ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ∆ʹ.Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ∆ʹ.Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


 ΟΜΙΛΙΑ ∆ʹ.Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι  αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατ έχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.

αʹ. Ζητήσειεν ἄν τις πρῶτον  εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ μετὰ ταῦτα μαθεῖν, τί δήποτε ἀσαφῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ' οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχήν· οἷς ἔγωγε μάλιστα τίθεμαι. ∆ιὰ τί; Ὅτι εἰ τὸ πνεῦμα ἐβούλετο εἰπεῖν,  οὐκ  ἂν  εἶπεν  ἀσαφῶς,  ἀλλὰ  φανερῶς,   ὅτι  καὶ  νῦν  αὐτὸν  κατέχει  ἡ  τοῦ Πνεύματος  χάρις,  τουτέστι,  τὰ  χαρίσματα.  Ἄλλως  δὲ  ἔδει  ἤδη  παραγενέσθαι,  εἴ  γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους.




  Εἰ γὰρ  εἶπεν  ὅτι  μικρὸν  ὕστερον  καταλυθήσεται  ἡ Ῥωμαίων  ἀρχὴ,  ἤδη εὐθέως ἂν αὐτὸν καὶ κατώρυξαν ὡς λυμεῶνα, καὶ τοὺς πιστοὺς ἅπαντας, ὡς ἐπὶ τούτῳ ζῶντας καὶ στρατευομένους. ∆ιὰ τοῦτο οὐκ εἶπεν οὕτως, οὐδ' ὅτι ταχέως ἔσται, καίτοιγε ἀεὶ αὐτὸ λέγει· ἀλλὰ τί; Εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ, φησί. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Νέρωνα ἐνταῦθά φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ ἀντιχρίστου· καὶ γὰρ οὗτος ἐβούλετο νομίζεσθαι θεός. Καὶ καλῶς εἶπε τὸ μυστήριον· οὐ γὰρ φανερῶς,  ὡς  ἐκεῖνος,  . οὐδὲ ἀπηρυθριασμένως.  Εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου  ἀνευρέθη, φησὶν,  ὃς οὐ πολὺ  τοῦ ἀντιχρίστου  ἐλείπετο  κατὰ τὴν  κακίαν,  τί θαυμαστὸν,  εἰ  ἤδη  ἔσται;  Οὕτω  δὴ  συνεσκιασμένως  εἶπε,  καὶ  φανερὸν  αὐτὸν  οὐκ ἠθέλησε ποιῆσαι, οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· τουτέστιν, ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ὅταν ἀρθῇ ἐκ μέσου, τότε ἐκεῖνος ἥξει. Καὶ εἰκότως. Ἕως γὰρ ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑποταγήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν  βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων  ὑπὸ Ῥωμαίων·  οὕτω καὶ αὕτη ὑπὸ τοῦ ἀντιχρίστου,  κἀκεῖνος  ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι  καθέξει.  Καὶ ταῦτα  μετὰ  πολλῆς  τῆς  σαφηνείας  ὁ ∆ανιὴλ  ἡμῖν παρακατατίθεται.  Καὶ τότε,  φησὶν,  ἀποκαλυφθήσεται  ὁ  ἄνομος.  Καὶ τί  μετὰ  ταῦτα; Ἐγγὺς ἡ παραμυθία· ἐπάγει γάρ· Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύματι τοῦ στόματος  αὐτοῦ,  καὶ  καταργήσει  τῇ  ἐπιφανείᾳ   τῆς  παρουσίας  αὐτοῦ,  οὗ  ἐστιν  ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ. Καθάπερ γὰρ πῦρ ἐπελθὸν ἁπλῶς τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόῤῥωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ  ἐπιτάγματι   μόνον  καὶ  τῇ  παρουσίᾳ  τὸν  ἀντίχριστον   ἀναλώσει.  Ἀρκεῖ παρεῖναι αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπά  την καὶ φανεὶς μόνον. Εἶτα δηλῶν  τίς  ἐστιν  οὗτος,  Οὗ ἡ  παρουσία  κατ'  ἐνέργειαν  τοῦ  Σατανᾶ·  Ἐν  πάσῃ δυνάμει, φησὶ, καὶ σημείοις καὶ τέρασι ψεύδους. Τουτέστι, πᾶσαν ἐπιδείξεται  δύναμιν, ἀλλ' οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσμένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ  τῆς  ἀδικίας  ἐν  τοῖς  ἀπολλυμένοις.  Τί οὖν  συνεχώρησε,  φησὶν,  ὁ Θεὸς τοῦτο γενέσθαι,  καὶ ποία αὕτη οἰκονομία;  τί δὲ τὸ κέρδος τῆς ἐκείνου  παρουσίας ἐπὶ λύμῃ ἡμῶν  παραγενομένου;  Μὴ φοβηθῇς,  ἀγαπητὲ,  ἀλλ' ἄκουε  λέγοντος  αὐτοῦ· Ἐν τοῖς ἀπολλυμένοις  ἰσχύει, οἳ, εἰ καὶ μὴ παρεγένετο  ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι  ἐπιστομισθήσονται. Πῶς; Ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ μὴ μέλλωσι  λέγειν,  ὅτι  Ἐπειδὴ Θεὸν ἔλεγεν  ἑαυτὸν  ὁ Χριστὸς, καίτοι  γε οὐδαμοῦ εἶπε φανερῶς,   πλὴν   ἀλλ'  ἐπειδὴ  οἱ  μετὰ  ταῦτα  ἐκήρυξαν,  οὐκ  ἐπιστεύσαμεν·  ἐπειδὴ ἠκούσαμεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει. Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα  παράνομα, ἀπὸ σημείων μόνων  ψευδῶν  πιστεύηται, ἀποῤῥάψει τὸ στόμα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον.  ∆ιὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος  ἔλθῃ  ἐν τῷ  ὀνόματι  τῷ  ἰδίῳ,  ἐκεῖνον  λήψεσθε.  Ἀλλὰ σημεῖα εἴδομεν,  φησίν. Ἀλλὰ  καὶ ἐπὶ  τοῦ  Χριστοῦ γέγονε  πολλὰ  καὶ μεγάλα.  Οὐκοῦν πολλῷ  μᾶλλον  αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ' ἐνέργειαν  τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι  Σωτὴρ,  ὅτι  μυρία  ἀγαθὰ  κομίζει.  Ἀνθ'  ὧν  γὰρ  τὴν  ἀγάπην  τῆς  ἀληθείας  οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.
βʹ. Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι,  ἀλλ',   Ἵνα  κριθῶσι,  τουτέστι,  κατακριθῶσιν   ἐπὶ  τοῦ  δικαστηρίου  τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους.  Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων,  Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες  ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ' ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι' ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν   πραγμάτων.  Ἀλλ'  εὐδοκήσαντες,  φησὶν,  ἐν  τῇ  ἀδικίᾳ·  ἐπὶ  γὰρ  λύμῃ  τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων  ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων.  Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυμένοις,  φησὶν,  ἕξει  τὴν  ἰσχύν.  Καὶ γὰρ καὶ  ὁ Ἠλίας  ἥξει  τότε  τοὺς  πιστοὺς ἀσφαλιζόμενος.  Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα.∆ιὰ τοῦτο εἴρηται περὶ Ἰωάννου  τὸ, Ἐν  δυνάμει καὶ πνεύματι  Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ  Ἠλίας,  οὔτε  θαύματα·  Ἰωάννης  μὲν  γὰρ, φησὶ,  σημεῖον ἐποίησεν  οὐδέν· πάντα  δὲ, ὅσα εἶπεν  Ἰωάννης  περὶ τούτου,  ἀληθῆ  ἦν. Πῶς οὖν  Ἐν δυνάμει  καὶ  πνεύματι  Ἠλίου;  Τουτέστι, τὴν  αὐτὴν  ἀναλήψεται  διακονίαν.  Καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας, καὶ εἰς τοῦτο φυλάττεται.  Μὴ τοίνυν  δείσωμεν· κατέσεισε τῶν   ἀκροατῶν   τὴν   διάνοιαν,   οὐκέτι   ἐποίησε  δεινὰ   τὰ  παρόντα   νομίζειν,   ἀλλ' εὐχαριστίας ἄξια. ∆ιόπερ ἐπήγαγεν· Ἡμεῖς δὲ ὀφείλομεν  εὐχαριστεῖν  τῷ Θεῷ πάντοτε περὶ  ὑμῶν,  ἀδελφοὶ  ἠγαπημένοι  ὑπὸ  Κυρίου, ὅτι  εἵλετο  ὑμᾶς  ὁ Θεὸς ἀπ' ἀρχῆς  εἰς σωτηρίαν  ἐν  ἁγιασμῷ  πνεύματος   καὶ  πίστει  ἀληθείας.  Πῶς  εἰς  σωτηρίαν  εἵλετο;
∆είκνυσιν εἰπὼν, Ἐν ἁγιασμῷ πνεύματος, τουτέστιν, ἁγιάσαι διὰ πνεύματος καὶ πίστεως ἀληθοῦς.  Ταῦτα  γὰρ  ἡμῶν  ἐστι  τὰ  συνεκτικὰ  τῆς  σωτηρίας·  οὐδαμοῦ  ἀπὸ  ἔργων, οὐδαμοῦ ἀπὸ κατορθωμάτων,  ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασμῷ  πνεύματος,  φησίν.  Εἰς ὃ ἐκάλεσεν  ὑμᾶς  διὰ  τοῦ  Εὐαγγελίου  ἡμῶν,  εἰς περιποίησιν  δόξης τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν  καὶ τοῦτο,  εἰ αὑτοῦ δόξαν  τὴν  ἡμετέραν  σωτηρίαν  ἡγεῖται  ὁ  Χριστός. ∆όξα  γὰρ  τοῦ  φιλανθρώπου  τὸ πολλοὺς  εἶναι  τοὺς  σωζομένους.  Ἄρα  μέγας  ἡμῶν  ὁ Κύριος, εἰ  οὕτως  ἐφίεται  τῆς σωτηρίας ἡμῶν· μέγα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐργαζόμενον ἡμῖν τὸν ἁγιασμόν. ∆ιὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν, ἀλλὰ τὸν ἁγιασμόν; Ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι. Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ; Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου  εἴτε δι' ἐπιστολῆς  ἡμῶν.  Ἐντεῦθεν  δῆλον  ὅτι οὐ πάντα  δι' ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα. Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον  ἡγώμεθα.  Παράδοσίς ἐστι, μηδὲν πλέον  ζήτει. ∆είκνυσιν  ἐνταῦθα  πολλοὺς  ὄντας  τοὺς παρασαλευομένους.  Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον  καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως  βοηθεῖν.  Ὁ ἀγαπήσας  ἡμᾶς,  φησὶ,  καὶ  δοὺς  παράκλησιν  αἰώνιον  καὶ  ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι  τοῦ  λουτροῦ  ὀνομάζεται;  ἰδοὺ  γὰρ  ἐνταῦθα  τοὐναντίον  ἐστίν·  αὐτός  φησι πρῶτον, Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· εἶτα, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν. Ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν μελλόντων.   Ὁρᾷς  πῶς  ἐν  τάξει  εὐχῆς  διανίστησιν   αὐτῶν   τὴν  διάνοιαν,   τὰ  τῆς κηδεμονίας  τοῦ Θεοῦ τῆς ἀφάτου  τιθεὶς  ἐνέχυρα  καὶ τεκμήρια; Παρακαλέσαι, φησὶν, ὑμῶν τὰς καρδίας ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παν  τὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα. Ὁ δοὺς παράκλησιν,  φησὶ,  καὶ  ἐλπίδα   ἀγαθὴν   ἐν  χάριτι.   Ἅμα  καὶ  εὐέλπιδας   ὑπὲρ  τῶν μελλόντων ποιεῖ.  Εἰ γὰρ  τοσαῦτα  χάριτι  ἔδωκε,  πολλῷ  μᾶλλον  τὰ  μέλλοντα.  Ἐγὼ μέντοι  οὕτως  εἶπον,  φησὶ,  τὸ  δὲ πᾶν  τοῦ  Θεοῦ ἐστι. Στηρίξαι·  βεβαιώσαι,  ὥστε μὴ σαλεύεσθαι  μηδὲ  παρακλίνεσθαι·  καὶ  γὰρ  ἡμῶν  καὶ  αὐτοῦ  τοῦτό  ἐστιν.  Ὥστε καὶ δογμάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι. Ὅταν γάρ τις μὴ παραφέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, μετὰ πολλῆς φέρει τῆς μακροθυμίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν  ἐργάσεται τῶν ἀγαθῶν  καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.γʹ. Αὐτὸς μὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στηριχθῆναι· αἰτεῖ δὲ νῦν παρ' αὐτῶν, προσεύξασθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα μὴ κινδυνεύῃ  (εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ',  Ἵνα  ὁ λόγος  τοῦ Κυρίου τρέχῃ  καὶ δοξάζηται, καθὼς  καὶ πρὸς ὑμᾶς. Καὶ μετ' ἐγκωμίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑμᾶς. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ μάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων·  οὐ γὰρ πάντων  ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν ἀνθισταμένων  καὶ μαχομένων  τοῖς δόγμασι. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων  ἡ πίστις. Οὐ κινδύνους  ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν,  ἀνθέστηκε  τοῖς  ἡμετέροις  λόγοις· ὡς  ἂν  περὶ  κλήρου  εἰ ἔλεγέ  τις πατρικοῦ, ὅτι οὐ πάντων  ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ' ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦτοι, φησὶν, οἷς δέδοται τὸ μὴ πιστεύειν. Ἅμα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων  ἀπαλλάττειν,  καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Οὐκοῦν καὶ ἡμεῖς τὰ αὐτὰ πρὸς ὑμᾶς λέγομεν. Μηδεὶς ἡμῶν ἀπόνοιαν καταγινωσκέτω· μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγομεν, ἀφ' ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος μὲν γὰρ παρακαλέσαι τοὺς μαθητὰς βουλόμενος, ταῦτα ἔλεγεν· ἡμεῖς δὲ καρποῦσθαί τι μέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύομεν  ὅτι πάντα  κατορθώσομεν, ἂν ἐθελήσητε πάντες ὁμοθυμαδὸν τὰς χεῖρας ἐκτείνειν  πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡμετέρας σμικρότητος. Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέμουν οἱ παλαιοὶ,  πολλῷ  μᾶλλον  τοῖς  χωρὶς  ὅπλων  οὕτω  δεῖ  πολεμεῖν.  Οὕτως  ἐτροπώσατο Ἐζεκίας  τὸν  Ἀσσύριον, οὕτως  ὁ  Μωϋσῆς τὸν  Ἀμαλὴκ,  οὕτω  τοὺς  Ἀσκαλωνίτας  ὁ Σαμουὴλ, οὕτως ὁ Ἰσραὴλ τοὺς τριά  κοντα δύο βασιλεῖς. Εἰ ἔνθα ὅπλων ἔδει καὶ παρατάξεως καὶ μάχης, τὰ ὅπλα ἀφέντες ἐπὶ τὴν εὐχὴν κατέφυγον· ἔνθα εὐχαῖς μόνον ἀνυσθῆναι τὰ πράγματα χρὴ, πῶς οὐ πολλῷ μᾶλλον εὔχεσθαι δεῖ; Ἀλλ' ἐκεῖ, φησὶν, οἱ ἡγούμενοι  ὑπὲρ τοῦ λαοῦ  παρεκάλουν· σὺ δὲ ἀξιοῖς  τὸν  λαὸν  ὑπὲρ τοῦ  ἡγουμένου παρακαλεῖν; Οἶδα κἀγώ. Τότε μὲν γὰρ οἱ ἀρχόμενοι ταλαίπωροί τινες ἦσαν καὶ εὐτελεῖς· διόπερ ἀπὸ τῆς παῤῥησίας καὶ τῆς ἀρετῆς τοῦ στρατηγοῦντος  ἐσώζοντο μόνης· νυνὶ δὲ ὅτε ἡ τοῦ Θεοῦ χάρις ἐπέδωκε, καὶ ἐν τοῖς ἀρχομένοις πολλοὺς, μᾶλλον δὲ τοὺς πλείους εὑρήσομεν τοῦ κρατοῦντος ἐκ πολλοῦ περιόντας τοῦ μέρους, μὴ δὴ τῆς συμμαχίας ἡμᾶς ἀποστερήσητε ταύτης· ἀνορθώσατε  τὰς  χεῖρας  ἡμῖν,  ἵνα  μὴ ἐκλύωνται·  ἀνοίξατε  τὸ στόμα ἡμῖν, ἵνα μὴ ἐμφράττηται· παρακαλεῖτε τὸν Θεὸν, παρακαλεῖτε διὰ τοῦτο. Ἔστι μὲν  οὖν  ὑπὲρ  ἡμῶν  τὸ  γινόμενον,  τὸ  δὲ  πᾶν  ὑπὲρ  ὑμῶν  γίνεται·  εἰς  γὰρ  τὸ  ὑμῖν χρήσιμον κείμεθα, καὶ τὰ ὑμέτερα μεριμνῶμεν. Παρακαλεῖτε ἕκαστος καὶ ἰδίᾳ καὶ κοινῇ. Ὅρα Παῦλον λέγοντα,  Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν  εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν,  ἵνα  πολλοῖς   δῷ  τὴν  χάριν.  Εἰ  ἐπὶ  ἀνθρώπων   καταδίκους   ἄνδρας  καὶ ἀπαγομένους  εἰς θάνατον  δῆμος προσελθὼν  ἐξῃτήσατο, καὶ τὸ πλῆθος  δυσωπηθεὶς  ὁ βασιλεὺς τὴν γνώμην ἀνέθετο· πολλῷ μᾶλλον καὶ ὑφ' ὑμῶν ὁ Θεὸς δυσωπηθήσεται, οὐ τῷ πλήθει,  ἀλλὰ  τῇ ἀρετῇ. Σφοδρὸν γὰρ ἡμεῖς τὸν πολέμιον  ἔχομεν. Ὑμῶν μὲν γὰρ ἕκαστος  τὰ  ἑαυτοῦ  μεριμνᾷ  καὶ  φροντίζει,  ἡμεῖς  δὲ τὰ  πάντων  ὁμοῦ· εἰς  τὸ  μέρος ἑστήκαμεν τοῦ πολέμου τὸ πονοῦν. Σφοδρότερον καθ' ἡμῶν ὁ διάβολος ὁπλίζεται. Καὶ γὰρ ἐν τοῖς πολέμοις πρὸ τῶν ἄλλων ἁπάντων τὸν στρατηγὸν καταβαλεῖν ὁ δι' ἐναντίας ἐπιχειρεῖ. ∆ιὰ τοῦτο ἐκεῖ πάντες οἱ συνασπισταὶ τρέχουσι· διὰ τοῦτο πολὺς ὁ θόρυβος, ἐξελεῖν  αὐτὸν  ἑκάστου ἐπιχειροῦντος,  καὶ ταῖς  ἀσπίσι περιφράττουσι  πάντοθεν,  τὴν ἐκείνου βουλόμενοι διασῶσαι κεφαλήν. Ἀκούσατε τί φησι πρὸς τὸν ∆αυῒδ ἅπας ὁ δῆμος (οὐ  τῷ  ∆αυῒδ  ἑαυτὸν  παραβάλλων   ταῦτα  λέγω,  οὐχ  οὕτω  μέμηνα,  ἀλλὰ  δήμου φιλοστοργίαν  πρὸς ἄρχοντα δεῖξαι βουλόμενος)· Μὴ ἐξέλθῃς, φησὶν, εἰς τὸν πόλεμον μεθ' ἡμῶν, ἵνα μὴ σβεσθῇ ὁ λύχνος τοῦ Ἰσραήλ. Ὅρα ἐν πόσῃ φειδοῖ τὸν γέροντα εἶχον. Σφόδρα δέομαι  τῶν  ὑμετέρων  εὐχῶν· μηδείς  με, ὅπερ ἔφην,  ἐξ ἀμέτρου ταπεινοφροσύνης  ἀφαιρείσθω ταύτην τὴν συμμαχίαν καὶ τὴν βοήθειαν. Ἂν τὰ ἡμέτερα εὐδοκιμῇ, καὶ τὰ ὑμέτερα λαμπρότερα ἔσται· ἂν ἐπιῤῥέῃ τὰ τῆς διδασκαλίας ἡμῖν, εἰς ὑμᾶς ὁ πλοῦτος διαβήσεται. Ἄκουε τοῦ προφήτου λέγοντος, Μὴ ἑαυτοὺς ποιμαίνουσιν οἱ ποιμένες; Ὁρᾷς τὸν  Παῦλον ἐπιζητοῦντα  συνεχῶς  ταύτας  τὰς εὐχάς; ἀκούεις  ὅτι Πέτρος  οὕτως   ἐξηρπάγη  τοῦ  δεσμωτηρίου,  ἐπειδὴ  ἦν  εὐχὴ  ἐκτενὴς   ὑπὲρ  αὐτοῦ γινομένη;   Σφόδρα  πιστεύω   ὅτι  πολλὰ   δυνήσεται   ὑμῶν   ἡ  εὐχὴ,  μετὰ   τοσαύτης συμφωνίας  γινομένη.  Πόσον νομίζετε μεῖζον εἶναι τῆς ἡμετέρας σμικρότητος τὸ ὑπὲρ δήμου  τοσούτου  προσιέναι  τῷ  Θεῷ  καὶ  παρακαλεῖν;  Εἰ  γὰρ  αὐτὸς  ὑπὲρ  ἑαυτοῦ παῤῥησίαν δεηθῆναι  οὐκ ἔχω, πολλῷ  μᾶλλον  ὑπὲρ ἑτέρων.  Τῶν γὰρ εὐδοκιμούντων ἐστὶ τοῦτο καὶ ἑτέροις ἀξιοῦν ἵλεων γενέσθαι τὸν Θεὸν, τῶν ἑαυτοῖς εὐμενῆ καταστησάντων· ὁ δὲ καὶ αὐτὸς προσκεκρουκὼς, πῶς ὑπὲρ ἄλλου δεήσεται; Ἀλλ' ὅμως ἐπειδὴ σπλάγχνοις  ὑμᾶς περιπλέκομαι πατρικοῖς, ἐπειδὴ ἡ ἀγάπη πάντα τολμᾷ, οὐκ ἐπὶ τῆς ἐκκλησίας μόνον,  ἀλλὰ καὶ κατ' οἶκον, πρὸ τῶν ἄλλων  ἁπάντων  ὑπὲρ τῆς ὑμετέρας ὑγείας  τῆς κατὰ ψυχὴν,  τῆς κατὰ σῶμα ποιοῦμαι  τὴν δέησιν. Οὐ γάρ ἐστιν οὕτως  ἱερεῖ πρέπουσα εὐχὴ  ἑτέρα, ὡς τὸ ὑπὲρ τῶν  τοῦ λαοῦ καλῶν  πρὸ τῶν  αὐτοῦ προσιέναι καὶ ἐντυγχάνειν τῷ Θεῷ. Εἰ γὰρ ὁ Ἰὼβ ἀνιστάμενος εὐθέως ὑπὲρ τῶν τέκνων τοσαῦτα ἐποίει τῶν σαρκικῶν, πόσῳ μᾶλλον ὑπὲρ τῶν πνευματικῶν ἡμεῖς τοῦτο ποιεῖν ὀφείλομεν;
δʹ. Τί δὲ ταῦτά φημι; Ὅτι εἰ ἡμεῖς ὑπὲρ ἁπάντων  ὑμῶν ποιούμεθα δεήσεις καὶ προσευχὰς, καίτοι γε τοσοῦτον ἀπέχοντες τοῦ μεγέθους τοῦ πράγματος, πολλῷ μᾶλλον δίκαιον καὶ ὑμᾶς τοῦτο ποιεῖν. Ἕνα μὲν γὰρ ὑπὲρ πολλῶν ἀξιοῦν, σφόδρα τολμηρὸν καὶ πολλῆς  δεόμενον  παῤῥησίας· πολλοὺς  δὲ ὁμοῦ συνελθόντας  ὑπὲρ ἑνὸς ποιεῖσθαι τὴν δέησιν, οὐδὲν φορτικόν. Οὐ γὰρ τῇ οἰκείᾳ πιστεύων ἕκαστος ἀρετῇ τοῦτο ποιεῖ, ἀλλὰ τῷ πλήθει, καὶ τῇ ὁμονοίᾳ, ᾗ μάλιστα ὁ Θεὸς δυσωπεῖται πανταχοῦ. Ὅπου γὰρ ἂν ὦσι δύο ἢ τρεῖς, φησὶ, συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ, ὅπου δύο ἢ τρεῖς εἰσι  συνηγμένοι,  ἐν  μέσῳ  ἐστὶ,  πολλῷ  μᾶλλον  ἐφ' ὑμῶν.  Ὃ γὰρ  καθ'  ἑαυτόν  τις εὐχόμενος λαβεῖν οὐ δύναται, τοῦτο μετὰ τοῦ πλήθους εὐχόμενος λήψεται· διὰ τί; Ὅτι εἰ καὶ μὴ ἡ οἰκεία ἀρετὴ, ἀλλ' ἡ συμφωνία πολλὴν ἔχει τὴν ἰσχύν. Ὅπου ἐὰν ὦσι, φησὶ, δύο ἢ τρεῖς συνηγμένοι. ∆ιὰ τί εἶπε, ∆ύο; Ἂν γὰρ εἷς ᾖ εἰς τὸ ὄνομά σου, διὰ τί μὴ εἶ ἐκεῖ; Ὅτι πάντας ὁμοῦ βούλομαι εἶναι, καὶ μὴ διεσπάσθαι. Συμφράττωμεν  τοίνυν ἀλλήλους, συνδεσμῶμεν τῇ ἀγάπῃ, μηδεὶς ἡμᾶς χωριζέτω. Εἴ τις ἐγκαλεῖ, εἴ τις λελύπηται, μὴ κατὰ διάνοιαν  ἐχέτω, κἂν πρὸς τὸν πλησίον, κἂν πρὸς ἡμᾶς. Ταύτην ὑμᾶς τὴν χάριν αἰτῶ, προσιέναι, καὶ ἐγκαλεῖν, καὶ ἀπολογίας δέχεσθαι παρ' ἡμῶν. Ἔλεγξον, φησὶ, μήποτε οὐκ εἶπεν· ἔλεγξον, μήποτε οὐκ ἐποίησε· καὶ εἰ ἐποίησεν, ἵνα μὴ προσθῇ. Ἢ γὰρ ἀπελογησάμεθα,  ἢ  καταγνωσθέντες   συγγνώμην   ᾐτήσαμεν,  καὶ  πειρώμεθα   λοιπὸν μηκέτι περιπεσεῖν τοῖς αὐτοῖς. Τοῦτο καὶ ὑμῖν συμφέρει, καὶ ἡμῖν. Ὑμεῖς μὲν γὰρ ἴσως καὶ ἀλόγως ἐγκαλοῦντες, μαθόντες τοῦ πράγματος τὴν ἀλήθειαν, διορθωθήσεσθε· ἡμεῖς δὲ ἡμαρτηκότες  ἀγνοοῦμεν  καὶ διορθούμεθα.  Ὑμῖν μὲν ἀδιαφορεῖν  οὐ συμφέρει·  καὶ γὰρ  τιμωρία  κεῖται  τοῖς  πᾶν  ῥῆμα  ἀργὸν  ἐκβάλλουσιν·  ἡμεῖς  δὲ  ἀποδυόμεθα  τὰ ἐγκλήματα,  τά τε ψευδῆ τά τε ἀληθῆ· τὰ μὲν ψευδῆ, ὅτι ψευδῆ ἐστι δείξαντες,  τὰ δὲ ἀληθῆ, μηκέτι ποιοῦντες τὰ αὐτά. Πολλὴ γὰρ ἀνάγκη τὸν τοσούτων  φροντίζοντα καὶ ἀγνοεῖν, καὶ ἐξ ἀγνοίας ἁμαρτάνειν. Εἰ γὰρ οἰκίαν ἕκαστος ὑμῶν ἔχων, καὶ γυναικὸς καὶ παίδων  προεστηκὼς καὶ ἀνδραπόδων,  ὁ μὲν πλειόνων,  ὁ δὲ ἐλαττόνων,  ὅμως ἐν οὕτω  εὐαριθμήτοις  ψυχαῖς  πολλὰ  ἁμαρτάνειν,  οὐχ  ὡς  βούλεται,  ἀναγκάζεται,  ἢ μὴ εἰδὼς, ἢ διορθῶσαί τι βουλόμενος· πολλῷ  μᾶλλον  ἡμεῖς δήμου τοσούτου προεστῶτες. Καὶ ἔτι πληθύναι  ὑμᾶς ὁ Κύριος, καὶ εὐλογήσαι ὑμᾶς, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Εἰ γὰρ καὶ μεγάλη ἡ φροντὶς  ἀπὸ τοῦ πλήθους  γίνεται,  ὅμως οὐ παυόμεθα εὐχόμενοι αὐξηθῆναι   τὴν   φροντίδα   ταύτην   ἡμῖν,   καὶ   ἐπιδοθῆναι    τουτὶ   τὸ   πλῆθος,   καὶ πολλαπλάσιον  γενέσθαι  καὶ  ἄπειρον.  Καὶ γὰρ  πατέρες,  καίτοι  ὑπὸ  τῆς  πολυπαιδίας πολλάκις κοπτόμενοι, ὅμως οὐδένα βούλονται ἀποβαλεῖν. Πάντα ἡμῖν καὶ ὑμῖν ἴσα, καὶ αὐτὰ τὰ κεφάλαια  τῶν  ἀγαθῶν.  Οὐ μετὰ πλείονος  μὲν ἐγὼ δαψιλείας,  ὑμεῖς δὲ μετὰ ἐλάττονος  μετέχομεν τῆς ἱερᾶς τραπέζης, ἀλλ' ὁμοίως ἑκάτεροι ταύτης ἐφαπτόμεθα. Εἰ δὲ ἐγὼ πρότερος, οὐδὲν τοῦτο μέγα, ἐπεὶ καὶ ἐν τοῖς παισὶν ὁ πρεσβύτερος πρότερος τὴν χεῖρα ἐκτείνει εἰς τὴν ἑστίασιν, ἀλλ' ὅμως οὐδὲν πλέον παρὰ τοῦτο γίνεται, ἀλλὰ πάντα ἴσα ἡμῖν·  ἡ σωτήριος  καὶ ἡ συνέχουσα τὰς  ψυχὰς  ἡμῶν  ζωὴ  μετὰ  τῆς  αὐτῆς  τιμῆς ἑκατέροις  δίδοται.  Οὐχ ἑτέρου μὲν ἐγὼ  προβάτου, ἑτέρου δὲ ὑμεῖς, ἀλλὰ  τοῦ αὐτοῦ μετέχομεν  πάντες· τὸ βάπτισμα τὸ αὐτὸ ἔχομεν ἑκάτεροι, πνεύματος  ἠξιώθημεν  ἑνὸς, ἐπὶ  τὴν  αὐτὴν  βασιλείαν  σπεύδομεν  ἑκάτεροι,  ἀδελφοὶ  ὁμοίως  ἐσμὲν  τοῦ  Χριστοῦ· πάντα ἡμῖν κοινά. Ποῦ οὖν τὸ πλέον ἐμοῦ; Ἐν ταῖς φροντίσιν,  ἐν τοῖς πόνοις, ἐν ταῖς μερίμναις, ἐν τῷ ἀλγεῖν ὑπὲρ ὑμῶν. Ἀλλ' οὐδὲν ταύτης τῆς ἀλγηδόνος  ἥδιον· ἐπεὶ καὶ μήτηρ ἀλγοῦσα ὑπὲρ τοῦ παιδὸς, ἥδεται τῇ ἀλγηδόνι,  φροντίζει  ὑπὲρ τῶν τεχθέντων, καὶ εὐφραίνεται ἐπὶ ταῖς φροντίσι· καίτοι γε ἡ φροντὶς καθ' ἑαυτὴν πικρόν· ἀλλ' ὅταν γε ὑπὲρ παίδων  γένηται,  πολλὴν  ἔχει τὴν ἡδονήν.  Πολλοὺς ὑμῶν  ἐγέννησα, ἀλλὰ μετὰ ταῦτα αἱ ὠδῖνες. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν μητέρων πρότερον αἱ ὠδῖνες, καὶ τότε ὁ τόκος· ἐνταῦθα  δὲ μέχρις ἐσχάτης ἀναπνοῆς  αἱ ὠδῖνες, μή πού τι καὶ μετὰ τὸν τόκον ἀμβλωθρίδιον  γένηται. Καὶ ἐπιποθῶ δὲ ἐγώ. Εἰ γὰρ καὶ ἕτερος ἐγέννησε πολλάκις, ἀλλ' ὅμως ἐγὼ ταῖς φροντίσι διακόπτομαι· οὐδὲ γὰρ ἐξ ἑαυτῶν γεννῶμεν,  ἀλλὰ τῆς χάριτός ἐστι τοῦ Θεοῦ τὸ πᾶν. Εἰ δὲ ἀμφότεροι διὰ πνεύματος τίκτομεν, οὐχ ἁμαρτήσεταί τις καὶ τοὺς παρ' ἐμοῦ τεχθέντας  ἐκείνου προσειπὼν, καὶ τοὺς παρ' ἐκείνου ἐμούς. Ταῦτα δὴ πάντα ἐννοήσατε, καὶ χεῖρα ὀρέξατε, ἵνα καὶ ὑμεῖς καύχημα ἡμῶν γένησθε, καὶ ἡμεῖς ὑμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν γένοιτο  μετὰ παῤῥησίας ἡμᾶς ἅπαντας ἰδεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |