ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

Πέμπτη 20 Οκτωβρίου 2016

Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.




Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

Τὸ πνευματικὸν  ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν· οἱ δὲ τῆς Ἐκκλησίας ναῦται πρὸς τὴν οὐράνιον ἡμᾶς ἐμπορίαν καλοῦσι, καὶ τὸν πλοῦν τῆς δικαιοσύνης ἡμῖν εὐτρεπίζουσι, τὰς προφητικὰς ἡμῖν ἀναπετάζοντες  διφθέρας, καὶ τοὺς οἴακας τοῦ νόμου μεταχειρίζονται· τοῦ τιμίου σταυροῦ τὸν ἱστὸν ἐξαρτῶσι, καὶ τὴν ἄγκυραν τῆς πίστεως περισφίγγουσι· τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὁλκάδα ταύτην μηνύει, καὶ ὁ τοῦ παντὸς ποιητὴς αὐτὴν περιέπει. ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ,   τῆς   νηστείας   τὴν   ἁγνείαν   πρὸ   τῶν   θυρῶν   ἑστῶσαν   χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς  κατὰ  ψυχὴν  ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·  ∆εῦρο, ὦ μῆτερ  τῶν  ἀγαθῶν  καὶ  τῶν  ἀρετῶν,  τῆς  ἐπουρανίου  πλήρωσον  ἡμᾶς  εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας  κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς· ἀπόκλεισον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ  τῆς  ἀπανθρωπίας  θηροτρόφον  συμπόδισον  ἐργαστήριον,


 ἐπιτίμησον ἀνέμοις τῶν πονηρῶν πνευμάτων, μεταῤῥύθμισον εἰς τὴν τῶν ἀσωμάτων διαγωγὴν τοὺς νηστεύοντας, δεῖξον αἰδέσιμον πολιὰν πρεσβύτου, τῷ τῆς ἐγκρατείας ἕλκυσον ἀρότρῳ, φαίδρυνον  ἄνδρας  ἐν  ἀσωτίᾳ  διημερεύοντας,  κόσμησον γύναια  τὸ  τῆς σεμνότητος στάδιον διερχόμενα, τὴν νεότητα πρὸς τὸν ἀγγελικὸν  μεταῤῥύθμισον βίον· ἀναπνεύσωσι  τῶν  ματαίων  πόνων  οἱ  κεκμηκότες  ταῖς  ἁμαρτίαις,  τὸν  τοῦ παντὸς ἔτους τῇ Τεσσαρακοστῇ τῶν ἡμερῶν τῆς νηστείας ἀποῤῥίψωνται ῥύπον· σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον.
Νῦν γὰρ αἱ ὑπερκόσμιοι δυνάμεις  ἀγάλλονται,  τὰ τῶν  ἀγγέλων  τάγματα πνευματικῶς   πανηγυρίζει·   Θρόνοι,  Κυριότητες,  Ἀρχαὶ  καὶ   Ἐξουσίαι  τῇ   τῶν ἀνθρώπων  εὐφραίνονται  σωτηρίᾳ· μόνος  ὁ ἐκ τῶν  οὐρανῶν  ἐκπεσὼν  διάβολος ἐπιστυγνάζων  λέγει· Ποῦ μοι νῦν  ἡ κατὰ τῶν  ἐξ ἀδδηφαγίας  ἐκτραχηλισθέντων μεγαλαυχία;  ποῦ  μοι  τὸ  διὰ  τῆς  βρώσεως  κατὰ  τῶν  ἀνθρώπων   ψυχοφθόρον μηχάνημα; ποῦ μοι νῦν ἡ λιχνὴ  τοῦ ξύλου γεῦσις, δι' ἧς τὸν Ἀδὰμ μετὰ τῆς Εὔας ἀπατήσας ἐγύμνωσα; Οἴχεται νῦν  μοι τὰ τῆς πονηρίας μηχανήματα  τῆς νηστείας φανείσης.  Πόθεν ἡ  λεγομένη  μοι  νηστεία  κατεφάνη;  τίς  ταύτην  νῦν  κατ' ἐμοῦ ἐστράτευσεν;  Οὐκέτι  Ἀδὰμ  μετὰ  τῆς  Εὔας  ἀπατηθεὶς   Θεοῦ  γυμνοῦται,   οὐκέτι συμβουλῇ πείθεται  ψυχοφθόρῳ,  οὐκέτι  λαιμαργεῖ,  οὐκέτι  τῷ  τῆς  γαστριμαργίας συνέχεται βρόχῳ. Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παράδεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐναβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται κάλλος· καὶ τὸ δὴ τούτου  δεινότερον,  ὅτι  παράδεισον διὰ  παραβάσεως ἀπολέσας, τῷ  τῆς  νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν. Ἐγὼ τῶν  ἐκεῖθεν ἐῤῥίφην, καὶ ὁ ἀπεῤῥιμμένος πάλιν ταῖς οὐρανίαις ἐποχεῖται δυνάμεσι. Γέλως γέγονα ὑπὸ ἀνθρώπων ἡττώμενος, ὑπὸ  νηστευτῶν  καταβαλλόμενος,  ὑπὸ  φύσεως  ἀνθρωπίνης  ἐλαυνόμενος.  Ἀλλὰ τούτας μὲν ὁ πονηρὸς τὰς ἑαυτοῦ ἀποτυχίας θρηνωδείτω βαλλόμενος· ἡμεῖς δὲ ἀπὸ τῆς ἀποστολικῆς φαρέτρας εὔστοχον ἐπὶ τοῦ παρόντος ἁρπάσαντες βέλος, αὐτῷ τῆς πλεονεξίας τὰς ἡδονὰς κατατρώσωμεν, μετὰ Παύλου τὰ τοῦ Παύλου βοῶντες· Οὐδὲν εἰσηνέγκαμεν  εἰς τὸν κόσμον· δῆλον  ὅτι οὐδὲ ἐξενεγκεῖν  τι δυνάμεθα. Ἀλλ'  εἴθε  ἡμῶν ἡ εἴσοδος μιμεῖται τὴν ἔξοδον· εἴθε γυμνός τις ἀπῄει καὶ τιμωρίας ἐλεύθερος· εἴθε πένης τὴν φύσιν, καὶ τὴν ψυχὴν ἀκατάκριτος· εἴθε πτωχὸς καὶ ἀνέγκλητος, εἴθε ἄπορος καὶ  ἀνώδυνος.  Ἀλλὰ  καὶ  τὸ  πάνυ  δεινὸν,  ἐνταῦθα  καταλιμπάνων  τις  ἃ συνήγαγε,  τὴν  ἐξ ἐκείνων  ἁμαρτίαν  βαστάζων  ἀπέρχεται·  καὶ  τοῦ  μὲν  κέρδους ἐστέρηται, τῆς δὲ δι' αὐτὰ καταδίκης οὐκ ἠλλοτρίωται· ἀλλ' ἕτερος μὲν τῶν ἐκείνου διαδέχεται τὴν ἀπόλαυσιν, ἐκεῖνος δὲ μόνος τὴν κόλασιν ὑπομένει· καὶ ὁ μὴ κτησάμενος, ἔχων  τρυφᾷ, ὁ κτησάμενος δὲ οὐδὲν ἔχων  βασανίζεται, ἓν μόνον, τὸ δοῦναι  δίκην  ἀπὸ  τοῦ  πλουτῆσαι  κερδάνας.  Ἀνάνηψον   τῆς  βιω   τικῆς θαλάσσης,  ὦ  ἄνθρωπε,   καὶ  μέρισον  τὸν  πλοῦτον   ἑκὼν   πτωχοῖς·   μὴ  τοῦτον καταλείψῃς ἐχθροῖς· πρόλαβε τῶν εἰς σὲ κεχηνότων  τὰ στόματα· μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας. Τέκνων ὑπάρχεις πατήρ; τούτων τὴν ψυχὴν  ἀδελφὴν  καταρίθμησον, μέρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον. Φιλόπαις εἶ; γενοῦ καὶ φιλόθεος, δι' οὗ τὸ φιλόπαις ἐκτήσω. Ἀλλ' ἀπαιδίαν ἐνόσησας; μὴ ἐμπέσῃς εἰς υἱοὺς οὓς ἡ φύσις οὐ δέδωκέ σοι· σαυτὸν εὖ ποιῶν κληρονόμησον· μὴ γυμνὸς ἐλεημοσύνης ὀφθῇς τῷ Κριτῇ· φεῦγε τὴν ἀπειλουμένην πυράν· πρὸς τὴν κοινὴν τοῦ γένους ἔξοδον εὐτρεπίσθητι· ἐκείνην σου τὴν  τελευταίαν  ἡμέραν  τῆς  ζωῆς  περισκόπησον. Ὅταν  σου τὴν  ψυχὴν  οἱ παριόντες ἄγγελοι ἀθρόον ἐφιστῶνται λαβεῖν, τί δράσεις ὑπὸ τοῦ κλέπτου θανάτου ἑλκόμενος; ὅταν μέλλῃς  ἀθυμεῖν  ἐκ τοῦ συνέχοντός  σε κινδύνου,  ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρανὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ καταγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν  ἐκεῖνο  ἡ ψυχὴ  συνελαύνεται  δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας; Οὐδαμῶς· ἀλλὰ πικρὸν στενάξεις κατὰ ψυχὴν καὶ ἐρεῖς ἄφωνος, Οἴμοι, οἴμοι ὁ τάλας ἐγώ· ὠθοῦμαι πρὸς ἔξοδον ὁ ταλαίπωρος, ἕλκομαι πρὸς βίαν καταλῦσαι τὸν βίον, ἄγομαι δέσμιος ὅθεν ὑποστρέφειν οὐκ ἔστι. Λοιπὸν οὐ βοηθοῦσιν οἰκέται, οὐ παραφαίνονται  φίλοι,  οἱ κόλακες ἀνεχώρησαν, οἱ δορυφόροι οὐ παρίστανται· οὐ συμπράττει μοι ζώνη, οὐ συμβάλλεταί μοι χρυσὸς, οὐκ ἐξαιρεῖταί με στρατὸς, οὐ λυτροῦταί με χρήματα, περιφανεῖς οὐ διασώζουσιν· οἴκους μάτην ᾠκοδόμουν, ἐδαπάνησα  ἀκαίρως  τοσαῦτα  χρήματα,  ἐσώρευσα τάλαντα.  Ἐμοὶ  τὰ  τῆς  δόξης ἐκπίπτει·  οὐκέτι  κελεύω,  καὶ  παρίστανται  παῖδες· οὐ προστάττω,  καὶ  κυκλοῖ  με στρατός· οὐκ ἐπιτάττω,  καὶ πόλεις  πᾶσαι τὸ κελευσθὲν  ἐκπληροῦσι. Τί δράσω ὁ δείλαιος ἐγώ; τί πράξω τῶν ἀνενδότων ἐπικειμένων; ∆υσωπήσω, ἱκετεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει. Ἐξαιτῶ σε, ὦ θάνατε, ὀλίγον μοι καιρὸν ζωῆς φιλοτίμησαι. Οὐ φοβῇ βασιλικὸν ἀξίωμα; οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα; αἰδέσθητι παρακαλοῦσαν εὐγένειαν, ἐντράπηθι πολιὰν δυσωποῦσαν, φεῖσαι δακρυούσης νεότητος. Οὐκ ἀφέσεως, ὦ θάνατε, ὁλοτελοῦς, ἀλλ' ὑπερθέσεως χρῄζω μικρᾶς. Ἔτι μου περιλέλοιπα  τὸν οἶκον ἀτέλεστον, ἔτι μερίσαι κληρονόμοις  ὡς ὤφειλον,  τὸν κλῆρον  οὐκ ἔφθασα. Λήθη με μέχρι τοῦ παρόντος μὴ νῆψαι  πεποίηκε, βιωτικαῖς φροντίσιν ἀπασχολούμενον· τὸν νοῦν εἴασά μου τὸ καιριώτερον ἀπρονόητον. Ἄφνω πρὸς δίκην ἕλκεις με· ποίοις εἰσαγόμενος χρήσομαι ῥήμασι; ποίαν καλέσω συνεργὸν εὐπραξίαν; ποῖόν μοι συνηγορήσει κρινομένῳ κατόρθωμα; τί πράξας ἀπολογήσομαι τῷ Κριτῇ; τί εἴπω, ἢ τί φθέγξωμαι,  κάτω νεύειν ὑπὸ τοῦ βάρους τῶν πταισμάτων ἀναγκαζόμενος;  Μακροθύμησον ἐπ'  ἐμοὶ  μικρὸν,  παρακαλῶ.  Ποῦ με  ἀνέτοιμον  ἕλκεις; τί με γυμνὸν  τῷ Κριτῇ παραστῆσαι σπουδάζεις; ἔασον, παρακαλῶ, εἴπω τι· λογίσομαι  τὸ  πλημμέλημα,   ἐξομολογήσεως  ἀφήσω  φωνὴν,   θρηνήσω  μικρὸν, στενάξω βραχὺ, δακρύσω πρὸς ὀλίγον,  ἀσπάσομαι φίλους,  περιπτύξομαι  γαμετήν· κἂν ἑνὶ περιβολαίῳ μετανοίας  σκεπάσω μου τὴν ψυχήν.  Μισθώσομαι δικολόγους ἐντεῦθεν τοὺς πένητας, περινοήσω μου τοῖς τραύμασι πρὸ τῆς ἐξόδου τὴν ἴασιν, ἢν ἔχω περιουσίαν πᾶσαν ὑπὲρ ὀλίγης  ὑπερθέσεως δίδωμι. Καὶ τούτων,  ὦ ἄνθρωπε, λέγων  σοφώτερα, τοῦ παρεστῶτος θανάτου  οὐ κωλύσεις  τὴν  βίαν. Θάνατος γὰρ ἀκολάκευτος  δήμιος,  θάνατος  ἀνυπόκριτον  διάταγμα,  θάνατος  ἐκβιβαστὴς  τοῦ γένους ἀπροσωπόληπτος, θάνατος φονεὺς ἀνυπόκριτος, θάνατος ὁδοιπόρος τῆς φύσεως, θάνατος ἀμηνυτὶ πρὸς βασιλεῖς εἰσιὼν παρίσταται, θάνατος κλέπτης καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὴν ὁμοίαν τῆς κλοπῆς ἐργαζόμενος τέχνην, θάνατος ἁρπάζων, δικαιότητος ἅρπαξ, θάνατος δικαίοις μόνοις περιπόθητον κτῆμα.Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, διαναστῶμεν ἐκνήψαντες· μὴ πάλιν ὕπνῳ ἁμαρτίας   καθεύδωμεν·   ἐξιλασώμεθα   τοῖς   δευτέροις   τὰ   φθάσαντα.   Ἀδίκως συνέλεξας; δικαίως ἀνάλωσον· ἐξ αὐτῶν τῶν τοῦ πάθους ἀφορμῶν τῷ πάθει κατάστησον φάρμακα. Ἠδίκησάς ποτε; πρῶτον ὧν ἠδίκησας φεῖσαι· πρῶτον δίκαιος. καὶ τότε φιλάνθρωπος· πρῶτον  ἀπόδος, εἶθ' οὕτω μετάδος· πρῶτον  ἔκκλινον  τοῦ κακοῦ,  εἶθ'  οὕτω  ποίησον  ἀγαθόν.  Μὴ φαίνου  φιλόδωρος  ἀφ'  ὧν  οὐκ  ἐγένου φιλάδελφος. Ὅταν ἐλεήσῃς οὓς ἐποίησας πένητας, τότε πένησιν ἄλλοις ἀφ' ὧν οὐχ ἥρπασας χάρισαι· ὅτε στήσεις τῶν ὑπὸ σοῦ ἀδικηθέντων  τὸ δάκρυον, τότε πένησιν ἑτέροις συμπάθησον κλαίουσι. Τίμα τὸν Κύριον, εἶπεν ἡ Γραφὴ, ἀπὸ σῶν δικαίων πόνων.  Μὴ  γὰρ  ἀπατᾶσθε,  Θεὸς  οὐ  μυκτηρίζεται.  Οὐ δέχεται  δωρεὰν  ἑτέρου στενάζοντος· οὐκ ἀνέχεται τὴν ἁρπαγὴν ὁ πλάστης μετὰ σοῦ μερίσασθαι. Οὐκ ἔστιν ἐκεῖ παροφθῆναι  τὸ δίκαιον, οὐκ ἔνι  τὸν ἐλεγχόμενον  ἐκφυγεῖν· ἀλλ' εἴ τι σύνοιδας σαυτῷ, ἄνθρωπε,  ἄτοπον  πεπραχὼς,  μετανόησον. Ἐξεκυλίσθης ποτὲ, ὦ ἄνθρωπε, πρὸς ἀλόγους ὀρέξεις, τῇ ἀθεμίτῳ δουλεύσας ἀνάγκῃ; ὑπόχρεως γέγονας πολλῶν ἀνομημάτων; μὴ φοβηθῇς τὸν Κριτὴν, καὶ ἀπογνῷς τῆς σεαυτοῦ σωτηρίας· ἐλέῳ οἶδεν ἐξαγοράζεσθαι, εὐποιίαις πενήτων  πέφυκε δυσωπεῖσθαι, δωροδοκεῖται πτωχῶν παραμυθίαις. Ἄκουσον αὐτοῦ ἐν Εὐαγγελίοις βοῶντος· ∆ότε ἐλεημοσύνην, καὶ πάντα πεπλήρωται. ∆ότε μοι, κράζει ὁ πάντας πλουτίζων· δότε μοι, κράζει ὁ πᾶσι δεδωκὼς εἰς ἀπόλαυσιν. Ἀνέχεται καὶ δύο ὀβολοὺς παρὰ χήρας δεχόμενος· οὐκ ἐρυθριᾷ καὶ εἰς ποτήριον ψυχροῦ ὕδατος κατερχόμενος· οἶδε καὶ πρόθεσιν ἀπόρου ἐλεήμονος ἀποδέξασθαι· αὐτὸς γὰρ εἶπεν, Ὁ ἐλεῶν  πτωχὸν  δανείζει Θεῷ· ᾧ πρέπει δόξα καὶ κράτος πάντοτε, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Εἰς τὴν προσκύνησιν τοῦ τιμίου ξύλου.

Ἆσμα καινὸν   ᾄσωμεν,  λαοὶ,  τῇ  δικαιοσύνῃ  τοῦ  βασιλέως  Κυρίου, καὶ ἐξομολογησώμεθα, μᾶλλον δὲ ὑμνήσωμεν καὶ δοξάσωμεν, καὶ αἰνέσωμεν, προσκυνήσωμεν, καὶ μεγαλύνωμεν τὴν παρουσίαν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν   Ἰησοῦ  Χριστοῦ,  καὶ  ἐν  ὕμνοις   προσκυνήσωμεν  καὶ  ἐγκωμιάσωμεν   τὸ σεβάσμιον καὶ  τρισόλβιον  ξύλον  τοῦ  ∆εσπότου. ∆εῦτε,  ὦ  ἀγαπητοὶ,  ἐν  αἰνέσει χορεύοντες καὶ πίστει γεραίροντες, μετὰ τοῦ προφήτου ∆αυῒδ ψάλλοντες  εἴπωμεν· Ἐσημειώθη ἐφ'  ἡμᾶς τὸ φῶς  τοῦ προσώπου σου, Κύριε. Ποῖον ἄρα φῶς,  εἰ μὴ ὁ σταυρὸς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι'  οὗ ὁ κόσμος ἐσώθη, καὶ οἱ πιστεύσαντες ἠλευθερώθημεν ἀπὸ τῆς αἰχμαλωσίας τοῦ Βελιὰρ, καὶ ὁ χάρτης τῶν ἀνομιῶν ἡμῶν διεῤῥάγη; Πρόσωπον τοῦ Πατρὸς ὁ Χριστός· Ὁ ἑωρακώς με, φησὶν,  ἑώρακε  τὸν  Πατέρα. Φῶς δὲ  τοῦ  προσώπου, τουτέστι  τοῦ  Κυρίου, ὁ σταυρός· ἐν αὐτῷ γὰρ, ὡς ἐν λυχνίᾳ λύχνος, τὴν οἰκουμένην ἐφώτισε, καὶ τὴν γῆν κλονουμένην  ἔστησε, καὶ τὰς πέτρας διέῤῥηξε, καὶ τοὺς νεκροὺς διήγειρε, καὶ τὸν ἥλιον φυγαδεύσας, σάκκον ἀντὶ σκότους τὸν οὐρανὸν ἐνέδυσας, δεῖξαι θέλων τοῖς ἀχαρίστοις καὶ ἀγνώμοσι καὶ ἀρνησιθέοις Ἰουδαίοις, ὅτι ∆εσπότης καὶ δημιουργὸς ὑπῆρχεν ὁ τῇ σαρκὶ σταυρούμενος. Τούτου χάριν, ὦ ἀγαπητοὶ, ζητῶ καὶ ποθῶ προσενέγκαι ὑμᾶς τῷ σταυρῷ, καὶ ἐπαξίως ἐγκωμιάσαι· καὶ δέδοικα ἀνάξιος ὤν· τρέμει γάρ μου ἡ σὰρξ, καὶ ναρκᾷ ἡ γλῶσσα, καὶ τὰ χείλη μου πεπήγασι, καὶ ὁ λογισμὸς ἔνδον σιγᾷν διαμαρτύρεται. Πῶς οὖν  ἐγὼ,  ὁ χθαμαλὸς,  ἰσχύσω ἐπαξίως  διηγήσασθαι καὶ περὶ τῆς  δυνάμεως  τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Εἴπω δὲ διὰ τῆς χάριτος τοῦ Θεοῦ ἐκ μέρους, ὃ καὶ καταλαμβάνω·   οὔτε  γὰρ  ἄγγελοι   ἰσχύουσιν  ἐπαξίως   ἐγκωμιάσαι  τὴν   τούτου δύναμιν. Τοῦτο γὰρ τὸ ὁρώμενον σημεῖον τοῦ σταυροῦ ἄγγελοι προσκυνοῦσιν, οὐ διὰ τὸ εἶδος τοῦ ξύλου, ἀλλὰ διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ ἑκουσίως Χριστὸν ἐν σαρκί. Ὁ Ἀδὰμ διὰ τοῦ ξύλου τῆς βρώσεως κατεκρίθη, καὶ ὁ νέος Ἀδὰμ Χριστὸς ὁ Θεὸς ἡμῶν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡμᾶς ἐνίσχυσε. Καὶ ἐπληρώθη ὁ λόγος τοῦ προφήτου  λέγοντος·  Ἔδωκας  τοῖς  φοβουμένοις  σε  σημείωσιν  τοῦ  φυγεῖν   ἀπὸ προσώπου τόξου. Σημεῖον ὁ σταυρὸς ἐν μετώπῳ  καὶ χειρὶ τοῦ πιστοῦ, τόξον δὲ ἡ πλάνη, τοξότης ὁ διάβολος, βέλη οἱ αἰσχροὶ λογισμοὶ, πληγαὶ αἱ ἁμαρτίαι. ∆εῦτε οἱ πιστοὶ, ἀπολαύσωμεν  τῆς προσκυνήσεως τοῦ τιμίου καὶ ἀχράντου  σταυροῦ. ∆ιότι θάμβος κατεῖχε πᾶσαν ἔμψυχον κτίσιν, Χριστὸν βλέπουσαν ἰκρίῳ πεπαρμένον, τὸν ποιητήν τε καὶ μέδοντα τῶν ὅλων, λόγχῃ νυγέντα πλευρὰν ἡγιασμένην, ὕδωρ τε καὶ αἷμα  ῥέουσαν ἐκ πηγῆς  ἀεννάου,  ἀκάνθινον  φοροῦντα  τὸ  πλακὲν  στέφος, ὄξος πιόντα  καὶ χολὴν  μεμιγμένην,  κλῆρον λαχόντας  χερσὶ ταῖς μιαιφόνοις,  ὑπηρέτας σκότους τε  καὶ  γνόφου  φίλους  ὅπως  ἕκαστος τὴν  προσήκουσαν λάβοι  μοῖραν.Ἔφριξαν τάξεις ἀγγέλων  ἀσωμάτων· στυγνὸς, κατηφὴς  οὐρανὸς κατεστάθη, τῶν ἀστέρων ἔσβεστο φῶς καὶ λαμπρότης· γίγας μέγιστος ἥλιος τὰς λαμπάδας ἔστειλε, καὶ σκότος κατεῖχεν  αἰθέρα· ἡ ἡμέρα τε μετῆλθεν  εἰς βαθεῖαν  ἑσπέραν, ναοῦ τε στόλισμα φαιδρὸν  ἐῤῥάγη πάλιν·  βρασμοῖς ἐδονεῖτο  ἡ γῆ, καὶ τῶν  τάφων  τάχος νεκροὶ προῆλθον  τῶν  δεσμῶν λελυμένοι.  Λῃστὴς κατοικεῖ παράδει  σον ἐν πίστει τε καὶ λόγῳ, πληγεὶς δ' Ἰούδας ἀγχόνῃ διεφθάρη· Πέτρος φοβηθεὶς ὀμνύει τὸν ∆εσπότην οὐκ εἰδέναι τὸν ἐκ πλάνης σεσωκότα, ἕως ἀλέκτωρ ἐξελέγχει κραυγάσας·κλαύσας δὲ πικρῶς ἔπλυνεν ἁμαρτίαν. Ταῦτα θεωρῶν ὁ καταχθόνιος δράκων, θρηνῶν ἀπωδύρετο λέγων· Ὦ λειτουργοὶ καὶ δυνάμεις μου, οἱ τοῦ σκότους ἄρχοντες, τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησε, καὶ διαῤῥήσσομαι, τὰ σπλάγχνα πονῶ, τὴν καρδίαν μου ἀλγῶ,  τὰ αἰσθητήριά μου διαφθείρονται,  τὸ πνεῦμά  μου μαιμάσσει. Εἴθε μὴ ἐτάγη εἰς ἀριθμὸν μαθητῶν ὁ Ἰούδας, εἴθε μὴ ἐπάγη κατ' ἐμοῦ τὸ ξύλον τῆς σταυρώσεως. Ὃν γὰρ ἐνόμιζον  κρατεῖν  ἐν  χερσὶ, νῦν  κρατοῦμαι  ὑπ' αὐτοῦ· ὡς αἰχμάλωτος, καὶ πάντας, ὅσους εἶχον ἀπὸ τοῦ πρωτοπλάστου, ἀναγκάζομαι ἐμέσαι.
∆εῦτε, ἀγαπητοὶ,  σκεπασώμεθα ὑποκάτω  τῶν  πτερύγων  τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ.  Ὁ  γὰρ  σταυρὸς  εἰς  τὰ  τέσσαρα περατούμενος  ἄκρα,  σημαίνει  ὅτι  ὁ σταυρωθεὶς  Θεός ἐστι διὰ πάντων  χωρῶν,  καὶ πάντα  περιλαμβάνων  τὰ πέρατα.  Ὑψώθη  δὲ  ἐν  αὐτῷ  ὁ  Χριστὸς καὶ  Θεὸς, ἵνα  καὶ  τοὺς  ἐν  τῷ  ἀέρι  δαίμονας ἐμφιλοχωροῦντας καταλύσῃ, καὶ τὴν οὐράνιον ἡμῖν πορείαν εὐεπίβατον ποιήσῃ· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν ἔφη· Ἐν τῷ με ὑψωθῆναι πάντας ἑλκύσω πρός με. Καὶ τί σοι πολλὰ  λέγω; ἄκουε τοῦ προφήτου  λέγοντος·  Ῥάβδον  δυνάμεως  ἐξαποστελεῖ  σοι Κύριος  ἐκ  Σιών.  Καὶ  ἐπειδὴ  ῥάβδος  ἐστὶν  ὁ  Χριστὸς, ὡς  καὶ  Ἡσαΐας  εἶπεν, Ἐξελεύσεται  ῥάβδος  ἐκ  τῆς  ῥίζης  Ἰεσσαί. Αὐτὸν  κατέχων  Μωϋσῆς, διεῖλε  τὴν Ἐρυθρὰν θάλασσαν, ἔσχισε τὸ ὕδωρ, καὶ ἔῤῥαψεν· ἔσχισεν ἵνα παρέλθῃ ὁ λαὸς τοῦ Θεοῦ· ἔῤῥαψεν, ἵνα ἐνδύσηται τὴν τῶν βυθῶν θάλασσαν ὁ Αἰγύπτιος λαός.
Καὶ ἕτερος  τῶν  προφητῶν  λέγει·  Εὐλογηθείη  τὸ  ξύλον,  δι'  οὗ  ἐγένετο σωτηρία ἐν  μέσῳ τῆς  γῆς.  Θεώρησον τὰ  ἄστρα τοῦ  οὐρανοῦ, καὶ  καθ'  ἑκάστηνἡμέραν     θεωρήσεις   μεταξὺ   αὐτῶν    τὸ   σημεῖον   τοῦ   σταυροῦ   ἀπὸ   ἄστρων ἐκτυπούμενον.  ∆ιὰ τοῦτο κἀγὼ πρὶν ἢ τὸν ζωοποιὸν σταυρὸν ὑψώσω, μικρά τινα ἐγκωμιάσας χαιρετίσω, καὶ ὑψώσας προσκυνήσω. Χαίροις σταυρὲ, ἀρχὴ σωτηρίας, καὶ ὀχύρωμα βασιλείας· χαίροις, σταυρὲ, προβλήτωρ ἀποστόλων, καὶ κήρυγμα προφητῶν· χαίροις, σταυρὲ, καύχημα μαρτύρων καὶ κήρυγμα ὁσίων· χαίροις, σταυρὲ,γαλήνη τῶν χειμαζομένων, καὶ ἀνάῤῥυσις τῶν αἰχμαλωτιζομένων·  χαίροις, σταυρὲ, δικαίων καὶ ὁσίων ἀγαλλίαμα· χαίροις, σταυρὲ, ἱερέων στολιστὰ, καὶ πρεσβυτέρων σεμνότης·   χαίροις,  σταυρὲ,  διακόνων   ἀγλάϊσμα,  καὶ  ἀναγνωστῶν   φαιδρότης·χαίροις,  σταυρὲ,  μοναζόντων   καύχημα,  καὶ  πενθούντων   παράκλησις·  χαίροις, σταυρὲ, φύλαξ Ἐκκλησιῶν, καὶ πόλεων  εὐνομία· χαίροις, σταυρὲ, ὀρφανῶν  πάτερ, καὶ χηρῶν  προστάτα· χαίροις, σταυρὲ, πολεμουμένων  σωτηρία, καὶ πλανωμένων
ὁδηγός·  χαίροις,  σταυρὲ,  ἀδικουμένων   ὑπέρμαχος,  καὶ  ἀδικούντων   ἀντίδικος· χαίροις, σταυρὲ, ὀδυνωμένων  ψυχαγωγία,  καὶ κινδυνευόντων παραμυθία· χαίροις, σταυρὲ, τῶν φαύλων ἐπιτηδευμάτων διορθωτὰ, καὶ τῶν κρειττόνων σπουδασμάτων βοηθέ· χαίροις,  σταυρὲ, πολεμουμένων  ὅπλον  ἀήττητον,  καὶ  πιπτόντων  ἔγερσις·χαίροις, σταυρὲ, ἀσθενούντων  δύναμις, καὶ ἀδυνάτων  βακτηρία· χαίροις, σταυρὲ, παρθενευόντων  στέφανος,  καὶ χηρευόντων  σωφρο  σύνη· χαίροις, σταυρὲ, ἔνδυμα τῶν νεοφωτίστων,  καὶ φύλαξ νηπίων·  χαίροις, σταυρὲ, δούλων ἐλευθερία, καὶ ἀποθνησκόντων  ἐντάφιον·  χαίροις, σταυρὲ, τῶν  ψυχῶν  ὁ ἁγιασμὸς, καὶ τῶν δαιμόνων κατακάρδιος ἧλος· χαίροις, σταυρὲ, ὁ τῶν ὁδοιπόρων συνοδοιπόρος, καὶ τῶν πλεόντων  εὔδιος λιμήν· χαίροις, σταυρὲ, τῶν πιστῶν ἀσφάλεια, καὶ ἀγρυπνούντων  παραμύθιον· χαίροις, σταυρὲ, τὸ ἡμερινὸν  ὅπλον,  καὶ νυκτερινὸν φυλακτήριον·   χαίροις,  σταυρὲ,  ἀσθενούντων   βακτηρία,  καὶ  ποιμένων   ῥάβδος· χαίροις, σταυρὲ, ἐπιστρεφόντων  χειραγωγία, καὶ προκοπτόντων τελείωσις· χαίροις, σταυρὲ, τῶν ψυχῶν ἡ σωτηρία, καὶ σωμάτων πάντων κακῶν ἀποτρόπαιον· χαίροις, σταυρὲ, πάντων ἀγαθῶν πρόξενος, καὶ ἁμαρτιῶν ἀναίρεσις· χαίροις, σταυρὲ, φυτὸν ἀναστάσεως,  καὶ  ξύλον   ζωῆς  αἰωνίου·   χαίροις,  σταυρὲ,  πίστεως   κρηπὶς,  καὶ ἱερωσύνης τελείωσις· χαίροις, σταυρὲ, ἀνομιῶν  ἀπολύτρωσις, καὶ Ἐκκλησιῶν θεμέλιος  καὶ  στήριγμα·  χαίροις,  σταυρὲ, νόσων  καθαίρεσις,  καὶ  ὁδοιπορούντων ἀνάπαυσις· χαίροις,  σταυρὲ, ἐπικουρία  τῶν  δεομένων,  καὶ ἀγωνιστῶν  συμμαχία· χαίροις,  σταυρὲ, ὀδυνωμένων   ἀνάκτησις,  καὶ  εὐθυπορούντων   ἔρεισμα·  χαίροις, σταυρὲ, ἐλεημοσύνης  αἴτιος,  καὶ  ἀσπλαγχνίας  τιμωρία·  χαίροις,  σταυρὲ, πάντων βοήθεια κραταιὰ, καὶ βεβαιούσης ἐλπίδος ἀσφάλεια. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται·  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ πόλις  τοῦ  Θεοῦ, ἡ  ἄνω  Ἱερουσαλὴμ,  σὺν  τοῖς  ἐπιγείοις  εὐφραίνεται·  σήμερον σταυρὸς προσκυνεῖται, καὶ Σιὼν  ἡ μήτηρ πασῶν  τῶν  Ἐκκλησιῶν  ἐπαγγέλλεται· σήμερον σταυρὸς προσκυνεῖται,  καὶ  τὰ  πέρατα  τῆς  γῆς  εἰς  προσκύνησιν τούτου συναθροίζονται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ βασιλεῖ Ῥωμαίων κατὰ βαρβάρων νίκη δεδώρηται· σήμερον σταυρὸς προσκυνεῖται, ἡ σωτηρία τῶν πιστῶν καὶ ἀντίληψις  τῶν  εὐσεβῶν· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ τετραπέρατος κόσμος ἀγάλλεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ πᾶσαι αἱ φυλαὶ, λαοί τε καὶ γλῶσσαι ἑορτάζουσι· σήμερον σταυρὸς προσκυνεῖται,  καὶ ἡ κτίσις ἀνακαινίζεται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ὁ Ἀδὰμ ἀνανεοῦται· σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων  ἀναδείκνυται  βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ   τῆς   παρακοῆς   ὑπακοὴν   ἐκτελοῦσα,   ἀντὶ   τῆς   κατάρας   τὴν   εὐλογίαν λαμβάνουσα,  ἀντὶ   τοῦ,  Ἐν  λύπαις   τέξεις   τέκνα,   τὴν   ἐν   χαρᾷ  πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη.
Ἀλλὰ τίς αὕτη τῶν ζώντων ἡ μήτηρ, καὶ τίς τὸ ξύλον καρπεύεται τῆς ζωῆς, ἀλλ' ἢ ἡ τοῦ Θεοῦ Ἐκκλησία; καὶ τὸ ξύλον ὁ σταυρὸς τοῦ Κυρίου τοῦ καλοῦ τῆς Ἐκκλησίας νυμφίου.  Τοῦτο νῦν  προσκυνεῖται, καὶ παραδειματίζεται  τῆς κακίας ὁ ἄρχων, καὶ στηλιτεύονται δαίμονες, καὶ τὰ πνευματικὰ τῆς πονηρίας φυγαδεύονται στίφη, καὶ σκυλεύεται ᾅδης, καὶ ἡ τούτου φάλαγξ δραπετεύεται, καὶ ὁ Βελίαρ καταπεπάτηται, καὶ τῆς ἁμαρτίας ὁ σύμβουλος οὐκέτι παρακαλεῖ τῇ μητρὶ πάντων ἡμῶν· ἀλλ' ἐπὶ τὸ στῆθος ἕρπει, τηρῶν μὲν πτέρναν, πατούμενος δὲ τὴν κεφαλήν. Καὶ γῆν μὲν ἐσθίει τὴν καταδικασθεῖσαν ἀκάνθας καὶ τριβόλους ἐκφέρειν· βλέπει δὲ τὴν  ὑπ'  αὐτοῦ  πρώην  πατουμένην   τὸ  ξύλον  τῆς  ζωῆς  τρυφῶσαν,  αὐτὸς  δὲ ἐναπομείνας τῇ προτέρᾳ κατάρᾳ· βλέπει δὲ μήτε τῆς πτέρνης ἐξουσιάζων, αὐτοῦ δὲ ἁπάσας συνθλωμένας  τὰς κεφαλὰς τῷ σταυρῷ· θεωρεῖ παρεστῶσαν ἐκ δεξιῶν ὡς βασίλισσαν τὴν πρώην κατάκριτον, καὶ τὴν φύλλα συκῆς τὴν γύμνωσιν σκέπουσαν, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην,  πεποικιλμένην,  καὶ τὴν οἰκείαν ἀκοσμίαν θρηνεῖ. Βλέπει τῷ βασιλικῷ σκήπτρῳ στηριζομένην, καὶ πρὸς αὐτὸν ὑψουμένην τὸν οὐρανὸν,  καὶ  τὴν  ἑαυτοῦ  πτῶσιν  ὀδύρεται· βλέπει  συγκαλοῦσαν τὰ  τέκνα  μετὰ ὑψηλοῦ κηρύγματος πρὸς τὴν προσκύνησιν τοῦ τιμίου σταυροῦ, καὶ τὴν ὑπακοὴν φρίσσει, καὶ προθυμίαν θαυμάζει, καὶ τὸ πλῆθος ἐκπλήττεται· βλέπει τὴν σύμπασαν κτίσιν ἑορτάζουσαν, καὶ ἑαυτὸν ὡς διπλοΐδα αἰσχύνην ἐνδεδυμένον· καὶ τὸ λόγιον τὸ  φάσκον  πληρούμενον·  Ἔντεινον,  καὶ  κατευοδοῦ,  καὶ  βασίλευε· Ἔντεινον  τὸ τόξον   τὸ   τοῦ   σταυροῦ,  κέντησον   τὸν   διάβολον,   βασίλευσον   τῆς   κτίσεως, κατευόδωσον τὸν ἄνθρωπον.
Καὶ πάλιν,  Ὑψοῦτε  Κύ  ριον  τὸν  Θεὸν ὑμῶν,  καὶ  προσκυνεῖτε  τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Τὰ γὰρ τείχη τῆς ἁμαρτίας, καὶ τὰς πόλεις τοῦ ᾅδου ἐξηδάφισεν  ὁ  σταυρὸς τοῦ  Χριστοῦ. Ἀλλὰ  δεῦτε,  προσκυνήσωμεν  τὸν  σταυρόν. ∆εῦτε,  καρπολογήσωμεν  καὶ  τρυγήσωμεν  τὸ  ξύλον  τοῦ  σταυροῦ, τὸ  παρὰ  τὰς διεξόδους τῶν ἐκ τῆς πλευρᾶς ὑδάτων  ἑστὼς, ὃ καὶ τὸν καρπὸν αὐτοῦ ἔδωκεν ἐν καιρῷ αὐτοῦ. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης,  σωφροσύνης  βλάστημα, παρθενίας  ἄνθος,  χηρείας ῥόδον.  Σταυρὸς,  ἀνδρείας  ὅπλον,  καὶ  ἐγκρατείας  στήριγμα·  σταυρὸς  θεμέλιος πίστεως, καὶ εὐσεβείας ὑποβάθρα· σταυρὸς θεογνωσίας φωτισμὸς, καὶ ἀποφάσεως λύσις· σταυρὸς ἐξορίας ἀνάκλησις, καὶ αἰχμαλώτων λύτρωσις· σταυρὸς πλανωμένων ἐπιστροφὴ, καὶ πιπτόντων ἔγερσις· σταυρὸς σωζομένων δύναμις, καὶ ἀῤῥωστούντων ἴασις·  σταυρὸς  προκοπὴ  δικαίων,  καὶ  παῤῥησία μαρτύρων·  σταυρὸς  ἀποστόλων κήρυγμα καὶ προφητῶν ἀγαλλίαμα· σταυρὸς κήρυγμα διδασκάλων, καὶ μοναζόντων ἔπαινος· σταυρὸς βραβεῖον εἰρήνης, καὶ ὁμονοίας κλήτωρ· σταυρὸς οὐρανίων  καὶ ἐπιγείων σύνδεσμος, καὶ τῶν καταχθονίων  ἐκσυλευτής· σταυρὸς κτίσεως ἁγιασμὸς, καὶ  οὐρανίων  ἀγαθῶν  πάροχος·  σταυρὸς ἑορταζόντων  πανήγυρις,  καὶ  ἀῤῥαβὼν υἱοθεσίας, καὶ βασιλείας οὐρανῶν κληρονόμος. Καὶ τὸ δὴ θαυμαστότερον, ἀγάπης τοῦ  Θεοῦ καὶ  Πατρὸς περὶ ἡμᾶς σύμβολον μέγιστον  ἔνδειξίς  τε  τοῦ  Υἱοῦ μέχρι θανάτου θειοτέρας ὑπακοῆς καὶ σοφίας τοῦ Πνεύματος. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ ἐξουσίας, χειρωσώμεθα τὸν  ἐχθρὸν, καὶ δήσωμεν τὸν  ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως. Ὥσπερ γὰρ τοῦ Χριστοῦ τότε κρεμαμένου, ἐῤῥάγησαν οἱ τάφοι, καὶ ὁ ᾅδης ἠνεῴχθη, καὶ αἱ πέτραι διεῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, καὶ ἀνίσταντο   οἱ  νεκροὶ,  καὶ  ἐξήλλοντο   αἱ  ψυχαί·   οὕτω   καὶ  σήμερον  σταυροῦ προκειμένου, φυγαδεύεται  ὁ διάβολος,  δραπετεύουσι δαίμονες.  Ἐπὶ γὰρ σταυροῦ ὕψωσε τὴν σάρκα, ἵνα φανῇ  ἡ σὰρξ ὑψουμένη, καὶ θάνατος  πεπτωκώς.  Σήμερον σταυρὸς προσκυνεῖται,  καὶ  τῶν  προφητικῶν  φωνῶν   ἡ  σφραγὶς  τετέλεσται.  ∆ιὰ σταυροῦ γὰρ ἐλύθη δεσμῶν, ἅπερ ἐχάλκευσεν ὁ ὄφις ἐν παραδείσῳ, καὶ ἐστόμωσεν ὁ Ἀδὰμ, καὶ ὤξυνεν  ἡ Εὔα· διὰ σταυροῦ ὁ λῃστὴς ἐτυμβωρύχησε τὸν  παράδεισον. Ποῖος γὰρ οἶκος, ὁ μὴ ἔχων τὸν σταυρὸν θεμέλιον; ποῖον πλοῖον, τὸ μὴ πηδαλιουχούμενον   ὑπὸ  τοῦ  σταυροῦ;  ποία  πόλις,  ἡ  μὴ  ἔχουσα  τὸν  σταυρὸν φρούριον;  ποῖος  βασιλεὺς,  ὁ  μὴ  ἀναδεσμούμενος  τοῦ  σταυροῦ βακτηρίαν;  ποία Ἐκκλησία, ἡ μὴ ἔχουσα τὸν  σταυρὸν τροπέγγυον,  καὶ τούτῳ  τετειχισμένη;  ποία χήρα, ἡ μὴ ἔχουσα τὸν σταυρὸν βακτηρίαν; ποῖος ὀρφανὸς, ὁ μὴ ἔχων ἀρωγὸν τὸν σταυρόν; Σταυρὸς ἐν νυκτὶ φωτίζει, τὴν ἡμέραν λαμπαδουχεῖ, τὰς ψυχὰς λαμπρύνει, χειμῶνας  συμφορῶν  παύει, συζυγίαν συσφίγγει, ὀρφανοὺς  ἀνατρέφει.  Τοῦτο τῆς οἰκονομίας  τὸ  πέρας, τοῦτο  τοῦ  σταυροῦ τὸ  κατόρθωμα,  τοῦτο  τοῦ  πάθους  τὸ τρόπαιον,  τοῦτο  τῶν   ἑορτῶν  τὸ  κεφάλαιον.   Οὗτος  τῆς  Παλαιᾶς  ∆ιαθήκης  ὁ θησαυρὸς, οὗτος  τῶν  Εὐαγγελίων  ὁ  τίμιος  μαργαρίτης,  οὗτος  τῆς  βασιλείας  ὁ πολυτίμητος στέφανος, πάντα λόγον καὶ διήγησιν ὑπεραίρων. Τότε γὰρ, φησὶ, φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου  ἐν τῷ οὐρανῷ. Τότε, πότε; Ὅτε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, ὅτε μετὰ τῶν ἀγγέλων  αὐτοῦ ὁ μονογενὴς
Υἱὸς τοῦ  Πατρὸς ἐλεύσεται  κρῖναι  ζῶντας  καὶ νεκρούς. Τότε γὰρ οἱ τῷ  σημείῳ διαπρέποντες τῷ βασιλικῷ, καὶ τὸν πολύτιμον ἑαυτοῖς κτησάμενοι μαργαρίτην, καὶ τὸ κατ'  εἰκόνα καὶ καθ'  ὁμοίωσιν κάλλος διασώσαντες, ἐν νεφέλαις  εἰς οὐρανὸν ἁρπαγήσονται.  Ὁ  γὰρ  Κύριος καὶ  Θεὸς Ἀποστέλλει  τοὺς  ἀγγέλους  αὐτοῦ  μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως  ἄκρου αὐτοῦ. Ταῦτα  ὁ  εὐαγγελιστὴς  Ματθαῖος  περὶ  τῆς  ἐσομένης  τοῦ  Υἱοῦ τοῦ  Θεοῦ δευτέρας ἐλεύσεως, καὶ τοῦ προηγουμένου σταυροῦ. Τὸ δὲ νῦν τελούμενον  τύπος ἐστὶ τοῦ μέλλοντος ἐναργής. Ἰδοὺ γὰρ προτίθεται σταυρὸς ἐπὶ τῆς γῆς, καὶ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν  καὶ γένος ἀνθρώπων,  καὶ ἡλικία πᾶσα τῷ σημείῳ τοῦ σταυροῦ κατασφραγίζεται, ἄρχοντές  τε καὶ ἀρχόμενοι, δεσπόται καὶ δοῦλοι, ἄδοξοί τε καὶ ἔνδοξοι, σοφοί τε καὶ ἰδιῶται, δυσγενεῖς τε καὶ εὐγενεῖς. ∆εῦτε, προσκυνήσωμεν τὸν ἅγιον βλαστὸν, καὶ γνησιοδίδακτον καὶ δικαιοεύρετον σταυρόν· δεῦτε, εὐλογήσωμεν τὸν ζωοπάροχον καὶ ζωηειρήνευτον καὶ ἅγιον σταυρόν· δεῦτε, προσκυνήσωμεν τὸν ἀκυμαστοθειοισόκριτον,  ἱκανοκόσμητον  καὶ  κυριόλεκτον  σταυρόν·  δεῦτε, δοξάσωμεν τὸν  ἀγγελομαρτύρητον  καὶ  μονοσέβαστον καὶ  οὐρανοπρόβλητον  καὶ ἅγιον σταυρόν· δεῦτε, μεγαλύνωμεν  τὸν παναγιόριστον, ῥιζοσύνετον, καὶ σοφιστότακτον, καὶ τελειοΰμνητον  σταυρόν· δεῦτε, εὐχαριστήσωμεν τὸν ὑψιστόφραστον,   καὶ   φοβεροχάριτον,   καὶ   ψυχωφέλιμον,    καὶ   ὡραιοκόσμητον σταυρόν· δεῦτε, προσκυνήσωμεν μετὰ φόβου καὶ πόθου καὶ πίστεως, καὶ ἁγιασθῶμεν τῇ προσψαύσει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ. Ἀλλ' οἱ βουλόμενοι νουνεχῶς καὶ νηφόντως   τῷ  σταυρῷ τοῦ  Κυρίου καὶ  Θεοῦ καὶ  Σωτῆρος  ἡμῶν  Ἰησοῦ Χριστοῦ προσελθεῖν,   καὶ   συγχώρησιν   ἁμαρτιῶν   λαβεῖν,   πρὸ   μὲν   πάντων   ἀλήθειαν ἀγαπήσατε, καὶ ἀσέβειαν διώξατε, ἀλλοτρίων πραγμάτων ἐπιθυμηταὶ μὴ γίνεσθε. Οἱ βουλόμενοι  τῷ  σταυρῷ προσελθεῖν,  βουλὰς  πονηρὰς  ἀφ' ὑμῶν  ἀποῤῥίψατε,  ἐπὶ ὁρκίαν θείως  πορεύεσθε, εἰς βόθρον ἁμαρτίας ἑαυτοὺς μὴ ῥίψατε, ἐπιορκίαν  καὶ βλασφημίαν πόῤῥω ἀφ' ὑμῶν ἀπώσασθε.
Οἱ βουλόμενοι  τῷ  σταυρῷ προσελθεῖν,  γνόφον  ἁμαρτίας  μὴ  ἐνδύσησθε,ἀλλὰ   γνησίως   τὰς  ἐντολὰς   τοῦ  Θεοῦ  φυλάξατε.   Οἱ  βουλόμενοι   τῷ  σταυρῷ προσελθεῖν,  δόλον   ἀπὸ  καρδιῶν   ὑμῶν   ἀποῤῥίψατε,  καὶ  δυσσέβειαν  διώξατε, δανεῖσαι  ἐν  τόκῳ  ἢ  ἐν  πλεονασμῷ  μὴ  θελήσητε,  τοὺς  γονεῖς  ἡμῶν  ὁλοψύχως τιμήσατε  καὶ δοξάσατε καὶ ἀγαπήσατε καὶ ποθήσατε. Οἱ βουλόμενοι  τῷ  σταυρῷ προσελθεῖν, ἐκριζώσατε ἀφ' ἑαυτῶν  βουλὰς πονηρὰς, ὁπλίσατε ἑαυτοὺς ἐννοίαις ἀγαθαῖς,  ἑτοιμάσατε  ἑαυτοὺς  εἰς  πᾶν  ἔργον  ἀγαθόν.  Οἱ βουλόμενοι  τῷ  σταυρῷ προσελθεῖν, ζῆλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, ζημιῶσαι τὸν πλησίον μὴ ποθήσητε,  ζύγια  καὶ  μέτρα  ληψὰ  τῶν   ἐπιθετῶν   μὴ  ποιήσητε,  ζυγῷ  ἀνδρὸς, τουτέστιν,  ἀλλοτρίᾳ  γυναικὶ,  μὴ συγγίνεσθε, καὶ ἀλλήλους  ἀγαπῶντες  ποθήσατε, ἡδυνθῆναι  ἐν  κακῷ  μὴ  θελήσητε,  ἔθος  πονηρὸν  ἀπελάσατε. Οἱ βουλόμενοι  τῷ σταυρῷ  προσελθεῖν,  θέας  ματαίας  καταλείψατε,  θυμὸν  καὶ  ὀργὴν  κατασβέσατε, θλῖψαί τινα μὴ ποθήσατε, φόνον ἀπὸ καταπλοκῆς καὶ διάλογον ψευδῆ μὴ ποιήσατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, εἰς ψεῦδος μὴ αὐλισθῆτε, καὶ εἰς ἐπιθυμίας αἰσχρὰς  καὶ  ψυχοβλαβεῖς  μὴ  τρέπεσθε, ἀλλ'  ὁλοψύχως  τὰς  ἐντολὰς  τοῦ  Θεοῦ φυλάξατε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, κρίσιν καὶ δικαιοσύνην ποιήσατε, τὸ καλὸν καὶ ἀγαθὸν ποθήσατε, καὶ εἰς μάχας καὶ ὕβρεις μὴ τρέπεσθε. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, λόγους ἀληθείας λαλήσῃ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, λαγνείαν  πᾶσαν βδελύξασθε, καὶ ἀσέλγειαν  διώξατε.  Οἱ βουλόμενοι  τῷ  σταυρῷ προσελθεῖν, τὴν ἀθέμιτον πρᾶξιν, τὴν βλαβερὰν καὶ ψυχοοικοφθόρον ἁμαρτίαν τῆς μοιχείας μὴ ποιήσατε· γυμνοποιὸς γὰρ καὶ ψυχῆς καὶ σώματος ὑπάρχει ἡ μοιχεία. Μὴ οὖν μοιχεύσῃς, ἵνα μὴ νοθεύσῃς, καὶ τὸ σῶμά σου ἀφανίσῃς, καὶ σεαυτὸν ἀσχημονήσῃς, καὶ τὴν ψυχήν σου κολάσῃς, καὶ τὸ γένος καταισχύνῃς, καὶ τὸν Θεὸν παροργίσῃς.
Μηδ'  αὖ πάλιν  πορνεύσητε· ἡ γὰρ πορνεία αἴτιος γέγονε τῆς πολυκόσμου καταστροφῆς, ὡς βλαβερὰ καὶ ψυχοανακάλυπτος  οὖσα ἁμαρτία. Οἱ βουλόμενοι τῷ σταυρῷ προσψαῦσαι, καὶ τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι, μὴ ῥίψωμεν ἑαυτοὺς εἰς τὸν σκοτεινὸν λάκκον τῆς πορνείας, καὶ εἰς τὸ ζοφερὸν φρέαρ τῆς μοιχείας· τὰ γὰρ  ξιφηφόρα  πρόθυρα τῆς  παρανόμου  πορνείας,  καὶ  τὰ  πεπυρωμένα  βέλη  τῆς μοιχείας  γεννῶσι  τὸν  ἀκοίμητον  σκώληκα,  καὶ  τὸ  ἄσβεστον  πῦρ ἁβροθυμοέγκαυστον  ὀργὴν,  καὶ  ῥιζοτηξοκάρδιον  καὶ  νευροσύμφορον  τίκτει   ἡ πορνεία καὶ μοιχεία. Οἱ οὖν τῷ σταυρῷ καταφρονητικῶς καὶ ἀφόβως πλησιάζοντες, βροντόβραστοι, βριμόβρυχοι, ἀστραπόφρικτοι,  βελοβυθοθαμβοσεισμοφόνοι γενήσονται. Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, καταλαλιὰν  μισήσατε, μνησικακίαν βδελύξασθε, ἐλεεῖν  πτωχοὺς  μὴ παύσησθε, ἐπισκέπτεσθαι ἀῤῥώστους μὴ ὀκνήσητε, φιλαργυρίαν μὴ ποθήσητε, τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι μὴ παύσησθε. Ἐν  ταῖς  ἐκκλησίαις  συναθροιζόμενοι,  φόβῳ  καὶ  τρόμῳ  καὶ  χαρᾷ  τῷ σταυρῷ προσέλθωμεν, καὶ τοὺς ἱερεῖς τιμῶντες  μὴ παυσώμεθα. Ἐννοήσωμεν, ὦ ἀγαπητοὶ,  τὴν  τοῦ σταυροῦ δύναμιν.  Τοῦ γὰρ σταυροῦ παγέντος,  καὶ Χριστοῦ ἐν αὐτῷ τανυσθέντος, καὶ τὴν ἄχραντον κορυφὴν ἐπ' αὐτὸν κλίναντος,  καὶ τῇ λόγχῃ πλευρὰν νυγέντος, καὶ πᾶσαν μὲν τὴν ὑπ' οὐρανὸν ὑπὸ τοῦ φόβου πτερυσσομένην, καὶ εἰς ἐκδίκησιν τοῦ ἐν σταυρῷ σαρκὶ κρεμαμένου ἑτοιμαζομένην, ὑπ' αὐτοῦ δὲ τοῦ σαρκὶ σταυρωθέντος κωλυομένην,  ἰδὼν ὁ διάβολος τὰ στοιχεῖα ταρασσόμενα, τὴν ὁπλὴν  τῶν  ἀνόμων, καὶ τὸν σταθμὸν αὐτῶν,  ἦχον  βροντῶν  καὶ βόμβους αὐτῶν, αἴγλην  ἀστραπῶν καὶ δρόμον αὐτῶν, στάσιν βελῶν καὶ τὸ κοῦφον αὐτῶν, θράσος σεισμοῦ καὶ τὸ κράτος αὐτοῦ, πλῆθος ἀγγέλων  καὶ τὰς τάξεις αὐτῶν, στιλβότητα πυρὸς καὶ τὴν φλόγα αὐτοῦ, καταιγίδα ὀργῆς καὶ τὸν θυμὸν αὐτῆς, στρατιῶν ὑψιστόλων καὶ τὰς παρεμβολὰς αὐτῶν, ζώων ἁγίων δυνάμεις καὶ τὸ σθένος αὐτῶν, ὑποταγὴν νεφελῶν  καὶ τὴν ἀποστολὴν αὐτῶν· ταῦτα θεωρῶν ὁ διάβολος, σπεύσας πρὸς  τὸν  ᾅδην  κατῆλθε,  καὶ  πύλας  καὶ  μοχλοὺς   ἀσφαλίζεσθαι  προσέταττεν. Ἀτενίσας δὲ  εἶδεν  ἀστραπῶν  λαμποδοφόρων  οὐσίας πρὸς αὐτὸν  κατιούσας, καὶ βροντῶν  ὁ βαρύκτυπος  ἦχος  πρὸς αὐτὸν  ἐθρόησε, γνόφος  αὐτὸν  περιεκύκλωσε, τρόμος στοιχείων ἑαυτὸν ἐτάραξεν, εὐζώνων τάξις προέφθανεν, ἡ γῆ ἐσαλεύετο, αἱ πέτραι ἐῤῥήγνυντο, μοχλοὶ συνετρίβοντο, ἐδονοῦντο στοιχεῖα, ὁ θάνατος ἐκλονεῖτο, λαμπάδες πυρὸς νοητοῦ προηγοῦντο· ταρτάρειος βυθὸς ἐτρομοποιεῖτο, ἡ θάλασσα ἐβορβοροῦτο, τὰ καταχθόνια  τῆς  ἀβύσσου ἀνεμοχλεύοντο,  φωναὶ  τῆς  κερατίνης ἐνισχύοντο.  Ἥλιος  ἐσκοτίζετο, καὶ  ἦν  ἰδέσθαι τὸν  οὐρανὸν  καὶ  τὸ  φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρτωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρώνητον τοῖς ἄστροις, τὸν κυανοβαφῆ θάλαμον, τὸν πυρσοφόρον παστὸν, ἐν ᾧ ἥλιος καὶ σελήνη, ὡς νυμφίος  καὶ νύμφη,  προκάθηνται. Καὶ ὁ μὲν οὐρανὸς ἀντὶ αἴγλης σκότος περιεβάλλετο, ποταμοὶ δὲ καὶ αἱ πηγαὶ καὶ λίμναι τὸ νᾶμα συστέλλειν ἠπείγοντο, νεύματι δὲ τοῦ σταυρωθέντος Χριστοῦ τὰ ῥεῖθρα προβάλλειν ἐκελεύοντο· ζοφερὰ δὲ φάλαγξ καὶ παράταξις τῶν δαιμόνων ἐφυγαδεύετο. Πᾶσα δὲ τάξις ἀγγέλων  καὶ ἀρχαγγέλων  καὶ τῶν  λειτουργικῶν  δυνάμεων φόβῳ καὶ τρόμῳ ἐκλονοῦντο, θεωροῦσαι τὸν ἄχρονον καὶ ἄφθαρτον καὶ ἀθάνατον Θεὸν τοὺς οὐρανοὺς μὴ λιπόντα, καὶ ὑπὸ γῆν πρὸς τὸν Ἀδὰμ κατιόντα. Καὶ ὁ μὲν ᾅδης  ὠδυνᾶτο,  καὶ  ὁ  Βελιὰρ  καρωθεὶς  τῷ  φόβῳ  νενέκρωτο,  καὶ  ὁ  θάνατος καπνισθεὶς  καὶ  βροντοβολισθεὶς  τῇ  ἀστραπῇ  τῆς  θεότητος  πάντας,  ὅσους  εἶχε, δικαίους ἐξήμεσε. Τούτων οὕτω γινομένων,  ἰδοὺ φωνὴ  ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ  χαρὰν  καὶ  τρόμον  ποιοῦσα· χαρὰν  μὲν  τοῖς  δικαίοις,  τρόμον  δὲ  τοῖς  τοῦ σκότους ἄρχουσιν· Ὑμῖν λέγω  τοῖς  ἐν  δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς  ἐν  τῷ  σκότῳ, ἀνακαλύφθητε. Ταῦτα ἀκούσασαι αἱ ψυχαὶ τῶν δικαίων ἠγαλλιάσαντο, καὶ ὁ χορὸς τῶν προφητῶν γεγηθότες ἔψαλλον· Ὁ Θεὸς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον  αὐτοῦ προπορεύσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Καὶ τῶν ὁσίων αἱ ψυχαὶ τῶν δεσμῶν λυθεῖσαι σὺν τῷ Ἀδὰμ συνεξῄεσαν, οἱ μὲν προφῆται  τὸν  διάβολον  καταπαίοντες,  καὶ οἱ δίκαιοι  ῥαπίζοντες, οἱ δὲ ὅσιοι ἐμπτύοντες αὐτὸν κατεγέλων· ἡ δὲ φάλαγξ τῶν δαιμόνων κάρας γόνασι θέμενοι, τὰς ἐν χερσὶ τῶν προφητῶν  κιννύρας  καὶ φόρμιγγας, καὶ τυμπάνων  ᾠδὰς ἐνηχοῦντο, ᾄδουσας τὸν νικηφόρον. Τίς οὖν μὴ θαυμάσῃ τὴν δύναμιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ; Ὢ ὄνομα σταυροῦ, τὸ ἀπόκρυφον  μυστήριον· ὢ χάρις ἀνέκφραστος, καὶ δύναμις ἀνεξιχνίαστος. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναιμάκτῳ θυσίᾳ προσιέναι.
∆ιὰ τοῦτο κἀγὼ μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως αὖθις μικρά τινα   ἐγκώμια  προσθήσας τῷ  ζωοποιῷ  σταυρῷ,  καταπαύσω  τὸν  λόγον. Χαίροις, πάμφρικτε  καὶ ζωοδότα  σταυρὲ, φέγγος  γλυκερὸν,  καὶ ἀειφανὴς  ἥλιος· χαίροις, τίμιε καὶ σεβάσμιε σταυρὲ, ὁ τὰς τῶν θελγομένων ψυχὰς ἐπιστρέφων, τὰς δὲ τῶν ἀνόμων ψυχὰς ὀλοθρεύων· χαίροις, ἀξιάγαστε σταυρὲ, ὁ ὁδοὺς δικαίων φαίνων, τρίβους δὲ ἀσεβῶν φλέγων· χαίροις, τρισόλβιε σταυρὲ, ἀγαθῶν χορηγὲ, καὶ τῶν εἰς σὲ ἐλπιζόντων  ἀντιλήπτωρ· χαίροις, πανόλβιε σταυρὲ, ὁ τῶν εἰς σὲ προσφευγόντων τεῖχος  καὶ  σωτηρία· χαίροις,  παμφαέστατε  σταυρὲ, κινδυνευόντων λυτρωτὰ,  καὶ ἀσθενούντων  ἰατρέ· χαίροις, παμμέγιστε σταυρὲ, πασχόντων  βοηθὸς, καὶ καταπονουμένων  ἔκδικος· χαίροις, παμφώτιστε  σταυρὲ, ἀπεριστάτων ἀντιλήπτωρ, πλανωμένων ὁδηγὲ, θλιβομένων  βοηθέ· χαίροις, νικοποιὲ σταυρὲ, δεομένων δοτὴρ, καὶ  βοώντων  ἐπακουστά· χαίροις,  ἀήττητε  σταυρὲ, προστάτα ἀπρόδοτε,  κόσμου συνοχεῦ καὶ πρύτανι· χαίροις, ζωοπύρσευτε σταυρὲ, οἰκουμένης εὐεργέτα, εὐποιούντων   ἀνταποδότα·  χαίροις,  ὑψοποιὲ  σταυρὲ, καὶ  δούλων  σου  νικοποιέ· χαίροις, ζωηφόρε σταυρὲ, φίλων  εὐεργέτα, Ἰουδαίων  λικμήτωρ, ἀσεβῶν κολαστὰ, δικαίων μισθαποδότα· χαίροις, ἀξιοθαύμαστε σταυρὲ, ἱερέων στολιστὰ, μοναζόντων καύχημα,  διωκομένων  ἐπιζητητὰ,  τεταπεινωμένων ἀνεῴκτα·  χαίροις, ζωοπάροχε σταυρὲ, πτωχῶν  ὑψοποιὲ, πεπτωκότων  ἔγερσις, ἁμαρτανόντων  μακροθυμία, μετανοούντων  ὑποδέκτα· χαίροις, πανάγιε σταυρὲ, ἐξομολογουμένων  ἱλασμὸς, ἐπιστρεφόντων  οἰκτειρητὰ,  ὁσίων  σου ἐπιλέκτα,  ἐχθρῶν  σου ὀλοθρευτὰ, Χριστιανῶν ἀγχιστευτὰ, καὶ τῶν Ἐκκλησιῶν οἰκοδόμε, καὶ ὑπὸ πάσης κτίσεως προσκυνούμενε.
Τοῦτο τὸ τίμιον καὶ σεβάσμιον ξύλον ὑπὸ πάντων τιμώμενον προσκυνεῖται· Ἕλληνές τε καὶ βάρβαροι, Μακεδόνες καὶ Θετταλοὶ, Παίονες, καὶ Ἰλλυριοὶ, Ἀθηναῖοικαὶ Ἀργεῖοκαὶ Λάκωνες, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες  τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ Ἀσίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, Κρῆτες καὶ Ἄραβες, Ἰνδοὶ  καὶ Αἰθίοπες, καὶ Ὁμηρῖται,  καὶ  πάντες  οἱ  λοιποὶ  τῶν  ἐθνῶν,  ὅσους ὁ ἥλιος  ἐφορᾷ, τὴν  ἑαυτῶν καταλιπόντες  ἀπάτην, τῷ σταυρῷ σημειούμενοι προσκυνοῦσι, φεύγοντες  τὰς πολυπλόκους  σειρὰς τοῦ διαβόλου. ∆ιὰ σταυροῦ γὰρ ἀνέῤῥηξεν ὁ Χριστὸς τὴν τοῦ Βελιὰρ ἀχόρταστον κοιλίαν,  καὶ συνέλυσεν αὐτοῦ τοὺς σαρκοβόρους ὀδόντας, τῷ στερεμνίῳ αὐτοῦ σταυρῷ συγκλάσας παρέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ συνέθλασεν αὐτοῦ τὰ ὀστᾶ· περιέσχισεν αὐτοῦ τὴν  στολὴν, καὶ κατέτιλεν  αὐτοῦ τὴν  κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν καὶ  ἀτελεύτητον  ἀπέῤῥιψεν αὐτῷ· ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τριστόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισεν αὐτοῦ τὰς ἐλπίδας, ἐξηρεύνησε τὰς κεκρυμμένας νοσσιὰς αὐτοῦ, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ  τὰς ἐνθήκας  αὐτοῦ. Ἠδάφισε τὰ ἀνηλεῆ  τῶν  δαιμόνων  αὐτοῦ τέκνα  καὶ ἔκγονα,  κατέσβεσε πυρὶ  ἀσβέστῳ τὰ  χειροποίητα  αὐτοῦ  ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνεμόχλευσεν αὐτοῦ τὰ σκοτεινὰ ταμεῖα, ἐξηδάφισεν αὐτοῦ τὰς πόλεις, καθεῖλε  τὰ τείχη  τῆς ἀνομίας, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, συνέτριψε τοὺς ἀδαμαντίνους  μοχλοὺς, καὶ πάντας  τοὺς εἰς αὐτὸν  πιστεύσαντας λύσας, καὶ μεθ' ἑαυτοῦ λαβὼν εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας, ἀνέδραμε, καθά φησιν ὁ προφήτης·  Ἀγαλλιάσεται,  ὡς  γίγας,  δραμεῖν  ὁδόν.  Τούτῳ  τῷ  σημείῳ  ἐχθροὶ φυγαδεύονται,   τούτῳ   τῷ   σημείῳ  τείχη   τῶν   ὑπεναντίων   πίπτουσι,   δαίμονες ὀλέσκονται, πάντα  ὑποτάσσονται τῷ ξύλῳ  τοῦ σταυροῦ διὰ τὴν  δύναμιν  τοῦ ἐν αὐτῷ σταυρωθέντος.Καὶ οὐ μόνον νῦν νικᾷ ὁ τύπος τοῦ σταυροῦ τοὺς ὑπεναντίους, ἀλλὰ καὶ πρὸ τούτου ἐνίκα καὶ ὑπερίσχυε. Καὶ γνῶθι τοῦ τύπου τὴν δύναμιν. Ἡ ῥάβδος Μωϋσέως τύπον ἔφερε τοῦ σταυροῦ· ἡ δὲ ῥάβδος ἦν ὁ σταυρός. Ὅρα δέ μοι τὸν τύπον τοῦ σταυροῦ, πόσα τέρατα καὶ σημεῖα εἰργάσατο, τοῖς  μὲν ὑπεναντίοις  κακὰ, τοῖς  δὲ πιστοῖς καλά. Καὶ τοὺς μὲν ποταμοὺς τῶν Αἰγυπτίων ὁ Μωϋσῆς διὰ τῆς ῥάβδου εἰς αἷμα  μετέβαλε,  καὶ  ἀκρίδα  καὶ  βροῦχον  καὶ  χάλαζαν,  σκότος  ψηλαφητὸν   καὶ θύελλαν,  καὶ θῖνα  τῶν  πρωτοτόκων  διὰ τῆς  ῥάβδου αὐτῆς  ἐπήγαγεν·  ὅπου γὰρ ἐπένευσεν ἡ ῥάβδος, ἐκεῖ καὶ τρόπαιον ἵστατο. ∆ιὰ τῆς ῥάβδου ἀνεκαλέσατο ὁ Θεὸς τὸ γένος τῶν Ἑβραίων ἐκ πικρᾶς δουλείας, καὶ σταυροῦ τύπος ἦν αὐτοὺς ὁ σώζων. Ἔγνως, ὦ ἀγαπητὲ, τοῦ τύπου τοῦ σταυροῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν· προσκύνησον τὴν ἀλήθειαν τοῦ Χριστοῦ, ἀκούσας τῆς προτυπώσεως τὴν δήλωσιν· σεβάσθητι τῆς ἀληθείας τὴν φανέρωσιν.Πολὺς οὖν  ὁ τοῦ σταυροῦ λόγος,  καὶ ἀνέκφραστος  ἡ τούτου  δύναμις.  Οἱ προσκυνοῦντες  τὸν  σταυρὸν πόθῳ  καὶ  πίστει, ἔγνωσαν  τὴν  ἐν  αὐτῷ  ἰσχὺν,  καὶ τροποῦνται  τὸν διάβολον. Παντοδύναμος γὰρ ὁ σταυρὸς τοὺς πάντας  εὐεργετῶν, ὑπὸ πάντων προσκυνεῖται. Κύριος γάρ ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν ἐν αὐτῷ προσηλωθεὶς, καὶ σώσας τὸν κόσμον· ᾧ παρ' ἡμῶν πᾶσα πρέπει καὶ ἐποφείλεται  τιμὴ, δόξα καὶ εὐχαριστία σὺν τῷ ἀνάρχῳ Πατρὶ, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |