ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων  δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων  ἁπάντων  τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα  τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἡμῖν  λαλοῦντος  Χριστοῦ;  καὶ  πάλιν,  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται.  Καὶ πάλιν,  ∆οκῶ δὲ κἀγὼ  Πνεῦμα Θεοῦ ἔχειν.


 Ἐκεῖνα μὲν οὖν  πνεύματι πάντα ἐφθέγγετο,  τοῦτο δὲ, ὃ λέγει νῦν, καὶ ῥητῶς ἤκουσε παρὰ τοῦ Θεοῦ· ὥσπερ καὶ ἐκεῖνο, ὅπερ τοῖς Ἐφεσίων πρεσβυτέροις διαλεγόμενος  ἔλεγε, Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν,  κατὰ τὸ σιωπώμενον  ἤκουσεν. Ἴδωμεν τοίνυν  τί καὶ νῦν φησι. Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν  τοῦ  Κυρίου, οὐ  μὴ  φθάσωμεν  τοὺς  κοιμηθέντας· ὅτι  αὐτὸς  ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι τῇ ἐσχάτῃ καταβήσεται ἀπ' οὐρανοῦ.Ὅπερ καὶ ὁ Χριστὸς τότε φησὶν, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τί δήποτε ἐν σάλπιγγι; Καὶ γὰρ ἐν τῷ Σιναίῳ ὄρει τοῦτο ὁρῶμεν, καὶ ἀγγέλους κἀκεῖ. Τί δὲ βούλεται ἡ φωνὴ τοῦ ἀρχαγγέλου; Καθάπερ ἐπὶ τῶν παρθένων ἔλεγεν· ἐγείρεσθε, ἦλθεν ὁ νυμφίος. Ἤτοι τοῦτό φησιν, ἢ ὅτι καθάπερ ἐπὶ βασιλέως, οὕτω καὶ τότε ἔσται, ἀγγέλων πρὸς τὴν ἀνάστασιν ὑπηρετουμένων.  Λέγει γὰρ, ἀναστῶσιν  οἱ νεκροί· καὶ γίνεται  τὸ ἔργον, οὐ τῶν ἀγγέλων πρὸς τοῦτο ἰσχυόντων, ἀλλὰ τοῦ ῥήματος αὐτοῦ· ὡσανεὶ βασιλέως κελεύσαντος  καὶ εἰπόντος· Ἐξέλθοιεν  οἱ συγκεκλεισμένοι,  καὶ οἱ ὑπηρέται  ἐξάγοιεν, οὐκέτι λοιπὸν ἀπὸ τῆς οἰκείας ἰσχύος, ἀλλ' ἀπὸ τῆς φωνῆς ἐκείνης τοῦτο ποιοῦσι. Τοῦτο καὶ ἀλλαχοῦ ὁ Χριστὸς λέγει· Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς  αὐτοῦ ἐκ τῶν  τεσσάρων ἀνέμων,   ἀπ' ἄκρων αὐτῶν. Καὶ πανταχοῦ τοὺς ἀγγέλους ὁρᾷς διατρέχοντας. Τὸν οὖν ἀρχάγγελον  οἶμαι τὸν ἐφεστῶτα εἶναι τοῖς ἀπεσταλμένοις βοῶντα τοῦτο, ὅτι ἑτοίμους ποιεῖτε πάντας· πάρεστι γὰρ ὁ κριτής. Τί ἐστιν, Ἐν τῇ ἐσχάτῃ σάλπιγγι; ∆είκνυσιν ἐνταῦθα πολλὰς τὰς σάλπιγγας γινομένας,  καὶ  πρὸς  τῇ  ἐσχάτῃ  καταβαίνοντα   τὸν  κριτήν.  Καὶ οἱ  νεκροὶ,  φησὶν,  ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις  εἰς ἀπάντησιν  τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε  σὺν Κυρίῳ ἐσόμεθα. Ὥστε παρακαλεῖτε ἀλλήλους  ἐν τοῖς λόγοις τούτοις Εἰ μέλλει καταβαίνειν,  τίνος  ἕνεκεν  ἁρπαγησόμεθα; Τιμῆς ἕνεκεν.  Καὶ γὰρ βασιλέως  εἰς πόλιν εἰσελαύνοντος,  οἱ μὲν ἔντιμοι πρὸς ἀπάντησιν ἐξίασιν, οἱ δὲ κατάδικοι ἔνδον μένουσι τὸν κριτήν·  καὶ πατρὸς φιλοστόργου  παραγενομένου,  οἱ μὲν παῖδες, καὶ ἄξιοι παῖδες εἶναι, ἐπ' ὀχήματος ἐξάγονται ὥστε ἰδεῖν καὶ καταφιλῆσαι· οἱ δὲ προσκεκρουκότες τῶν οἰκετῶν  ἔνδον  μένουσιν. Ἐπὶ τοῦ ὀχήματος  φερόμεθα  τοῦ Πατρός· καὶ γὰρ αὐτὸς ἐν νεφέλαις  ὑπέλαβεν αὐτὸν, καὶ ἡμεῖς ἐν νεφέλαις  ἁρπαγησόμεθα. Ὁρᾷς τὴν τιμὴν ὅση; καὶ τὴν ἀπάντησιν  καταβαίνοντι  ποιούμεθα, καὶ τὸ πάντων  μακαριώτερον,  οὕτω σὺν αὐτῷ  ἐσόμεθα. Τίς λαλήσει  τὰς δυναστείας  τοῦ  Κυρίου, ἀκουστὰς ποιήσει  πάσας τὰ αἰνέσεις   αὐτοῦ;   Ὅσων   ἀγαθῶν    ἠξίωσε   τὸ   γένος   τὸ   ἀνθρώπινον!   πρῶτοι   οἱ τελευτήσαντες  ἐγείρονται,  καὶ οὕτως ὁμοῦ ἡ ἀπάντησις γίνεται.  Ἄβελ ὁ πρὸ πάντων τετελευτηκὼς  ὁμοῦ μετὰ τῶν ζώντων τότε ἀπαντήσει. Ὥστε οὐδὲν ἔσται πλέον ἐκείνοις κατὰ τοῦτο, ἀλλ' ὁ διαφθαρεὶς, ὁ τοσαῦτα ἔχων ἐν τῇ γῇ ἔτη, μετ' ἐκείνων ἀπαντήσεται, καὶ  ἅπαντες  οἱ  ἄλλοι.  Εἰ γὰρ  ἡμᾶς  ἐκεῖνοι  ἀνέμειναν   ἵνα  στεφανωθῶμεν,   καθὼς ἑτέρωθί φησι γράφων, Τοῦ Κυρίου περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι· πολλῷ μᾶλλον καὶ ἡμεῖς ἐκείνους· μᾶλλον δὲ ἐκεῖνοι μὲν ἀνέμειναν, ἡμεῖς δὲ οὐκέτι· ἐν γὰρ ἀτόμῳ ἡ ἀνάστασις γίνεται, ἐν ῥιπῇ ὀφθαλμοῦ. Τὸ δὲ λέγειν, ὅτι συνάγονται,  τοῦτο  δηλοῖ,  ὅτι  ἀνίστανται   μὲν  πανταχοῦ,   συνάγονται   δὲ  ὑπὸ  τῶν ἀγγέλων.  Τὸ μὲν οὖν ἀναστῆναι, τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἐστὶ, τῇ γῇ κελεύοντος ἀφεῖναι  τὴν  παρακαταθήκην,  καὶ οὐδεὶς  ὁ ὑπηρετούμενος,  ὥσπερ τότε  ἐκάλεσε τὸν Λάζαρον, Λάζαρε, δεῦρο ἔξω· τὸ δὲ ἀγαγεῖν, τῶν ὑπηρετῶν γίνεται. Ἀλλ' εἰ συνάγουσι, καὶ περιτρέχουσιν ἄγγελοι, πῶς αὐτοὶ ἐνταῦθα ἁρπάζονται; Μετὰ τὸ καταβῆναι ἁρπάζονται,  μετὰ τὸ συναχθῆναι· ἅμα γὰρ οὐδενὸς  εἰδότος  τοῦτο γίνεται.  Ὅταν γὰρ ἴδωσι τὴν γῆν κλονουμένην,  κόνιν ἀναμιγνυμένην, ἴσως πάντοτε ἐγειρόμενα τὰ σώματα, οὐδενὸς πρὸς τοῦτο ὑπηρετοῦντος, ἀλλὰ τοῦ κελεύσματος ἀρκοῦντος τὴν γῆν πεπληρωμένην πᾶσαν κενῶσαι· ἐννόησον γὰρ ὅσον ἐστὶ τοὺς ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς αὐτοῦ παρουσίας πάντας ἐκείνους ἑστάναι τότε μετὰ γυναικῶν  καὶ παίδων· ὅταν ἴδωσι τοσοῦτον ἐπὶ τῆς γῆς θόρυβον, τότε εἴσονται. Ὥσπερ οὖν ἐπὶ τῆς κατὰ σάρκα οἰκονομίας οὐδὲν προεωράκεισαν, οὕτω καὶ τότε.
βʹ. Ὅταν  οὖν  ταῦτα  γένηται,  τότε  καὶ  ἡ  φωνὴ  τοῦ  ἀρχαγγέλου  ἔσται  τοῖς ἀγγέλοις  ἐπιτάττοντος  καὶ βοῶντος,  καὶ αἱ σάλπιγγες,  μᾶλλον  δὲ ὁ τῶν  σαλπίγγων ἦχος.  Ποῖος ἄρα τρόμος  ἕξει, ποῖος  φόβος  τοὺς  ἐπὶ  τῆς  γῆς  ἀπομένοντας;  Μία γὰρ ἁρπάζεται, καὶ μία καταλιμπάνεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν αἰρομένους ὁρῶσιν, ἑαυτοὺς δὲ ἀφιεμένους; ἆρα οὐ πάσης γεέννης  φοβερώτερον  αὐτοὺς ταῦτα διασαλεῦσαι δυνήσεται; Ὑποθώμεθα  τοίνυν  ἤδη τοῦτο παρεῖναι τῷ λόγῳ. Εἰ γὰρ θάνατος αἰφνίδιος, ἢ πόλεων σεισμοὶ, καὶ ἀπειλαὶ οὕτω ποιοῦσι τὰς ἡμετέρας ψυχάς· ὅταν τὴν γῆν ἀναῤῥηγνυμένην ἴδωμεν καὶ πεπληρωμένην πάντων  ἐκείνων,  ὅταν τῶν  σαλπίγγων  ἀκούσωμεν, ὅταν τῆς φωνῆς  τοῦ ἀρχαγγέλου πάσης σάλπιγγος λαμπροτέρας οὔσης, ὅταν τὸν οὐρανὸν συνανελκόμενον,  ὅταν αὐτὸν παραγινόμενον  τὸν ἁπάντων  βασιλέα τὸν Θεὸν, τίς ἄρα ἡμῖν ἔσται ἡ ψυχή; Φρίξωμεν, παρακαλῶ, καὶ φοβηθῶμεν, ὡς ἤδη τούτων γινομένων·  μὴ τῇ μελλήσει παραμυθώμεθα ἑαυτούς· ὅταν  γὰρ πάντως  δέῃ γενέσθαι, οὐδὲν ἡ μέλλησις  ὠφελεῖ.  Πόσος ὁ τρόμος; πόσος ὁ φόβος τότε; Εἴδετέ ποτε τοὺς ἀπαγομένους  τὴν  ἐπὶ θάνατον;  ποίαν  νομίζετε αὐτοῖς  εἶναι  τὴν  ψυχὴν,  τὴν  μέχρι  τῆς  πύλης  ὁδὸν  βαδίζουσι;  πόσων  θανάτων  οὐ χείρονα;  τί  οὐκ  ἂν  ἕλοιντο  καὶ  πρᾶξαι  καὶ  παθεῖν,  ὥστε  ἀπαλλαγῆναι   τῆς  ἀχλύος ἐκείνης τοῦ νέφους; Ἐγὼ πολλῶν  ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν  εἰς τοὐπίσω κληθέντων,  ὅτι οὐδὲ ἀνθρώπους  ἑώρων τοὺς ἀνθρώπους, τεθορυβημένης  τῆς ψυχῆς  καὶ ἐκπεπληγμένης  καὶ ἐξεστηκυίας. Εἰ τοίνυν  σωματικὸς θάνατος οὕτως ἡμᾶς φοβεῖ, ὅταν αἰώνιος  παραγένηται,  τί πεισόμεθα; Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; ὄχλος περιέστηκε τότε, οἱ πλείους οὐδὲ εἰδότες αὐτούς. Εἴ τις ἐκείνων τὰς  ψυχὰς  περιεσκόπησεν,  οὐδεὶς  οὕτως  ὠμὸς,  οὐδεὶς  οὕτω  θρασὺς,  οὐδεὶς  οὕτω γενναῖος,  ὃς  οὐ  καταπεπτωκυῖαν  αὐτὴν  ἔχει,  παρειμένην  ὑπὸ  τοῦ  φόβου  καὶ  τῆς ἀθυμίας.   Εἰ  δὲ   ἑτέρων   ἀναιρουμένων  τὸν   θάνατον   τοῦτον,   τὸν   ὕπνου   οὐδὲν διαφέροντα,  οἱ μηδὲν κοινωνοῦντες οὕτω διατίθενται·  ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπίπτωμεν,  τίς ἄρα ἔσται κατάστασις; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Ναὶ, φησίν· ἀλλὰ φιλάνθρωπος ὁ Θεὸς, καὶ οὐδὲν τούτων ἔσται. Οὐκοῦν εἰκῆ γέγραπται.  Οὒ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν  μόνον, ἵνα σωφρονῶμεν.  Ἐὰν οὖν μὴ σωφρονῶμεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν, εἰπέ μοι; οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησίν· ἐκεῖνο γὰρ αὐτῷ πρέπον ἐστὶ καὶ ὑπὲρ τὴν ἀξίαν εὐεργετεῖν.  Ὥστε ἐκεῖνα μὲν ἀληθῆ καὶ πάντως  ἔσται· τὰ δὲ τῶν κολάσεων  οὐ πάντως,  ἀλλ' ἀπειλῆς  ἕνεκεν  καὶ φόβου; Πόθεν ὑμᾶς πείσω, οὐκ οἶδα. Ἂν εἴπω ὅτι ὁ σκώληξ  αὐτῶν   οὐ  τελευτήσει,  καὶ  τὸ  πῦρ  οὐ  σβεσθήσεται,  ἐὰν  εἴπω  ὅτι ἀπελεύσονται  εἰς πῦρ αἰώνιον,  ἂν τὸν πλούσιον  παραγάγω  ἤδη κολαζόμενον,  πάντα ἀπειλῆς  εἶναι  ἐρεῖτε. Πόθεν οὖν ὑμᾶς πείσω; Σατανικὸς γὰρ οὗτος ὁ λογισμὸς, χάριν ἀνόνητον χαριζόμενος, καὶ ῥᾳθύμους ποιῶν. Πῶς οὖν αὐτὸν ἐξέλωμεν; Ὅσα ἂν εἴπωμεν ἀπὸ τῶν Γραφῶν, ἐρεῖτε ὅτι ἀπειλῆς ἕνεκεν. Ἀλλὰ τοῦτο μὲν περὶ τῶν μελλόντων ἔχοι τις ἂν εἰπεῖν· περὶ δὲ τῶν ἐκβεβηκότων καὶ τέλος ἐσχηκότων, οὐκέτι. Ἠκούσατε πάντες περὶ τοῦ κατακλυσμοῦ· μὴ καὶ ἐκεῖνα ἀπειλῆς ἕνεκεν εἴρηται; οὐχὶ καὶ ἐξέβη καὶ γέγονε; Τοιαῦτα καὶ ἐκεῖνοι πολλὰ ἔλεγον· καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης,  καὶ τῶν ξύλων ὑφαινομένων, καὶ τοῦ δικαίου βοῶντος, οὐδεὶς ὁ πιστεύων ἦν. Ἀλλ' ἐπειδὴ οὐκ  ἐπίστευσαν  τῇ  διὰ  τῶν  ῥημάτων  ἀπειλῇ,  ὑπέστησαν  τὴν  διὰ  τῶν  πραγμάτων τιμωρίαν. Τοῦτο καὶ ἡμεῖς πεισόμεθα, ἂν μὴ πιστεύσωμεν. ∆ιά τοι τοῦτο καὶ τὴν παρουσίαν αὐτοῦ ταῖς ἡμέραις παραβάλλει τοῦ Νῶε· ἐπειδὴ καθάπερ ἐκείνῳ τῷ κατακλυσμῷ ἠπίστησάν τινες, οὕτω καὶ τῷ κατακλυσμῷ τῆς γεέννης. Μὴ ἀπειλὴ ἐκεῖνά ἐστιν; οὐχὶ  ἔργον γέγονεν; Εἶτα ὁ κόλασιν  οὕτως  ἀθρόον  τότε ἐπαγαγὼν,  οὐ πολλῷ μᾶλλον καὶ νῦν ἐπάξει; οὐ γὰρ δὴ ἐλάττονα τῶν τότε τὰ νῦν γινόμενα. Πῶς; Ὅτι, τότε εἰσῆλθον, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,  καὶ αἱ ἐπιμιξίαι ἦσαν τὸ δεινόν· νῦν δὲ οὐδέν ἐστιν εἶδος κακίας ὅπερ ἀτόλμητον. Ἆρα οὖν πιστεύετε ὅτι γέγονεν  ὁ κατακλυσμὸς,  ἢ λῆρος  ὑμῖν  δοκεῖ; Καίτοι γε καὶ τὰ ὄρη, ἔνθα  ἡ κιβωτὸς ἱδρύνθη, μαρτυρεῖ, τὰ Ἀρμενίας λέγω.
γʹ. Πλὴν  ἐκ περιουσίας  πολλῆς  καὶ  ἐφ' ἕτερον  ἐκείνου  σαφέστερον ἄξω  τὸν λόγον.  Ἐπεδήμησέ τις  ὑμῶν  τῇ  Παλαιστίνῃ  ποτέ;  λοιπὸν  γὰρ  οὐκέτι  λόγον,  ἀλλὰ πράγματα ἐρῶ· καίτοι καὶ τὰ πρότερα πραγμάτων  σαφέστερα ἦν· ἅπερ γὰρ ἂν εἴπῃ ἡ Γραφὴ, ταῦτα τῶν ὁρωμένων πιστότερα. Ἐπεδήμησεν οὖν ὑμῶν τις τῇ Παλαιστίνῃ ποτέ; ἔγωγε  οἶμαι. Τί οὖν; Μαρτυρήσατέ μοι ὑμεῖς οἱ τοὺς τόπους ἑωρακότες  πρὸς τοὺς οὐ γενομένους  ἐκεῖ. Ἀσκάλωνος γὰρ ἄνω  καὶ Γάζης εἰς αὐτὸ τοῦ Ἰορδάνου  ποταμοῦ  τὸ τέλος, ἔστι χώρα πολλή τις καὶ εὔφορος· μᾶλλον δὲ ἦν· νῦν γὰρ οὐκ ἔστιν· αὕτη δὴ οὖν ὡς παράδεισος ἦν. Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν  περίχωρον  τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη, ὡς παράδεισος τοῦ Θεοῦ. Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας  ἁμιλλωμένη,  ἡ φθάνουσα  τῇ εὐθηνίᾳ  τὸν  παράδεισον  τοῦ  Θεοῦ, πασῶν  τῶν ἐρήμων ἐρημοτέρα ἐστὶ νῦν· καὶ ἕστηκε μὲν δένδρα, καὶ καρπὸν ἔχει· ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν  ὑπόμνημα.  Ἑστήκασι μὲν  γὰρ ῥόαι, καὶ τὸ ξύλον  λέγω  καὶ ὁ καρπὸς,  λαμπρὰν  τὴν  ἐπιφάνειαν   ἔχουσαι,  καὶ  τῷ  ἀγνῶτι  παρέχουσαι  πολλὰς  τὰς ἐλπίδας·  εἰ δὲ ληφθεῖεν  εἰς χεῖρας, διακλασθεῖσαι  καρπὸν  μὲν  οὐδένα,  κόνιν  δὲ καὶ τέφραν πολλὴν  δεικνύουσιν  ἐναποκειμένην  ἔνδον. Τοιαύτη καὶ ἡ γῆ πᾶσα· κἂν λίθον εὕρῃς, τετεφρωμένον εὑρήσεις. Καὶ τί λέγω λίθον καὶ ξύλα καὶ γῆν, ὅπου γε καὶ ἀὴρ, καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς; Καθάπερ γὰρ σώματος ἐμπρησθέντος  καὶ κατακαυθέντος,  τὸ μὲν σχῆμα μένει, καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει, καὶ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ ἐκεῖ γῆν ἔστιν ἰδεῖν, ἀλλ' οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ  πάντα  τέφραν· δένδρα καὶ καρποὺς, ἀλλ' οὐδὲν ἔχοντα  δένδρων  οὐδὲ καρπῶν· ἀέρα καὶ ὕδωρ, ἀλλ' οὐδὲν ἀέρος οὐδὲ ὕδατος· καὶ γὰρ καὶ ταῦτα τετέφρωται.  Καίτοι πῶς ἂν ἀὴρ ἐμπρησθείη ποτέ; πῶς δ' ἂν ὕδωρ μένον  ὕδωρ; ξύλα μὲν γὰρ καὶ λίθους δυνατὸν  καίειν, ἀέρα δὲ καὶ ὕδωρ οὐδαμῶς δυνατόν.  Ἡμῖν οὐ δυνατὸν,  τῷ δὲ αὐτὰ ποιήσαντι  δυνατόν.  Τοιγαροῦν οὐδὲν ἕτερον ἢ κάμινός  ἐστιν ὁ ἀὴρ, κάμινος  τὸ ὕδωρ·  πάντα  ἄκαρπα,  πάντα  ἄγονα,  πάντα   τῆς  προλαβούσης  ὀργῆς  εἰκόνες,  τῆς μελλούσης  τεκμήρια. Μὴ καὶ ταῦτα ἀπειλαὶ  ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι  ῥημάτων; Ἐμοὶ μὲν γὰρ οὐδὲ τὰ πρότερα ἄπιστα, ἀλλ' ὁμοίως  τοῖς  ὁρωμένοις  τὰ μὴ ὁρώμενα πιστά· τῷ δὲ ἀπίστῳ καὶ ταῦτα ἱκανὰ  πίστιν  παρασχεῖν. Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ,  τὰ Σόδομα λογιζέσθω,  τὰ  Γόμοῤῥα  ἐννοείτω,  τὴν  τιμωρίαν  τὴν  γεγενημένην,   καὶ  ἔτι μένουσαν. Τοῦτο τοῦ διαιωνίζειν  τὴν κόλασιν τεκμήριον. Φορτικὰ ταῦτα· ἐκεῖνα δὲ οὐ φορτικὰ, ὅταν λέγῃς, ὅτι οὐκ ἔστι γέεννα, ἀλλ' ἁπλῶς ἠπείλησεν ὁ Θεός; ὅταν ἐκλύσῃς τὰς  χεῖρας  τοῦ  λαοῦ; Σύ με ταῦτα  ἀναγκάζεις  λέγειν  ὁ διαπιστῶν.  Εἰ τοῖς  ῥήμασιν ἐπίστευσας τοῦ Χριστοῦ, οὐκ ἠναγκαζόμην  τὴν ἀπὸ τῶν πραγμάτων πίστιν παραγαγεῖν· ἐπειδὴ δὲ ἐκεῖνα πέφευγας, καὶ ἑκὼν καὶ ἄκων πεισθήσῃ λοιπόν. Τί γὰρ ἔχεις περὶ τῶν Σοδόμων  εἰπεῖν; Βούλει  καὶ  τὴν  αἰτίαν  μαθεῖν,  δι' ἣν  τότε  ταῦτα  ἐγένετο; Ἓν  ἦν ἁμάρτημα χαλεπὸν μὲν καὶ ἐπάρατον, πλὴν ἀλλ' ἕν· παισὶν ἐπεμαίνοντο  οἱ τότε, καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην. Νῦν δὲ μυρία καὶ ἴσα, καὶ χαλεπώτερα γίνεται τούτων ἁμαρτήματα.  Εἶτα ὁ ὑπὲρ ἑνὸς  ἁμαρτήματος  τοσαύτην  ἐκχέων  ὀργὴν,  καὶ μήτε  τοῦ Ἀβραὰμ τὴν  ἱκετηρίαν  δυσωπηθεὶς,  μήτε  τὸν  ἔνοικον  Λὼτ, τὸν  ὑπὲρ  τῆς  εἰς  τοὺς δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν  ἁμαρτημάτων,  φείσεται; Γέλως ὄντως  ταῦτα καὶ λῆρος καὶ πλάνη  καὶ διαβολικὴ ἀπάτη. Βούλει καὶ ἕτερον ἐπαγάγω; Τὸν Φαραὼ πάντως ἀκούεις τὸν Αἰγυπτίων βασιλέα· οὐκοῦν  οἶδας  καὶ τὴν  δίκην  ἣν  ἔδωκε, καὶ πῶς  αὐτοῖς  ἅρμασι καὶ ἵπποις  μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ Ἐρυθραῖον κατεποντίσθη πέλαγος. Βούλει καὶ ἕτερα μαθεῖν; ἐκεῖνος μὲν γὰρ ἴσως ἀσεβὴς ἦν, μᾶλλον δὲ οὐκ ἴσως, ἀλλ' ὄντως ἀσεβὴς ἦν. Βούλει καὶ ἐκ   τῶν   πιστευόντων    καὶ   προσεχόντων   τῷ   Θεῷ,  βίου   δὲ   οὐκ   ὄντων   ὀρθοῦ, τιμωρουμένους  ἰδεῖν; ἄκουσον τοῦ Παύλου λέγοντος·  Μηδὲ πορνεύωμεν,  καθώς τινες αὐτῶν ἐξεπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες· μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ ἐκπειράζωμεν τὸν  Χριστὸν, καθώς  τινες  αὐτῶν  ἐπείρασαν,  καὶ  ὑπὸ  τῶν  ὄφεων  ἀπώλοντο.  Εἰ δὲ πορνεία  τοσοῦτον  ἴσχυσεν, εἰ δὲ γογγυσμὸς,  τί  οὐκ ἐργάσεται  τὰ ἡμέτερα; Εἰ δὲ μὴ ἀπαιτεῖ νῦν δίκην, μὴ θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεσαν τὴν γέενναν· διὸ ταῖς παρὰ πόδας ἐκολάζοντο τιμωρίαις· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς, ἀποτίσεις ἐκεῖ. Εἶτα τοὺς μὲν νηπιωδεστέρους, καὶ οὐ τοσαῦτα πταίοντας τοσαῦτα ἐκόλαζεν, ἡμῶν δὲ φείσεται; Οὐκ ἂν ἔχοι λόγον. Κἂν γὰρ τὰ αὐτὰ ἁμάρτωμεν ἐκείνοις, μείζονός ἐσμεν κολάσεως ἄξιοι. ∆ιὰ τί; Ὅτι πλείονος  ἀπελαύσαμεν χάριτος. Ὅταν δὲ καὶ πλείονα  καὶ μείζονα ἐκείνων πταίωμεν, τίνα οὐχ ὑποστησόμεθα δί κην; Ἐκεῖνοι (καὶ μὴ μέ τις νομιζέτω θαυμάζοντα αὐτοὺς, ἢ συγγινώσκοντα  αὐτοῖς λέγειν, μὴ γένοιτο· ὅταν γὰρ ὁ Θεὸς κολάζῃ, ὁ τὴν ἐναντίαν  φέρων ψῆφον,  ἀπὸ διαβολικῆς  διανοίας  τοῦτο ποιεῖ· οὐ τοίνυν  ἐπαινῶν  αὐτοὺς, οὐδὲ συγγινώσκων  τοῦτό φημι, ἀλλὰ  δεικνὺς  τὴν  ἡμετέραν κακίαν)· ἐκεῖνοι τοίνυν,  εἰ καὶ ἐγόγγυζον,  ἀλλ' εἰς ἔρημον ἤρχοντο· ἡμεῖς δὲ πατρίδα ἔχοντες, καὶ ἐν οἰκίαις ταῖς ἡμετέραις ὄντες, γογγύζομεν. Ἐκεῖνοι δὲ, εἰ καὶ ἐπόρνευον, ἀλλ' ἀπὸ Αἰγυπτιακῶν ἐξελθόντες ἄρτι κακῶν, καὶ νόμου σχεδὸν οὐκ ἀκούσαντες τοιούτου· ἡμεῖς  δὲ ἐκ προγόνων  τὰ σωτήρια παραλαβόντες  δόγματα·  ὥστε μείζονος κολάσεώς ἐσμεν ἄξιοι. Βούλει καὶ ἕτερα ἀκοῦσαι, ὅσα ἔπαθον ἐν Παλαιστίνῃ, λιμοὺς, λοιμοὺς,  πολέμους,  αἰχμαλωσίας,  τὰς  ἐπὶ  Βαβυλωνίων,  τὰς  ἐπὶ  Ἀσσυρίων, τὰ  ὑπὸ Μακεδόνων  κακὰ,  τὰ  ἐπὶ  Ἀδριανοῦ  καὶ  Οὐεσπασιανοῦ;  Βούλομαί  σοι, ἀγαπητὲ,  τὶ διηγήσασθαι, ἀλλὰ μὴ ἀποπηδήσῃς· μᾶλλον  δὲ πρὸ τούτου ἕτερον ἐρῶ. Λιμὸς ἐγένετό ποτε, φησὶ, καὶ ὁ βασιλεὺς  ἐβάδιζεν  ἐπὶ  τοῦ τείχους· εἶτα  γυνὴ  προσελθοῦσα ταῦτα φθέγγεται  πρὸς  αὐτὸν  τὰ  ῥήματα· Βασιλεῦ, εἶπέ  μοι  ἡ γυνὴ  αὕτη· Ὀπτήσωμέν  σου σήμερον τὸν υἱὸν καὶ φάγωμεν, καὶ αὔριον τὸν ἐμόν· καὶ ὠπτήσαμεν, καὶ ἐφάγομεν· καὶ τὸν  αὐτῆς  οὐκέτι  ἔδωκε.  Τί ταύτης  τῆς  συμφορᾶς  χαλεπώτερον;  Πάλιν  ἀλλαχοῦ  ὁ προφήτης  φησί· Χεῖρες γυναικῶν  οἰκτιρμόνων  ἥψησαν τὰ τέκνα αὐτῶν. Ἰουδαῖοι μὲν οὖν τοιαύτην ἔδοσαν δίκην· ἡμεῖς δὲ οὐ πολλῷ μᾶλλον δώσομεν;δʹ. Βούλει  καὶ  ἑτέρας  αὐτῶν  ἀκοῦσαι  συμφοράς;  τὰ  Ἰωσήππου  ἔπελθε,  καὶ μαθήσῃ πᾶσαν ἐκείνην  τραγῳδίαν,  ἂν ἄρα σε πείσωμεν  ἀπὸ τούτων  ὅτι ἔστι γέεννα. Ἐννόησον γάρ· εἰ ἐκεῖνοι ἐκολάζοντο, διὰ τί ἡμεῖς μὴ κολαζόμεθα; ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζεσθαι,  χείρονα  ἐκείνων  πταίοντας;  ἦ  δῆλον,  ὅτι  διὰ  τὸ  ἀποκεῖσθαι  ἡμῖν  τὴν κόλασιν; Εἰ δὲ βούλει, καὶ ἐπὶ προσώπου ἑνὸς ἑκάστου ἐρῶ πῶς ἐκολάσθησαν· Ἀδελφὸν ἀπέκτεινεν   ὁ  Κάϊν. ∆εινὸν  μὲν  τὸ  ἁμάρτημα·  πῶς  γὰρ  οὔ;  ἀλλ'  ἔδωκε  δίκην,  καὶ χαλεπὴν, καὶ μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν· ἄκουε γὰρ αὐτοῦ λέγοντος,  Εἰ ἐκβάλλεις  με ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ  ἔσται πᾶς  ὁ εὑρίσκων  με, ἀποκτενεῖ  με. Εἰπὲ οὖν  μοι, οὐ τὰ αὐτὰ πράττουσιν ἐκείνῳ  πολλοὶ καὶ νῦν; ὅταν γὰρ μὴ σαρκικὸν, ἀλλὰ πνευματικὸν  ἀνέλῃς ἀδελφὸν,  οὐχὶ  ταυτὸν  εἰργάσω;  Τί  γὰρ,  εἰ  καὶ  μὴ  ξίφει,  ἀλλ'  ἑτέρῳ  τρόπῳ,  ὅταν δυνάμενος  λῦσαι  λιμὸν,  περιίδῃς;  Τί οὖν; οὐδεὶς  ἐφθόνησε  νῦν  τῷ  ἀδελφῷ;  οὐδεὶς περιέβαλε κινδύνοις; ἀλλ' ἐνταῦθα  οὐκ ἔδωκαν δίκην. Ἀλλὰ δώσουσιν. Εἶτα ὁ μὲν μὴ νόμων  ἀκούσας γραπτῶν  μηδὲ προφητῶν,  μήτε σημεῖα θεασάμενος μεγάλα, τοσαύτην δίδωσι  τιμωρίαν· ὁ δὲ ἑτέρως  τὰ αὐτὰ  δεδρακὼς,  καὶ μηδὲ  τοσούτοις  παραδείγμασι σωφρονιζόμενος,  ἀτιμώρητος  ἔσται; καὶ ποῦ τὸ δίκαιον  τοῦ Θεοῦ; ἢ ποῦ τὸ ἀγαθόν; Πάλιν ξύλα τις συλλέξας ἐν τῷ σαββάτῳ, κατελεύσθη· καίτοι γε μικρὰ αὕτη ἡ ἐντολὴ, καὶ τῆς περιτομῆς φαυλοτέρα. Εἶτα ὁ μὲν ξύλα συλλέξας ἐν σαββάτῳ ἐλιθάσθη, οἱ δὲ μυρία ἐργασάμενοι πολλάκις παράνομα ἀπῆλθον ἀτιμώρητοι. Ἂν οὖν μὴ γέεννα ᾖ, ποῦ τὸ δίκαιον, ποῦ τὸ ἀπροσωπόληπτον; Καίτοι πολλὰ ἐγκαλεῖ αὐτοῖς τοιαῦτα, ὅτι τὰ σάββατα οὐ τηροῦσι. Πάλιν  ἄλλος  τις  ὁ Χαρμεὶ, ἀνάθημα  κλέψας,  μετὰ τοῦ  γένους ἐλιθάσθη  παντός.  Τί  οὖν;  οὐδεὶς  ἐξ  ἐκείνου  ἱερόσυλος  γέγονεν;   Ὁ  Σαοὺλ  πάλιν φεισάμενος παρὰ τὸ τῷ Θεῷ δοκοῦν, τοσαύτην ὑπέστη τιμωρίαν· οὐδεὶς οὖν ἐφείσατο ἐξ ἐκείνου; Εἴθε μὲν οὖν τοῦτο· οὐχὶ μᾶλλον  θηρίων  ἀλλήλους  κατεσθίομεν παρὰ τὸ τῷ Θεῷ δοκοῦν,  καὶ οὐδεὶς  ἔπεσεν ἐν πολέμῳ.  Πάλιν οἱ τοῦ Ἠλεὶ  υἱοὶ  ἐπειδὴ  πρὸ τοῦ θυμιάματος ἤσθιον, δίκην ἔδοσαν χαλεπωτάτην μετὰ τοῦ πατρός. Οὐδεὶς οὖν ἐγένετο πατὴρ ῥᾴθυμος περὶ παῖδας; οὔτε μοχθηροὶ παῖδες; ἀλλ' οὐδεὶς ἔδωκε δίκην. Πότε οὖν δώσουσιν, ἂν γέεννα μὴ ᾖ; Πάλιν μυρία ἄν τις ἔχοι καταλέγειν  ἕτερα. Τί δέ; ὁ Ἀνανίας καὶ  ἡ  Σάπφειρα,  οὐκ  ἐπειδὴ  ἔκλεψαν  ἐξ  ὧν  ἀνέθηκαν,  παραχρῆμα  ἐτιμωρήθησαν; Οὐδεὶς οὖν ἄρα ἐξ ἐκείνου ταῦτα ἐποίησε; πῶς οὖν οὐκ ἔδωκαν τὴν αὐτὴν δίκην; Ἆρά σε πείθομεν  ὅτι  γέεννα  ἔστιν,  ἢ πλειόνων   σοι δεῖ  παραδειγμάτων;  Οὐκοῦν καὶ  ἐπὶ  τὰ ἄγραφα  ἥξομεν, τὰ νῦν  ἐν  τῷ  βίῳ γινόμενα·  ἀναγκαῖον  γὰρ πάντοθεν  ταύτην  ἡμῖν συλλεγῆναι  τὴν ἔννοιαν,  ἵνα μὴ μάτην ἑαυτοῖς χαριζόμενοι, βλάπτωμεν  ἑαυτούς. Οὐχ ὁρᾷς πολλοὺς ἐν συμφοραῖς, τὰ σώματα ἀναπήρους, μυρία πάσχοντας δεινὰ, ἑτέρους δὲ εὐδοκιμοῦντας;  διὰ τί  οἱ μὲν  φόνων  διδόασι δίκας,  οἱ δὲ οὔ; Ἄκουσον  τοῦ Παύλου λέγοντος· Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Πόσοι διέφυγον ἀνδροφόνοι; πόσοι τυμβωρύχοι; Ἀλλ' ἀφείσθω ταῦτα. Πόσους οὐχ ὁρᾷς κολαζομένους κόλασιν χαλεπήν; οἱ μὲν νόσῳ μακρᾷ παρεδόθησαν, οἱ δὲ βασάνοις διηνεκέσιν,  οἱ δὲ ἑτέροις  μυρίοις  δεινοῖς.  Ὅταν  οὖν  ἴδῃς  τὰ αὐτὰ ἐκείνοις  τετολμηκότα,  ἢ καὶ πολλῷ πλείονα, καὶ μὴ διδόντα δίκην, οὐχὶ καὶ ἄκων ὁμολογήσεις τὴν γέενναν; Ἔκλεγε τούτους τοὺς ἐνταῦθα πρὸ σοῦ κεκολασμένους χαλεπῶς,  ἐννόει ὅτι ὁ Θεὸς προσωπολήπτης  οὐκ ἔστι, καὶ ὅτι μυρία ἐργασάμενος κακὰ, οὐδὲν τοιοῦτον  πέπονθας, καὶ ἕξεις τὴν  ἔννοιαν  τῆς γεέννης.  Οὕτω γὰρ ἡμῖν  αὐτὴν  ὁ Θεὸς ἐγκατέσπειρεν,  ὡς μηδένα ἀγνοῆσαι τοῦτό ποτε. Καὶ γὰρ ποιηταὶ καὶ φιλόσοφοι καὶ μυθολόγοι, καὶ πάντες ἁπλῶς   ἄνθρωποι,   περὶ  τῆς  ἀνταποδόσεως   ἐφιλοσόφησαν   τῆς  ἐκεῖ,  καὶ  ἐν  ᾅδου κολάζεσθαι εἰρήκασι τοὺς πολλούς. Εἰ δὲ ἐκεῖνα μῦθοι, ἀλλ' οὐ τὰ παρ' ἡμῖν. Ταῦτα οὐχ ἁπλῶς   φοβῆσαι   βουλόμενος   εἶπον,   οὐδὲ   βαρῦναι   τὰς   ὑμετέρας   ψυχὰς,   ἀλλὰ σωφρονίσαι, καὶ κουφοτέρας ἐργάσασθαι. Ἐβουλόμην καὶ αὐτὸς ἐγὼ μὴ εἶναι κόλασιν, καὶ μάλιστα πάντων  ἐγώ. Τί δήποτε; Ὅτι ὑμῶν  μὲν ἕκαστος ὑπὲρ τῆς ἑαυτοῦ ψυχῆς δέδοικεν· ἐγὼ δὲ καὶ τῆς προστασίας ταύτης εὐθύνας ὑφέξω· ὥστε μάλιστα πάντων ἐμὲ διαφυγεῖν  ἀδύνατον.  Ἀλλ' οὐκ ἔστι μὴ εἶναι  κόλασιν  καὶ γέενναν.  Τί πάθω; Πάλιν ἐπαποροῦσι καί φασι· Ποῦ οὖν τοῦ Θεοῦ τὸ φιλάνθρωπον; Πανταχοῦ. Μᾶλλον δὲ ἐν ἑτέρῳ περὶ τούτου διαλέξομαι καιρῷ, ἵνα μὴ τοὺς περὶ γεέννης συγχέωμεν λόγους. Τέως δὲ ὅπερ ἐκερδάναμεν ἀπὸ τῶν εἰρημένων, μὴ διαῤῥυῇ κέρδος γὰρ οὐ μικρὸν πεπεῖσθαι περὶ γεέννης. Ἡ γὰρ τῶν τοιούτων  λόγων  μνήμη καθάπερ τι πικρὸν φάρμακον, πᾶσαν κακίαν ἀποσμῆξαι δυνήσεται, συνεχῶς ὑμῶν ἐνιζάνουσα τῇ διανοίᾳ. Χρώμεθα τοίνυν αὐτῷ,  ἵνα  καθαρὰν  καρδίαν  ἐντεῦθεν   ἔχοντες,  οὕτω  καταξιωθῶμεν   ἰδεῖν,  ἃ  μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



.ΟΜΙΛΙΑ Θʹ.Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.

αʹ. Οὐδὲν οὕτως, ὡς ἔοικε, περίεργόν ἐστι καὶ λίχνον  πρὸς τὴν τῶν ἀφανῶν  καὶ τῶν  κεκαλυμμένων  μάθησιν, ὡς ἡ τῶν  ἀνθρώπων  φύσις. Τοῦτο δὲ αὐτῇ συμβαίνειν εἴωθεν, ὅταν ἀτελῆ καὶ μηδέπω κατηρτισμένην  τὴν διάνοιαν  ἔχῃ. Καὶ γὰρ τῶν παίδων οἱ  ἀφελέστεροι  οὐ διαλιμπάνουσιν   ἀποκναίοντες  καὶ  τροφέας  καὶ  παιδαγωγοὺς  καὶ πατέρας τῇ πυκνότητι  τῶν πεύσεων, ἐν αἷς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ, πότε τόδε ἐστὶ, καὶ πότε τόδε. Συμβαίνει δὲ τοῦτο καὶ ἀπὸ τοῦ θρύπτεσθαι, καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν ποιεῖν. Πολλὰ μὲν οὖν ἐπείγεται  μανθάνειν  ἤδη καὶ καταλαμβάνειν  ἡμῶν  ἡ διάνοια, μάλιστα δὲ τὸν περὶ τῆς συντελείας καιρόν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς τοῦτο πάσχομεν; καὶ γὰρ αὐτοὶ οἱ ἅγιοι ἐκεῖνοι οἱ ἀπόστολοι μάλιστα αὐτὸ πάντων  πεπόνθασι, καὶ πρὸ μὲν τοῦ πάθους προσελθόντες λέγουσι τῷ Χριστῷ· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; μετὰ δὲ τὸ πάθος καὶ τὴν  ἐκ νεκρῶν  ἀνάστασιν ἔλεγον  πρὸς αὐτόν· Εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ  τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ· καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο. Ἀλλ' οὐ μετὰ ταῦτα οὕτως, Ὅτε γὰρ τοῦ Πνεύματος τοῦ ἁγίου κατηξιώθησαν,  οὐ μόνον αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας  πολυπραγμοσύνην   καταστέλλουσιν.  Ἄκουσον  γοῦν  οἷα  νῦν  ὁ  μακάριος Παῦλός φησι· Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν. ∆ιὰ τί μὴ εἶπεν, ὅτι οὐδεὶς οἶδε; διὰ τί μὴ εἶπεν, ὅτι οὐκ ἀπεκαλύφθη,  ἀλλ',  Οὐ χρείαν   ἔχετε   γράφεσθαι   ὑμῖν;  Ὅτι  ἐκείνως   μὲν   ἂν   ἐλύπησε   μᾶλλον·   οὕτω   δὲ παρεμυθήσατο εἰπών.  Τῷ γὰρ, Οὐ χρείαν  ἔχετε, καὶ ὡς περιττὸν,  καὶ ὡς ἀσύμφορον, ζητεῖν  οὐκ εἴασε. Ποῖον γὰρ, εἰπέ μοι, τὸ κέρδος; Θῶμεν εἶναι  τὴν  συντέλειαν  μετὰ εἴκοσιν ἔτη, μετὰ τριάκοντα,  μετὰ ἑκατόν·  τί τοῦτο πρὸς ἡμᾶς;  οὐχὶ ἑκάστῳ ἡ συντέλεια  τὸ  τῆς  αὐτοῦ  ζωῆς  πέρας  ἐστί; τί  πολυπραγμονεῖς  καὶ  ὠδίνεις  ὑπὲρ  τοῦ κοινοῦ τέλους; Ἀλλ' ὅπερ ἐν τοῖς ἄλλοις πάσχομεν, τοῦτο καὶ ἐν τούτῳ. Καθάπερ γὰρ ἐν τοῖς ἄλλοις τὰ ἴδια ἀφέντες,  τὰ κοινὰ μεριμνῶμεν  λέγοντες· Ὁ δεῖνα πόρνος, ὁ δεῖνα μοιχὸς, ἐκεῖνος ἥρπασεν ἄλλος ἠδίκησε, τῶν δὲ ἑαυτοῦ οὐδεὶς οὐδένα λόγον ποιεῖται, ἀλλὰ πάντων  φροντίζει μᾶλλον, ἢ τῶν οἰκείων· οὕτω καὶ ἐνταῦθα, ἀφέντες τὸ οἰκεῖον ἕκαστος τέλος μεριμνᾷν, τὴν κοινὴν  βουλόμεθα κατάλυσιν  μαθεῖν. Τί γάρ σοι κοινὸν πρὸς ἐκείνην  ἐστίν; Ἂν ταύτην  καλῶς διάθῃ τὴν τελευτὴν,  οὐδὲν παρ' ἐκείνης  πείσῃ δεινόν.  Ἔστω πόῤῥω,  ἔστω  ἐγγύς· οὐδὲν  τοῦτο  πρὸς  ἡμᾶς.  ∆ιὰ τοῦτο  οὐκ  εἶπεν  ὁ Χριστὸς, ἐπειδὴ μὴ συνέφερε. Καὶ πῶς οὐ συνέφερε, φησίν; Αὐτὸς οἶδεν ὁ κρύψας, διὰ τί μὴ συνέφερεν·  ἄκουε  γὰρ  αὐτοῦ  λέγοντος  τοῖς  ἀποστόλοις·  Οὐχ ὑμῶν  ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί περιεργάζεσθε λοιπόν; οἱ περὶ Πέτρον τὸν κορυφαῖον  ταῦτα ἤκουσαν, ὡς τὰ μείζονα ἑαυτῶν  ζητοῦντες  μαθεῖν. Ναὶ, φησὶν,  ἀλλ' ἐνῆν  τὰ τῶν  Ἑλλήνων  ἐπιστομίζειν  οὕτω  στόματα. Πῶς, εἰπέ μοι; Ἐπειδὴ ἐκεῖνοι, φησὶ, τὸν κόσμον τοῦτον θεὸν λέγουσιν εἶναι· εἰ δὲ τὸν καιρὸν ᾔδειμεν τῆς  καταλύσεως,  ἐπεστομίσαμεν  ἂν  αὐτῶν  τὰ στόματα. Πάνυ γε· τοῦτο  γάρ ἐστι τὸ ἐπιστομίζον ἐκείνους, τὸ μαθεῖν, ὅτι ποτὲ καταλύεται, ἢ τὸ μαθεῖν πότε καταλύεται; Εἰ ἐπιστομίζειν βούλεσθε, τοῦτο λέγετε πρὸς αὐτοὺς, ὅτι πέρας ἕξει· εἰ μὴ πείθονται τούτῳ, οὐδὲ ἐκείνῳ πείσονται. Ἄκουσον τοῦ Παύλου λέγοντος· Αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης  ἐν νυκτὶ,  οὕτως  ἔρχεται· οὐχ ἡ κοινὴ  μόνον,  ἀλλὰ  καὶ ἡ ἑκάστου ἰδία· αὕτη γὰρ ἐκείνην  μιμεῖται, ἐπειδὴ ὁμοία αὐτῇ ἐστι καὶ συγγενής. Ὅπερ γὰρ ἀθρόως ἐκείνη, τοῦτο αὕτη κατὰ μέρος ποιεῖ· καὶ τῆς συντελείας ὁ καιρὸς ἀπὸ τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, τό τε τέλος ἑκάστου ἡμῶν τῆς ζωῆς εἰκὼν συντελείας ἐστὶ, καὶ οὐκ ἄν  τις  ἁμάρτοι  συντέλειαν  αὐτὸ εἰπών.  Ὅταν γὰρ μυρίοι  καθ' ἑκάστην  ἡμέραν τελευτῶσι,  καὶ  ἀναμένωσι   τὴν  ἡμέραν  ἐκείνην   ἅπαντες,  καὶ  πρὸ  ἐκείνης   οὐδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν; Εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τί ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται, ἐγὼ, ὡς ἐμαυτῷ δοκῶ καλῶς ἔχειν, ἐρῶ. Οὐδεὶς  ἂν  ἀρετῆς  ἐπεμελήθη   ποτὲ  παρὰ  τὸν  ἅπαντα   βίον,  εἰ  δῆλον   ἦν  καὶ  μὴ ἀπεκέκρυπτο· ἀλλ' εἰδὼς αὐτοῦ τὴν τελευταίαν  ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἂν ἀπῆλθεν. Εἰ γὰρ νῦν, τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν βίον ἅπαντα ἐν κακίᾳ καταναλώσαντες,  εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτίσματι διδόασιν ἑαυτούς· εἰ καὶ σφόδρα ὑπὲρ τούτου ἦσαν πεπεικότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήθη; Εἰ γὰρ, καὶ φόβου ἐπικειμένου,  πολλοὶ  χωρὶς  φωτίσματος  ἀπῆλθον,  καὶ  οὐδὲ  οὗτος  αὐτοὺς  ὁ  φόβος ἐπαίδευσε ζῶντας ἐπιμελεῖσθαι τῶν τῷ Θεῷ δοκούντων· εἰ καὶ οὗτος ἀνῄρητο ὁ φόβος, τίς ἂν ἐγένετό  ποτε σώφρων;  τίς δὲ ἐπιεικής; Οὐκ ἔστιν οὐδείς. Καὶ ἕτερον δὲ πάλιν πολὺς ὁ τοῦ θανάτου  φόβος κατέχει νῦν, καὶ ὁ τῆς ζωῆς ἔρως· εἰ δὲ ᾔδει ἕκαστος, ὅτι αὔριον  πάντως  τεθνήξεται,  οὐδὲν ἂν παρῃτήσατο τολμῆσαι  πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἂν ἠθέλησε, καὶ μυρία ἂν εἰργάσατο δεινὰ, τοὺς ἐχθροὺς ἀμυνόμενος.βʹ. Ἄνθρωπος  γὰρ μιαρὸς καὶ τῆς ἐνθάδε ζωῆς ἀπεγνωκὼς  οὐδὲ αὐτοῦ λόγον ἔχει τοῦ τὴν ἁλουργίδα περικειμένου. Ὁ τοίνυν  πεπεισμένος ὅτι πάντως  ἀπελθεῖν  δεῖ, καὶ ἀμυνεῖται τὸν ἐχθρὸν, καὶ πρότερον ἀναπαύσας αὐτοῦ τὴν ψυχὴν, οὕτως ἂν ἐδέξατο τὴν  τελευτήν.  Εἴπω τι καὶ τρίτον  ἕτερον; Οἱ φιλοζωοῦντες,  καὶ σφόδρα τῶν  ἐνθάδε ἐφιέμενοι, ὑπὸ τῆς ἀθυμίας ἂν καὶ τῆς λύπης διεφθάρησαν. Εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, μᾶλλον τοιαῦτα γίνεται, προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἂν διετέθη καὶ οὗτος. Οὐδὲ αὐτοὶ οἱ γενναῖοι  ἄνδρες μισθὸν ἂν ἔσχον. Εἰ γὰρ ᾔδεσαν ὅτι πάντως μετὰ τρία  ἔτη  ἀπελθεῖν   δεῖ,  καὶ  πρὸ  ἐκείνων   οὐ  δυνατὸν,   ποῖον   ἂν  ἔσχον   μισθὸν, κατατολμῶντες τῶν δεινῶν; Εἶπε γὰρ ἄν τις πρὸς αὐτοὺς, ὅτι Ἐπειδὴ θαῤῥεῖτε ὑπὲρ τῶν τριῶν  ἐτῶν,  διὰ τοῦτο τοῖς κινδύνοις  ἑαυτοὺς  ἐκδιδόατε, εἰδότες  ὅτι ἄλλως  οὐκ ἔνι ὑμᾶς  ἀπελθεῖν.  Ὁ γὰρ ἐξ ἑκάστου κινδύνου  προσδοκῶν  τεθνήξεσθαι,  καὶ  εἰδὼς  ὅτι ζήσεται  μὲν  μὴ  παραβουλευσάμενος,   τεθνήξεται   δὲ  τοιαῦτα   τολμῶν,   τῆς  αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν  τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον. Ἀπὸ δὲ ὑποδείγματος τοῦτο ὑμῖν ποιήσω φανερόν· Εἰπέ μοι, εἰ ὁ πατριάρχης Ἀβραὰμ προειδὼς ὅτι οὐ σφάξει τὸν υἱὸν ἀνήγαγεν, ἆρα ἂν ἔσχε τινὰ μισθόν; Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι  οὐ τεθνήξεται,  ὑπερεῖδε  τῶν  κινδύνων,  ποῦ δὲ καὶ θαυμαστός; Οὕτω γὰρ καὶ ὁ νωθρότατος  εἰς πῦρ ἐνέβη ἂν, εἴ τινα ἀξιόπιστον ἐγγυητὴν  εὗρε τῆς ἀσφαλείας. Ἀλλ' οὐχ οἱ τρεῖς παῖδες τοιοῦτοι· ἀλλὰ τί; Ἄκουε αὐτῶν  λεγόντων·  Βασιλεῦ, ἔστι Θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου ταύτης· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας, οὐ προσκυνοῦμεν.  Ὁρᾶτε πόσα κέρδη ἐστὶ, καὶ πλείονα  τούτων  ἐκ τοῦ ἀγνοεῖν  τὴν τελευτήν; Τέως δὲ ταῦτα ἀπόχρη μαθεῖν. ∆ιὰ τοῦτο ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· ἵνα μὴ εἰς κακίαν ἐξαγάγωμεν  ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τὸν μισθὸν ἡμῶν ὑποτέμηται.  Αὐτοὶ γὰρ ἀκριβῶς, φησὶν, οἴδατε. Τί οὖν περιεργάζεσθε, εἰ πεπεισμένοι ἐστέ; Ὅτι δὲ ἄδηλον τὸ μέλλον, ἐξ ὧν ὁ Χριστὸς εἶπε, μάνθανε· ὅτι δὲ διὰ τοῦτο εἶπεν, ἄκουσον τί φησι· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. ∆ιὰ τοῦτο καὶ  Παῦλος ἔλεγεν·  Ὅταν  δὲ λέγωσιν,  Εἰρήνη καὶ  ἀσφάλεια,  τότε  αἰφνίδιος  αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐνταῦθα τοῦτο ᾐνίξατο, ὅπερ καὶ ἐν τῇ δευτέρᾳ εἶπεν Ἐπιστολῇ. Ἐπειδὴ γὰρ οὗτοι μὲν ἦσαν ἐν θλίψεσιν, οἱ δὲ πολεμοῦντες αὐτοὺς ἐν ἀνέσει καὶ ἐν τρυφῇ, εἶτα αὐτὸς μὲν παρεμυθεῖτο τὰ παρόντα δεινὰ τῷ τῆς ἀναστάσεως λόγῳ, ἐκεῖνοι δὲ ἐπηρέαζον ἐκ τῶν προγονικῶν ἐνθυμημάτων  φθεγγόμενοι  καὶ ἔλεγον. Πότε ἔσται; (ὅπερ καὶ οἱ προφῆται ἔλεγον· Οὐαὶ οἱ λέγοντες, τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν· καὶ πάλιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες  τὴν ἡμέραν Κυρίου (οὐ γὰρ ἁπλῶς  ἐπιθυμοῦντας  λέγει,  ἀλλὰ  τοὺς ἐκ τοῦ ἀπιστεῖν  ἐπιθυμοῦντας)· καὶ, Ἡ ἡμέρα Κυρίου σκότος, φησὶ,  καὶ  οὐ  φῶς)·  διὰ  τοῦτο  εἴρηκεν  οὕτω.  Καὶ ὅρα  πῶς  αὐτοὺς παραμυθεῖται· ὡς ἂν εἰ ἔλεγε· Μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι  τὴν κρίσιν· οὕτω μὲν οὖν καὶ παραγίνεται.  Ἄξιον δὲ καὶ ἐκεῖνο ζητῆσαι· εἰ  ὁ Ἀντίχριστος  ἔρχεται,  καὶ  ὁ Ἠλίας  ἔρχεται,  πῶς  ὅταν  λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αὐτοῖς αἰφνίδιος  ὄλεθρος ἐφίσταται; ταῦτα γὰρ οὐκ ἀφίησι μὴ εἰδέναι τὴν ἡμέραν, τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς. Ἀλλ' οὐ τοῦτον τὸν καιρὸν αἰνίττεται,  τοῦ Ἀντιχρίστου  λέγω, οὔτε τὴν ἡμέραν ἐκείνην  φησὶν, ὅτι σημεῖον ἔσται τῆς  παρουσίας τοῦ  Χριστοῦ, ἀλλ' ὅτι  ὁ Χριστὸς οὐχ  ἕξει σημεῖον,  ἀλλ' ἀθρόον  καὶ ἀπροσδοκήτως  ἥξει. Καὶ μὴν τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται  ἀδήλως·  οἶδε γὰρ ὅτι μετὰ ἐννέα μῆνας ἔσται ὁ τόκος. Καὶ σφόδρα μὲν οὖν ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐννεαμηνιαῖα·  ἄλλως  δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος τοῦ τόκου. Πρὸς τοῦτο οὖν φησι ταῦτα ὁ Παῦλος. Καὶ ἀκριβὴς ἡ εἰκών· οὐ γὰρ πολλὰ τῆς ὠδῖνός ἐστι τὰ τεκμήρια· πολλαὶ γοῦν οὕτω καὶ ἐν ὁδοῖς καὶ τῆς οἰκίας ἔξω, μὴ προειδυῖαι, ἔτεκον. Οὐ τὸ ἄδηλον  δὲ μόνον  ἐνταῦθα  ᾐνίξατο,  ἀλλὰ  καὶ τὸ τῆς  ὀδύνης  πικρόν.  Ὥσπερ γὰρ ἐκείνη  παίζουσα, γελῶσα, οὐδὲν ὅλως προορωμένη, ἐξαίφνης  ἀῤῥήτοις κατασχεθεῖσα πόνοις  διακόπτεται  ταῖς  ὠδῖσιν·  οὕτω  καὶ αἱ ψυχαὶ  ἐκεῖναι,  τῆς ἡμέρας ἐπελθούσης ἐκείνης. Καὶ οὐ μὴ ἐκφύγωσιν.  Εἶτα δεικνὺς ὅτι οὐ περὶ αὐτῶν ταῦτα λέγει, ἐπήγαγεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ.γʹ. Ἐνταῦθα  τὸν  σκοτεινὸν  καὶ ἀκάθαρτον  βίον  φησί. Καθάπερ γὰρ ἐν  νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων,  πάντας λανθάνοντες, καὶ ἐν σκότῳ κατακλείοντες  ἑαυτούς. Εἰπὲ γάρ μοι, οὐχὶ τὴν ἑσπέραν παρατηρεῖ ὁ μοιχός; καὶ οὐχὶ τὴν νύκτα ὁ κλέπτης; ὁ τυμβωρύχος οὐχὶ πᾶσαν τὴν ἐργασίαν ἐν νυκτὶ ἔχει; Τί οὖν; οὐχὶ  ὡς  κλέπτης  αὐτοὺς  καταλαμβάνει;  οὐχὶ  καὶ  αὐτοῖς  ἀδήλως  ἐφίσταται;  Ἀλλὰ προΐσασι; Πῶς οὖν λέγει, Οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; Ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς τὴν συμφοράν· τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει. Ἀδήλως μὲν γὰρ ἥξει  καὶ  αὐτοῖς,  πλὴν  ἀλλ'  οὐδενὶ  περιβαλεῖ  λυπηρῷ.  Ἵνα  ἡ ἡμέρα, φησὶν,  ὡς κλέπτης  ὑμᾶς καταλάβῃ.  Ἐπὶ γὰρ ἐγρηγορότων  καὶ ἐν φωτὶ  ὄντων,  κἂν γένηταί  τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμήνασθαι  δυνήσεται· οὕτω καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων· ἀλλ' ἐκείνους  τοὺς καθεύδοντας  πάντων  γυμνώσας  ἄπεισι, τοὺς τοῖς  ἐνθάδε  θαῤῥοῦντας. Εἶτα καὶ ἄλλο ὑπὲρ αὐτῶν· ἐπάγει γάρ· Πάντες γὰρ ὑμεῖς, φησὶν, υἱοὶ φωτός  ἐστε καὶ υἱοὶ  ἡμέρας. Καὶ πῶς  ἔνι,  φησὶν,  υἱοὺς  ἡμέρας εἶναι;  Ὡς υἱοὺς  ἀπωλείας,  ὡς  υἱοὺς γεέννης.  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Φαρισαίοις· Οὐαὶ ὑμῖν, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν  ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον·  καὶ ὅταν  γένηται,  ποιεῖτε  αὐτὸν γεέννης υἱόν· καὶ ὁ Παῦλος· ∆ι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, τουτέστι, τοὺς τὰ τῆς γεέννης  πράττοντας,  τοὺς τὰ τῆς ἀπειθείας. Ὥσπερ οὖν υἱοὶ τοῦ Θεοῦ οἱ τὰ τῷ Θεῷ δοκοῦντα πράττοντες,  οὕτω καὶ υἱοὶ ἡμέρας καὶ υἱοὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς  πράττοντες.  Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. Ἄρα οὖν μὴ καθεύδωμεν,  ὡς καὶ οἱ λοιποὶ, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. Οἱ γὰρ καθεύδοντες, νυκτὸς καθεύδουσι· καὶ  οἱ  μεθυσκόμενοι,  νυκτὸς  μεθύουσιν·  ἡμεῖς  δὲ  ἡμέρας  ὄντες,  νήφωμεν.∆είκνυσιν ἐνταῦθα  ὅτι τὸ ἐν ἡμέρᾳ εἶναι ἡμῶν ἐστι. Καὶ ἐνταῦθα μὲν, ἐπὶ τῆς ἡμέρας ταύτης καὶ τῆς νυκτὸς λέγω, οὐχ ἡμῶν ἐστιν, ἀλλὰ καὶ ἀκόντων  ἡμῶν ἔρχεται ἡ νὺξ, καὶ μὴ βουλομένων ὁ ὕπνος ἐφίσταται· ἐπὶ δὲ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ ὕπνου, οὐκέτι, ἀλλ' ἔξεστι διαπαντὸς ἐγρηγορέναι, ἔξεστι διαπαντὸς ἡμέραν ἄγειν. Τοὺς γὰρ τῆς ψυχῆς ὀφθαλμοὺς  κλεῖσαι, καὶ τὸν ἀπὸ τῆς κακίας ὕπνον  ἐπαγαγεῖν,  οὐκ ἔστι φύσεως, ἀλλὰ προαιρέσεως.   Ἀλλὰ   γρηγορῶμεν,   φησὶ,   καὶ   νήφωμεν.    Ἔξεστι  γὰρ   ἐγρηγορότα καθεύδειν,  μηδὲν  πράττοντα  ἀγαθόν· διὰ  τοῦτο  ἐπήγαγε,  Καὶ νήφωμεν.  Καὶ γὰρ ἐν ἡμέρᾳ ἂν γρηγορῇ τις, μὴ νήφῃ  δὲ, μυρίοις περιπεσεῖται  δεινοῖς,  Ὥστε γρηγορήσεως ἐπίτασις ἡ νῆψίς ἐστιν. Οἱ καθεύδοντες, φησὶ, νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι, νυκτὸς μεθύουσι. Μέθην ἐνταῦθά φησιν οὐ τὴν ἀπὸ τοῦ οἴνου μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ πάντων   τῶν  κακῶν.  Καὶ γὰρ  μέθη  ψυχῆς  πλοῦτος,  καὶ  χρημάτων   ἐπιθυμία,  καὶ σωμάτων  ἔρως, καὶ πᾶν ὅπερ ἂν εἴπῃς, μέθη ψυχῆς ἐστι. ∆ιὰ τί δὲ ὕπνον  τὴν κακίαν ἐκάλεσεν; Ὅτι πρῶτον  μὲν ἀνενέργητός  ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα, ὅτι πάντα φαντασιοῦται,  καὶ οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ' ὀνειράτων  ἐστὶ μεστὸς, καὶ ἀτόπων πολλάκις πραγμάτων· ἂν δέ τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός. Τοιοῦτον ὁ παρὼν βίος ἐστίν· ὀνειράτων  καὶ φαντασίας γέμει. Ὁ πλοῦτος ὄναρ, ἡ δόξα, πάντα τὰ τοιαῦτα. Ὁ καθεύδων,  τὰ μὲν ὄντα καὶ ἀληθῶς  ὑφεστῶτα  οὐχ ὁρᾷ, τὰ δὲ μὴ ὄντα. ὡς ὄντα  φαντασιοῦται.  Τοιαύτη  ἡ  κακία  ἐστὶ, καὶ  ὁ  ἐν  κακίᾳ  βίος· οὐχ  ὁρᾷ  τὰ  ὄντα, τουτέστι, τὰ πνευματικὰ, τὰ οὐράνια, τὰ μένοντα, ἀλλὰ τὰ ῥέοντα καὶ ἀφιπτάμενα  καὶ ἀποπηδῶντα   ταχέως  ἡμῶν.  Οὐκ ἀρκεῖ  δὲ  ἐγρηγορέναι   καὶ  νήφειν,   ἀλλὰ  δεῖ  καὶ καθοπλίζεσθαι. Κἂν γὰρ ἐγρηγορώς τις ᾖ καὶ νήφων,  μὴ ἔχῃ δὲ ὅπλα, ταχέως αὐτὸν οἱ λῃσταὶ κατεργάζονται.  Ὅταν οὖν καὶ ἐγρηγορέναι  χρὴ καὶ νήφειν  καὶ καθοπλίζεσθαι, ἡμεῖς  δὲ ἄοπλοι  καὶ  γυμνοὶ  ὦμεν  καὶ  καθεύδωμεν,  τίς  κωλύσει  ἐκεῖνον  πῆξαι  τὴν μάχαιραν; ∆ιὸ καὶ τοῦτο δηλῶν, ὅτι ὅπλων ἡμῖν δεῖ, ἐπήγαγεν· Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν,   ἐνδυσάμενοι   θώρακα  πίστεως   καὶ  ἀγάπης·  καὶ  περικεφαλαίαν,   ἐλπίδα σωτηρίας. –Πίστεως καὶ ἀγάπης, φησίν. Ἐνταῦθα βίον μετὰ δογμάτων ὀρθῶν αἰνίττεται. Ὅρα πῶς ἐδήλωσε τί ἐστι τὸ ἐγρηγορέναι καὶ νήφειν,  τὸ ἔχειν θώρακα, φησὶ, πίστεως καὶ  ἀγάπης.  Πίστιν οὐ τὴν  τυχοῦσάν  φησιν,  ἀλλὰ  τὴν  ζέουσαν, τὴν  εἰλικρινῆ,  τὴν ἀχειρώτους   ποιοῦσαν  τοὺς  προβεβλημένους   αὐτήν.  Ὥσπερ  τὸν  θώρακα  οὐδὲν  ἂν διατέμοι ταχέως, ἀλλ' ἔστιν ἀφανὲς τειχίον  τῷ στήθει· οὕτω καὶ σὺ πίστιν καὶ ἀγάπην περιέλασον τῇ ψυχῇ, καὶ οὐδὲν τῶν πεπυρωμένων βελῶν τοῦ διαβόλου ἐμπαγῆναι δυνήσεται. Ἔνθα γὰρ ᾖ προκατειλημμένη  τῷ τῆς ἀγάπης ὅπλῳ τῆς ψυχῆς ἡ δύναμις, πάντα  εἰκῆ  καὶ  μάτην  κατασκευάζουσιν  οἱ  ἐπιβουλεύοντες.  Οὔτε γὰρ  πονηρία,  οὐκ ἔχθρα, οὐ βασκανία, οὐ κολακεία, οὐχ ὑπόκρισις, οὐκ ἄλλο οὐδὲν καθικέσθαι δυνήσεται τῆς  τοιαύτης  ψυχῆς.  Οὐχ ἁπλῶς  δὲ  ἀγάπην  εἶπεν,  ἀλλ' ὡς  θώρακα  ἰσχυρὸν  εἶπεν ἐνδύσασθαι. Εἶτα οὕτως  εἰ  πὼν  ἐπάγει· Καὶ περικεφαλαίαν,  ἐλπίδα  σωτηρίας. Καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα καὶ πάντοθεν  στεγάζουσα· οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν, ἀλλ' ὀρθὸν ἵστησιν ὥσπερ κεφαλὴν,  οὐδὲν τῶν  ἔξωθεν  εἰς αὐτὸν πεσεῖν ἐῶσα. Ἕως δ' ἂν μηδὲν καταφέρηται, οὐδὲ αὕτη ἐπολισθαίνει· τὸν γὰρ τούτοις πεφραγμένον  τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. Μένει γὰρ, φησὶ, πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα. Εἶτα εἰπὼν, ἐνδύσασθε καὶ περιθέσθε, αὐτὸς κατασκευάζει τὰ ὅπλα λοιπὸν, καὶ δείκνυσιν  ὅθεν ἂν τεχθείη πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ τὰ ὅπλα ἰσχυρότερα γένοιτο, ἐπάγων καὶ λέγων· Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν  σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.δʹ. Ὥστε οὐ πρὸς τοῦτο ἐκάλεσεν εἰς τὸ ἀπολέσαι, ἀλλ'  εἰς τὸ σῶσαι. Καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; Τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, φησίν· οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκε, καὶ οὐχ ἁπλῶς ἔδωκεν, ἀλλ' εἰς θάνατον. Ἀπὸ τούτων τῶν λογισμῶν ἡ ἐλπὶς τίκτεται. Μὴ γὰρ ἀπογνῷς, ἄνθρωπε, πρὸς τὸν Θεὸν ἀπερχόμενος τὸν μηδὲ Υἱοῦ φεισάμενον διὰ σέ· μὴ ἀπαγορεύσῃς τοῖς παροῦσι κακοῖς. Ὁ τὸν Μονογενῆ δοὺς, ἵνα σε σώσῃ καὶ τῆς γεέννης ἐξέληται, τίνος φείσεται λοιπὸν ὑπὲρ τῆς  σῆς  σωτηρίας;  Ὥστε ἐλπίζειν  χρὴ  πάντα  χρηστά.  Οὐδὲ γὰρ,  εἰ  πρὸς  δικαστὴν ἀπῄειμεν μέλλοντα κρίνειν ἡμᾶς, καὶ τοσαύτην ἀγάπην ὑπὲρ ἡμῶν ἐπιδεδειγμένον,  ὡς τὸν  υἱὸν  κατασφάξαι,  ἐδείσαμεν  ἄν.  Ἐλπίζωμεν  οὖν  χρηστὰ  καὶ  μεγάλα·  τὸ  γὰρ κεφάλαιον  ἐλάβομεν, εἰ πιστεύομεν. Εἴδομεν γὰρ τὸ ὑπόδειγμα· ἀγαπήσωμεν· ἐσχάτης γὰρ ἀνοίας τὸ μὴ τὸν οὕτω διατεθέντα  ἀγαπῆσαι. Ἵνα, εἴτε γρηγοροῦμεν, φησὶν, εἴτε καθεύδομεν, ἅμα σὺν αὐτῷ ζήσωμεν. ∆ιὸ παρακαλεῖτε  ἀλλήλους,  καὶ οἰκοδομεῖτε  εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.  Καὶ ἀλλαχοῦ  πάλιν,  Εἴτε γρηγοροῦμεν,  εἴτε καθεύδομεν. Ἀλλ' ἕτερον ἐκεῖ τὸν ὕπνον  φησὶ, καὶ ἕτερον ἐνταῦθα· ἐνταῦθα  μὲν γὰρ τὸν θάνατον δηλοῖ τὸν σωματικὸν, ἐκεῖ δὲ τὴν περὶ τὸν βίον ἀμέλειαν. Ὃ οὖν δηλοῖ, τοῦτό ἐστι· Τοὺς κινδύνους  μὴ δεδοίκατε  κἂν ἀποθάνωμεν,  ζησόμεθα. Μὴ ἀπελπίσῃς, ὅτι κινδυνεύεις· ἔχεις  ἐνέχυρον  ἀσφαλές·  οὐκ  ἂν,  εἰ  μὴ σφόδρα ἡμῶν  περιεκαίετο,  τὸν  Υἱὸν αὐτοῦ ἔδωκεν.   Ὥστε  κἂν   ἀποθάνῃς,   ζήσῃ·  καὶ  γὰρ  καὶ  αὐτὸς   ἀπέθανεν.   Ἄν   τε  οὖν ἀποθάνωμεν,  ἄν  τε  ζῶμεν,  μετ' αὐτοῦ  ζησόμεθα. Ἀδιάφορον  τοῦτο  ἔχω·  οὐδέν  μοι μέλει, ἄν τε ζῶ, ἄν τε ἀποθάνω· μετ' ἐκείνου γὰρ ζησόμεθα. Πάντα οὖν ὑπὲρ ἐκείνης πράττωμεν  τῆς ζωῆς, πάντα πρὸς ἐκείνην  ὁρῶντες ἐργασώμεθα. Σκότος ἐστὶν ἡ κακία, ἀγαπητὲ, θάνατός  ἐστι, νύξ ἐστιν, οὐδὲν ὁρῶμεν τῶν  δεόντων,  οὐδὲν πράττομεν  τῶν προσηκόντων. Καθάπερ οἱ νεκροὶ δυσειδεῖς εἰσι καὶ ὀδωδότες, οὕτω καὶ αἱ ψυχαὶ τῶν ἐν κακίᾳ   πολλῆς   εἰσιν   ἀκαθαρσίας   μεσταί·  μέμυκεν   αὐτῶν   τὰ   ὄμματα,   τὸ   στόμα συνείληπται,   ἀκίνητοι   μένουσιν  ἐν  τῇ  κλίνῃ   τῆς  κακίας·  μᾶλλον   δὲ  τῶν   ταῦτα παθόντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ πρὸς ἑκάτερα νεκροὶ, ἐκεῖνοι δὲ πρὸς μὲν ἀρετὴν ἀναίσθητοι, ζῶντες δὲ πρὸς κακίαν. Νεκρὸν κἂν πλήξῃ τις, οὐκ αἰσθάνεται. οὐδὲ ἀμύνεται· ἀλλ' ὥσπερ ξύλον αὖον οὕτω καὶ ἡ ψυχὴ αὖον ὄντως ἐστὶν, ἀποβαλοῦσα τὴν ζωήν· μυρία καθ' ἑκάστην ἡμέραν λαμβάνει  τραύματα, καὶ οὐδενὸς  αἰσθάνεται,  ἀλλ' ἀναλγήτως   πρὸς  πάντα   διάκειται.   Οὐκ  ἄν   τις   ἁμάρτοι   τοῖς   μεμηνόσιν   αὐτοὺς παραβάλλων,   τοῖς  μεθύουσι,  τοῖς  παραπαίουσι.  Πάντα  δὲ  ταῦτα  ἔχει  ἡ  κακία,  καὶ πάντων  ἐστὶ χαλεπωτέρα.  Ὁ μαινόμενος  ἔχει πολλὴν  συγγνώμην  παρὰ τῶν ὁρώντων· οὐ γάρ ἐστι προαιρέσεως τὸ νόσημα, ἀλλὰ φύσεως μόνης· ὁ δὲ ἐν κακίᾳ διάγων, πόθεν συγγνωσθήσεται; Πόθεν, οὖν ἡ κακία; πόθεν οἱ πλείους κακοί; Πόθεν, ἐρωτᾷς; εἰπέ μοι σὺ, πόθεν  ἡ  κακία  τῶν  νοσημάτων;  πόθεν  φρενῖτις;  πόθεν  ὕπνος  βαρύς;  οὐχὶ  ἐξ ἀπροσεξίας; Εἰ τὰ φυσικὰ νοσήματα ἀπὸ προαιρέσεως ἔχει τὴν ἀρχὴν, πολλῷ μᾶλλον τὰ προαιρετικά. Ἡ μέθη πόθεν; οὐχὶ ἐξ ἀκρασίας ψυχῆς; ἡ φρενῖτις  οὐχὶ ἀπὸ ὑπερβολῆς πυρετοῦ; ὁ δὲ πυρετὸς οὐχὶ ἀπὸ πλεοναζόντων ἐν ἡμῖν στοιχείων; ἡ πλεονεξία  δὲ τῶν ἐν ἡμῖν στοιχείων  οὐχὶ ἐξ ἀπροσεξίας; Ὅταν γὰρ ἢ ἐνδείᾳ, ἢ πλεονεξίᾳ εἰς ἀμετρίαν τι τῶν  ἐν ἡμῖν ἐξαγάγωμεν,  ἀνάπτομεν  ἐκεῖνο τὸ πῦρ. Πάλιν, ἂν τῆς φλογὸς  ἁφθείσης, ἐπιμένωμεν    καταφρονοῦντες,    καθ'   ἑαυτῶν   ἐργαζόμεθα   πυρὰν,   ἣν   οὐδὲ   σβέσαι δυνάμεθα. Οὕτω καὶ ἐπὶ τῆς κακίας γίνεται· ὅταν ἀρξαμένην αὐτὴν μὴ κωλύωμεν, μηδὲ ἐκκόπτωμεν,  οὐδὲ ἐφικέσθαι  δυνάμεθα  τοῦ τέλους  λοιπὸν,  ἀλλὰ  μείζων  γίνεται  τῆς ἡμετέρας ἰσχύος. ∆ιὸ, παρακαλῶ, πάντα πράττωμεν,  ὥστε μηδέποτε ἀπονυστάξαι. Οὐχ ὁρᾶτε τοὺς φύλακας,  ὅτι πολλάκις  μικρὸν ἑαυτοὺς δόντες τῷ ὕπνῳ, οὐδὲν ἀπώναντο τῆς πολλῆς  φυλακῆς;  δι' ἐκείνου  γὰρ τοῦ μικροῦ τὸ πᾶν διέφθειραν,  τῷ βουλομένῳ κλέψαι πολλὴν δόντες τὴν ἄδειαν. Καθάπερ γὰρ οὐχ οὕτως ἡμεῖς τοὺς κλέπτας ὁρῶμεν, ὡς ἐκεῖνοι ἡμᾶς ὁρῶσιν· οὕτω καὶ ὁ διάβολος μάλιστα πάντων  ἐφέστηκε καὶ ἐνεδρεύει, καὶ τρίζει τοὺς ὀδόντας. Μὴ νυστάξωμεν  τοίνυν· μὴ εἴπωμεν, παρὰ τοῦτο οὐδὲν, παρ' ἐκεῖνο οὐδέν. Ὅθεν οὐ προσεδοκήσαμεν, πολλάκις  ἐσυλήθημεν. Οὕτω καὶ ἐπὶ κακίας· ὅθεν οὐ προσεδοκήσαμεν, ἀπωλόμεθα. Πάντα περισκοπῶμεν ἀκριβῶς, μὴ μεθυσκώμεθα, καὶ οὐχ ὑπνώσομεν· μὴ τρυφῶμεν,  καὶ οὐ καθευδήσομεν· μὴ μαινώμεθα  πρὸς τὰ ἔξω, καὶ ἐν νήψει  διατελέσομεν.  Ῥυθμίζωμεν  ἑαυτοὺς πάντοθεν.  Καὶ καθάπερ ἐπὶ σχοίνου τεταμένης  βαδίζοντας  οὐκ ἔνι ῥᾳθυμῆσαι οὐδὲ μικρόν· τὸ γὰρ μικρὸν μέγα ἐργάζεται κακόν· περιτραπεὶς  γὰρ εὐθέως  κατηνέχθη  καὶ ἀπώλετο·  οὕτως  οὐδὲ ἡμᾶς  δυνατὸν ῥᾳθυμεῖν. Στενὴν βαδίζομεν ὁδὸν ὑπὸ κρημνῶν  ἑκατέρωθεν  ἀπειλημμένην,  ὁμοῦ δύο πόδας οὐ δεχομένην. Ὁρᾷς πόσης ἡμῖν ἀκριβείας δεῖ; Οὐχ ὁρᾷς τοὺς τὰς ἀμφικρήμνους ὁδοιποροῦντας   ὁδοὺς,  πῶς   οὐ  τοὺς  πόδας  ἀσφαλίζονται   μόνον,   ἀλλὰ   καὶ  τοὺς ὀφθαλμούς;  Ἂν  γὰρ  δόξῃ  ἑτέρωθι  προσέχειν  αὐτὸν,  κἂν  ὁ  ποῦς  βεβαίως  ἑστήκῃ, ἰλιγγιάσας ἀπὸ τοῦ βάθους ὁ ὀφθαλμὸς τὸ πᾶν κατήνεγκεν.  Ἀλλ' ἑαυτῷ δεῖ προσέχειν, καὶ τῇ βαδίσει· διὰ τοῦτό φησι. Μήτε δεξιὰ, μήτε ἀριστερά. Πολὺς ὁ βυθὸς τῆς κακίας ἐστὶ, μεγάλοι  οἱ κρημνοὶ, πολὺ κάτω σκότος, στενὴ ἡ ὁδός· προσέχωμεν  μετὰ φόβου, μετὰ  τρόμου  περιπατῶμεν.  Οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐκκέχυται  γέλωτι,  οὐδὲ  βαρεῖται  μέθῃ, ἀλλ' ἐν νήψει  καὶ προσοχῇ τὴν  τοιαύτην  ὁδεύει  ὁδόν· οὐδεὶς τοιαύτην  ὁδεύων  ὁδὸν,  ἐπιφέρεταί  τι  τῶν  περιττῶν·  ἀγαπητὸν  γὰρ  εὔζωνον  ὄντα δυνηθῆναι   διαδραμεῖν·  οὐδεὶς  συμποδίζει  τοὺς  πόδας  τοὺς  ἑαυτοῦ,  ἀλλ'  εὐλύτους ἀφίησιν.εʹ. Ἡμεῖς  δὲ  μυρίαις  φροντίσιν  ἑαυτοὺς  καταδεσμοῦντες,  καὶ  μυρία  φορτία βιωτικὰ   ἐπιφερόμενοι,   κεχηνότες   καὶ  ἐκκεχυμένοι   πῶς  τὴν  στενὴν  προσδοκῶμεν βαδίζειν ὁδόν; Οὐχ ἁπλῶς εἶπεν, ὅτι στενή ἐστιν ἀλλὰ μετὰ θαυμασμοῦ· Τί στενὴ ἡ ὁδός· τουτέστι, σφόδρα στενή. Τοῦτο καὶ ἡμεῖς ποιοῦμεν  ἐπὶ τῶν  πάνυ θαυμαζομένων.  Καὶ πάλιν,  Τεθλιμμένη,  φησὶν,  ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν  ζωήν.  Καὶ καλῶς  εἶπε στενή. Ὅταν  γὰρ  καὶ  ῥημάτων  καὶ  ἐννοιῶν  καὶ  πράξεων  καὶ  πάντων  ὀφείλομεν  εὐθύνας ὑπέχειν, στενὴ ὄντως ἐστί. Στενοτέραν δὲ αὐτὴν ποιοῦμεν ἡμεῖς, πλατύνοντες ἑαυτοὺς καὶ εὐρύνοντες καὶ τοὺς πόδας ἐκχέοντες. Ἡ γὰρ στενὴ παντὶ μὲν δυσχερὴς, μάλιστα δὲ τῷ λιπαινομένῳ, ὡς ὅ γε κατατήκων  ἑαυτὸν, οὐδὲ αἰσθήσεται τῆς στενοχωρίας· ὥστε ὁ μεμελετηκὼς   θλίβεσθαι,  οὐδὲ  ἀποδυσπετήσει  πρὸς  τὸ  πιέζεσθαι.  Μὴ  τοίνυν   μετὰ ἀνέσεως  προσδοκάτω  τις  τὸν  οὐρανὸν  ὄψεσθαι·  οὐ  γὰρ  ἔνι.  Μηδεὶς  μετὰ  τρυφῆς ἐλπιζέτω  τὴν στενὴν ὁδεύειν  ὁδόν· οὐ γὰρ δυνατόν.  Μηδεὶς τὴν εὐρύχωρον  βαδίζων, τὴν ζωὴν ἐλπιζέτω. Ὅταν οὖν ἴδῃς λουτροῖς, τραπέζῃ πολυτελεῖ, ἢ δορυφορίαις ἐντρυφῶντα τὸν δεῖνα, μὴ ταλανίσῃς σαυτὸν, ὡς οὐ μετέχοντα τούτων, ἀλλὰ στέναξον ἐκεῖνον,  ὅτι τὴν ἀπολλυμένην  ὁδεύει ὁδόν. Τί γὰρ ὄφελος  ταύτης τῆς ὁδοῦ, ὅταν εἰς θλῖψιν τελευτᾷ; ποῖον δὲ βλάβος ἀπ' ἐκείνης τῆς στενοχωρίας, ὅταν εἰς ἄνεσιν ἔρχηται; Εἰπέ μοι, εἴ τις εἰς τὰ βασίλεια καλούμενος, διὰ στενωπῶν  θλιβερῶν  καὶ ἀποκρήμνων βαδίζοι, ἕτερος δέ τις τὴν ἐπὶ θάνατον  ἀγόμενος  διὰ μέσης ἕλκοιτο  τῆς ἀγορᾶς, τίνα μακαριοῦμεν, τίνα στενάξομεν; οὐ τὸν διὰ τῆς εὐρυχώρου βαδίζοντα; Οὕτω καὶ νῦν, μὴ τοὺς τρυφῶντας  μακαρίζωμεν, ἀλλὰ τοὺς μὴ τρυφῶντας· οὗτοι πρὸς τὸν οὐρανὸν σπεύδουσιν, ἐκεῖνοι πρὸς τὴν γέενναν.  Καὶ ἴσως μὲν αὐτῶν πολλοὶ  καὶ γελάσονται  τὰ παρ' ἡμῶν λεγόμενα· ἐγὼ δὲ μάλιστα διὰ τοῦτο ὀδύρομαι καὶ θρηνῶ, ὅτι οὐδὲ ἴσασιν ἐφ' οἷς χρὴ γελᾷν, ὑπὲρ ὧν ἐχρῆν μάλιστα πενθεῖν· ἀλλὰ πάντα συγχέουσι καὶ ταράττουσι καὶ   θορυβοῦσι.   ∆ιὰ   ταῦτα   αὐτοὺς   ἐγὼ   θρηνῶ.   Τί   λέγεις,   ἄνθρωπε;   μέλλων ἀναστήσεσθαι, καὶ λόγον ὑφέξειν τῶν σοι πεπραγμένων, καὶ τὴν ἐσχάτην ὑποστήσεσθαι δίκην, τούτων  μὲν οὐδένα λόγον ποιῇ, γαστρίζεσθαι δὲ μελετᾷς καὶ μεθύειν, καὶ πρὸς τούτοις  γελᾷς;  Ἀλλ' ἐγώ  σε θρηνῶ,  τὰ  μένοντά  σε ἐπιστάμενος  κακὰ, τὴν διαδεξομένην σε τιμωρίαν· καὶ διὰ τοῦτο θρηνῶ μάλιστα, ὅτι γελᾷς. Πένθησον σὺν ἐμοὶ, θρήνησον μετ' ἐμοῦ τὰ σὰ κακά. Εἰπέ μοι, ἐάν τίς σοι τῶν οἰκείων ἀπόληται, οὐχὶ τοὺς μὲν γελῶντας  ἐπὶ τῇ τελευτῇ καὶ ἀποστρέφῃ, καὶ ἐχθροὺς ἡγῇ, τοὺς δὲ δακρύοντας καὶ συμπενθοῦντας  φιλεῖς; Εἶτα τῆς μὲν γυναικὸς προκειμένης νεκρᾶς, τὸν γελῶντα ἀποστρέφῃ,  τῆς  δὲ ψυχῆς  σοι τεθανατωμένης,  τὸν  δακρύοντα  ἀποστρέφῃ,  γελᾷς  δὲ αὐτός;  Ὁρᾷς πῶς  ἡμᾶς  διέθηκεν  ὁ διάβολος,  ἐχθροὺς  ἑαυτοῖς  εἶναι  καὶ  πολεμίους; Ἀνανήψωμέν  ποτε, διαβλέψωμεν,  γρηγορήσωμεν, ἐπιλαβώμεθα  τῆς αἰωνίου ζωῆς, τὸν πολὺν ὕπνον ἀποτιναξώμεθα.  Κρίσις ἐστὶ, κόλασίς ἐστιν, ἀνάστασίς ἐστιν, ἐξέτασις τῶν πεπραγμένων·   ὁ  Κύριος ἔρχεται  ἐν  νεφέλαις,  Πῦρ ἐνώπιον   αὐτοῦ  καυθήσεται,  καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρὰ, φησί· ποταμὸς πυρὸς σύρεται ἔμπροσθεν αὐτοῦ, σκώληξ ἀτελεύτητος, πῦρ ἄσβεστον, σκότος ἐξώτερον, βρυγμὸς τῶν ὀδόντων. Κἂν μυριάκις ἐπὶ τούτοις  δυσχεραίνητε,  ἐγὼ λέγων  οὐ παύσομαι. Εἰ γὰρ λιθαζόμενοι  οἱ προφῆται  οὐκ ἐσίγων, πολλῷ μᾶλλον ἡμᾶς ἀπεχθείας δεῖ φέρειν, καὶ μὴ πρὸς χάριν ὑμῖν ὁμιλεῖν, ἵνα μὴ ἀπατήσαντες  ὑμᾶς, αὐτοὶ διχοτομηθῶμεν.  Ἐκεῖ κόλασίς ἐστιν ἀθάνατος, ἀπαραμύθητος·  ὁ  προστησόμενος  οὐδείς.  Τίς  ἐλεήσει,  φησὶν,  ἐπαοιδὸν  ὀφιόδηκτον; Ὅταν  ἡμεῖς  ἑαυτοὺς  μὴ  ἐλεήσωμεν,  τίς  ἐλεήσει,  εἰπέ  μοι;  Ἐὰν  ἴδῃς  τινὰ  ξίφος ἐλαύνοντα  δι' ἑαυτοῦ, τούτου δυνήσῃ φείδεσθαί ποτε; Οὐδαμῶς· πολλῷ  μᾶλλον, ὅταν παρὸν ᾖ κατορθῶσαι, καὶ μὴ κατορθώσωμεν,  τίς ἡμῶν  φείσεται; Οὐδείς. Ἐλεήσωμεν ἑαυτούς· ὅταν εὐχώμεθα τῷ Θεῷ λέγοντες, Ἐλέησόν με, Κύριε, λέγωμεν  πρὸς ἑαυτοὺς, καὶ ἑαυτοὺς ἐλεήσωμεν. Ἡμεῖς ἐσμεν κύριοι τοῦ τὸν Θεὸν ἡμᾶς ἐλεῆσαι· αὐτὸς ἡμῖν τοῦτο ἐχαρίσατο. Ἐὰν ἄξια ἐλέους πράττωμεν, ἐὰν ἄξια φιλανθρωπίας τῆς παρ' αὐτοῦ, ἐλεήσει ἡμᾶς ὁ Θεός· ἐὰν  δὲ ἑαυτοὺς  μὴ ἐλεῶμεν,  τίς  ἡμῶν  φείσεται; Ἐλέησον τὸν πλησίον, καὶ ἐλεηθήσῃ παρ' αὐτοῦ τοῦ Θεοῦ. Πόσοι καθ' ἑκάστην ἡμέραν προσέρχονται λέγοντες,  Ἐλέησόν με, καὶ  οὐδὲ ἐπιστρέφῃ;  πόσοι γυμνοὶ,  πόσοι ἀνάπηροι,  καὶ  οὐκ ἐπικαμπτόμεθα, ἀλλὰ παραπεμπόμεθα αὐτῶν τὰς ἱκετηρίας; Πῶς οὖν ἀξιοῖς ἐλεηθῆναι, αὐτὸς οὐδὲν ἄξιον ἐλέου ποιῶν; Γενώμεθα οἰκτίρμονες, γενώμεθα ἐλεήμονες· ἵν' οὕτως εὐαρεστήσωμεν τῷ  Θεῷ, καὶ ἐπιτύχωμεν  τῶν  ἐπηγγελμένων ἀγαθῶν  τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν  αἰώνων.Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |