαν πράττωμεν, ἀδελφοί. Τίς κατηξίωσε κοινωνὸς εἶναι τῶν παθημάτων Χριστοῦ; Μέγα τὸ μυστήριον. Σπεύσωμεν ἐπὶ τὰ ἀγαθὰ, καὶ μὴ ἐκκλίνωμεν εἰς κακά. Ἰησοῦς ἐσταύρωται, ὁ τοῦ ἀθανάτου Υἱός· ἐκρέμασε τὸ σῶμα ἐπὶ τὸν σταυρὸν, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ σέ. Ἔφαγες σὺ ἀπὸ τοῦ ξύλου, νηστεύει αὐτὸς ἐπὶ τοῦ ξύλου· ἔλαβες ἐξ ὧν οὐκ ὤφειλέ σοι· ἐπέθηκεν αὐτὸς σῶμα ἀνθ' ὧν ἔλαβες. Ἐπιθυμίαν ἡττήθης χαλεπήν· πίνει αὐτὸς ὄξος ἀντὶ ἡδονῆς. Μὴ ἀλλότριος γένῃ τῆς βασιλείας. Ἔγνως ὅτι ἐσταύρωται, ἔγνως ὅτι ὑπὲρ σοῦ ἀπέθανεν, ὁμολόγει ὅτι ζῇ. Ὑπὲρ ζῶντος ποίει τὴν ὁμολογίαν, μαρτύρει τῷ μαρτυρήσαντι, ἀπόθανον ὑπὲρ τοῦ ἀποθανόντος. Εἰ δὲ οὕτω ἀπαιτεῖ θάνατον, μὴ ἀποπηδήσῃς· μικρός ἐστιν ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; χάρισαι αὐτῷ τὰ μικρά· μετ' εὐφροσύνης πρόσδραμε αὐτῷ ἐπὶ ἑορτὰς, μετὰ χαρᾶς δέξαι τὴν νηστείαν. Τρυφή ἐστιν ἡ νηστεία πνευματική. Ἀλλὰ τάχα εἰκῆ κράζω· ὥσπερ γὰρ ἤλλαξεν ὁ χρόνος τὰ χρώματα τῶν σπευδόντων ἐπὶ τράπεζαν. Τοῦτο δὲ οὐκ ἔστιν ἀγαπώντων νηστείαν ἐν ᾗ ἑστήκασιν. Οὐ γὰρ ἦν ἀκόλουθον ἄχθεσθαι ὑμᾶς τὸ τῆς τραπέζης Κυρίου ἀποσπᾶσθαι. Παρὰ προσδοκίαν δὲ ἀπήντησεν ἡ θέα, ὡς ἀπήντησε τοῦ λύχνου ἡ αὐγή. Ἠλέγχθη ἡ λανθάνουσα συνείδησις, ὅτι βίᾳ κατεχόμεθα· καὶ οὐκ ἄρα ἑστήκαμεν. Ἕως πότε τὴν ἀλήθειαν παίζομεν· ἕως πότε τὰ τοῦ Κυρίου πραγματευόμεθα; ἢ οὐκ ἤκουσας τοῦ ψαλμοῦ λέγοντος, ἅμα δὲ αὐτοῦ ὑπακούοντος, Εἰ ἀλήθειαν λαλεῖτε, εὐ θείας κρίνατε; Εἰ ἀληθεύεις ἐπὶ τὴν νηστείαν, χαρὰν ἔχε ἐπὶ τὴν νηστείαν· εἰ δὲ ἀλγεῖς, ἀδικεῖς σεαυτόν· εἰ πονεῖς, οὐκ εὐφραίνῃ· εἰ διώκεις ὡς ἀγαθῶν ἀπεστερημένος, οὐ τυγχάνεις ἀγαθῶν. Ἰησοῦς ἐσταύρωται διὰ σοῦ, καὶ οὐκ ἐδυσχέρανεν, ἀλλὰ μᾶλλον καὶ ἔσπευδε τοῦ παθεῖν· σὺ δὲ οὐδὲ μικρὰν νηστείαν ἀνέχῃ διὰ τὴν σεαυτοῦ σωτηρίαν; Ὦ ἄνθρωπε, οὐκ ἔχω δύναμιν τοσαύτην, ἵνα κράζω, ὅσον ὀφείλω. Ἰησοῦς ἐσταύρωται· ὅρα, καὶ ὑπότυψον τὸ στῆθος, κατάγαγε δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν. Ἐσταύρωται διὰ σέ· συσταυρώθητι, συνδοξάσθητι ἐκείνῳ, οὐχ ἵνα ἀποθάνῃς, ἀλλ' ἵνα θανάτου ἀπαλλαγῇς. Αὕτη ἡ τῆς παρασκευῆς ἡμέρα, ἡμέρα ἐστὶν ἐν ᾗ ὁ σταυρὸς ὑπὲρ σοῦ ἐπάγη· καὶ σὺ συσταυρώθητι, συναπόθανε. Ὑπὲρ Θεοῦ γὰρ ὁ λόγος, Θεοῦ τοῦ γενομένου ἀνθρώπου διὰ σέ. Οὐκ αἰδούμεθα τὴν ἀξίαν; οὐκ ἐρυθριῶμεν τὸ πάθος; κάτερα ἐνθυμήθητι, ἄνθρωπε, τί ἦν, καὶ τί ἔπαθε.Κέκριται ὁ κριτὴς, καὶ ἡ ζωὴ θανάτῳ παραδέδοται· καὶ ὁ τρέφων πεινᾷ, καὶ ὁ ποτίζων διψᾷ, καὶ ὁ ἐν δόξῃ ἐν ἀτιμίᾳ, καὶ ὁ βασιλεὺς ἐπὶ ἡγεμόνος, καὶ ὁ Θεὸς ὑπὸ ἀνθρώπων κατακρίνεται· ὁ ἀληθεύων ἐν τῷ λέγειν. Ὁ Πατὴρ οὐδένα κρινεῖ, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ· ὁ πάντα κρίνων ὑπὸ τίνος κέκριται; Ἀρκεῖ σοι ταῦτ' ὦ ἄνθρωπε, εἰς ὑπόμνησιν νηστείας. ∆εῖ γὰρ πρῶτον γνῶναι ἐν οἷς ἐσμεν, καὶ τότε διακρίνειν τὰ καθ' ἡμᾶς. Ὅταν ἀγαπήσωμεν τὴν νηστείαν καὶ διατεθῶμεν καλῶς τὰ περὶ αὐτῆς, ὥσπερ ἑορτῆς χορεύοντες, καὶ τὴν ἐν ταῖς νηστείαις ἑστίασιν, παραθησόμεθα τὰ μυστήρια τῆς νηστείας, τιμῶν ἐς τὴν τοῦ Κυρίου τράπεζαν, τοῖς δούλοις τοῦ Κυρίου, τὴν δόξαν τὴν πρὸ αἰώνων, τὴν οἰκονομίαν αὐτοῦ τὴν ἐν ὑστέροις καιροῖς· τίς ἦν, καὶ τί γέγονε, πόθεν ἦλθε, καὶ ἐπὶ ποίῳ λαῷ ἐπεδήμησε, καὶ διὰ τί· ἵνα καὶ ὡς εὐφραινόμενοι καὶ εὐφραίνοντες, τὴν νηστείαν ταύτην διὰ παντὸς ἔχωμεν, τῷ Κυρίῳ τῆς νηστείας δουλεύοντες, πάντοθεν αὐτῷ εὐχαριστοῦντες, καὶ πάντοτε δοξάζοντες, πάντοτε ἀγαπῶντες τὸν ἀγαπήσαντα ἡμᾶς, καὶ προσκυνοῦντες τὸν ἀναδεξάμενον ἡμῶν τὰς ἁμαρτίας, καὶ ἀποθνήσκοντες ὑπὲρ τοῦ ἀποθανόντος, καὶ ἐλπίζοντες τοῦ συνδοξασθῆναι τῷ ἀτιμασθέντι. Τῷ δὲ παναγίῳ Πατρὶ, τῷ καταξιώσαντι ἡμᾶς τῆς παρούσης νηστείας, καὶ μὴ φεισαμένῳ τοῦ ἰδίου Υἱοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν διὰ τοῦ ἐλθόντος τὸν ἀποστείλαντα δόξαν ἀναπέμψωμεν ἅμα τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Περὶ εὐχῆς.
∆εῦτε πάντες, ἀδελφοὶ, γνωρίσωμεν τὸν ποιήσαντα ἡμᾶς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καὶ οἰκτίρμονα, τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἱ πάντες γρηγορεῖτε καὶ γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· δεῦτε, ἀκούσατε αὐτοῦ λέγοντος· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Λοιπὸν, ἀδελφοὶ, ἐφ' ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.
Εὐχὴ γὰρ θησαυρὸς ἀνέκλειπτος παντὸς ἀγαθοῦ, λιμὴν ἀχείμαστος, γαλήνης ὑπόθεσις, ψυχῆς ἰατρεῖον· εὐχὴ ψαλμῳδία, ἁγιασμὸς ψυχῆς καὶ σώματος· καὶ, ἁπλῶςεἰπεῖν, εὐχὴ πύλας οὐρανοῦ ἀνοίγουσα, Θεῷ προσάγει πάντα ἄνθρωπον μικρόν τε καὶ μέγαν, πλούσιον καὶ πένητα, τὸν ὁλόψυχον καθ' ἑκάστην ἡμέραν εὐχόμενον μείζονα ἀγγέλων ἐργάζεται. Ἀλλὰ τίς ὁ ψυχρὸς τῶν πολλῶν ὁ λόγος; Ἁμαρτωλός εἰμι, φησὶ, καὶ ἀπαῤῥησίαστος, αἰσχύνης γέμων, καὶ οὐ δύναμαι ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι πολλὰ ἥμαρτον καὶ ἐν λόγοις καὶ ἐν ἔργοις καὶ κατὰ διάνοιαν, καὶ πᾶσαν ἡμέραν καὶ ὥραν ἐδαπάνησα ἐν ἀσωτίᾳ τὴν ζωήν μου, καὶ ποίῳ προσώπῳ ἢ παῤῥησίᾳ εἰσέλθω εἰς τὴν ἐκκλησίαν; πῶς ἀνοίξω τὸ πονηρὸν καὶ ἀκάθαρτόν μου στόμα; πῶς τὰ χείλη μου κινήσω, ἢ παρακαλέσω ὑπὲρ ποίων μου πονηρῶν πράξεων πρῶτον τὸν Θεόν; Οὕτως οὖν σατανικὰ ταῦτα τὰ ῥήματα λέγεις; Μάθε, τίνας καλεῖ ὁ Χριστὸς ἐλθὼν ἐπὶ τῆς γῆς, δικαίους, ἢ ἁμαρτωλούς· λέγει γὰρ οὕτως· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἁμαρ τωλός εἰμι, φησὶ, καὶ πῶς εἰσέλθω εἰς τὴν ἐκκλησίαν ἵνα γένωμαι δίκαιος; Καλὰ λέγεις· ὅτι ἀκούω, καὶ οὐ φυλάττω· καὶ τί μοι τὸ ὄφελος; Κἀγὼ πάλιν λέγω σοι· κἂν φυλάττῃς, κἂν οὐ φυλάττῃς, μόνον εἴσελθε εἰς τὴν ἐκκλησίαν, ἀκούεις τῶν θείωνΓραφῶν, ἄκουε τῆς ἀναγνώσεως. Οἶδα ἀληθῶς, ὅτι ἐὰν εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούεις τῶν θείων Εὐαγγελίων, καὶ τῶν διδασκάλων τῶν ἀποστόλων, καὶ τῶν θείων πατέρων, κἂν λιθίνην καρδίαν ἔχῃς, κἂν θηρίου γνώμην καὶ ἀγριότητα, ὀψέ ποτε καὶ ῥᾳδίως κατανυγῆναι ἔχεις. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, πρόπεσον, κλαῦσον, θρήνησον, στέναξον, δάκρυσον. Ἥμαρτες; ἐξομολόγησαι Θεῷ τὰς ἁμαρτίας σου· εἰπὲ μόνον τὸ, Ἥμαρτον· εἰπὲ τῷ Θεῷ τῷ εἰδότι πρὶν γενέσεως αὐτοῦ· εἰπὲ τῷ Θεῷ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· εἰπὲ ἐνταῦθα, ἵνα μὴ ἐκεῖ ὑπὸ μυριάδων ἀγγέλων καὶ ἀνθρώπων αἰσχυνόμενος ἐλεγχθῇς. Εἰπέ μοι, τί ἐστι κάλλιον ὧδε ἐν ἐκκλησίᾳ τῷ Θεῷ μόνῳ ἐξομολογήσασθαι καὶ τῷ πνευματικῷ σου πατρὶ, ἢ ἐκεῖ ὑπὸ τοσούτων μυριάδων δημοσιεύεσθαι; Ἁμαρτωλὸς εἶ; εἰπὲ μόνον, οὐδὲν ἄλλο σε ἀπαιτῶ, μόνον στέναξον. Ποία ἀνάγκη τοῦτο; ποία θλῖψις; ποία χρημάτων δαπάνη; Ποία δυσκολία εἰπεῖν μόνον τὸ, Ἥμαρτον; Ἀλλὰ λέγεις, ὅτι Αἰσχύνομαι. Ἄθλιε καὶ ταλαίπωρε, ὅτε ἐποίεις τὴν ἁμαρτίαν, οὐκ ᾐσχύνου, καὶ ὅτε μετανοῆσαι καὶ σωθῆναι θέλεις, αἰσχύνῃ; ὅτε περιεπλέκου τὴν πόρνην τὴν πονηρὰν, καὶ πονηρὰν πρᾶξιν ποιῶν, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ἡμάρτανες, ὅτε ἐπόρνευες καὶ ἐμοίχευες, οὐκ ᾐσχύνου, καὶ ὅταν μετανοήσῃς καὶ θέλῃς σωθῆναι, τότε αἰσχύνῃ; ὅτε ἥρπαζες τὰ ἀλλότρια, ὅτε χήρας ἔθλιβες καὶ κατ εφρόνεις πένητας, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; ὅτε ὤμνυες τὸ φρικτὸν ὄνομα τοῦ Θεοῦ, καὶ ἐψευδομαρτύρεις, ὅτε ἐπιώρκεις, ὅτε πᾶν κακὸν καὶ πονηρὰ ἔργα, ἃ μισεῖ ὁ Θεὸς, ἔπραττες, οὐκ ᾐσχύνου, καὶ ἄρτι αἰσχύνῃ; Ὢ ποῖον, ἀγαθὲ, ∆εσπότην ἔχοντες καὶ ἡμεῖς ἀμελοῦμεν καὶ οὐκ ἐπιστρέφομεν; Ὁ Χριστὸς συμβουλεύει, Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, καὶ τὸν πλησίον σου ὡς ἑαυτὸν ἀγάπα· γενοῦ ἥμερος, ἀγαθὸς, ἐλεήμων, μακρόθυμος· γενοῦ ἄμαχος, εἰρηνικὸς, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ οὐδείς ἐστιν ὁ συνιὼν, οὐδεὶς ὁ ὑπακούων, οὐδεὶς ὁ προσέχων, ἀλλὰ πάντες ῥᾳθυμοῦμεν. Συμβουλεύει δὲ ὁ διάβολος τὰ ἐναντία, λέγων· Γενοῦ μοιχὸς, φόνευσον, ἐπιόρκησον, κλέψον, γενοῦ ἀπάνθρωπος, βλάσφημος, ἀνελεήμων, ἄσπλαγχνος, φθορεύς· γενοῦ φιλάργυρος, μισάνθρωπος, μᾶλλον δὲ μισόθεος· γενοῦ πανοῦργος, ἀδικητὴς, πλεονέκτης· γενοῦ ἅρπαξ, κατάλαλος, μυθολόγος, λοίδορος, ἐπίορκος. Καὶ οἴδαμεν ὅσοι τὰ τοιαῦτα πράττοντες ὑπακούομεν· ὅτι ὥσπερ δοῦλοι δεδεμένοι χεῖρας καὶ πόδας, οὕτω τρέχομεν καὶ ὑποτασσόμεθα τὴν φύσιν.
Ἰδοὺ ἡμεῖς πᾶσαν τὴν νεότητα ἡμῶν μετὰ δαιμόνων ἀνηλώσαμεν· ἰδοὺ ἐγηράσαμεν, καὶ συνειθίσαμεν ἐν ἁμαρτίαις. Τὸ ἀγαθὸν πρᾶξαι μὲν οὐ δυνάμεθα,ὅπως τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ὁ δὲ διάβολος προξενεῖ τὸ πῦρ καὶ τὴν κόλασιν αἰώνιον, καὶ ἡμεῖς πρὸς τὸν διάβολον τρέχομεν. Τί σοι ποιήσομεν, ἄνθρωπε; τί θέλεις; τί ἐπιθυμεῖς; τὸ εἶναι μετὰ τοῦ Χριστοῦ, ἢ τὸ εἶναι μετὰ τῶν δαιμόνων; Ἐπιθυμεῖς εἶναι μετὰ τοῦ Χριστοῦ; κἂν τοῦ λοιποῦ παῦσαι τοῦ τρυφᾷν, παῦσαι τοῦ σπαταλᾷν, παῦσαι τοῦ πορνεύειν, παῦσαι τοῦ κλέπτειν, παῦσαι τοῦ μεθύσασθαι, παῦσαι τοῦ ἁρπάζειν τὰ ἀλλότρια, παῦσαι τοῦ καταγελᾷν, τοῦ ψεύδεσθαι, τοῦ μετεωρίζεσθαι. Μηδείς σε ἀπατάτω· οὐδεὶς γὰρ τῶν τοιούτων εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ ἐπιθυμεῖς τοῦ εἶναι μετὰ τῶν δαιμόνων, εἰ τὴν γέενναν τοῦ πυρὸς εἰσελθεῖν, κἂν πράττῃς ὡς θέλεις, πολιτεύου ὡς βούλῃ, ὁ κωλύων οὐδείς· ἀπόλαβε τὸν κόσμον, καὶ τὰς αἰσχρὰς ἐπιθυμίας αὐτοῦ, τὴν πορνείαν, μοιχείαν, μέθην, ἀκρασίαν, καὶ πᾶσαν ἡδονὴν δαιμονικήν· ὁ ἐμποδίζων οὐδείς. Σὲ γὰρ Εὐαγγέλια οὐ πείθει, νόμος οὐ σωφρονίζει, προφῆται οὐκ ἐπισκήπτουσιν, ἀπόστολοι οὐ δυσωποῦσι, πατέρων νουθεσίαι οὐκ ὠφελοῦσι, συνοδία ἀδελφῶν οὐκ ἀποτρέπει· ἀπανῃσχύντησας πάντως, ὄψις πόρνης ἐγένετό σοι. Λοιπὸν ἀπόλαβε τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ἐκεῖ μὲν οὖν μηδὲ σωτηρίαν, μηδὲ κληρονομίαν ἐν τῇ μελλούσῃ τοῦ Χριστοῦ ἡμέρᾳ μὴ προσδόκησον. Ἐκφεύξεταί σοι γὰρ τότε ἡ ὥρα, ὅταν γυμνὸς καὶ τετραχηλισμένος παραστήσῃ τῷ βήματι τοῦ Χριστοῦ, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων θεατριζόμενος. Ἐκεῖ φανήσῃ, οἷος εἶ· ἐκεῖ ἐλεγχθήσεταί σου πᾶσα ἡ ἀδικία· ὁ Θεὸς οὐ χλευάζεται· καὶ τότε ἀκούσεις τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς· ∆ήσατε αὐτοῦ τὰς χεῖρας καὶ πόδας, καὶ ἐκβάλλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τίς λοιπὸν οὐ θρηνήσει τὸν τοιοῦτον; τίς οὐ κλαύσει τὸν διὰ τὴν ἀπόλαυσιν πρόσκαιροναἰωνίως βασανιζόμενον;Μὴ πλανᾶσθε; Θεὸς οὐ μυκτηρίζεται· γέγραπται γὰρ, ὅτι Οὔτε πόρναι, οὔτε μοιχοὶ, οὔτε λοίδοροι, οὔτε πλεονέκται, οὔτε μέθυσοι, οὔτε ἄδικοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε εἰδωλολάτραι, οὔτε βλάσφημοι, οὔτε φιλάργυροι, οὔτε τις τῶν τοιούτων ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ταῦτα πάντα ἐννοοῦντες, ἀδελφοὶ, τῶν τοιούτων πονηρῶν πράξεων ἀπεχώμεθα, καὶ ἐξ ὅλων τῶν ψυχῶν μετανοῆσαι μὴ βραδύνωμεν, ἵνα καὶ φύγωμεν ἀπὸ τῆς μελλούσης ὀργῆς, καὶ τῶν οὐρανίων καὶ αἰωνίων ἀγαθῶν ἐφικώμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου