ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ιʹ.Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ιʹ.Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62

ΟΜΙΛΙΑ Ιʹ.Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.

αʹ. Πολλὰς  ἀνάγκη  τὸν  ἄρχοντα  μικροψυχιῶν   ἀφορμὰς  ἔχειν·  καὶ  καθάπερ ἰατρῶν  παῖδες  πολλὰ  λυπεῖν  ἀναγκάζονται  τοὺς  κάμνοντας,  καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες,  ἡδονὴν  μὲν  οὐκ  ἔχοντα,  πολλὴν  δὲ  τὴν  ὠφέλειαν·  καὶ  καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα  ἀπεχθάνηται,  ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ  καὶ ἐπιτηδείους  ἔχει  ἡδέως, καὶ πρὸς αὐτὸν  δὲ πολλάκις  τὸν  κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν  τῆς φύσεως, ἀπό τε τῶν  νόμων  τῶν  ἔξωθεν  μετὰ πολλῆς  τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι  δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως.


Ὁ γὰρ ἐλεγχόμενος  καὶ ἐπιτιμώμενος,  οἷος ἂν ᾖ, πάντως τὴν χάριν ἀφεὶς, ἀπεχθῶς ἔχει· ὡσαύτως καὶ ὁ παραινούμενος, καὶ ὁ νουθετούμενος,  καὶ ὁ παρακαλούμενος ποιήσει. Ἂν εἴπω τοίνυν· Χρήματα κένωσον εἰς τοὺς δεομένους, ἐπαχθὲς εἶπόν τι καὶ φορτικόν· ἂν εἴπω· Κόλασον τὴν ὀργὴν, σβέσον τὸν θυμὸν, παῦσον τὴν  ἄτοπον  ἐπιθυμίαν,  ὑπότεμε τῆς τρυφῆς  μέρος μικρὸν, πάντα φορτικὰ καὶ ἐπαχθῆ. Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων  ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν  αἰσχύνην. Καὶ τοῦτο γὰρ τῆς νόσου ἐπίτασις, ὅτι τῶν πνευματικῶν  κωλυόμενοι,  οὐ διὰ τὴν στέρησιν τῶν τοσούτων ἀγαθῶν ἀλγοῦμεν, ἀλλὰ διὰ τὴν τῶν ὁρώντων  αἰσχύνην· οὐ φρίττομεν, οὐ  δεδοίκαμεν  τὸ  πρᾶγμα.  ∆ιὰ  τοῦτο  ἄνω  καὶ  κάτω  Παῦλος  περὶ  τούτων   πολλὰ διαλέγεται.  Καὶ ὁ μὲν Χριστὸς αὐτοὺς μετὰ τοσαύτης ὑπέταξε τῆς ἀνάγκης, ὡς εἰπεῖν· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν, ὅσα ἂν λέγωσιν  ὑμῖν τηρεῖν, τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν  μὴ ποιεῖτε. Καὶ πάλιν, ἡνίκα τὸν λεπρὸν ἐθεράπευσεν, ἔλεγεν· Ὕπαγε, δεῖξον σαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκαι τὸ δῶρόν σου, ὃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. Καὶ μὴν σὺ λέγεις· Ποιεῖτε αὐτὸν υἱὸν γεέννης  διπλότερον  ὑμῶν. ∆ιὰ τοῦτο εἶπον, φησὶν, Ἃ ποιοῦσι, μὴ ποιεῖτε. Πᾶσαν τοίνυν  ἐξέκλεισε πρόφασιν  τῷ  ἀρχομένῳ  ὁ Χριστός. Οὗτος δὲ καὶ Τιμοθέῳ γράφων ἔλεγεν·  Οἱ  καλῶς   προεστῶτες  πρεσβύτεροι  διπλῆς   τιμῆς  ἀξιούσθωσαν.  Καὶ  πρὸς Ἑβραίους δὲ γράφων ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· καὶ ἐνταῦθα πάλιν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ. Ἐπειδὴ γὰρ εἶπεν· Οἰκοδομεῖτε εἷς τὸν ἕνα, ἵνα μὴ νομίσωσιν, ὅτι εἰς τὸ τῶν  διδασκάλων  ἀξίωμα  αὐτοὺς ἀνήγαγε,  τοῦτο ἐπήγαγε,  μονονουχὶ  λέγων,  ὅτι Καὶ ὑμῖν ἐπέτρεψα οἰκοδομεῖν  ἀλλήλους·  οὐ γὰρ δυνατὸν  πάντα  τὸν διδάσκαλον εἰπεῖν.  Τοὺς  κοπιῶντας,   φησὶν,  ἐν  ὑμῖν,  καὶ  προϊσταμένους  ὑμῶν  ἐν  Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς. Καὶ πῶς οὐκ ἄτοπον, φησί; Τί λέγεις; σὺ μὲν, ἂν μὲν ἄνθρωπός σου προστῇ πρὸς ἄνθρωπον,  πάντα  πράττεις,  πᾶσαν ὁμολογεῖς  χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προΐσταταί σου, καὶ οὐχ ὁμολογεῖς χάριν; Καὶ πῶς προΐσταται, φησίν; Ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ  δωρεᾷ τῇ διὰ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, μέσαις νυξὶν, ἂν καλέσῃς, ἥκει, οὐδὲν ἄλλο ἢ μόνον ὑπόκειταί σου τῷ στόματι, καὶ τὰς βλασφημίας φέρει τὰς παρὰ σοῦ. Ποίαν εἶχεν ἀνάγκην; καλῶς ἐποίησεν, ἢ κακῶς; Σὺ μὲν καὶ γυναῖκα ἔχεις, καὶ τρυφᾷς, καὶ βίον αἱρῇ ἐμπορικόν· ὁ δὲ ἱερεὺς πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· οὐδεὶς αὐτῷ βίος ἕτερος, ἀλλὰ περὶ τὴν Ἐκκλησίαν στρέφεται. Ἡγεῖσθαι αὐτοὺς, φησὶν, ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Ὁρᾷς πῶς οἶδε μικροψυχίας γινομένας; Μὴ ἁπλῶς, φησὶν, ἀγαπᾶτε, ἀλλ',  ὑπὲρ ἐκπερισσοῦ, ὡσανεὶ παῖδες πατέρας. ∆ιὰ γὰρ αὐτῶν  ἐτέχθητε  τὴν γέννησιν τὴν αἰώνιον, δι' αὐτῶν τῆς βασιλείας ἐπετύχετε, διὰ τῶν χειρῶν αὐτῶν πάντα γίνεται, δι' αὐτῶν ὑμῖν πύλαι οὐράνιαι ἀνοίγονται.  Μηδεὶς στασιαζέτω, μηδεὶς φιλονεικείτω. Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν  φρικτῶν  μυστηρίων  ἐπέτυχεν.  Εἰπέ μοι, εἰ βουληθεὶς  ἰδεῖν  τὰ βασίλεια  πολλῷ καταλάμποντα  τῷ χρυσῷ, καὶ περιαστράπτοντα  τῇ τῶν  λίθων  αἴγλῃ,  εὕροις τὸν τὰς κλεῖς ἔχοντα, ὁ δὲ παρακληθεὶς, εὐθέως ἤνοιξε, καὶ παρέπεμψέ σε ἔνδον, οὐχὶ πάντων ἂν αὐτὸν προετίθεις; οὐχὶ τῶν ὀφθαλμῶν  ἴσον ἠγάπησας; οὐχὶ ἐφίλεις; Τὸν οὐρανόν σοι ἀνέῳξεν  οὗτος, καὶ οὐ φιλεῖς  καὶ περιέπεις; Εἰ γυναῖκα  ἔχοις, οὐχὶ τὸν προξενήσαντα ποθεῖς  πάντων  μάλιστα; Οὕτως, εἰ φιλεῖς  τὸν  Χριστὸν, εἰ φιλεῖς  τὴν  βασιλείαν  τῶν οὐρανῶν,  ἐπίγνωθι   διὰ  τίνων   ἔσχες  αὐτήν.  ∆ιὰ  τοῦτό  φησι.  ∆ιὰ  τὸ  ἔργον  αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖτε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
βʹ. Ἐνταῦθα πρὸς τοὺς ἄρχοντας  διαλέγεται.  Νουθετεῖτε, φησὶ, τοὺς ἀτάκτους· τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος. Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους,  ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Ὁ γὰρ αὐστηρῶς ἐπιπληττόμενος, ἀπεγνωκὼς  ἑαυτοῦ, θρασύτερος γίνεται καταφρονῶν·  διὰ τοῦτο  τῇ νουθεσίᾳ  χρὴ ἡδὺ κατασκευάζειν  τὸ φάρμακον.  Τίνες δέ εἰσιν οἱ ἄτακτοι; Πάντως οἱ παρὰ τὸ τῷ Θεῷ δοκοῦν πράττοντες.  Τάξεως γάρ ἐστι τῆς στρατιωτικῆς ἁρμοδιωτέρα αὕτη ἡ τάξις τῆς Ἐκκλησίας. Ὥστε καὶ ὁ λοίδορος ἄτακτος, καὶ ὁ μέθυσος ἄτακτος καὶ ὁ πλεονέκτης καὶ πάντες οἱ ἁμαρτάνοντες· οὐ γὰρ τεταγμένα βαδίζουσιν ἐν τῇ  φάλαγγι, ἀλλὰ παράφορα· διὸ καὶ περιτρέπονται. Ἀλλ' ἔστι καὶ ἕτερον  εἶδος  τῶν  κακῶν,  οὐ  τοιοῦτον   μὲν,  κακία  δὲ  καὶ  αὐτό.  Ποῖον  τοῦτο;  Ἡ μικροψυχία·  καὶ  γὰρ  καὶ  αὕτη  ὁμοίως  τῇ  ῥᾳθυμίᾳ  ἀπόλλυσιν.  Ὁ μὴ  φέρων  ὕβριν, ὀλιγόψυχος· ὁ μὴ φέρων πειρασμὸν, ὀλιγόψυχος· οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. Ἔστι καὶ ἄλλο εἶδος, τὸ τῆς ἀσθενείας. Ἀντέχεσθε, φησὶ, τῶν ἀσθενῶν, ἀσθενῶν λέγων τῶν περὶ πίστιν· γίνεται γὰρ ἀσθένεια καὶ περὶ αὐτήν. Ἀλλ' ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς διαπτύεσθαι.  Καὶ ἀλλαχοῦ  δὲ γράφων  ἔλεγε,  Τοὺς ἀσθενοῦντας  τῇ πίστει προσλαμβάνεσθε. Καὶ γὰρ ἐν τοῖς σώμασι τοῖς ἡμετέροις τὸ ἀσθενοῦν μέρος οὐκ ἐῶμεν ἀπολέσθαι.  Μακροθυμεῖτε, φησὶ, πρὸς πάντας.  Τί οὖν; καὶ  πρὸς τοὺς  ἀτάκτους;  Καὶ σφόδρα· οὐδὲν γὰρ τούτου φαρμάκου ἴσον διδασκάλῳ μάλιστα, οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον· πάντως ἐντρέψαι δύναται, πάντως δυσωπῆσαι, καὶ τὸν πάντων ἀγριώτερον καὶ ἀναισχυντότερον.  Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ. Εἰ κακὸν ἀντὶ κακοῦ οὐ χρὴ ἀποδιδόναι, πολλῷ  μᾶλλον  κακὸν ἀντὶ ἀγαθοῦ, πολλῷ  μᾶλλον  μὴ προϋπάρξαντος   κακοῦ,  ἀποδοῦναι   κακόν.  Ἀλλ'  ὁ  δεῖνα,  φησὶ,  πονηρός  ἐστι,  καὶ  ἐλύπησε, καὶ πολλά με ἠδίκησε. Βούλει αὐτὸν ἀμύνασθαι; μὴ ἀνταποδῷς· ἔασον ἀτιμώρητον.  Ἆρα μέχρι τούτου; Οὐδαμῶς. Ἀλλὰ πάντοτε  τὸ ἀγαθὸν  διώκετε,  καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας. Αὕτη μείζων ἡ φιλοσοφία, μὴ μόνον κακοῖς μὴ ἀμύνεσθαι τὰ κακὰ,  ἀλλὰ  ἀγαθοῖς·  αὕτη  γάρ  ἐστιν  ὄντως   ἄμυνα  κἀκείνῳ   βλάβην  ἔχουσα,  καὶ ὠφέλειάν  σοι· μᾶλλον δὲ κἀκείνῳ πολλὴν τὴν ὠφέλειαν,  ἐὰν θέλῃ. Καὶ ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν  πιστῶν  μόνων  τοῦτο εἴρηται, διὰ τοῦτο εἶπε· Καὶ εἰς ἀλλήλους,  καὶ εἰς πάντας.   Πάντοτε  χαίρετε.  Τοῦτο  περὶ  τῶν   πειρασμῶν   τῶν   θλῖψιν   ἐμποιούντων. Ἀκούετε, ὅσοι πενίᾳ περιπεπτώκατε,  ὅσοι λυπηροῖς  πράγμασιν· ἀπὸ τούτων  γὰρ χαρὰ τίκτεται.  Ὅταν  γὰρ τοιαύτην  ἔχωμεν  ψυχὴν,  ὥστε μηδένα  ἀμύνεσθαι,  ἀλλὰ  πάντας εὐεργετεῖν, πόθεν, εἰπέ μοι, τὸ τῆς λύπης κέντρον παρεισελθεῖν δυνήσεται; Ὁ γὰρ οὕτω χαίρων τῷ παθεῖν κακῶς, ὡς καὶ εὐεργεσίαις ἀμύνεσθαι τὸν πεποιηκότα κακῶς, πόθεν δυνήσεται  ἀνιαθῆναι  λοιπόν;  Καὶ πῶς οἷόν τε τοῦτο, φησίν; Ἂν  ἐθέλωμεν,  δυνατόν. Εἶτα καὶ τὴν ὁδὸν ἔδειξεν· Ἀδιαλείπτως  προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα Θεοῦ. Τὸ ἀεὶ εὐχαριστεῖν, τοῦτο φιλοσόφου ψυχῆς. Ἔπαθές τι κακόν; Ἀλλ' ἐὰν θέλῃς, οὐκ ἔστι κακόν· εὐχαρίστησον τῷ Θεῷ, καὶ μετεβλήθη τὸ κακὸν εἰς ἀγαθόν· εἰπὲ καὶ σὺ ὡς Ἰώβ· Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον  εἰς τοὺς αἰῶνας.  Τί γὰρ, εἰπέ μοι, τοιοῦτον  πέπονθας; νόσος ἐπέπεσεν; ἀλλ' οὐδὲν ξένον· θνητὸν  γὰρ ἡμῖν τὸ σῶμα καὶ παθητόν. Ἀλλὰ πενία συνήντησε χρημάτων;  ἀλλὰ καὶ ταῦτα κτητὰ καὶ ἀπόκτητα, καὶ ἐνταῦθα  μένοντα.  Ἀλλ'  ἐπιβουλαὶ  καὶ  συκοφαντίαι   παρ'  ἐχθρῶν;  ἀλλ'  οὐχ  ἡμεῖς ἠδικήμεθα ἐν τούτοις, ἀλλ' ἐκεῖνοι οἱ πεποιηκότες· Ψυχὴ γὰρ, φησὶν, ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ἥμαρτε δὲ οὐχ ὁ παθὼν κακῶς, ἀλλ' ὁ ποιήσας κακῶς. Οὐ τοίνυν τὸν ἀποθανόντα  ἀμύνεσθαι χρὴ, ἀλλ' εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὥστε αὐτὸν ἐξελέσθαι τοῦ θανάτου. Οὐχ ὁρᾶτε τὴν μέλισσαν, ὅτι πλήττουσα ἐπαποθνήσκει τῷ κέντρῳ; ∆ι' ἐκείνου τοῦ ζώου παιδεύει ἡμᾶς ὁ Θεὸς μὴ λυπεῖν τοὺς πλησίον· αὐτοὶ  γὰρ τὸν θάνατον δεχόμεθα πρότεροι. Ἐκείνους μὲν γὰρ πλήττοντες  ἴσως πρὸς μικρὸν ἐλυπήσαμεν· αὐτοὶ δὲ οὐκέτι  ζησόμεθα, καθάπερ οὐδὲ ἐκεῖνο  τὸ ζῶον. Καίτοι γε ἐπαινεῖ  αὐτὸ ἡ Γραφὴ λέγουσα· Ὡς ἐργάτις ἐστίν· ἧς τὴν ἐργασίαν βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται·  ἀλλ' οὐδὲν  αὐτῆς  προΐσταται  εἰς τὸ μὴ ἀποθανεῖν,  ἀλλὰ  δεῖ πάντως ἀπολέσθαι. Εἰ δὲ ἐκείνην  οὐκ ἐξαιρεῖται  ἡ λοιπὴ  πλεονεξία  ποιοῦσαν κακῶς, πολλῷ μᾶλλον ἡμᾶς.
γʹ. Θηρίων γὰρ ὄντως χαλεπωτάτων, τὸ, μηδενός σε ἀδικοῦντος, ἄρχειν ἀδικίας·μᾶλλον δὲ οὐδὲ θηρίων. Ἐκεῖνα γὰρ ἂν ἀφῇς ἐπὶ τῆς ἐρήμου νέμεσθαι, καὶ μὴ στενοχωρήσας  εἰς  ἀνάγκην  καταστήσῃς,  οὐδέποτε  λυμανεῖται,  οὔτε  προσελεύσεται, οὔτε  δήξεται,  ἀλλ'  ἀπελεύσεται  τὴν  οἰκείαν  ὁδόν·  σὺ  δὲ  ἄνθρωπος   ὢν  λογικὸς, τετιμημένος  ἀρχῇ τοσαύτῃ καὶ τιμῇ καὶ δόξῃ, οὐδὲ τὰ θηρία μιμῇ περὶ τοὺς ὁμοφύλους, ἀλλὰ  τὸν  ἀδελφὸν  ἀδικεῖς  καὶ  κατεσθίεις;  Καὶ πόθεν  ἀπολογήσασθαι  δυνήσῃ;  οὐκ ἀκούεις   Παύλου  λέγοντος·   ∆ιὰ  τί   οὐχὶ   μᾶλλον   ἀδικεῖσθε;  διὰ  τί   οὐχὶ   μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς.  Ὁρᾷς, ὅτι τὸ κακῶς παθεῖν ἐν τῷ κακῶς ποιῆσαί ἐστι, τὸ δὲ εὖ παθεῖν ἐν τῷ κακῶς παθεῖν; Εἰπὲ γάρ μοι· εἴ τις λοιδοροῖτο τοῖς ἄρχουσιν, εἴ τις ὑβρίζοι τοὺς κρατοῦντας, τίνα ἀδικεῖ; ἑαυτὸν, ἢ ἐκείνους; ∆ῆλον ὅτι ἑαυτόν. Εἶτα ἄρχοντα μὲν ὁ ὑβρίζων, οὐκ ἐκεῖνον  ὑβρίζει, ἀλλ' ἑαυτὸν, ὁ δὲ ἄνθρωπον ὑβρίζων, δι' ἐκείνου τὸν Χριστὸν οὐχ ὑβρίζει· Οὐδαμῶς, φησί. Τί λέγεις; ὁ δὲ τὰς βασιλέως εἰκόνας λιθάζων,  τίνα λιθάζει; οὐχ ἑαυτόν; Εἶτα εἰ ὁ εἰκόνα μὲν  βασιλέως  ἐπιγείου  λιθάζων,  ἑαυτὸν  καταλεύει,  τοῦ  δὲ  Χριστοῦ τὴν  εἰκόνα  ὁ ὑβρίζων (ἄνθρωπος γὰρ εἰκὼν Θεοῦ), οὐχ ἑαυτὸν ἀδικεῖ; Μέχρι πότε χρημάτων ἐρῶμεν; οὐ παύσομαι γὰρ αὐτῶν καταβοῶν· ταῦτα γὰρ πάντων αἴτια τῶν κακῶν. Μέχρι τίνος οὐ λαμβάνομεν   κόρον  τῆς  ἀπλήστου   ταύτης   ἐπιθυμίας;  τί  ἔχει   καλὸν   τὸ  χρυσίον; Ἐκπέπληγμαι ἐπὶ τῷ πράγματι· ὄντως γοητεία τίς ἐστι τὸ πρᾶγμα, χρυσὸν καὶ ἄργυρον τοσούτου τιμᾶσθαι παρ' ἡμῖν. Τῶν μὲν οὖν ψυχῶν ἡμῶν οὐδεὶς ἡμῖν λόγος, ἀψύχων δὲ εἰκόνων πολλὴ ἡ θεραπεία. Πόθεν ἐπεισῆλθε τὸ νόσημα τοῦτο οἰκουμένῃ; τίς ἐξολοθρεῦσαι αὐτὸ δυνήσεται; ποῖος ἐκκόψαι λόγος τὸ χαλεπὸν τοῦτο θηρίον, καὶ πανωλεθρίᾳ διαφθεῖραι; Ἐνέσπαρται ταῖς τῶν ἀνθρώπων  διανοίαις ἡ ἐπιθυμία, καὶ τῶν δοκούντων   εἶναι  ἐν  εὐλαβείᾳ.  Αἰσχυνώμεθα  ἐπὶ  τοῖς  εὐαγγελικοῖς   παραγγέλμασι· ῥήματα κεῖται ἐν τῇ Γραφῇ μόνον, ἐπὶ δὲ τῶν ἔργων οὐδαμοῦ δείκνυνται.  Ἀλλὰ τίς ὁ εὐπρόσωπος  τῶν  πολλῶν   λόγος;  Παιδία  ἔχω,  φησὶ,  καὶ  αὐτὸς  δέδοικα  μήποτε  εἰς ἀνάγκην  καταστῶ λιμοῦ καὶ ἐνδείας, μήποτε ἑτέρων δεηθῶ· αἰσχύνομαι ἐπαιτεῖν.  ∆ιὰ τοῦτο οὖν ἄλλους  ποιεῖς  ἐπαιτεῖν;  Οὐ δύναμαι,  φησὶ, πεινῇν.  ∆ιὰ τοῦτο οὖν ἑτέρους περιβάλλεις λιμῷ· οἶδας ὅσον δεινὸν τὸ ἐπαιτεῖν; ὅσον τῷ λιμῷ φθείρεσθαι; φεῖσαι καὶ τῶν ἀδελφῶν  τῶν σῶν. Αἰσχύνῃ πεινῇν,  εἰπέ μοι, ἁρπάζειν δὲ οὐκ αἰσχύνῃ; δέδοικας λιμῷ φθείρεσθαι, ἑτέρους δὲ φθείρειν οὐ δέδοικας; Καίτοι τὸ μὲν πεινῇν οὐδὲ αἰσχύνην ἔχει, οὐδὲ ἔγκλημα·  τὸ δὲ ἑτέρους περιβάλλειν  τούτοις,  οὐκ αἰσχύνην  μόνον, ἀλλὰ καὶ κόλασιν ἐπιφέρει τὴν ἐσχάτην. Σκῆψις πάντα ταῦτα καὶ λόγοι καὶ φλυαρίαι. Ὅτι γὰρ οὐ παίδων ἕνεκεν ταῦτα ποιεῖτε μαρτυροῦσιν ὅσοι παῖδας μὲν οὐκ ἔχουσιν οὐδὲ ἕξουσι, κόπτονται  δὲ οὕτω καὶ ταλαιπωροῦσι, καὶ πλοῦτον  περιβάλλονται,  ὅσον ἂν εἰ μυρίοις εἶχον  καταλεῖψαι  παισίν. Οὐκ ἔστι παίδων  φροντὶς  ἡ ποιοῦσα χρηματιστικὸν, ἀλλὰ  ψυχῆς  νόσος.  ∆ιὰ  ταύτην  καὶ  οὐκ  ἔχοντες  παῖδας  πολλοὶ  μαίνονται   διὰ  τὰ χρήματα· ἕτεροι δὲ ἐν πολυπαιδίᾳ  ζῶντες, καὶ τῶν ὄντων  καταφρονοῦσιν·  ἐκεῖνοί σου κατηγορήσουσιν  ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ. Εἰ γὰρ  ἡ  τῶν  παίδων  ἀνάγκη  πρὸς  τὴν  τῶν χρημάτων ἐβιάζετο συλλογὴν, ἐχρῆν κἀκείνους τὸν αὐτὸν ἔχειν πόθον, τὴν αὐτὴν ἐπιθυμίαν·  εἰ δὲ οὐκ ἔχουσιν, οὐκ ἀπὸ τῆς πολυπαιδίας,  ἀλλ' ἀπὸ τῆς φιλοχρηματίας μαινόμεθα. Καὶ τίνες εἰσὶ, φησὶν, οἱ μετὰ παίδων  καταφρονοῦντες χρημάτων; Πολλοὶ, καὶ πολλαχοῦ· εἰ δὲ βούλει, καὶ ἐπὶ τῶν  παλαιῶν  ἐρῶ. Οὐχὶ δώδεκα  παῖδας  εἶχεν  ὁ Ἰακώβ; οὐχὶ  τὸν  τῶν  θητευόντων   ἔζη βίον; οὐκ ἠδικεῖτο  παρὰ τοῦ  κηδεστοῦ;  οὐχὶ πολλάκις  αὐτὸν  ἠθέτησε; μὴ ἠνάγκασεν  αὐτὸν  ἡ πολυπαιδία  βουλεύεσθαί τι τῶν  μὴ δεόντων; Τί δὲ ὁ Ἀβραάμ; οὐχὶ μετὰ τοῦ Ἰσαὰκ καὶ ἑτέρουςπολλοὺς  εἶχε παῖδας; τί οὖν; οὐχὶ τοῖς ξένοις τὰ ὄντα ἐκέκτητο; Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ τῶν ὄντων παρεχώρει, οὐκ εὖ ποιῶν μόνον, ἀλλὰ καὶ αἱρούμενος ἀδικεῖσθαι παρὰ τοῦ ἀδελφιδοῦ; Τοῦ γὰρ εὖ ποιεῖν τὸ φέρειν ἁρπαζόμενον διὰ τὸν Θεὸν πολλῷ μεῖζόν ἐστι. ∆ιὰ τί; Ὅτι τὸ μὲν ψυχῆς ἐστι καρπὸς καὶ προαιρέσεως, ὅθεν καὶ εὐκόλως γίνεται· τοῦτο δὲ ἐπήρεια καὶ βία. Καὶ εὐκολώτερον  ἄν  τις  μυρία πρόοιτο  τάλαντα  ἑκὼν,  καὶ οὐδὲν  ἡγήσεται πεπονθέναι  δεινὸν,  ἢ τρεῖς  ὀβολοὺς  ἁρπαγεὶς  καὶ παρὰ γνώμην,  οἴσει πράως. Ὥστε τοῦτο φιλοσοφία  μᾶλλον ψυχῆς. Καὶ τοῦτο ὁρῶμεν γεγονὸς ἐπὶ τοῦ Ἀβραάμ· Εἶδε γὰρ, φησὶν,  τὴν  περίχωρον  ὁ  Λὼτ, καὶ  ἦν  ποτιζομένη,  ὡς  ὁ  παράδεισος  τοῦ  Θεοῦ, καὶ ἐξελέξατο αὐτήν. Καὶ οὐδὲν ἐκεῖνος ἀντεῖπεν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐκ ἠδίκει, ἀλλὰ καὶ ἠδικεῖτο; Τί κατηγορεῖς  τῶν παίδων  τῶν σαυτοῦ, ἄνθρωπε; Οὐ διὰ τοῦτο ἡμῖν ὁ Θεὸς ἔδωκε  τοὺς  παῖδας,  ἵνα  ἁρπάζωμεν  τὰ ἑτέρων.  Ὅρα μὴ τὸν  Θεὸν παροξύνῃς  τοῦτο λέγων.   Εἰ  γὰρ  τοῦτο  λέγεις,  ὅτι  αὐτοί  σοι  τῆς  ἁρπαγῆς  γίνονται   αἴτιοι  καὶ  τοῦ χρηματισμοῦ, δέδοικα μὴ αὐτῶν ἀποστερηθῇς, ὡς βλαπτόντων καὶ ἐπιβουλευόντων. Ὁ Θεός σοι τοὺς παῖδας ἔδωκεν, ἵνα σε γηροκομῶσιν, ἵνα τὴν ἀρετὴν μανθάνωσι παρὰ σοῦ. δʹ. ∆ιὰ γὰρ τοῦτο τὸ τῶν ἀνθρώπων  γένος οὕτως ἠθέλησε συνεστάναι, δύο τὰ μέγιστα κατασκευάζων, ἓν μὲν, διδασκάλους ἐφιστῶν τοὺς πατέρας, ἕτερον δὲ, πολλὴν  ἀγάπην ἐντίκτων.  Εἰ γὰρ ἁπλῶς ἔμελλον οἱ ἄνθρωποι  γίνεσθαι, οὐδεὶς ἂν πρὸς οὐδένα σχέσιν ἔσχεν.  Εἰ γὰρ  νῦν  πατέρων  ὄντων   καὶ  παίδων   καὶ  ἐκγόνων,   πολλοὶ  πολλῶν   οὐ φροντίζουσι,  πολλῷ  μᾶλλον  τότε. ∆ιὰ τοῦτό  σοι παῖδας  δέδωκεν  ὁ Θεός· μὴ τοίνυν κατηγόρει  τῶν  παίδων.  Εἰ δὲ οἱ παῖδας  ἔχοντες  οὐδεμίαν  ἔχουσιν  ἀπολογίαν,  οἱ μὴ ἔχοντες, καὶ κοπτόμενοι περὶ τὴν τοῦ πλούτου συλλογὴν, ποῖον ἂν εἴποιεν λόγον; Ἀλλ' ἔστι τις καὶ αὐτοῖς λόγος πάσης ἀπολογίας ἀπεστερημένος. Τίς δὴ οὗτός ἐστιν; Ἵνα ἀντὶ τῶν  παίδων,  φησὶν,  ἔχωμεν  τὸν πλοῦτον  ὑπόμνημα.  Ὄντως  γέλως  πολύς. Ἀντὶ τῶν παίδων, φησὶν, ἡ οἰκία μνήμη ἀθάνατος γίνεται  τῆς δόξης τῆς ἐμῆς. Οὐ τῆς δόξης σου, ἄνθρωπε, ἀλλὰ τῆς πλεον  εξίας σου ἔσται μνήμη. Ἢ οὐχ ὁρᾷς νῦν πῶς πολλοὶ παριόντες τὰς λαμπρὰς οἰκίας τοιαῦτα διαλέγονται  πρὸς ἀλλήλους· πόσα ὁ δεῖνα ἐπλεονέκτησε, πόσα ἥρπασεν, ἵνα ταύτην οἰκοδομήσῃ τὴν οἰκίαν; καὶ νῦν ἐκεῖνος μὲν γέγονε  τέφρα καὶ κόνις, αὕτη δὲ εἰς ἑτέρων  κλῆρον  διέβη. Οὐ τῆς δόξης σου τοίνυν καταλιμπάνεις  μνήμην, ἀλλὰ τῆς πλεονεξίας. Καὶ τὸ μὲν σῶμά σου κέκρυπται τῇ γῇ, τῆς δὲ  πλεονεξίας   μνήμην   λαθεῖν   πλήθει   τῶν   χρόνων   δυναμένην   οὐκ  ἀφίης,   ἀλλ' ἀνακρούεσθαι καὶ ἀνασκάπτεσθαι ποιεῖς διὰ τῆς οἰκίας. Ἕως γὰρ ἂν αὕτη ἑστήκῃ, τὴν ἐπωνυμίαν  ἔχουσα τὴν σὴν, καὶ τοῦ δεῖνος λεγομένη,  πάντως  ἀνάγκη καὶ τὰ πάντων ἀνοιχθῆναι  στόματα κατὰ σοῦ. Ὁρᾷς ὅτι βέλτιον μηδὲν ἔχειν, ἢ ταύτην ὑπομένειν  τὴν κατηγορίαν;  Καὶ ταῦτα  μὲν  ἐνταῦθα·  ἐκεῖ  δὲ τί  ποιήσομεν,  εἰπέ  μοι, τοσούτων  μὲν ἐνταῦθα γινόμενοι  κύριοι, οὐδενὶ δὲ τῶν ὄντων μεταδόντες, ἢ σφόδρα ὀλίγων; πῶς τὰς πλεονεξίας  ἀποδυσόμεθα; Ὁ γὰρ βουλόμενος τὴν πλεονεξίαν  ἀποδύσασθαι, οὐκ ὀλίγα ἀπὸ  πολλῶν   δίδωσιν,   ἀλλὰ   πολλαπλασίονα   τῶν   ἁρπασθέντων,   καὶ  ἵσταται  καὶ ἁρπάζων. Ἄκουσον, ὁ Ζακχαῖος τί λέγει· Καὶ ὅσων ἥρπασα, τετραπλασίονα  ἀποδίδωμι. Σὺ δὲ ἁρπάζων  μυρία τάλαντα,  ἂν  ὀλίγας  δῷς  δραχμὰς, καὶ οὕτω  δὲ μόλις,  τὸ πᾶν ἀποδεδωκέναι   νομίζεις,   καὶ  ὡς  πλείονα   δεδωκὼς   διάκεισαι·  καίτοι   δεῖ  αὐτά  τε ἀποδοῦναι  ἐκεῖνα, καὶ ἐκ τῶν οἴκοθεν προσθεῖναι ἕτερα. Καθάπερ γὰρ ὁ κλέπτης  οὐκ ἐκεῖνα  ἀποδοὺς  μόνα  ἀπολελόγηται,  ἀλλὰ  πολλάκις  μὲν  καὶ τὴν  ψυχὴν  προσέθηκε, πολλάκις  δὲ πολλαπλασίονα  δοὺς διελύσατο, οὕτω  καὶ ὁ πλεονέκτης.  Καὶ γὰρ καὶ ὁ πλεονέκτης κλέπτης ἐστὶ, καὶ λῃστὴς ἐκείνου πολλῷ χαλεπώτερος, ὅσῳ καὶ τυραννικώτερος.  Ἐκεῖνος μὲν γὰρ καὶ τῷ κρύπτεσθαι, καὶ τῷ ἐν νυκτὶ ἐπιχειρεῖν, πολὺ τοῦ τολμήματος ὑποτέμνεται, ὡσανεὶ αἰσχυνόμενος, καὶ δεδοικὼς τὸ ἁμαρτάνειν· οὗτος δὲ ἀπαναισχυντήσας, γυμνῇ τῇ κεφαλῇ κατὰ μέσην ἀγορὰν ἁρπάζει τὰ πάντων, κλέπτης τε ὁμοῦ καὶ τύραννος ὤν· οὐ διορύττει τοίχους, οὐδὲ σβέννυσι λαμπάδα, οὐδὲ κιβώτιον ἀνοίγει,  οὐδὲ σήμαντρα ἀνατρέπει·  ἀλλὰ  τί; Τὰ τούτων  νεανικώτερα  ποιεῖ, ὁρώντων τῶν  ἀδικουμένων,  διὰ  τῆς  θύρας  ἐκβάλλει,  μετὰ  παῤῥησίας  πάντα  ἀνοίγει,  αὐτοὺς ἐκείνους ἀναγκάζει τὰ αὐτῶν  ἐκθέσθαι. Τοσαύτη τῆς βίας ἡ ὑπερβολή. Οὗτος ἐκείνων πολλῷ μιαρώτερος, ὅσῳ καὶ ἀναισχυντότερος  καὶ τυραννικώτερος.  Ὁ μὲν γὰρ δόλῳ τι παθὼν,  ἀλγεῖ  μὲν, πλὴν  ἀλλ' ἔχει  παραμυθίαν  οὐ μικρὰν,  τὸ κἂν  φοβηθῆναι  αὐτὸν ἐκεῖνον  τὸν  ἀδικοῦντα·  ὁ  δὲ  μετὰ  τοῦ  κακῶς  παθεῖν  καὶ  καταφρονούμενος,   οὐδὲ ἐνεγκεῖν  τὴν βίαν δυνήσεται· μείζων  γὰρ ὁ γέλως. Εἰπέ μοι, εἴ τις γυναῖκα  ἐμοίχευσε λαθὼν,  ἕτερος δὲ ὁρῶντος τοῦ ἀνδρὸς τοῦτο εἰργάσατο, τίς μᾶλλον  ἐλύπησεν ἂν, καὶ δακεῖν ἦν ἱκανός; οὐχ οὗτος; Ὁ μὲν γὰρ μετὰ τοῦ κακῶς ποιῆσαι καὶ διέπτυσεν· ὁ δὲ, εἰ μηδὲν ἕτερον, ἔδειξεν ὅτι δέδοικε τὸν ἠδικημένον.  Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ὁ μὲν λάθρα λαβὼν, ταύτῃ τετίμηκε, τῷ λάθρα λαβεῖν· ὁ δὲ φανερῶς  καὶ δημοσίᾳ, μετὰ τῆς ζημίας καὶ αἰσχύνην ἐπήγαγε. Παυσώμεθα οὖν τὰ ἑτέρων ἁρπάζοντες, καὶ πένητες καὶ πλούσιοι· οὐ γὰρ πρὸς τοὺς πλουσίους μοι μόνον  οὗτος ὁ λόγος, ἀλλὰ καὶ πρὸς τοὺς πένητας. Καὶ γὰρ καὶ αὐτοὶ ἁρπάζουσι τοὺς αὐτῶν πενεστέρους, καὶ χειροτέχναι οἱ εὐπορώτεροι καὶ δυνατώτεροι τοὺς ἀπορωτέρους καὶ πενεστέρους ἀπεμπολοῦσι, κάπηλοι καπήλους, καὶ πάντες οἱ ἐπὶ τῆς ἀγορᾶς. Ὥστε πάντοθεν βούλομαι τὴν ἀδικίαν ἐξελεῖν. Οὐ γὰρ ἐν τῷ μέτρῳ τῶν ἁρπαζομένων καὶ κλεπτομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ κλέπτοντος  τὸ ἀδίκημα ἵσταται. Ὅτι δὲ οὗτοι μᾶλλόν εἰσι κλέπται καὶ πλεονέκται, οἱ μηδὲ τῶν μικρῶν καταφρονοῦντες,  οἶδα καὶ μέμνημαι πρὸς ὑμᾶς εἰρηκὼς, εἴ γε καὶ ὑμεῖς  μέμνησθε.  Πλὴν  ἀλλὰ  μηδὲν  ἀκριβολογώμεθα·  ἔστωσαν  ὁμοίως  τοῖς πλουσίοις  καὶ αὐτοί. Παιδεύσωμεν τὴν  διάνοιαν  λοιπὸν  τῶν  μειζόνων  μὴ ἐπιθυμεῖν, τοῦ πλείονος  μὴ ὀρέγεσθαι. Καὶ ἐν μὲν τοῖς οὐρανοῖς μηδέποτε ὅρον ἐχέτω ἡ ἐπιθυμία τοῦ  πλείονος,  ἀλλ' ἀεὶ  τοῦ  πλείονος  ἕκαστος  ὀρεγέσθω· ἐπὶ  δὲ τῆς  γῆς  τῆς  χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ μηδὲν πλέον ζητείτω, ἵν' οὕτω δυνησώμεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


ΟΜΙΛΙΑ ΙΑʹ.Τὸ πνεῦμα μὴ σβέννυτε· προφητείας μὴ ἐξουθενεῖτε. Πάντα δὲ δοκιμάζετε·τὸ καλὸν κατέχετε. Ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

αʹ. Ἀχλύς τις παχεῖα  καὶ ζόφος καὶ νεφέλη  κατακέχυται  τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν  ὁ Ἀπόστολος ἔλεγεν· Ἦμεν γάρ ποτε σκότος· καὶ πάλιν, Ὑμεῖς, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης  καταλάβῃ. Ἐπεὶ οὖν νύξ ἐστιν, ὡς εἰπεῖν,  ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ  βαδίζομεν, ἔδωκεν  ἡμῖν λαμπάδα φαιδρὰν  ὁ Θεὸς, τοῦ Πνεύματος τοῦ ἁγίου τὴν χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἀλλὰ τοῦτο τὸ φῶς  οἱ μὲν δεξάμενοι  λαμπρότερον  εἰργάσαντο καὶ φαιδρὸν,  οἷον ὡς Παῦλος, ὡς Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ καὶ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες, ὡς ὁ ἐν Κορίνθῳ πεπορνευκὼς, ὡς Γαλάται παρατραπέντες.  ∆ιὰ τοῦτο ὁ Παῦλος νῦν  φησι, Τὸ πνεῦμα  μὴ σβέννυτε,  τουτέστι, τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος. Σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος. Καθάπερ γάρ τις ἐπὶ τοῦ λυχνιαίου  τούτου φωτὸς,  ὕδωρ κατασκεδάσας, ἢ χοῦν, ἔσβεσε τὸ φῶς, καὶ εἰ μηδὲν τούτων, ἀλλά γε τὸ ἔλαιον ἐξελών· οὕτω καὶ ἐπὶ τοῦ χαρίσματος·   ἄν   τε   γὰρ   γήϊνα   καὶ   τῶν   διαῤῥεόντων   πραγμάτων   κατασκεδάσῃς φροντίδας,  ἔσβεσας τὸ πνεῦμα· ἄν τε σὺ μηδὲν ἐργάσῃ τοιοῦτον,  ἑτέρωθεν  δέ ποθεν πειρασμὸς ἐπελθὼν προσβάλῃ σφοδρῶς, καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ ᾖ ἡ φλὸξ, ἢ πολὺ τὸ ἔλαιον ἔχουσα, ἢ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἢ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλε.  Τί δέ ἐστιν ἡ ὀπή; Ὥσπερ ἐπὶ τοῦ λύχνου,  οὕτω  καὶ ἐφ' ἡμῶν,  ὀπή ἐστιν ὀφθαλμὸς  καὶ  ἀκοή. Μὴ ἀφῇς  ταύταις  προσπίπτειν  πνεῦμα  σφοδρὸν  πονηρίας,  ἐπεὶ ἔσβεσε τὸν λύχνον,  ἀλλ' ἀπόφραξον τῷ φόβῳ τοῦ Θεοῦ. Θύρα τὸ στόμα ἐστί· κλεῖσον, πρόσκλεισον, ἵνα καὶ τὸ φῶς παρέχῃ, καὶ ἀποκρούηται τὴν ἔξωθεν  προσβολήν. Οἷον, ὕβρισέ σέ τις; ἐλοιδόρησε; σὺ κλεῖσον τὸ στόμα· ἂν γὰρ ἀνοίξῃς, ἐῤῥίπισας τὸν ἄνεμον. Οὐχ ὁρᾷς ἐν  ταῖς  οἰκίαις,  ὅταν  καταντικρὺ  καὶ  ἐπ' εὐθείας  δύο θύραι  στήκωσι, καὶ σφοδρὸς ἄνεμος ᾖ, πῶς, ἂν τὴν ἑτέραν κλείσῃς καὶ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος, ἀλλὰ τὸ πολὺ τῆς ἰσχύος ὑποτέμνεται; Οὕτω καὶ νῦν, δύο εἰσὶ θύραι, τὸ στόμα τὸ σὸν, καὶ τὸ τοῦ ὑβρίζοντός σε καὶ ἐμπαροινοῦντος· ἂν ἀποκλείσῃς τὸ σὸν καὶ μὴ δῷς ἀντίπνοιαν,  ἔσβεσας ὅλον  τὸ πνεῦμα· ἂν δὲ ἀνοίξῃς,  ἀκάθεκτον  γίνεται.  Μὴ τοίνυν  αὐτὸ σβεννύωμεν.  Ἔστι δὲ πολλάκις  καὶ μηδενὸς  ἐπικειμένου  σβεσθῆναι τὴν φλόγα· ὅταν τὸ ἔλαιον ἐκλίπῃ, ὅταν ἐλεημοσύνην  μὴ ποιῶμεν,  σβέννυται  τὸ πνεῦμα. Καὶ γὰρ ἀπὸ ἐλεημοσύνης τῆς τοῦ Θεοῦ ἦλθε πρὸς σέ· εἶτα τὸν καρπὸν τοῦτον ὁρᾷ μὴ ὄντα παρὰ σοὶ, καὶ ἀφίπταται· οὐ μένει γὰρ παρὰ ψυχῇ ἀνελεήμονι.  Σβεσθέντος δὲ τοῦ πνεύματος, τὰ λοιπὰ ἴστε ὅσοι ἐν ἀσελήνῳ νυκτὶ ἐβαδίσατε. Εἰ δὲ τὴν ἀπὸ γῆς εἰς γῆν ὁδὸν βαδίζειν δυσχερὲς ἐν νυκτὶ, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν φέρουσαν πῶς ἀσφαλές; Οὐκ ἴστε  πόσοι  δαίμονες  ἐν  τῷ  διαστήματι  τούτῳ,  πόσα  θηρία,  πόσα  πνευματικὰ   τῆς πονηρίας; Ἂν μὲν οὖν ἐκεῖνο τὸ φῶς ἔχωμεν,  οὐδὲν ἡμᾶς βλάψαι δυνήσονται· ἂν δὲ σβέσωμεν αὐτὸ, ταχέως ἡμᾶς ἁλίσκουσι, ταχέως πάντα τὰ ἡμῶν ἐκφοροῦσιν· ἐπεὶ καὶ οἱ λῃσταὶ πρότερον τὴν λαμπάδα σβέσαντες, τότε λῃστεύουσιν. Ἐκεῖνοι μὲν γὰρ ὁρῶσιν ἐν τῷ σκότει τούτῳ, ἐπειδὴ τὰ τοῦ σκότους πράττουσιν· ἡμεῖς δὲ ἀήθεις ἐσμὲν ἐκείνου τοῦ φωτός.  Μὴ τοίνυν  σβέσωμεν αὐτό. Πᾶσα πονηρὰ πρᾶξις σβέννυσι τοῦτο τὸ φῶς, καὶ λοιδορία, καὶ ὕβρις, καὶ ὅπερ ἂν εἴπῃς. Καθάπερ γὰρ ἐπὶ τοῦ πυρὸς πᾶν τὸ ἀλλότριον αὐτοῦ ἀναιρετικὸν  αὐτοῦ ἐστιν, ἐκεῖνο  δὲ ἀνάπτει  αὐτὸ, ὅπερ αὐτοῦ συγγενές  ἐστιν· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς  τούτου, εἴ τι ξηρὸν, εἴ τι θερμὸν, εἴ τι διάπυρον, ἀνάπτει  τὴν φλόγα τοῦ πνεύματος. Μηδὲν οὖν ψυχρὸν, μηδὲν ὑγρὸν ἐπιφέρωμεν· ταῦτα γὰρ τούτου ἀναιρετικά.  Ἔστι δὲ  καὶ  ἄλλη  ἐξήγησις.  Πολλοὶ  παρ'  αὐτοῖς,  οἱ  μὲν  προεφήτευον ἀληθῶς, οἱ δὲ ἐψεύδοντο. Τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι. Μιαρὸς γὰρ ὢν ὁ διάβολος, ἠθέλησε διὰ τοῦ χαρίσματος τούτου τὸ πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων  καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν ψευδόμενος,  τὸ δὲ ἀληθεῦον,  καὶ οὐδαμόθεν  ἦν ἑκατέρου  τεκμήριον  λαβεῖν,  ἀλλ' ἀνευθύνως  ἑκάτεροι  ἔλεγον,  ὡς  ὁ Ἱερεμίας  καὶ  ὁ Ἰεζεκιήλ·  ἀλλ' ἐλθόντος  τοῦ  καιροῦ  ἠλέγχθησαν,  ἔδωκε  καὶ  διακρίσεις  πνευμάτων. Ἐπεὶ  οὖν  καὶ  τότε  παρὰ  Θεσσαλονικεῦσι  πολλοὶ   προεφήτευον,   οὓς  καὶ  ἀλλαχοῦ αἰνίττεται  λέγων, Μὴ θροεῖσθε μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· εἰπὼν, Τὸ πνεῦμα μὴ σβέννυτε, προσέθηκεν εὐκαίρως, καὶ  τὰ  ἑξῆς,  Προφητείας,  λέγων,  μὴ  ἐξουθενεῖτε.  Ὃ  οὖν  ἐνταῦθα   δηλοῦν βούλεται, τοῦτό ἐστι· Μὴ ἐπειδή τινες ψευδοπροφῆται  παρ' ὑμῖν εἰσι, δι' ἐκείνους  καὶ τούτους κωλύσητε καὶ ἀποστραφῆτε αὐτούς· μὴ σβέννυτε αὐτούς· τουτέστι, προφητείας μὴ ἐξουθενεῖτε.
βʹ. Ὁρᾷς ὅτι τοῦτό ἐστιν ὅ φησι, Πάντα δοκιμάζετε. Ἐπειδὴ εἶπε, Προφητείας μὴ ἐξουθενεῖτε, ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα, Πάντα, φησὶ, δοκιμάζετε, τὸ δὲ  καλὸν  κατέχετε,  τουτέστι,  τὰς  ὄντως  προφητείας.  Ἀπὸ  παντὸς  εἴδους  πονηροῦ ἀπέχεσθε· μὴ τούτου ἢ ἐκείνου, ἀλλ', Ἀπὸ παντός· καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ ἵνα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων  ἀπέχησθε, καὶ τούτων ἔχησθε. Οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως, ἀλλὰ  μετὰ ἀκριβείας ἅπαντα  πράττωμεν.  Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης  ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς,  καὶ ὁλόκληρον  ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως  ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ τηρηθείη. Ὅρα διδασκάλου φιλοστοργίαν· μετὰ τὴν παραίνεσιν καὶ εὐχὴν ἐπάγει· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τοῖς γράμμασι· δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς. ∆ιὰ τοῦτο καὶ ἡμεῖς πρότερον συμβουλεύοντες, τότε τὰς ὑπὲρ ὑμῶν εὐχὰς ποιούμεθα· καὶ τοῦτο ἴσασιν οἱ μεμυημένοι. Ἀλλ' ὁ μὲν Παῦλος εἰκότως   τοῦτο   ἐποίει,   πολλὴν   πρὸς   τὸν   Θεὸν  τὴν   παῤῥησίαν   ἔχων·  ἡμεῖς   δὲ κατῃσχυμμένοι  καὶ ἀπαῤῥησίαστοι ὄντες· ἀλλ' ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν,  πράττομεν αὐτὸ, ἀνάξιοι μὲν ὄντες καὶ παρεστάναι, καὶ τῶν ἐσχάτων μαθητῶν τὸν τόπον ἐπέχειν· ἐπειδὴ  δὲ καὶ δι' ἀναξίων  ἡ χάρις  ἐνεργεῖ,  οὐ δι' αὐτοὺς, ἀλλὰ  διὰ τοὺς μέλλοντας ὠφελεῖσθαι   τὰ   παρ'   ἑαυτῶν   εἰσφέρομεν.   Ἁγιάσαι   ὑμᾶς,   φησὶν,   ὁλοτελεῖς,   καὶ ὁλόκληρον  ὑμῶν  τὸ πνεῦμα  καὶ ἡ ψυχὴ  καὶ τὸ σῶμα ἀμέμπτως  ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. Τὸ πνεῦμα τί φησιν ἐνταῦθα; Τὸ χάρισμα. Ἂν μὲν γὰρ ἔχοντες  λαμπρὰς τὰς λαμπάδας ἀπέλθωμεν,  εἰσελευσόμεθα εἰς τὸν νυμφῶνα· ἂν δὲ ἐσβεσμένας, οὐκέτι. ∆ιὰ τοῦτό φησιν, Ὁλόκληρον  ὑμῶν τὸ πνεῦμα· ἐκείνου γὰρ μένοντος  ἀκεραίου, καὶ τοῦτο μένει. Καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα. Οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτ' ἐκεῖνο. Πιστὸς ὁ καλῶν  ὑμᾶς, ὃς καὶ ποιήσει. Ὅρα τὴν ταπεινοφροσύνην·  ἐπειδὴ γὰρ ηὔξατο, μὴ νομίσητε, φησὶν, ὅτι ἀπὸ τῶν  ἐμῶν  εὐχῶν τοῦτο γίνεται, ἀλλ' ἐκ τῆς προθέσεως, ἧς ὑμᾶς ἐκάλεσεν. Εἰ γὰρ εἰς σωτηρίαν ἐκάλεσεν, ἀληθὴς δέ ἐστι, πάντως σώσει βουλόμενος. Ἀδελφοὶ, προσεύχεσθε καὶ περὶ ἡμῶν. Βαβαὶ, πόση ταπεινοφροσύνη! Ἀλλ' ἐκεῖνος μὲν ταπεινοφροσύνης  ἕνεκεν, τοῦτο ἔλεγεν, ἡμεῖς δὲ οὐ ταπεινοφροσύνης  ἕνεκεν, ἀλλ' ὠφελείας πολλῆς, καὶ μέγα τι παρ' ὑμῶν κερδᾶναι βουλόμενοι,  λέγομεν,  Προσεύχεσθε καὶ περὶ ἡμῶν.  Εἰ γὰρ καὶ μηδὲν  ὠφελῆσθε  παρ' ἡμῶν μέγα μηδὲ θαυμαστὸν, ἀλλ' ὅμως δι' αὐτὴν τὴν τιμὴν, δι' αὐτὴν τὴν προσηγορίαν. Ἔσχε τις παῖδάς ποτε, καὶ ὅμως εἰ καὶ μηδὲν ὠφέληνται παρ' αὐτοῦ, ἀλλ' ἐπειδὴ πατὴρ γέγονε,  τοῦτο ἴσως προβάλλεται  λέγων,  Μίαν ὑμῶν  ἡμέραν οὐκ ἐκλήθην  πατήρ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς λέγομεν, Προσεύχεσθε καὶ περὶ ἡμῶν· οὐχ ἁπλῶς τοῦτο λέγων, ἀλλὰ πάνυ ἐφιέμενος  τῶν  ὑμετέρων  εὐχῶν.  Εἰ γὰρ ὑπεύθυνος  ἐγενόμην  τῆς πάντων ὑμῶν  προστασίας, καὶ λόγους  ὑπέχειν  μέλλω,  πολλῷ  μᾶλλον  ὀφείλω  τῆς παρ' ὑμῶν ἀπολαύειν  εὐχῆς.  Αἱ εὐθῦναί  μοι  μείζους  ἐγένοντο  δι' ὑμᾶς· οὐκοῦν  καὶ  ἡ βοήθεια πλείων  παρ' ὑμῶν.  Ἀσπάσασθε τοὺς  ἀδελφοὺς  πάντας  ἐν  ἁγίῳ  φιλήματι.  Βαβαὶ τῆς θερμότητος! βαβαὶ τῆς  διανοίας! Ἐπειδὴ φιλήματι  αὐτοὺς  ἀσπάσασθαι οὐκ ἠδύνατο ἀπὼν,  δι' ἑτέρων  αὐτοὺς  ἀσπάζεται·  οὕτω  καὶ  ἡμεῖς  ποιοῦμεν,  ὡς  ὅταν  λέγωμεν, Φίλησον αὐτὸν ἀντ' ἐμοῦ. Οὕτω καὶ αὐτοὶ κατέχετε τὸ πῦρ τῆς ἀγάπης· οὐ γὰρ ἀνέχεται διαστημάτων, ἀλλὰ καὶ διὰ μέσων τῶν ὁδῶν ἑαυτὴν ἐκτείνει, καὶ πανταχοῦ  πάρεστιν. Ὁρκίζω ὑμᾶς τὸν Κύριον, ἀναγνωσθῆναι  τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. Καὶ τοῦτο  πόθου μάλιστα, οὐ διδασκαλίας  τοσοῦτον· ἵνα κἀκείνοις  ὦ προσδιαλεγόμενος, φησίν·  Ἡ χάρις  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν.  Ἀμήν. Καὶ οὐχ  ἁπλῶς ἐπιτάττει, ἀλλ' ὁρκίζων, ἀπὸ θερμῆς διανοίας καὶ τοῦτο ποιῶν, ἵνα κἂν αὐτοῦ καταφρονήσωσι, διὰ τὸν ὁρκισμὸν πράξωσι τὸ ἐπιταχθέν. Μέγαν γὰρ εἶχον τότε φόβον τοῦ πράγματος· νυνὶ δὲ καὶ τοῦτο πεπάτηται. Καὶ ἔστι πολλάκις παῖς μαστιζόμενος, καὶ ὁρκίζων τὸν Θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ, οὕτω Χριστιανὸς ἀποθάνοις, καὶ οὐδεὶς προσέχει, οὐδεὶς ἐπιστρέφεται· ἂν δὲ τὸν υἱὸν τὸν ἴδιον ὁρκίσῃ, εὐθέως καὶ ἄκων, καὶ τρίζων τοὺς ὀδόντας, ὑφίησι τοῦ θυμοῦ. Ἄλλος πάλιν ἑλκόμενος, ἀπαγόμενος ἐπὶ μέσης τῆς ἀγορᾶς, καὶ Ἑλλήνων καὶ Ἰουδαίων παρόντων, ὁρκοῖ τὸν ἀπάγοντα ὅρκους φρικωδεστάτους,  καὶ οὐδεὶς  προσέχει. Τί οὐκ ἐροῦσιν οἱ Ἕλληνες,  ὅταν  πιστὸς  τὸν πιστὸν καὶ Χριστιανὸν ὁρκοῖ, καὶ μηδεὶς γίνηται λόγος, ἀλλὰ καὶ καταφρονῶμεν;
γʹ. Βούλεσθε ὑμῖν  διηγήσωμαί  τι  πρᾶγμα,  ὅπερ καὶ  αὐτὸς  ἀκήκοα; οὐδὲ  γὰρ πλάττων  λέγω, ἀλλὰ παρὰ προσώπου ἀξιοπίστου ἀκηκοώς. Παιδίσκη τις ἀνδρὶ πονηρῷ συνεζευγμένη,  μιαρῷ, δραπέτῃ, αὕτη, πολλὰ τοῦ ἀνδρὸς ἡμαρτηκότος, καὶ μέλλοντος ἀπεμπολεῖσθαι παρὰ τῆς δεσποίνης· καὶ γὰρ μείζονα συγγνώμης ἦν τὰ ἁμαρτήματα, καὶ χήρα ἦν ἡ γυνὴ, καὶ κολάζειν αὐτὸν λυμαινόμενον αὐτῆς τὴν οἰκίαν οὐκ ἴσχυεν, ἀλλ' ἔγνω ἀποδόσθαι· εἶτα ἀνόσιον εἶναι νομίζουσα ἡ δέσποινα διασπάσαι τῆς γυναικὸς τὸν ἄνδρα, κατεδέξατο καὶ χρησίμην οὖσαν τὴν κόρην, ὑπὲρ τῆς ἀπαλλαγῆς  τῆς ἐκείνου συναπεμπολῆσαι καὶ τὴν γυναῖκα. Ὁρῶσα τοίνυν ἡ κόρη ἑαυτὴν ἐν τοῖς ἀπόροις οὖσαν, ἐλθοῦσα πρὸς αἰδέσιμον πρόσωπον καὶ σύνηθες τῇ δεσποίνῃ αὐτῆς, τὸ κἀμοὶ διηγησάμενον, καὶ τῶν γονάτων  ἁπτομένη, καὶ μυρία ἀποδυρομένη, παρεκάλεσεν ὥστε τὴν αὐτῆς ἀξιῶσαι δέσποιναν ὑπὲρ αὐτῆς· καὶ πολλοὺς ἀναλώσασα λόγους, ὕστερον καὶ τοῦτο προσέθηκεν, ὡς τούτῳ πείσουσα μάλιστα, ὅρκον τινὰ φρικωδέστατον ἐπάγουσα· ὁ δὲ ὅρκος ἦν  οὗτος· Οὕτω τὸν  Χριστὸν ἴδοις  ἐν  ἡμέρᾳ κρίσεως, μὴ παρίδῃς  μου τὴν ἀξίωσιν· καὶ ταῦτα εἰποῦσα ἀπῆλθεν. Ἡ δὲ παρακληθεῖσα, φροντίδος τινὸς ἐμπεσούσης βιωτικῆς,  οἵα συμβαίνει ἐν ταῖς οἰκίαις, ἐπελάθετο.  Εἶτα ἄφνω  δείλης μεσημβρίας εἰς μνήμην ἦλθε τοῦ φρικωδεστάτου ὅρκου, καὶ κατενύγη σφοδρῶς, καὶ ἀπελθοῦσα ἠξίωσε μετὰ πολλῆς  τῆς ἐπιμελείας,  καὶ τὸ πρᾶγμα ἤνυσε. Καὶ κατ' ἐκείνην  τὴν νύκτα ἄφνω τοὺς οὐρανοὺς εἶδεν ἀνεῳγότας,  καὶ αὐτὸν τὸν Χριστόν· εἶδε δὲ, ὡς δυνατὸν  γυναικὶ ἰδεῖν. Ἐπειδὴ γὰρ ὅλως  ἐφρόντισε τοῦ ὁρκισμοῦ, ἐπειδὴ ἐφοβήθη, τῆς ὀπτασίας κατηξιώθη ταύτης. Ταῦτα δὲ εἶπον, ἵνα μὴ καταφρονῶμεν  τῶν ὁρκισμῶν, μάλιστα ὅταν ὑπὲρ ἀγαθῶν  πραγμάτων  ἡμᾶς τινες παρακαλῶσιν, ὑπὲρ ἐλεημοσύνης, ὑπὲρ φιλανθρωπίας. Νῦν δὲ κάθηνται πένητες ἐκκεκομμένοι τοὺς πόδας, ὁρῶντές σε παρατρέχουσαν· εἶτ' ἐπειδὴ τοῖς ποσὶν ἐπακολουθῆσαι μὴ δύνανται, καθάπερ ἀγκίστρῳ τινὶ προσδοκῶσι κατέχειν  τῷ φόβῳ τοῦ ὅρκου, καὶ τὰς χεῖρας ἐκτείνοντες  ὁρκίζουσιν, ὥστε δοῦναι ὀβολὸν ἕνα, ἢ δύο μόνον· σὺ δὲ παρατρέχεις, τὸν ∆εσπότην ὁρκιζομένη τὸν σόν. Καὶ ἂν μὲν κατὰ τῶν  ὀφθαλμῶν  ἢ τοῦ ἀνδρὸς τοῦ ἀποδημοῦντος  ὁρκίσῃ, ἢ τοῦ παιδίου, ἢ τῆς θυγατρὸς, εὐθέως εἴκεις, καὶ ἐφάλλεταί  σου ἡ διάνοια καὶ διαθερμαίνῃ· ἂν  δὲ  τὸν  Κύριον ὁρκίσῃ, παρατρέχεις.  Πολλὰς  δὲ  οἶδα  ἐγὼ,  αἳ,  τὸν  μὲν  Χριστὸν ἀκούουσαι, παρέδραμον· εἰς δὲ κάλλος ἐπαινεθεῖσαι παρὰ τῶν προσιόντων, διεχύθησαν, ἐμαλάχθησαν,  καὶ χεῖρα ὤρεξαν. Τοιγαροῦν εἰς τοῦτο τοὺς πένητας  κατέστησαν τοὺς ἀθλίους,  εἰς τὸ γελωτοποιεῖν. Ἐπειδὴ γὰρ τὰ σφοδρὰ ῥήματα καὶ πικρὰ λέγοντες  οὐ καθάπτονται  τῆς ψυχῆς, ἐπὶ ταύτην ἔρχονται τὴν ὁδὸν, δι' ἧς μάλιστα τέρπουσι· καὶ τὸν ἐν συμφορᾷ ὄντα καὶ ὑπὸ τοῦ λιμοῦ ἀγχόμενον  ἠνάγκασεν  ἡ πολλὴ  φαυλότης  ἡμῶν κάλλους ἐγκώμια λέγειν τοὺς ἐπαιτοῦντας. Καὶ εἴθε τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον εἶδος τούτου χαλεπώτερον· θαυματοποιοὺς τοὺς πένητας ἠνάγκασεν εἶναι καὶ αἰσχρολόγους καὶ γελωτοποιούς.  Ὅταν γὰρ κύλικας καὶ κισσύβια καὶ ποτήρια τοῖς δακτύλοις ἐνείρων, καὶ περιτιθεὶς  κυμβαλίζῃ,  καὶ σύριγγα ἔχων  ᾄδῃ δι' αὐτῆς  τὰ ᾄσματα τὰ αἰσχρὰ καὶ ἔρωτος  γέμοντα,  καὶ  διὰ  τῆς  φωνῆς  ἀναβοᾷ· εἶτα  πολλοὶ  περιεστήκωσι,  καὶ  οἱ μὲν τρύφος  ἄρτου, οἱ δὲ ὀβολὸν,  οἱ δὲ ἕτερόν τι παρέχωσι, καὶ κατέχωσιν  ἐπὶ πολὺ, καὶ τέρπωνται  καὶ ἄνδρες καὶ γυναῖκες,  τί τούτου χαλεπώτερον;  οὐχὶ πολλοῦ  στεναγμοῦ ταῦτα ἄξια; Μικρὰ μέν ἐστι, καὶ νομίζεται  μικρά· μεγάλα  δὲ ἐναποτίκτει  τοῖς ἤθεσιν ἡμῶν τὰ ἁμαρτήματα. Ὅταν γὰρ αἰσχρόν τι λεχθῇ καὶ ἡδὺ μέλος, ἐμάλαξε τὴν διάνοιαν, καὶ  αὐτὴν  ἐκείνην  διέφθειρε  τὴν  ψυχήν.  Καὶ ὁ  μὲν  τὸν  Θεὸν  καλῶν  πένης,  καὶ ἐπευχόμενος  ὑμῖν μυρία ἀγαθὰ, οὐδὲ λόγου ἀξιοῦται παρ' ὑμῶν· ὁ δὲ ἀντὶ τούτων  τὰ νεωτερικὰ  ἐπεισάγων,  θαυμάζεται. Ὃ δέ με νῦν  ἐπεισῆλθεν  εἰπεῖν  πρὸς ὑμᾶς, ἐκεῖνο ἐρῶ. Ποῖον δὴ τοῦτο; Ὅταν πενίᾳ καὶ νόσῳ περιβληθῇς, εἰ καὶ μηδαμόθεν ἀλλαχόθεν, ἀπὸ γοῦν τῶν  ἐπαιτούντων τῶν διὰ τῶν στενωπῶν  χωρούντων μάθε εὐχαριστεῖν  τῷ ∆εσπότῃ. Οὗτοι γὰρ πάντα τὸν βίον ἐν τῷ ἐπαιτεῖν καταναλίσκοντες, οὐ βλασφημοῦσιν, οὐκ ἀγανακτοῦσιν  οὐδὲ δυσχεραίνουσιν, ἀλλὰ πᾶσαν τὴν τῆς ἐπαιτήσεως διήγησιν  ἐν εὐχαριστίᾳ ποιοῦνται, μέγαν τὸν Θεὸν ποιοῦντες καὶ φιλάνθρωπον. Ὁ μὲν λιμῷ φθειρόμενος,  φιλάνθρωπον καλεῖ· σὺ δὲ ὁ ἐν ἀφθονίᾳ  ζῶν, ἂν μὴ τὰ πάντων  λάβῃς, ὠμὸν λέγεις. Πόσῳ βελτίων  ἐκεῖνος; πῶς ἡμᾶς τότε κατακρινεῖ; Κοινοὺς διδασκάλους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν  ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας. Ἔπαθές  τι   τῶν   ἀβουλήτων;   ἀλλ'  οὐδὲν   τοιοῦτον,   οἷον   ἐκεῖνος.   Ἐξεκόπης  τὸν ὀφθαλμόν; ἀλλ' ἐκεῖνος τοὺς δύο. Ἐνόσησας νόσον μακράν; ἀλλ' ἐκεῖνος ἀνίατον ἔχει. Ἀπέβαλες τοὺς παῖδας; ἀλλ' ἐκεῖνος καὶ τὴν ὑγιείαν  τοῦ οἰκείου σώματος. Ἐζημιώθης ζημίαν  μεγάλην;  ἀλλ'  οὐδέπω  πρὸς τὸ ἑτέρων  δεῖσθαι κατέστης. Οὐκοῦν εὐχαρίστησον τῷ Θεῷ. Ὁρᾷς ἐκείνους ἐν καμίνῳ πενίας, καὶ παρὰ πάντων  μὲν αἰτοῦντας, παρ' ὀλίγων  δὲ λαμβάνοντας.  Ὅταν ἀποκάμῃς εὐχόμενος, καὶ μὴ λαμβάνῃς, ἐννόησον ποσάκις  ἤκουσας πένητός  σε καλοῦντος,  καὶ  οὐκ  ἐπήκουσας,  καὶ  οὐκ  ἠγανάκτησεν ἐκεῖνος,  οὐδὲ ὕβρισέ σε. Καίτοι σὺ μὲν  ἀπὸ ὠμότητος  τοῦτο  ποιεῖς,  ὁ δὲ Θεὸς ἀπὸ φιλανθρωπίας καὶ τὸ μὴ ἀκούειν ποιεῖ. Εἰ τοίνυν αὐτὸς τοῦ ὁμοδούλου δι' ὠμότητα μὴ ἀκούων  οὐκ  ἀξιοῖς  ἐγκαλεῖσθαι,  τῷ  δεσπότῃ  τοῦ  δούλου  διὰ  φιλανθρωπίαν  οὐκ ἀκούοντι  ἐγκαλεῖς;  Ὁρᾷς  πόσον  τὸ  ἄνισον;  πόσον  τὸ  ἄδικον;  δʹ. Ταῦτα  ἐννοῶμεν διαπαντὸς, τοὺς κατωτέρους, τοὺς ἐν μείζοσι συμφοραῖς, καὶ οὕτω δυνησόμεθα εὐχαριστεῖν τῷ Θεῷ. Πολλῶν ὁ βίος γέμει τοιούτων ὑποδειγμάτων· ἔχει δὲ διδασκαλίαν οὐ μικρὰν ὁ νήφων καὶ βουλόμενος προσέχειν καὶ ἀπὸ τῶν εὐκτηρίων οἴκων. ∆ιὰ τοῦτο γὰρ καὶ ἐν ταῖς ἐκκλησίαις, καὶ ἐν τοῖς μαρτυρίοις προκάθηνται  τῶν  προπυλαίων  οἱ πένητες, ὥστε ἡμᾶς ἐκ τῆς τούτων θέας πολλὴν δέχεσθαι τὴν ὠφέλειαν. Ἐννόησον γὰρ ὅτι εἰς μὲν βασίλεια τὰ ἐπὶ γῆς εἰσερχομένων  ἡμῶν, οὐδὲν τοιοῦτον  ἔστιν ἰδεῖν· ἀλλὰ ἄνδρες καὶ σεμνοὶ, καὶ λαμπροὶ, καὶ πλουτοῦντες,  καὶ συνετοὶ, πανταχοῦ διατρέχουσιν, εἰς  δὲ  τὰ  ὄντως  βασίλεια,  τὴν  ἐκκλησίαν  λέγω,  καὶ  τοὺς  εὐκτηρίους  οἴκους  τῶν μαρτύρων, δαιμονῶντες,  ἀνάπηροι, πένητες, γέροντες, τυφλοὶ, διεστραμμένοι τὰ μέλη. Τί δήποτε; Ἵνα σὺ παιδεύῃ διὰ τῆς τούτων θέας, πρῶτον μὲν ἵνα, εἴ τινα τῦφον ἔξωθεν ἐπισυρόμενος εἰσέλθῃς, εἰς ἐκείνους βλέψας, καὶ ἀποθέμενος τὸν ὄγκον, καὶ συντρίψας τὴν  καρδίαν, οὕτως  εἰσέλθῃς, καὶ τῶν  λεγομένων  ἀκούσῃς (οὐ γὰρ ἔστι μετὰ τύφου προσευχόμενον ἀκούεσθαι)· ἵν', ὅταν γέροντα ἴδῃς, μὴ ἐπὶ νεότητι μέγα φρονῇς· καὶ γὰρ οὗτοι οἱ γέροντες  νέοι ἐγένοντο· ἵν',  ὅταν ἐπὶ στρατείᾳ καὶ δυναστείᾳ βασιλικῇ μέγα κομπάζῃς, ἐννοήσῃς  ὅτι ἐκ τούτων  εἰσὶ καὶ οἱ λαμπροὶ  γενόμενοι  ἐν ταῖς βασιλικαῖς αὐλαῖς· ἵν',  ὅταν  ἐπὶ  ὑγείᾳ  σώματος  θαῤῥῇς, τούτοις  προσέχων  καταστείλῃς  σου τὸ φρόνημα. Καὶ γὰρ ἐνταῦθα συνεχῶς εἰσιὼν, ὁ μὲν ὑγιαίνων  οὐ μέγα φρονήσει ἐπὶ ὑγείᾳ σώματος· ὁ δὲ κάμνων, λήψεται παραμυθίαν οὐ τὴν τυχοῦσαν. Οὐ διὰ τοῦτο δὲ μόνον ἐνταῦθα   παρακάθηνται,   ἀλλ'   ἵνα   σε  καὶ   ἐλεήμονα   ποιήσωσι,   καὶ   πρὸς   ἔλεον ἐπικαμφθῇς, ἵνα θαυμάσῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γὰρ ὁ Θεὸς οὐκ ἐπαισχύνεται αὐτοὺς, ἀλλ' ἐν τοῖς προπυλαίοις αὐτοῦ ἔστησε, πολλῷ μᾶλλον σύ· ἵνα μὴ μέγα φρονῇς ἐπὶ τοῖς βασιλείοις τοῖς ἐπὶ τῆς γῆς. Μὴ τοίνυν ἐπαισχύνου παρὰ πένητος καλούμενος· κἂν  προσέλθῃ,  κἂν  τὰ  γόνατα  κατέχῃ,  μὴ  ἀποσείσῃ·  κύνες  γάρ  εἰσιν  οὗτοί  τινες θαυμαστοὶ τῶν  αὐλῶν  τῶν  βασιλικῶν.  Οὐ γὰρ ἀτιμάζων  αὐτοὺς  κύνας  ἐκάλεσα, μὴ γένοιτο,  ἀλλὰ  καὶ  σφόδρα ἐπαινῶν·  τὴν  αὐλὴν  φυλάττουσι  τὴν  βασιλικήν·  θρέψον τοίνυν  αὐτούς·  ἡ  γὰρ  τιμὴ  εἰς  τὸν  βασιλέα  ἀναβαίνει.  Ἐκεῖ πάντα  τῦφος,  ἐν  τοῖς βασιλείοις  λέγω  τοῖς  ἐπὶ  τῆς  γῆς,  ἐνταῦθα  πάντα  ταπεινοφροσύνη.   Ὅτι  οὐδὲν  τὰ ἀνθρώπινα  ἀπ' αὐτῶν  μάλιστα τῶν  προπυλαίων  μανθάνεις·  ὅτι οὐ τέρπεται  πλούτῳ Θεὸς, ἀπ' αὐτῶν  τῶν προκαθημένων  διδάσκῃ. Ἡ γὰρ τούτων  καθέδρα καὶ ἡ συλλογὴ μονονουχὶ  παραίνεσίς ἐστι, πρὸς τὴν τῶν  ἁπάντων  ἀνθρώπων  φύσιν φωνὴν  ἀφιεῖσα λαμπρὰν,  καὶ  λέγουσα,  ὅτι  οὐδὲν  τὰ ἀνθρώπινα  πράγματα,  ὅτι  σκιὰ καὶ  καπνός.  Εἰ καλὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πένητας προεκάθισεν ὁ Θεὸς τῶν οἰκείων προθύρων. Εἰ δὲ προσίεται καὶ πλουτοῦντας,  μὴ θαυμάσῃς· οὐ γὰρ διὰ τοῦτο προσίεται, ἵνα μένωσι πλουτοῦντες,  ἀλλ' ἵνα ἀπαλλαγῶσι τοῦ ὄγκου· ἄκουσον γὰρ τί φησιν αὐτοῖς ὁ Χριστός·
Οὐ δύνασθε Θεῷ δουλεύειν,  καὶ μαμωνᾷ· καὶ πάλιν, ∆υσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν  βασιλείαν  τῶν  οὐρανῶν·  καὶ πάλιν,  Εὐκοπώτερόν ἐστι κάμηλον  διὰ ῥαφίδος τρυπήματος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ∆ιὰ ταῦτα δέχεται τοὺς πλουσίους, ἵνα ταῦτα ἀκούσωσι τὰ ῥήματα, ἵνα τὸν αἰώνιον  ποθήσωσι πλοῦτον, ἵνα ἐπιθυμήσωσι τῶν ἐν τοῖς οὐρανοῖς. Καὶ τί θαυμάζεις εἰ εἰς τὰ πρόθυρα αὐτοῦ οὐκ ἀπαξιοῖ  τοὺς τοιούτους  καθίζειν; ἐπὶ γὰρ τὴν  τράπεζαν  αὐτοῦ τὴν  πνευματικὴν  οὐκ ἀπαξιοῖ  καλεῖν   αὐτοὺς,  καὶ  μεταδοῦναι   τῆς  εὐωχίας  ἐκείνης·  ἀλλ'  ὁ  κυλλὸς  καὶ ἀνάπηρος, ὁ γέρων καὶ ῥάκια ἠμφιεσμένος καὶ ῥύπον καὶ κόρυζαν ἔχων, ἅμα τῷ νέῳ τῷ καλῷ, καὶ αὐτῷ τῷ τὴν ἁλουργίδα περικειμένῳ καὶ τὸ διάδημα ἐπὶ τῆς κεφαλῆς ἔχοντι, ἔρχεται  τῆς  τραπέζης  μεθέξων,  καὶ ἀξιοῦται  τῆς  εὐωχίας  τῆς  πνευματικῆς,  καὶ τῶν αὐτῶν  ἑκάτεροι  ἀπολαύουσι,  καὶ  οὐδεμία  ἐστὶ διαφορά.  εʹ. Εἶθ' ὁ μὲν  Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν μετὰ τοῦ βασιλέως· ὁμοῦ γὰρ ἀμφότεροι καλοῦνται· σὺ δὲ ἴσως ἀπαξιοῖς καὶ ὀφθῆναι, διδοὺς πένησιν, ἢ καὶ προσδιαλεγόμενος; Βαβαὶ τῆς  ἀπονοίας  καὶ  τοῦ  τύφου!  Ὅρα μὴ  τὰ  αὐτὰ  πάθωμεν  τῷ  ποτε  πλουσίῳ. Ἀπηξίου ἐκεῖνος κἂν ἰδεῖν τὸν Λάζαρον, καὶ ὀροφῆς αὐτῷ οὐ μετέδωκεν  οὐδὲ στέγης, ἀλλ'  ἦν  ἔξω  παρὰ  τὸν  πυλῶνα  ἐῤῥιμμένος,  ἀλλ'  οὐδὲ  ῥημάτων  ἠξιώθη  τῶν  παρ' ἐκείνου. Ἀλλ' ὅρα πῶς ἐν ἀνάγκῃ καὶ χρείᾳ καταστὰς αὐτοῦ τῆς βοηθείας, ἀπέτυχεν. Εἰ γὰρ  οὓς  ὁ  Χριστὸς οὐκ  ἐπαισχύνεται,   τούτους  ἡμεῖς  ἐπαισχυνόμεθα,  τὸν  Χριστὸν ἐπαισχυνόμεθα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόμενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν,  ἀναπήρων· διὰ τούτων παραγίνεται  ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα μὴ νομίσῃς ὅτι ἐμὸν τὸ ῥῆμα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος,  ἵνα μὴ γελάσῃς, ἀλλ' ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον,  φησὶ, μὴ φώνει  τοὺς  φίλους  σου, μηδὲ  τοὺς  ἀδελφούς  σου, μηδὲ  τοὺς  συγγενεῖς  σου, μήτε γείτονας  πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί  σε, καὶ γένηταί  σοι ἀνταπόδομα· ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί  σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ μείζων  ἐνταῦθα  γίνεται,  εἴ γε ταύτης  ἐρᾷς. Ἐξ ἐκείνων  μὲν γὰρ φθόνος  καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος μή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν μείζους οἱ καλούμενοι ὦσι, δεδοικὼς τὴν παρ' αὐτῶν μέμψιν καὶ τὰ στόματα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ' ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, μεθ' ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαμπροτέρα ἡ δόξα, μεῖζον τὸ θαῦμα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες. Εἰ δὲ ἀπιστεῖς,  πείρασον  σὺ ὁ πλουτῶν,  ὁ στρατηγοὺς  καὶ  ἡγεμόνας  καλῶν· κάλεσον  καὶ πένητας, καὶ ἀπὸ τούτων τὴν τράπεζαν πλήρωσον, ἂν μὴ παρὰ πάντων κροτηθῇς, ἂν μὴ παρὰ πάντων  φιληθῇς, ἂν μὴ πάντες ὡς πατέρα ἕξωσιν. Ἐκείνων μὲν γὰρ τῶν δείπνων κέρδος οὐδὲν, ὑπὲρ τούτων  δὲ οὐρανὸς ἀπόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά· ὧν γένοιτο  πάντας  ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι  καὶ  φιλανθρωπίᾳ  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |