ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

Πέμπτη 20 Οκτωβρίου 2016

Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


Α΄ Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος ∆αυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. ∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.


Ἀλλὰ λέγεις, Τῆς Παλαιᾶς ∆ιαθήκης ἐστί.Καὶ τί πρὸς τὴν τῶν ἁγίων Εὐαγγελίων ἀνάγνωσιν; ὅπου τὰ θαύματα τῆς τοῦ Χριστοῦ παρουσίας ἀνακηρύττεται· ὅπου Θεὸς τοῖς ἀνθρώποις συναναμίγνυται, καὶ θάνατος λόγῳ καταλύεται· ὅπου δαίμονες ἐξ ἐπιτάγματος φυγαδεύονται, καὶ λεπροὶ λόγῳ καθαρίζονται· ὅπου τυφλοὶ τὸ λεῖπον τῆς φύσεως πηλῷ θεραπεύονται, καὶ πεντακισχίλιοι κατὰ τὴν ἔρημον ἐκ πέντε ἄρτων διατρέφονται· ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται· ὅπου τὰ τοῦ Ἰορδάνου ῥεῖθρα πρὸς ἁγιασμὸν τῶν ἡμετέρων ψυχῶν ἁγιάζεται, καὶ μονογενὴς Υἱὸς παρὰ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται· ὅπου τὴν ζωὴν ἡμῶν Χριστὸς ἀνακαινίζει, καὶ ἀνακαινίζων πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων ἀνακηρύττων λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται; Ἀλλ' ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγινώσκομεν τῆς ἑβδομάδος. Ἀλλ' ἐρεῖς, ὅτι βασιλικοὺς στεφάνους οὐ χρὴ καθ' ἑκάστην ἡμέραν δημοσιεῦσαι. Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥήτορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματικῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα· τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον· τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι; Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν· ἀλλὰ πρὸς τὴν ἀνάγνωσιν μόνον τὸν νοῦν ἀνατείναντες, ταύτῃ μόνῃ κατὰ τὸν καιρὸν ἐκεῖνον στοιχοῦμεν. Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον ∆αυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν ἀνακηρύττεσθαι; πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στόματος φέρομεν.
Ἐν ἐκκλησίᾳ παννυχίδες, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ὀρθριναῖς ὑμνολογίαις καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν τοῖς σκηνώμασι τῶν νεκρῶν προπομπαὶ, καὶ πρῶτος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ταῖς οἰκίαις τῶν παρθένων ἱστουργίαι, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ. Ὢ τῶν παραδόξων πραγμάτων! πολλοὶ μήτε γραμμάτων πεῖραν τὴν ἀρχὴν εἰληφότες, ἐκμαθόντες, ὅλον τὸν ∆αυῒδ ἀποστηθίζουσιν. Ἀλλ' οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ. Ἐν μοναστηρίοις χορὸς ἅγιος ταγμάτων ἀγγελικῶν, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ἀσκητηρίοις παρθένων ἀγέλαι τῶν τὴν Μαριὰμ μιμουμένων, καὶ πρῶτος, καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ· ἐν ἐρημίαις ἄνδρες ἐσταυρωμένοι προσομιλοῦντες τῷ Θεῷ, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ ∆αυΐδ. Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται· καὶ ∆αυῒδ μόνος ἐφίσταται, καὶ τοὺς τοῦ Θεοῦ δούλους εἰς ἀγγελικὰς παννυχίδας διεγείρει, τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῶν, τὸν ἡμέτερον βίον κατὰ πάντα διακοσμῶν, καὶ τοῖς πᾶσι τὰ πάντα γινόμενος, καὶ διὰ πάντων τὸν ἡμέτερον βίον ἀγγελικὸν ἐργαζόμενος· παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ, ὅτι ἀγαθός· τοὺς κατορθώσαντας ἐκ μετανοίας ἀσφαλιζόμενος καὶ λέγων· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· τοὺς τὰς εὐεργεσίας δεξαμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; τοὺς πολλάκις ἁμαρτάνοντας εἰς ἐξομολόγησιν ἀνακαλούμενος καὶ λέγων· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; τοὺς ἐπιζητοῦντας ἐλεημοσύνην παρὰ τοῦ Θεοῦ διδάσκων καὶ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφαλιζόμενος καὶ λέγων· Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· τοὺς εἰς δικαστήριον ἑλκομένους διδάσκων καὶ λέγων· Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων· τοὺς φοβουμένους ἐχθρῶν ἐπανάστασιν νουθετῶν καὶ λέγων· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός· τοὺς ὑπομένοντας καὶ εὐεργετουμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Ὢ μεγάλης κιθάρας, τὰς ψυχὰς τῶν ἀνθρώπων τῆς οἰκουμένης, ὥσπερ νευράς τινας, εἰς μίαν ἐξομολογίαν ἀνακρουομένης! Καὶ πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἤθη τῶν ἀνθρώπων διακοσμῶν, καὶ τοὺς λόγους τῶν ἐγκωμίων ὑπερνικῶν, ὁ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς συστησάμενος, καὶ τῇ τῶν ἀγγέλων εὐφημίᾳ κατ' οὐρανὸν στεφανούμενος· πῶς συνεχωρήθη τὰ δύο κεφάλαια τῶν ἁμαρτημάτων ἐξολισθῆσαι; Τὰ γὰρ κεφάλαια τῶν ἁμαρτημάτων, Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ πρὸς τὰ δύο ταῦτα κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι. ∆ιὰ τοῦτο πολλάκις κατ' ἐμαυτὸν γενόμενος, καὶ ταῦτα λογισάμενος ἐξέστην τῇ διανοίᾳ· καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυμίαις, διανοουμένου καὶ λέγοντος· Πῶς ὁ τοσούτοις ἀγαθοῖς κατακεκοσμημένος ἀνὴρ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ πατήρ· δοῦλος κατὰ φύσιν, πατὴρ κατὰ σάρκα· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυΐδ· ὁ ταῖς ἀρεταῖς μᾶλλον ἢ τῷ διαδήματι κατακοσμούμενος· ὁ τὴν ἁλουργίδα περιβεβλημένος, καὶ ταπεινοφροσύνην ἠμφιεσμένος καὶ λέγων· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον· ὁ τοὺς τῆς ἀνεξικακίας ὅρους στεφανώσας καὶ λέγων· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· ὁ μὴ μόνον ὑπερηφανίαν ἀποσειόμενος, ἀλλὰ καὶ τοὺς ὑπερηφάνους ἀποστρεφόμενος καὶ λέγων· Οὐ κατοικεῖ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου· ὁ λέγων μετὰ παῤῥησίας τῷ Θεῷ· Ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Καὶ τί λέγω; διὰ τί ταῖς αὐτοῦ μαρτυρίαις κέχρημαι; Καὶ πολλάκις τινὲς λέγουσιν· Οὐκ ἐστιν ἀξιόπιστος ἑαυτῷ μαρτυρῶν· ἕτερος μαρτυρήσῃ τοῖς τούτου κατορθώμασιν, ἕτερος αὐτοῦ τοὺς στεφάνους ἀνακηρυττέτω, ἕτερος τῷ βίῳ τούτου μαρτυρείτω, ἵνα καὶ γένηται μᾶλλον ἀξιόπιστος ἡ μαρτυρία. Καὶ τίνα ἔχομεν ἀξιοπιστότερον τοῦ Θεοῦ τοῦ λέγοντος· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου.Τί ταύτης τῆς μαρτυρίας ἀσφαλέστερον; Καὶ πῶς ὁ τοσούτοις κομῶν κατορθώμασιν, ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ μαρτυρούμενος, πῶς εἰς τὰ κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι; Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ φονεὺς καὶ μοιχὸς ὁ Προφήτης τοῦ Θεοῦ; Τοῦτο γὰρ ὑμῖν σήμερον ἀνεγνώσθη τὸ χωρίον. Οὐ διαβάλλω τὸν Προφήτην, μὴ γένοιτο, ἀλλὰ τὴν ὑμετέραν ζωὴν ἀσφαλίζομαι, ἵνα ὅταν πολλὰ κατορθώσῃς, ἀσφαλίσῃς σαυτὸν, ἵνα μὴ πέσῃς. Οὕτω γὰρ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς ἔλεγε συνεχέστερον ὁ ∆αυΐδ· Εἰς τὸ τέλος μὴ διαφθείρῃς· διὰ τοῦτο καὶ αὐτὸς προσευχόμενος ἔλεγε· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με. Τίνος οὖν ἕνεκεν εἰς τοσαύτην ἁμαρτίαν συνεχωρήθη κατενεχθῆναι; Τριῶν ἕνεκεν πραγμάτων· ποίων, ἐγὼ λέγω· μόνον σὺ πρόσεχε μετὰ πάσης ἀκριβείας. Πρῶτον διὰ τὸ τοὺς δικαίους ἀσφαλίζεσθαι περὶ τῆς οἰκείας ζωῆς, ἢ τοὺς ἀσκητὰς ἢ τοὺς ἐρημίτας, καὶ μὴ λέγειν, Πολλὰ κατώρθωσα, πολλαῖς ἀρεταῖς κατακεκόσμημαι· νηστεύω, ἀγρυπνῶ, εὔχομαι, δακρύω, σάκκον περιβέβλημαι, τὸ σῶμά μου ταῖς ἀσκήσεσι κατεμάρανα· οὐκ ἔτι φοβοῦμαι τὰς ἐπαναστάσεις τοῦ διαβόλου, κατώρθωταί μοι λοιπὸν τὰ τῶν στεφάνων. Μὴ πλανῶ, ἄνθρωπε, μὴ ἐπαρθῇς τῇ διανοίᾳ· οὐκ ἐποίησας πλέον τοῦ ∆αυΐδ· ἄκουσον αὐτοῦ λέγοντος· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον· καὶ πάλιν, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἄκουσον αὐτοῦ περὶ τῆς ἀγρυπνίας λέγοντος· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι· καὶ πάλιν, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἄκουσον αὐτοῦ περὶ δακρύων λέγοντος· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἄκουσον αὐτοῦ περὶ ἀσκήσεως λέγοντος· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ τί σοι λέγω τὰ τοῦ προφήτου ∆αυΐδ; ἄκουσον πάλιν τῆς μαρτυρίας τοῦ Θεοῦ τῆς λεγούσης· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Καὶ ὅμως μετὰ τοσαῦτα κατορθώματα εἰς τοιαῦτα κατηνέχθη σφάλματα. Μὴ οὖν θαρσήσῃς, ἀλλὰ καθ' ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχόμενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἰδοὺ τὸ πρῶτον αἴτιον· λάμβανε καὶ τὸ δεύτερον· ἵνα μὴ οἱ ἁμαρτωλοὶ ἀπογινώσκωσιν ἑαυτῶν, ἀλλ' εἴ τις καὶ καθ' ἑκάστην ἡμέραν ἁμαρτάνῃ, ἵνα καθ' ἑκάστην ἡμέραν ἐξομολογῆται. Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι· οὐδὲν γὰρ χεῖρον ἀπογνώσεως. Ἐάν τις ἀπογνῷ ἁμαρτίας ἁμαρτήσας, οὐκ ἔτι εἰς ἴασιν ἐπιτρέχει. Οὐχ ὁρᾷς τοὺς ἰατρούς; ἐὰν ἀπογνῶσι τίνος, οὐκ ἔτι προσάγουσι θεραπείαν, ἀλλὰ λέγουσι τῷ ἀσθενεῖ· Εἴ τι θέλεις δοῦναι ἡμῖν, οὐ λαμβάνομεν· οὐκ ἔτι γὰρ ἐπιδέχεται τὸ νόσημα τοῦτο θεραπείαν· ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης. Ταῦτα λέγουσιν ἀπαγορεύοντες· ἀλλ' ἐὰν προσδοκήσωσιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα πρὸς σωτηρίαν τοῦ νοσοῦντος. Οὕτως ἐὰν ἀπογνῷ τις τῆς ἁμαρτίας, ὅτι οὐκ ἔστι τῷ μετανοοῦντι σωτηρία, εἰς μείζονα κακὰ ἑαυτὸν ὠθεῖ. ∆ιὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς. Τοῦτο δὲ λέγω, οὐ προτρεπόμενος εἰς τὸ ἁμαρτάνειν, ἀλλὰ τοὺς ἁμαρτάνοντας εἰς ἐξομολόγησιν προσκαλούμενος· ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει. Τί γὰρ μεῖζον φόνου καὶ μοιχείας; καὶ ὅμως ἄκουσον τοῦ Προφήτου λέγοντος, αὐτοῦ τοῦ ἁμαρτήσαντος· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.
∆ιὰ τοῦτο καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐπιδημήσας συνεχώρησεν· τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίηκεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ' ἐξομολογούμενος τὴν θεραπείαν ὑποδέξῃ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Ἰδοὺ δεύτερον αἴτιον· λάβε καὶ τὸ τρίτον. Ἔμελλεν ὁ Σωτὴρ ἡμῶν ἐπιδημεῖν κατὰ τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν, καὶ τὸ φύραμα τῆς ἡμετέρας σαρκὸς ἀναλαμβάνειν, καὶ μετὰ τῶν ἀνθρώπων συναναστρέφεσθαι· ἀλλ' ἐπειδὴ Θεὸς ἦν καὶ μόνος ἀναμάρτητος, συνεχώρησε τοῖς δικαίοις, κατὰ τὴν οἰκείαν προαίρεσιν ἀνθρωπίνοις σφάλμασι περιπεσεῖν· οὐκ αὐτὸς εἰς αὐτὴν αὐτοὺς καλέσας τὴν ἁμαρτίαν, ἀλλὰ προαιρέσει συγχωρήσας ὁδεύειν κατὰ τὸν ἴδιον σκοπόν. Οὕτω γοῦν καὶ Ἀβραὰμ ἥμαρτεν ἀπιστήσας, καὶ διὰ τοῦτο τιμωρίαν ἐδέξατο παρὰ τοῦ Θεοῦ· Καὶ δουλεύσει τὸ σπέρμα σου ἔτη τετρακόσια. Καὶ πάλιν ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν, ὅτε τὸ ὕδωρ ἐκ πέτρας τοῖς ἀχαρίστοις ἐδωρήσατο· καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ Θεός· Καὶ ἴδῃς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὐκ εἰσελεύσῃ ἐν αὐτῇ. Οὕτω καὶ τούτῳ συνεχώρησεν εἰς ἁμαρτίαν ἐμπεσεῖν, ἵνα μόνος αὐτὸς ἐν ἀνθρωπίνῳ σώματι ἀναμάρτητος εὑρεθῇ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ, ὅτε λοιπὸν εἰς τὴν ἐξομολόγησιν ἦλθε τοῦ ἁμαρτήματος, τοῦτο ἔλεγε τῷ Θεῷ· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. ∆ιὰ τί; Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐν τῷ τὴν ἡμέραν ἐκείνην ἐλθεῖν φησίν· ἐκεῖ φανῆναι ἡμέτερον φύραμα, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ· Κάθου γὰρ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν ἐκείνῃ τοίνυν τῇ ἡμέρᾳ φανεῖται καὶ τὸ σῶμα, ὅπερ ἀνέλαβεν ἐκ τῆς ἡμετέρας φύσεως, ἀνθρώπων εἰσπραττομένων. Ἄνω σῶμα καὶ κάτω σῶμα· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν. Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ' ἔστι τὸ ἡμέτερον· τὸ δὲ ἁμαρτίαν μὴ πεποιηκὸς, ἀλλὰ τὰς δίκας τῶν ἁμαρτημάτων εἰσπραττόμενον θεῖόν ἐστι. ∆ιὰ τοῦτο Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Πῶς; Ἐπειδήπερ, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Βʹ. Τοῦ αὐτοῦ περὶ τῶν ἐν νηστείᾳ σωφρονούντων, καὶ διαγωγῆς διαφόρων προφητῶν.

Οἱ μὲν ἀθληταὶ καθ' ἑκάστην ἡμέραν γυμναζόμενοι καὶ τὴν τέχνην αὔξουσι, καὶ τὴν κατὰ τῶν ὑπεναντίων νίκην ῥᾳδίως λαμβάνουσιν· οἱ δέ γε δρομεῖς ἐν τῇ καθημερινῇ μελέτῃ τῆς εὐστροφίας εὐκινήτους τὰς ἁρμονίας ἀπεργαζόμενοι πρὸς προσδοκίαν ταχίστην ὀξύνονται. Τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ πατέρες συνεχέστερον ἡμᾶς διδάσκειν ἐπιτρέπουσιν, ἵνα τὴν ἐν τῷ διδάσκειν ἀσφάλειαν ἐκ τῆς τοῦ λόγου μελέτης ταχεῖαν ἡμῖν προσποιησώμεθα. ∆εῦρο τοίνυν, ἀγαπητοὶ, τὸν Ἰωσὴφ ἰχνηλατήσαντες, τὴν Αἰγυπτίαν ἁμαρτίαν λείποντες, γυμνοὶ τοῦ μίσους πρὸς τὴν σωφροσύνην ἐκδράμωμεν. Καὶ γὰρ, εἰ καὶ Ἰωσὴφ τὸ τῆς σαρκὸς κάλυμμα, ἀλλ' οὔ γε τῆς σωφροσύνης δόξης λαμπρότερον εἶχε τὸ ἔνδυμα; Σωφροσύνης ἁγνεία τοὺς πατέρας συσφίγξασα στύλους ἀδαμαντίνους τῇ οἰκουμένῃ ὑπήρεισε, τὰς μὲν εὐχὰς εἰς οὐρανὸν ἐκτείνοντας, τὰς δὲ ψυχὰς τῶν ἀνθρώπων ἐπὶ γῆς θεραπεύοντας. Μωϋσῆς ὁ μακάριος σωφροσύνῃ ἑαυτὸν περισφίγξας, στῦλος σωτηρίας τοῖς Ἑβραίοις γέγονεν ἐν Αἰγύπτῳ, καὶ τῶν μὲν πρωτοτόκων θύρας τῶν Αἰγυπτίων ἐδάφιζε, τοὺς δὲ φωτοφόρους παῖδας τῶν Ἑβραίων ἐμακάριζε· καὶ τῷ μὲν Φαραὼ καὶ τοῖς μάγοις στῦλος ἀνθίστατο, Ἰησοῦς δὲ ὁ τοῦ Ναυὴ, τὴν σωφροσύνην σύνευνον ἔχων, οὐρανίοις φωστῆρσιν ἐκέλευε· τοῦ γὰρ ἡλίου τοὺς δρόμους ἐκώλυε, καὶ τῆς σελήνης τοὺς ὅρους ἐπήγνυε, καὶ τῆς ἡμέρας τὸ φάος ἐμήκυνε. Πότε δὲ τοῦτο; Ὅτε ὑπὲρ Γαβαὼν τὸν πόλεμον ἔλεγε· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ. Οὗτος ποταμὸν διέτεμε, λαὸν περιέσωσεν, καὶ εἰς τὴν ἁγίαν γῆν πάλιν τοὺς Ἑβραίους ἐπέστρεφεν· οὗτος τείχη ἐῤῥίπιζε, καὶ πόλεις ἀσεβῶν κατέστρεφε, τὴν Ῥαὰβ διέσωζεν, ἀλλοφύλους ἐκόλαζεν, ὁμοφύλους ἐδόξαζε. Σαμψὼν δὲ ὁ ἀνδρειότατος, σωφροσύνην φυλάσσων, λέοντα ἀπέπνιγε, καὶ ἐκ σιαγόνος ὄνου ὕδωρ ἐπήγαζε, καὶ τὸ ἴαμα τῆς δίψης ἐκεῖθεν ἐδέχετο. Ἠλίας δὲ ὁ Θεσβίτης σωφροσύνῃ συνοικήσας, τῇ πενιχρᾷ χήρᾳ ζωοδότης ἐγένετο· εὐλογία γὰρ ἀγαθὴ τὸ ἔλαιον αὐτῆς ἐπήγαζε, καὶ τὴν δράκα τοῦ ἀλεύρου καθ' ἡμέραν ἐπλήθυνεν. Ὁ αὐτὸς Ἠλίας διὰ σωφροσύνην πυρὸς καὶ ὕδατος θησαυροὺς ἐν νεφέλαις ἐκέκτητο· τοῖς γὰρ ἀσεβέσι πῦρ οὐράνιον ἐπόμβρει, καὶ τῇ οἰκουμένῃ ἐκλειπούσῃ οὐρανίους πηγὰς ἐξεκένωσεν. Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι' εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε· καὶ ἐπειδὴ ἔδει αὐτὸν ἴσα τῷ διδασκάλῳ τὰ θαύματα δεικνύναι, νεκρὸν ἕνα ἀνεγείρει· καὶ μετὰ θάνατον τῶν ὀστῶν αὐτοῦ τὰ λείψανα τοὺς νεκροὺς ἀνεγείρουσι.
∆ανιὴλ δὲ ὁ σοφώτατος, καθάπερ μάχαιραν δίστομον τὴν σωφροσύνην περιζωσάμενος, τοὺς λαθροφόνους λύκους συνέπνιξε, καὶ τὴν ἀμνάδα Χελκίου ἀβλαβῆ διεφύλαττεν. Οὔτε γὰρ ὁ λαμπρὸς αὐτῆς πόκος τῆς σωφροσύνης μιαρῷ φιλήματι ἐτέμνετο, οὔτε τῇ διστόμῳ ῥομφαίᾳ τῆς ἁμαρτίας τοὺς μαστοὺς ἐμιαίνετο. Ἀμβακοὺμ δὲ ὁ μακάριος ὑπὸ Πνεύματος ἁγίου ἁρπαγεὶς τὸ τῶν ἐργατῶν ἄριστον τῷ ἐργάτῃ τῆς σωφροσύνης ∆ανιὴλ παρεκόμιζε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ τοῦτον, καθάπερ τὸν Ἠλίαν, διὰ κοράκων ἐκθρέψαι; ἀλλ' ἵνα μὴ ἀπαραμύθητον ἐάσῃ τὸν μετὰ θηρίων οἰκοῦντα, ἀποστέλλει τὸν συμπροφήτην παρακαλοῦντα τὴν θλῖψιν. Ἐννόησον γὰρ, ἀγαπητὲ, πῶς ἦν ἐν τῷ λάκκῳ τῶν λεόντων ∆ανιὴλ, οὐκ ἔχων οὐ σκάμνον, οὐκ ἄρτον, οὐ τράπεζαν, οὐ λύχνον, οὐ κλίνην, ἀλλ' ἐν μέσῳ τῶν δύο λεόντων σταυροειδῶς ἑστὼς τὸν μέλλοντα Χριστὸν ἐμιμεῖτο. Οἱ δὲ τρεῖς ἁγιώτατοι παῖδες τὴν σωφροσύνην συνειλησάμενοι, τῷ πυρὶ παλαίσαντες, τὴν ταύτης παφλάζουσαν φλόγα κατὰ κράτος ἐνίκησαν. Ὦ παρθενία τὴν ἐλπίδα τοῦ κόσμου Χριστὸν ἀπόνως ἀνθήσασα! ὦ σοφία Θεοῦ, ἡ καὶ τῆς παρθενίας τὸ κλέος τὴν Μαριὰμ μὴ στερήσασα, καὶ τὸ καύχημα τοῦ κόσμου Χριστὸν δι' αὐτῆς φωτὸς δίκην ἐκλάμψασα! ὦ τέκνον ἱερὸν ἀγάμου νύμφης, ἀφθαρσίας πηγὴ, ἀθανασίας πνοὴ, Ἐκκλησίας φωστὴρ, δικαιοσύνης στατὴρ, τῶν ἐμπόρων καλὸς μαργαρίτης, καὶ τῶν φόβων ἀγαθὸς στεφανίτης, ὁ πολλοῦ πιπρασκόμενος, καὶ ὑπὸ πενήτων ἀγοραζόμενος· ὁ τριῶν ὀβολῶν ὠνούμενος, πίστεως, ἐλπίδος, ἀγάπης, καὶ ἐν καρδίᾳ ταπεινῶν αὐλιζόμενος· ὁ τοῦ σινάπεως κόκκος, καὶ τῶν ἀγγέλων ταξίαρχος· ὁ ἀγεώργητος βότρυς τῆς παγκάλου Μαρίας, καὶ ἀθεώρητος Λόγος τῆς παγκάρπου σοφίας· ὁ τὸ πένθος τοῦ θανάτου ἐπὶ γῆς καταλύσας, καὶ τὸ φέγγος τοῦ θαλάμου ἐν οὐρανῷ εὐτρεπίσας· ὁ τὴν χλόην τοῦ σώματος ἡμῶν ἐνδυσάμενος, καὶ τὴν ἀμάραντον πνοὴν τοῦ ἄνθους ἡμῖν δωρησάμενος· ταῦτα τῆς σῆς σοφίας τὰ διδάγματα, ταῦτα τῆς σῆς νηστείας τὰ γλυκάσματα, ταῦτα τῆς σῆς σωφροσύνης τὰ καλλωπίσματα, ταῦτα τῆς σῆς Ἐκκλησίας τὰ στηρίγματα.
Οὕτως εἴωθας τὸν λαόν σου διατρέφειν, Ἰησοῦ, οὐχ ὡς ἀπὼν, ἀλλ' ὡς παρών· καὶ γὰρ σὺν Πατρὶ ὑπάρχων, ἡμῶν οὐ χωρίζῃ, καὶ μεθ' ἡμῶν αὐλιζόμενος, τοῦ Πατρὸς οὐκ ἀφίστασαι. Ὕδατι τὰ σώματα ἡμῶν ἔλουσας, καὶ πνεύματι τὰ πταίσματα ἡμῶν ἔλυσας· ἅλατι εὐσεβείας τὰς ψυχὰς τῶν προβάτων σου ἤρτυσας, καὶ εἰς τὴν νομὴν ἡμᾶς τῶν ἀγγέλων ἀνείλκυσας· σφραγῖδι τοὺς πόδας ἡμῶν ἐνεύρωσας, καὶ κλίμακι ἡμῖν ἀπὸ γῆς εἰς οὐρανὸν τὴν πίστιν ἀνέτεινας, καὶ χειραγωγοὺς ἡμῖν ἀγγέλους παρέστησας· δένδρον δένδρῳ ἀντέστησας, καὶ πλευρὰν ἀντὶ πλευρᾶς ἀντέθηκας· χεῖρας εἰς ἀέρα ἐξεπέτασας, καὶ ὑπὲρ ἡμῶν σεαυτοῦ τὸν Πατέρα ἐδυσώπησας, καὶ γαλήνην βαθεῖαν ἐκ χειμῶνος ἐβράβευσας. ∆ιὸ νύκτωρ τε καὶ μεθ' ἡμέραν, καὶ σιωπῶντες καὶ φθεγγόμενοι, σοὶ δόξαν ἀναπέμπομεν, ἐν σοὶ ἔχοντες τῆς ζωῆς τὰς ἐλπίδας, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |