Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62
ΟΜΙΛΙΑ ΙΕʹ.Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
αʹ. Πολὺν ὑπὲρ τῶν χηρῶν ὁ Παῦλος ποιησάμενος λόγον, καὶ χρόνον αὐτῶν διορίσας τῷ λέγειν, Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγματος ὄντος, οὐδὲν τοιοῦτον αἰνίττεται· εἰκότως.∆ιὰ τί; Ὅτι ἐπὶ μείζοσιν ἀπεγράψαντο, καὶ ἀπὸ μείζονος τῆς διανοίας ἐκεῖ τὸ ἔργον προέβη τοῦτο. Τὸ μὲν οὖν,
Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε, καὶ πάντα τὰ τοιαῦτα, διὰ τοῦ εὐπροσέδρου παρέσησε, καὶ τοῦ λέγειν, Ἡ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου. Εἰ δὲ χρόνων ἕνεκεν οὐδὲν ἀκριβολογεῖται, μὴ θαυμάσῃς· μάλιστα μὲν γὰρ ἀπὸ τούτου κἀκεῖνο δῆλον. Ἄλλως δὲ εἶπον, ὅτι ἀπὸ μείζονος διανοίας ἐκεῖναι τὴν παρθενίαν εἵλοντο. Πρὸς δὲ τούτοις, ἐνταῦθα ἤδη πτώματα γέγονε, καὶ αὗται παρεῖχον τὴν ἀφορμὴν τῆς τοιαύτης νομοθεσίας· ἐκεῖ δὲ τοιοῦτον οὐδὲν ἦν. Ὅτι γὰρ ἐξέπεσόν τινες ἤδη, ἀπὸ τούτου δῆλον, ἀπὸ τοῦ λέγειν, Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι· καὶ πάλιν, Ἤδη γὰρ ἐξετράπησάν τινες ὀπίσω τοῦ Σατανᾶ. Νεωτέρας δὲ χήρας παραιτοῦ. ∆ιὰ τί; Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Τί ἐστιν, Ὅταν καταστρηνιάσωσιν; Ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται· καθάπερ ὅταν ἐπὶ ἀνδρός τις ἐπιεικοῦς λέγῃ· Ἄφες αὐτὴν, ὅτι ἑτέρου γέγονε. ∆είκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι. Ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ· ἐγὼ γὰρ, φησὶ, προστάτης τῶν χηρῶν, καὶ πατὴρ τῶν ὀρφανῶν. ∆είκνυσιν ὅτι οὐδὲ τὴν χηρείαν ὀρθῶς αἱροῦνται, ἀλλὰ καταστρηνιῶσιν· ἀλλ' ὅμως φέρει. Καὶ μὴν ἀλλαχοῦ φησιν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν ὀνομασθῶσιν αὐτῷ, φησὶ, Γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Πίστιν τὴν συνθήκην λέγει, τὴν ἀλήθειαν· ὡσεὶ ἔλεγεν· Ἐψεύσαντο αὐτὸν, παρέβησαν τὰς συνθήκας. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν. Οὐκ ἄρα ἀνδράσι μόνον ἐπιτάττει τὸ ἐργάζεσθαι, ἀλλὰ καὶ γυναιξί· πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία. Οὐ τούτῳ, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέροις ἁρματήμασιν. Εἰ ἄρα ἀνάρμοστον γυναικὶ τὸ περιιέναι τὰς οἰκίας, πολλῷ μᾶλλον παρθένῳ. Οὐ μόνον δὲ, φησὶν, ἀργαὶ μανθά νουσιν, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν συμβαίνει ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ; Εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται. Ὁ γὰρ τὰ ἑαυτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρου μεριμνήσει πάντως· ὥσπερ ὁ τὰ ἑαυτοῦ φροντίζων, τῶν ἑτέρων οὐδένα ποιήσεται λόγον, οὐδεμίαν ἕξει φροντίδα. Λαλοῦσαι τὰ μὴ δέοντα. Οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὸ τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα, οὐ μόνον δὲ γυναικὶ, ἀλλὰ καὶ ἀνδρί· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον. Βούλομαι οὖν. Ἐπειδὴ αὗται βούλονται, βούλομαι κἀγὼ νεωτέρας χήρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Ἔδει μὲν οὖν τὰ τοῦ Θεοῦ μεριμνᾷν, ἔδει τὴν πίστιν φυλάττειν· ἐπειδὴ δὲ ἐκεῖνα οὐ γίνεται, βέλτιον ταῦτα γενέσθαι, ἢ ἐκεῖνα· οὔτε γὰρ ὁ Θεὸς ἀθετεῖται, οὔτε αὗται ταῦτα μανθάνουσι. Ἀπὸ μὲν γὰρ τῆς χηρείας ἐκείνης οὐδὲν χρηστὸν ἔσται· ἀπὸ δὲ τοῦ γάμου τούτου πολλὰ ἀγαθά· ἐντεῦθεν τὸ κεχηνὸς καὶ ῥᾴθυμον τῆς διανοίας αὐτῆς ἐπιστρέψαι δυνήσεται. Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον; Ὅτι οὐ κεκώλυται, ὅτι ἐν ἀσφαλείᾳ καθίστησι· διὸ καὶ ἐπάγει· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν, μηδὲ λαβήν τινα. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χήρας τὰς τοιαύτας, οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρας, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μὴ βουλόμενος ἀργὰς εἶναι καὶ περιέργους, λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν· ὡς εἰ μὴ τοιοῦτον ἐγίνετο, οὐκ ἂν ἐκώλυσεν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῇ. Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν; Οὕτω γὰρ βέλτιον ἦν. ∆ύο γὰρ ἐγίνετο τὰ μέγιστα, καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὗται διετρέφοντο καλῶς, καὶ ἡ Ἐκκλησία οὐκ ἐβαρεῖτο. Καλῶς προσέθηκεν, Εἴ τις πιστός· παρὰ γὰρ τῶν ἀπίστων οὐκ ἔδει τὰς πιστὰς τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν. Καὶ ὅρα πῶς παραμυθητικῶς· Οὐκ εἶπε, Πολυτέλειάν τινα χορηγείτω, ἀλλ', Ἐπαρκείτω αὐταῖς. Ἵνα ἡ Ἐκκλησία, φησὶ, ταῖς ὄντως χήραις ἐπαρκῇ. Ἄρα καὶ ταύτης τὸν μισθὸν αὕτη ἔχει τῆς βοηθείας· ἡ γὰρ βοηθοῦσα ταύτῃ, οὐ ταύτῃ βοηθεῖ μόνον, ἀλλὰ καὶ ἐκείναις, μετ' εὐρυχωρίας ἀφεῖσα αὐτὰς τρέφεσθαι. Βούλομαι νεωτέρας, τί; τρυφᾷν; ἀλλὰ σπαταλᾷν; οὐδὲν τοιοῦτον, ἀλλὰ, Γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν εἰς τρυφὴν αὐτὰς προτρέπειν, ἐπήγαγε· Μηδεμίαν διδόναι ἀφορμὴν τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν· ἐπειδὴ δὲ κατώτεραι γεγόνασι, κἂν ἐν αὐτοῖς στηκέτωσαν. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Λέγει γὰρ ἡ Γραφή· Βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
βʹ. Τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. Τὸ γὰρ ἐπαγαγεῖν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα, καὶ, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ, τοῦτο δηλοῖ. Ἄρα καὶ ὅταν λέγῃ, Χήρας τίμα, τοῦτο λέγει περὶ τῆς τῶν ἀναγκαίων τροφῆς, Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, φησί· καὶ πάλιν, Τίμα τὰς ὄντως χήρας· τουτέστι, τὰς ἐν πενίᾳ· ὅσῳ γὰρ ἄν τις ἐν πενίᾳ ᾖ, τοσούτῳ μᾶλλόν ἐστι χήρα. Τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα. Ὁ μὲν γὰρ νόμος φησὶν, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Ὁρᾷς πῶς βούλεται κάμνειν τὸν διδάσκαλον; Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄλλος πόνος τοιοῦτος, ὡς ὁ ἐκείνου. Ἀλλ' ἐκεῖνο μὲν τοῦ νόμου· πῶς δὲ καὶ τὸ τοῦ Χριστοῦ τίθησιν; Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὑτοῦ. Μὴ τῷ μισθῷ τοίνυν προσέχωμεν μόνῳ, ἀλλὰ καὶ πῶς προσέταξε· φησὶ γὰρ, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστιν. Ὥστε εἴ τις τρυφᾷ καὶ ἀνίεται, οὐκ ἔστιν ἄξιος· εἰ μή τίς ἐστι βοῦς ἀλοῶν, καὶ πρὸς πνῖγος καὶ πρὸς ἀκάνθας τὸ ζεῦγος ἀνέχων ἕλκει, καὶ οὐ πρότερον ἀφίσταται, ἕως ταῖς ἀποθήκαις τοὺς καρποὺς εἰσκομίσει, οὐκ ἔστιν ἄξιος. Ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιῤῥέειν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ κάμνωσι μήτε ἐκλύωνται, μηδὲ περὶ τὰ μικρὰ σχολάζοντες τῶν μεγάλων ἀποστερῶσιν ἑαυτούς· ἵνα τὰ πνευματικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον. Τοιοῦτοι ἦσαν οἱ Λευῗται· οὐδὲν αὐτοῖς ἔμελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔμελε τῆς αὐτῶν προνοίας, καὶ νόμῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα. Ἀλλ' ἐκείνοις μὲν εἰκότως ταῦτα ἐνομοθέτει, ἅτε τὰ παρόντα ζητοῦσιν· ἐγὼ δὲ πλέον οὐδὲν λέγω τοῦ δεῖν τοὺς προεστῶτας ἔχειν τροφὰς καὶ σκεπάσματα, ἵνα μὴ περιέλκωνται εἰς ταῦτα. Τί δέ ἐστι, ∆ιπλῆς τιμῆς; ∆ιπλῆς τῆς πρὸς τὰς χήρας, ἢ τῆς πρὸς τοὺς διακόνους, ἢ ἁπλῶς διπλῆς τιμῆς πολλῆς φησι. Μὴ τοῦτο τοίνυν μόνον σκοπῶμεν, ὅτι διπλῆς αὐτοὺς τιμῆς ἠξίωσεν, ἀλλ' ὅτι προσέθηκε, Τοὺς καλῶς προεστῶτας. Τί δέ ἐστι, Καλῶς προεστῶτας; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἄρα τοῦτό ἐστι καλῶς προεστάναι, μηδενὸς φείδεσθαι τῆς ἐκείνων κηδεμονίας ἕνεκεν. Μάλιστα, φησὶν οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες μὴ δεῖν λόγου, μηδὲ διδασκαλίας; ὅπου γε καὶ Τιμοθέῳ τοσαῦτα παραινεῖ λέγων, Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι· καὶ πάλιν, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντας. Καὶ τούτους μάλιστα πάντων τῶν ἄλλων τιμᾶσθαι βούλεται· καὶ τὴν αἰτίαν τίθησιν, ὅτι πολὺν πόνον ὑπομένουσι, φησίν. Εἰκότως. Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν, καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα; Μυρίαις γὰρ γλώσσαις ἐστὶν ὑπεύθυνος· ὁ δεῖνα ἐμέμψατο, ἕτερος ἐπῄνεσεν, ἄλλος ἔσκωψεν, ἄλλος διέβαλε τὴν μνήμην καὶ τὴν σύνθεσιν· καὶ δεῖ αὐτῷ πολλῆς ἰσχύος, ὥστε ταῦτα φέρειν. Μέγα γὰρ τοῦτο, μέγα πρὸς Ἐκκλησίας οἰκοδομὴν, καὶ πολὺ συντελεῖ τὸ διδακτικοὺς εἶναι τοὺς προεστῶτας· κἂν τοῦτο μὴ παρῇ, πολλὰ τῶν ἐν ταῖς Ἐκκλησίαις οἴχεται. ∆ιὰ τοῦτο μετὰ τῶν ἄλλων, μετὰ τοῦ φιλοξένου καὶ τοῦ ἐπιεικοῦς, μετὰ τοῦ ἀλήπτου, καὶ τοῦτο ἀριθμεῖ λέγων, διδακτικόν. Ἐπεὶ διὰ τί διδάσκαλος λέγεται; Ναὶ, φησὶν, ἵνα τῷ βίῳ διδάσκῃ φιλοσοφίαν. Ὥστε ταῦτα περιττὰ, καὶ οὐ δεῖ τῆς ἀπὸ τῶν λόγων διδασκαλίας εἰς προκοπήν. Καὶ πῶς ὁ Παῦλός φησι, Μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ; ὅταν γὰρ περὶ δογμάτων ᾖ λόγος, ποῖος βίος ἐνταῦθα ἰσχὺν ἔχει; Τίνα λόγον δέ φησιν; Οὐ τὸν κομπώδη, οὐδὲ τὸν τὴν κομψείαν ἔχοντα τὴν ἔξωθεν, ἀλλὰ τὸν ἰσχὺν πολλὴν κεκτημένον τοῦ πνεύματος, τὸν συνέσεως γέμοντα καὶ φρονήσεως. Οὐ κατασκευῆς οὖν αὐτῷ καὶ φράσεως δεῖ, ἀλλὰ νοημάτων, οὐδὲ συνθήκης, ἀλλὰ φρενῶν. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ νεωτέρου δεῖ ἐκτὸς μαρτύρων κατηγορίαν δέχεσθαι; κατὰ δὲ ὅλως τινὸς, καὶ οὐχὶ μετὰ ἀκριβείας πάντοτε δεῖ τὰς κρίσεις ποιεῖσθαι; Τί οὖν ἐστιν ὃ λέγει; Οὐδὲ ἐπὶ ἄλλων, φησὶ, μάλιστα δὲ κατὰ πρεσβυτέρου. Πρεσβύτερον γὰρ ἐνταῦθά φησιν, οὐχὶ τὸ ἀξίωμα, ἀλλὰ τὴν ἡλικίαν, ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων.∆ῆλον δέ ἐστιν ἐντεῦθεν, ὅτι Ἐκκλησίαν λοιπὸν ἦν ἐμπεπιστευμένος ὁ Τιμόθεος, ἢ καὶ ἔθνος ὁλόκληρον τὸ τῆς Ἀσίας· διὸ καὶ περὶ πρεσβυτέρων αὐτῷ διαλέγεται. Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. Τουτέστι, Μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας ἅπαντα περιεργάζου· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα οἱ ἄλλοι σωφρονισθῶσιν. Ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασιν, ὁδόν ἐστι δοῦναι τοῖς ἄλλοις τοῦ τὰ αὐτὰ ποιεῖν καὶ τολμᾷν. Ἔλεγχε δὲ, εἶπε, δηλῶν ὅτι οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀποτομίας· οὕτω γὰρ καὶ οἱ λοιποὶ φόβον ἕξουσι. Πῶς οὖν φησιν ὁ Χριστὸς, Ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, ἐὰν εἰς σὲ ἁμάρτῃ; Πλὴν κἀκεῖνον συγχωρεῖ ἐν τῇ ἐκκλησίᾳ ἐλέγχεσθαι.
γʹ. Τί οὖν; οὐχὶ σκανδαλίζει μᾶλλον τὸ ἐνώπιον πάντων ἐλέγχεσθαι; Πῶς; Ὅταν γὰρ τὸ ἁμάρτημα ὦσιν εἰδότες, τὴν δὲ κόλασιν οὐκέτι, μᾶλλον σκανδαλίζονται. Ὥσπερ γὰρ ἀτιμωρήτων μενόντων τῶν ἁμαρτανόντων, πολλοὶ οἱ πλημμελοῦντες· οὕτω κολαζομένων, πολλοὶ οἱ κατορθοῦντές εἰσιν. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε· τὸν Φαραὼ εἰς μέσον ἀγαγὼν ἐκόλασε, καὶ τὸν Ναβουχοδονόσορ, καὶ πολλοὺς ἑτέρους καὶ κατὰ πόλιν, καὶ κατὰ ἄνθρωπον ὁρῶμεν δίκην δεδωκότας. Ἄρα βούλεται πάντας φόβον ἔχειν παρὰ τοῦ ἐπισκόπου, καὶ πᾶσιν αὐτὸν ἐφίστησιν. Ἐπειδὴ γὰρ πολλὰ ἀπὸ ὑπονοίας κρίνεται, δεῖ, φησὶν, εἶναι τοὺς μαρτυροῦντας, καὶ διελέγχοντας αὐτὸν κατὰ τὸν παλαιὸν νόμον. Ἐπὶ γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Κατὰ πρεσβυτέρου, φησὶ, κατηγορίαν μὴ παραδέχου. Οὐκ εἶπε, μὴ κατακρίνῃς, ἀλλὰ, μηδὲ δέξῃ κατηγορίαν, μηδὲ ὅλως εἰς κρίσιν καταθῇς. Τί οὖν, ἂν καὶ οἱ δύο ψεύδωνται; Τοῦτο σπανιάκις συμβαίνει· ἔνι δὲ ἀπὸ τῆς κρίσεως ἐξεταζόμενον καὶ τοῦτο γενέσθαι δῆλον. Τὰ γὰρ ἁμαρτήματα ἀγαπητὸν καὶ δύο μάρτυρας ἔχειν, διὰ τὸ λάθρα γίνεσθαι καὶ κεκρυμμένως· ὥστε πολλῆς δοκιμασίας σημεῖον τοῦτο. Τί οὖν, ἂν μὲν ὡμολογημένα ᾖ τὰ ἁμαρτήματα, μάρτυρας δὲ μὴ ἔχῃ, ἀλλὰ πονηρὰν ὑπόνοιαν; Εἶπον ἄνω, φησὶ, ∆εῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν. Μετὰ φόβου τοίνυν ἀγαπῶμεν τὸν Θεόν· δικαίῳ μὲν γὰρ νόμος οὐ κεῖται· οἱ δὲ πολλοὶ καὶ τὴν ἀρετὴν ἀνάγκῃ μετερχόμενοι, καὶ οὐ προθέσει, μεγάλα ἀπὸ τοῦ φόβου καρποῦνται, πολλάκις τὰς ἐπιθυμίας ἐκκόπτοντες τὰς ἑαυτῶν. ∆ιὰ τοῦτο περὶ γεέννης ἀκούωμεν, ἵνα πολύ τι καρπωσώμεθα ἀπὸ τῆς ἀπειλῆς καὶ τοῦ φόβου τούτου. Εἰ γὰρ μέλλων ἐμβάλλειν εἰς αὐτὴν τοὺς ἁμαρτάνοντας, μὴ προεῖπε ταύτης τὴν ἀπειλὴν, πολλοὶ ἐνέπεσον ἂν εἰς αὐτήν. Εἰ γὰρ νῦν τοῦ φόβου κατασείοντος ἡμῶν τὰς ψυχὰς, εἰσί τινες οἱ οὕτω ῥᾳδίως ἁμαρτάνοντες, ὡς οὐδὲ οὔσης αὐτῆς· εἰ μηδὲν τούτων εἴρητο μήτε ἠπείλητο, τί οὐκ ἂν εἰργασάμεθα δεινόν; Ὥστε, ἅπερ ἀεί φημι, τῆς βασιλείας οὐχ ἧττον ἡ γέεννα τοῦ Θεοῦ τὴν κηδεμονίαν δείκνυσιν. Ἡ γέεννα γὰρ τῇ βασιλείᾳ συμπράττει, τοὺς ἀνθρώπους τῷ φόβῳ ὠθοῦσα πρὸς αὐτήν. Μὴ οὖν ἀπηνείας μηδὲ ὠμότητος εἶναι τὸ πρᾶγμα νομίσωμεν, ἀλλὰ ἐλέου καὶ φιλανθρωπίας πολλῆς καὶ κηδεμονίας καὶ φίλτρου τοῦ περὶ ἡμᾶς. Εἰ μὴ ἠπειλήθη καταστροφὴ ἐπὶ Ἰωνᾶ, οὐκ ἂν ἐκωλύθη ἡ καταστροφή· εἰ μὴ εἶπεν, ὅτι Καταστραφήσεται Νινευῒ, οὐκ ἂν ἔστη Νινευΐ· εἰ μὴ ἠπειλήθη γέεννα, ἅπαντες ἂν εἰς γέενναν ἐνεπέσομεν· εἰ μὴ ἠπειλήθη πῦρ, οὐδεὶς ἂν διέφυγε τὸ πῦρ. Ἐναντία ὧν βούλεται πράττειν λέγει, ἵνα πράττῃ ἃ βούλεται. Οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, καὶ λέγει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἵνα μὴ ἐμβάλῃ εἰς θάνατον· οὐκ εἶπε ῥήματι μόνον, ἀλλὰ καὶ τὸ ἔργον δείκνυσιν, ἵνα φεύγωμεν. Ἵνα δὲ μή τις νομίσῃ ἀπειλὴν εἶναι τὸ πρᾶγμα μόνον, ἀλλὰ καὶ ὄντως εἶναι, ἀπὸ τῶν ἐνταῦθα γεγονότων δῆλον τοῦτο ἐποίησεν. Ἢ οὐ δοκεῖ σοι τῆς γεέννης εἶναι σύμβολον ὁ κατακλυσμὸς, ὁ τῆς παντελοῦς πανωλεθρίας τοῦ ὑετοῦ τοῦ πυρός; Ὥσπερ γὰρ, φησὶν, ἐν ταῖς ἡμέραις Νῶε ἦσαν γαμοῦντες καὶ ἐκγαμίζοντες, οὕτω καὶ νῦν. Προεῖπε πρὸ πλείονος χρόνου τότε, καὶ νῦν προλέγει πρὸ ἐτῶν τετρακοσίων, ἢ καὶ πλειόνων, ἀλλ' οὐδεὶς ὁ προσέχων· πάντες μύθους τὸ πρᾶγμα εἶναι νομίζουσι, πάντες γέλωτα, οὐδένα φόβος ἔχει, οὐδεὶς δακρύει, οὐδεὶς πατάσσει τὸ στῆθος. Ὁ ποταμὸς τοῦ πυρὸς ἀναβράσσεται, ἡ φλὸξ ἐκκαίεται, καὶ ἡμεῖς γελῶμεν καὶ τρυφῶμεν καὶ ἁμαρτάνομεν ἀδεῶς. Οὐδεὶς εἰς νοῦν τὴν ἡμέραν ἐκείνην λαμβάνει ποτὲ, οὐδεὶς ἐννοεῖ, ὅ τι παρέρχεται τὰ παρόντα, ὅτι πρόσκαιρα ταῦτα, καίτοι τῶν πραγμάτων καθ' ἑκάστην ἡμέραν βοώντων, καὶ φωνὴν ἀφιέντων. Οἱ ἄωροι θάνατοι, αἱ τῶν πραγμάτων μεταβολαὶ, καὶ ζώντων ἡμῶν γινόμεναι, οὐ παιδεύουσιν ἡμᾶς, αἱ ἀῤῥωστίαι καὶ τὰ λοιπὰ νοσήματα. Οὐκ ἐν τοῖς ἡμετέροις δὲ σώμασι τὰς μεταβολὰς μόνον, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς στοιχείοις ἴδοι τις ἄν· καὶ ἐν ταῖς ἡλικίαις δὲ καθ' ἑκάστην ἡμέραν τὸν θάνατον μελετῶμεν, καὶ ἐν πᾶσι τὸ ἄστατον πανταχοῦ διὰ τῶν πραγμάτων χαρακτηρίζεται. Οὐδέποτε χειμὼν ἔμεινεν, οὐδέποτε θέρος, οὐδὲ ἔαρ, οὐδὲ μετόπωρον, ἀλλὰ πάντα τρέχει καὶ ἀφίπταται καὶ ῥεῖ. Ἀλλὰ τί βούλει εἴπω τὰ ἄνθη, τὰ ἀξιώματα, τοὺς βασιλεῖς τοὺς νῦν ὄντας, καὶ αὔριον οὐκ ὄντας; ἀλλὰ τοὺς πλουτοῦντας; ἀλλὰ τὰ οἰκοδομήματα τὰ λαμπρά; ἀλλὰ νύκτα καὶ ἡμέραν; ἀλλὰ τὸν ἥλιον; ἀλλὰ τὴν σελήνην; οὐ φθίνει καὶ αὐτή; καὶ αὐτὸς δὲ ὁ ἥλιος οὐκ ἐκλείπει πολλάκις, οὐ σκοτίζεται, οὐ νέφος αὐτὸν κρύπτει; Μή τι τῶν ὁρωμένων παραμένει διαπαντός; Οὐδὲν, ἀλλ' ἡ ψυχὴ μόνη τῶν ἐν ἡμῖν, καὶ ταύτης ἀμελοῦμεν. Τῶν μὲν ἀλλοιουμένων, ὡς μενόντων πολλὴν ποιούμεθα πρόνοιαν· τῆς δὲ μενούσης, ἀεὶ ὡς παρερχομένης οὐδένα ἔχοντες λόγον. Ὁ δεῖνα μεγάλα δύναται; Ἀλλ' ἕως αὔριον, μετὰ δὲ ταῦτα ἀπολεῖται· καὶ δῆλον ἐκ τῶν μείζονα δυνηθέντων, καὶ νῦν οὐδαμοῦ φαινομένων. Σκηνή τίς ἐστιν ὁ βίος, καὶ ὄναρ. Καθάπερ γὰρ ἐπὶ τῆς σκηνῆς τοῦ σκήνους ἀρθέντος αἱ ποικιλίαι διαλύονται, καὶ τὰ ὀνείρατα τῆς ἀκτῖνος φανείσης πάντα ἀφίπταται· οὕτω καὶ νῦν τῆς συντελείας γενομένης, καὶ τῆς κοινῆς καὶ τῆς ἑνὸς ἑκάστου, πάντα λύεται καὶ ἀφανίζεται. Καὶ ξύλον μὲν, ὃ ἐφύτευσας, μένει, καὶ ἡ οἰκία, ἣν οἰκοδομεῖς, καὶ αὐτὴ μένει· ὁ δὲ τεχνίτης καὶ ὁ γεωργὸς ἀπάγονται καὶ διαφθείρονται. Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπαταλῶντες.δʹ. Ἄκουσον τί φησιν ὁ Σολομῶν, ὁ ἔργῳ πεῖραν λαβὼν τῶν παρόντων πραγμάτων· Ὠκοδόμησά μοι οἰκίας, φησὶν, ἐφύτευσα κήπους καὶ παραδείσους, ἀμπελῶνας καὶ κολυμβήθρας ὑδάτων, ἀργύριον καὶ χρυσίον ἐγένετό μοι, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ποίμνια καὶ βουκόλια. Οὐδεὶς γὰρ οὕτως ἐγένετο τρυφηλὸς, οὐδεὶς οὕτως ἔνδοξος, οὐδεὶς οὕτω σοφὸς, οὐδεὶς οὕτως ἄρχων, οὐδεὶς οὕτω κατὰ νοῦν πάντα εἶδεν αὐτῷ προκεχωρηκότα. Τί οὖν; Οὐδὲν τούτων ἀπώνατο· ἀλλὰ τί φησι μετὰ ταῦτα πάντα; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης· οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ καθ' ὑπερβολήν. Πεισθῶμεν αὐτῷ, παρακαλῶ, τῷ διὰ πείρας ἥκοντι· πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώμεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμάζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ. Ποθήσωμεν, παρακαλῶ, γνησίως τὸν Θεὸν, μὴ φόβῳ γεέννης, ἀλλ' ἐπιθυμίᾳ βασιλείας. Τί γὰρ, εἰπέ μοι, τοῦ τὸν Χριστὸν ἰδεῖν ἴσον; Οὐδὲν οὐκ ἔστι. Τί δὲ τοῦ ἀπολαῦσαι τῶν ἀγαθῶν ἐκείνων ἴσον; Οὐκ ἔστιν οὐδέν· εἰκότως. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς, φησὶ, τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκείνων ἐπιτυχεῖν σπουδάσωμεν, καταφρονήσωμεν τούτων. Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος; Τί σπουδάζεις περὶ τὸ μηδέν; τί πόνους ὑφίστασαι περὶ τὸ μηδέν; Ἀλλ' ὁρᾷς οἰκοδομὰς λαμπρὰς, καὶ τούτων ἀπατᾷ σε ἡ θέα; Ἀλλ' εὐθέως ἴδε εἰς τὸν οὐρανὸν, ἀνάβλεψον ἀπὸ τῶν λίθων καὶ κιόνων πρὸς ἐκεῖνο τὸ κάλλος, καὶ ὄψει ταῦτα ὅτι μυρμήκων καὶ κωνώπων ἐστὶν ἔργα. Ἐμφιλοσόφησον τῇ θέᾳ· ἄνιθι πρὸς τὰ ἐν τῷ οὐρανῷ· ἐκεῖθεν κατάμαθε τὰς λαμπρὰς οἰκοδομὰς, καὶ ὄψει οὐδὲν οὔσας, ἀλλὰ παίδων ἀθύρματα μικρῶν. Εἶδες πῶς λεπτότερος, πῶς κουφότερος, πῶς καθαρώτερος καὶ διαυγέστερος ὁ ἀὴρ, ὅσῳ ἂν ἀναβαίνῃς εἰς ὕψος; Ἐκεῖ οἱ τὴν ἐλεημοσύνην ἐργαζόμενοι τὰς οἰκίας ἔχουσι, τὰς σκηνάς. Ταῦτα ἐν τῇ ἀναστάσει καταλύεται, μᾶλλον δὲ πρὸ τῆς ἀναστάσεως χρόνος ἐπελθὼν διέφθειρε καὶ ἠφάνισε καὶ διέλυσε· καὶ πρὸ τοῦ χρόνου δὲ ἐν αὐτῇ πολλάκις τῇ ἀκμῇ καὶ τῇ ὥρᾳ ἢ σεισμὸς κατήνεγκεν, ἢ καὶ ἐμπρησμὸς τὸ πᾶν ἐλυμήνατο. Οὐ γὰρ δὴ ἐν ταῖς ἡλικίαις τῶν ἀνθρώπων, ἀλλὰ καὶ ἐν ταῖς οἰκοδομαῖς εἰσιν ἄωροι θάνατοι· καὶ πολλάκις τὰ μὲν σαθρὰ τῷ χρόνῳ γενόμενα, τῆς γῆς τιναχθείσης, ἔμεινεν ἀκλινῆ· τὰ δὲ ἀπαστράπτοντα, καὶ πεπηγότα, καὶ νεοκατασκεύαστα, ὑπὸ βροντῆς μόνης κατεσείσθη καὶ ἀπώλετο· καὶ τοῦτο τοῦ Θεοῦ οἰκονομοῦντος, οἶμαι, ἵνα μὴ μέγα φρονῶμεν ἐν ταῖς οἰκοδομαῖς. Βούλει καὶ ἑτέρως μὴ ἀθυμεῖν, ἐπὶ τὰ κοινὰ ἐλθὲ οἰκοδομήματα, ὧν ἴσον μετέχεις καὶ σύ. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οἰκία, κἂν σφόδρα ᾖ λαμπρὰ, τῶν δημοσίων οἰκοδομημάτων λαμπροτέρα. Ἐνδιάτριψον ὅσον χρόνον θέλεις ἐκεῖ· σά ἐστιν ἐκεῖνα, σά ἐστι μετὰ τῶν ἄλλων· κοινά ἐστι, καὶ οὐκ ἴδια. Ἀλλ' οὐ τέρπει ταῦτα, φησίν. Οὐ τέρπει, πρῶτον μὲν τῇ συνηθείᾳ, δεύτερον δὲ τῇ πλεονεξίᾳ. Ἄρα τὸ τερπνὸν ἡ πλεονεξία ἐστὶν, οὐχὶ τὸ κάλλος· ἄρα ἡ τέρψις ἡ πλεονεξία ἐστὶ, καὶ τὸ τὰ πάντων βούλεσθαι ἰδιοποιεῖσθαι. Μέχρι τίνος τούτοις προσηλώμεθα; μέχρι τίνος τῇ γῇ προσπεπήγαμεν, καὶ καθάπερ οἱ σκώληκες, περὶ τὸν βόρβορον ἐγκαλινδούμεθα; Τὸ σῶμα ἡμῖν ἔδωκεν ὁ Θεὸς ἀπὸ γῆς, ἵνα καὶ αὐτὸ εἰς οὐρανὸν ἀναγάγωμεν, οὐχ ἵνα δι' αὐτοῦ καὶ τὴν ψυχὴν εἰς γῆν κατασπῶμεν· γεῶδές ἐστιν, ἀλλ', ἐὰν θέλω, οὐράνιον γίνεται. Ὅρα πόσῃ τετίμηκεν ἡμᾶς τιμῇ, τοιοῦτον ἔργον ἐπιτρέψας ἡμῖν. Ἐποίησα, φησὶν, ἐγὼ γῆν καὶ οὐρανόν· δίδωμι καὶ σοὶ δημιουργίαν, ποίησον τὴν γῆν οὐρανόν· δύνασαι γάρ. Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτὰ, περὶ τοῦ Θεοῦ εἴρηται. Ἀλλὰ ταύτην καὶ τοῖς ἀνθρώποις ἔδωκε τὴν ἐξουσίαν· καθάπερ τις πατὴρ φιλόστοργος ζωγραφῶν οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὸ παιδίον βούλεται ἄγειν εἰς τὴν ἴσην μάθησιν. Ἐποίησα, φησὶν, ἐγὼ σῶμα καλόν· δίδωμι σοὶ τοῦ κρείττονος τὴν δημιουργίαν· ποίησον σὺ ψυχὴν καλήν. Εἶπον ἐγὼ, Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον κάρπιμον· εἰπὲ καὶ σὺ, Ἐξαγαγέτω ἡ γῆ αὕτη καρπὸν τὸν ἴδιον, καὶ ἐξελεύσεται ὃ ἐὰν θέλῃς ἐνεργῆσαι. Ποιῶ θέρος καὶ ὁμίχλην, στερεῶ βροντὴν, καὶ κτίζω πνεῦμα, ἔπλασα δρά κοντα ἐμπαίζειν αὐτῷ, τουτέστι, τὸν διάβολον. Οὐδὲ σοὶ ταύτης ἐφθόνησα τῆς ἐξουσίας· ἔμπαιξον καὶ σὺ, εἰ θέλεις· δύνασαι γὰρ ὡς στρουθίον δῆσαι αὐτόν. Ἀνατέλλω τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθούς· μίμησαι καὶ σὺ, μετάδος τῶν σῶν καὶ ἀγαθοῖς καὶ πονηροῖς. Ὑβριζόμενος φέρω καὶ εὐεργετῶ τοὺς ὑβρίζοντας· μίμησαι καὶ σύ· δύνασαι γάρ. Εὖ ποιῶ, οὐκ ἐπὶ ἀντιδόσει· μίμησαι καὶ σὺ, καὶ μὴ εὖ ποιήσῃς ἐπὶ ἀντιδόσει, μηδὲ ἐπὶ ἀμοιβῇ. Ἀνῆψα φωστῆρας εἰς τὸν οὐρανόν· ἄναψον καὶ σὺ τούτων λαμπροτέρους, δύνασαι γάρ· τοὺς ἐν πλάνῃ φώτισον· μείζων ἡ εὐεργεσία ἐκείνη τοῦ τὸν ἥλιον ὁρᾷν τὸ ἐμὲ ἐπιγινώσκειν. Ἄνθρωπον οὐ δύνασαι ποιῆσαι, ἀλλὰ δίκαιον δύνασαι ποιῆσαι καὶ εὐάρεστον τῷ Θεῷ. Ἐγὼ τὴν οὐσίαν εἰργασάμην· σὺ καλλώπισον τὴν προαίρεσιν. Ὅρα πῶς σε φιλῶ, καὶ ἐν τοῖς μείζοσί σοι ἔδωκα τὴν ἰσχύν. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς τετιμήμεθα· καί τινες τῶν ἀλογίστων καὶ ἀγνωμόνων λέγουσι,∆ιὰ τί τῆς προαιρέσεώς ἐσμεν κύριοι; Ταῦτα πάντα ὅσα διήλθομεν, ἐν οἷς δυνάμεθα μιμεῖσθαι τὸν Θεὸν, εἰ μὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡμῖν δυνατὸν μιμήσασθαι. Ἄρχω, φησὶν, ἀγγέλων ἐγὼ, καὶ σὺ διὰ τῆς ἀπαρχῆς. Ἐπὶ θρόνου κάθημαι βασιλικοῦ· καὶ σὺ συγκάθησαι διὰ τῆς ἀπαρχῆς· Συνήγειρε, φησὶν, καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός. Προσκυνεῖ σε τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, πᾶσα ἡ ἀγγελικὴ δύναμις, ἀρχαὶ, ἐξουσίαι, θρόνοι, κυριότητες διὰ τῆς ἀπαρχῆς. Μὴ κατηγόρει τοῦ σώματος, ὃ τοσαύτης ἀπολαύει τιμῆς, ὃ τρέμουσι καὶ αἱ ἀσώματοι δυνάμεις. Ἀλλὰ τί εἴπω; οὐ τούτοις τὸ φίλτρον ἐπιδείκνυμαι μόνοις, ἀλλὰ καὶ οἷς ἔπαθον. ∆ιὰ σὲ ἐνεπτύσθην, ἐῤῥαπίσθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, καὶ πρὸς σὲ ἦλθον τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον, καὶ οὐδὲ ἀκοῦσαι βουλόμενον τὸ ὄνομά μου· κατεδίωξα καὶ ἐπέδραμον, ἵνα σε κατάσχω· ἥνωσά σε καὶ συνῆψα ἐμαυτῷ· Φάγε με, εἶπον, πίε με. Καὶ ἄνω σε ἔχω, καὶ κάτω συμπλέκομαί σοι. Οὐκ ἀρκεῖ σοι, ὅτι σου τὴν ἀπαρχὴν ἔχω ἄνω; οὐ παραμυθεῖται τοῦτο τὸν πόθον; καὶ κάτω πάλιν κατέβην, οὐχ ἁπλῶς μίγνυμαί σοι, ἀλλὰ συμπλέκομαι, τρώγομαι, λεπτύνομαι κατὰ μικρὸν, ἵνα πολλὴ ἡ ἀνάκρασις γένηται καὶ ἡ μίξις καὶ ἡ ἕνωσις. Τὰ γὰρ ἑνούμενα ἐν οἰκείοις ἕστηκεν ὅροις· ἐγὼ δὲ συνυφαίνομαί σοι. Οὐ βούλομαι λοιπὸν εἶναί τι μέσον· ἓν εἶναι βούλομαι τὰ ἀμφότερα. Ταῦτα οὖν εἰδότες, καὶ τὴν πολλὴν περὶ ἡμᾶς αὐτοῦ κηδεμονίαν, ἅπαντα πράττωμεν, ἅπερ ἂν ἡμᾶς μὴ ἀναξίους δύναται δεικνύναι τῶν μεγάλων αὐτοῦ δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ις ʹ.∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Σεαυτὸν ἁγνὸν τήρει. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
αʹ. ∆ιαλεχθεὶς περὶ ἐπισκόπων, περὶ διακόνων, ἀνδρῶν, γυναικῶν, περὶ χηρῶν, περὶ πρεσβυτέρων, περὶ τῶν ἄλλων ἁπάντων, καὶ δείξας ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος, ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε· ∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Καὶ φρικτῶς παραγγέλλει λοιπόν· οὐ γὰρ ἐπειδὴ Τιμόθεος ἦν τὸ τέκνον τὸ ἀγαπητὸν, ᾐδέσθη. Ὁ γὰρ περὶ ἑαυτοῦ μὴ αἰσχυνθεὶς εἰπεῖν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι, πολλῷ μᾶλλον περὶ Τιμοθέου οὐκ ἂν ᾐδέσθη οὐδὲ ᾐσχύνθη. Ἀλλὰ τὸν μὲν Πατέρα καὶ τὸν Υἱὸν καλῶς παραλαμβάνει εἰς μαρτυρίαν· τοὺς μέντοι ἐκλεκτοὺς ἀγγέλους τίνος ἕνεκεν; Ἀπὸ πολλῆς ἐπιεικείας· ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησί· ∆ιαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ ∆εσπότου· καὶ πάλιν, Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Καλεῖ δὲ μάρτυρα τὸν Πατέρα καὶ τὸν Υἱὸν τῶν λεχθέντων, εἰς τὴν μέλλουσαν ἡμέραν ἀπολογούμενος αὐτοῖς, εἴ τι γένοιτο παρὰ τὸ δέον, ὡς τὸ πᾶν ἀποδυσάμενος. Ἵνα ταῦτα, φησὶ, φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Τουτέστιν, ἵνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, τοῖς ἐπὶ σοῦ κρινομένοις, ἵνα σε μηδεὶς προκαταλάβῃ, μηδὲ προοικειώσηται. Τίνες δέ εἰσιν οἱ ἐκλεκτοὶ ἄγγελοι; Ἄρα ὡς ὄντων τινῶν οὐ τοιούτων. Ἐπεὶ καὶ ὁ Ἰακὼβ τὸν Θεὸν λαμβάνει ἰδίᾳ μάρτυρα, καὶ τὸν βουνόν. Οὕτω καὶ ἡμεῖς πολλάκις καὶ ὑπερέχοντα καὶ ἐλάττονα πρόσωπα εἰς μαρτυρίαν λαμβάνομεν· οὕτω μέγα ἐστὶν ἡ μαρτυρία, ὡς ἂν εἰ ἔλεγε· Μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν Υἱὸν αὐτοῦ καὶ τοὺς δούλους αὐτοῦ, ὅτι παρήγγειλά σοι· ἐπ' αὐτῶν ἰδού σοι παραγγέλλω. Φοβεῖ τὸν Τιμόθεον. Εἶτα τοῦτο εἰπὼν, ὃ πάντων μάλιστα καιριώτατον ἦν, ἐπήγαγε καὶ ὃ μάλιστα συνέχει τὴν Ἐκκλησίαν, τὸ τῶν χειροτονιῶν. Χεῖρας γὰρ, φησὶ, ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Τί ἐστι, Ταχέως; Μὴ ἐκ πρώτης δοκιμασίας, μηδὲ δευτέρας, μηδὲ τρίτης, ἀλλὰ πολλάκις περισκεψάμενος καὶ ἀκριβῶς ἐξετάσας· οὐ γὰρ ἀκίνδυνον τὸ πρᾶγμα. Τῶν γὰρ ἡμαρτημένων ἐκείνῳ καὶ σὺ δίκην ὑφέξεις ὁ τὴν ἀρχὴν παρασχὼν, καὶ τῶν παρελθουσῶν ἁμαρτιῶν καὶ τῶν γενησομένων. Ἀφεὶς γὰρ τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, τούτων μὲν ὡς αἴτιος ὢν σὺ τοῦτον ἐπὶ τὴν ἀρχὴν ἀγαγὼν, τῶν δὲ παρελθουσῶν ὡς οὐκ ἀφεὶς αὐτὰς πενθῆσαι, οὔτε ἐν κατανύξει γενέσθαι. Ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ἀνδρὶ μέχρι τοσούτου νηστείαις προσεσχηκότι, καὶ ἐπὶ τοσοῦτον ὕδατι χρησαμένῳ, ὡς καὶ ἀσθενεῖν, καὶ πυκνῶς ἀσθενεῖν, παραγγέλλει σωφρονεῖν, καὶ οὐκ ἀναίνεται ἐκεῖνος· πολλῷ μᾶλλον ἡμεῖς, ὅταν ἀκούσωμεν νουθεσίαν παρά τινος, οὐκ ὀφείλομεν δυσχεραίνειν. Τί δήποτε δὲ οὐκ ἔῤῥωσεν αὐτοῦ τὸν στόμαχον; Οὐχ ὡς ἀδυνατῶν, ἀλλὰ μέγα τι καὶ ἐντεῦθεν οἰκονομῶν· οὗ γὰρ τὰ ἱμάτια νεκροὺς ἀνίστη, εὔδηλον ὅτι καὶ τοῦτο ἐδύνατο. Τίνος οὖν ἕνεκεν; Ἵνα, κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἐκεῖνο συμφερόντως ἐγένετο. Εἰ γὰρ αὐτῷ ἐδόθη ἄγγελος Σατᾶν, ἵνα μὴ ὑπεραίρηται, πολλῷ μᾶλλον Τιμοθέῳ· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι. ∆ιὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μὴ σκανδαλίζωνται, καὶ μάθωσιν, ὅτι τῆς φύσεως ὄντες κἀκεῖνοι τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κατώρθουν. ∆οκεῖ δέ μοι καὶ ἄλλως ἐπίνοσος εἶναι, καὶ τοῦτο δείκνυσι λέγων· ∆ιὰ τὰς πυκνάς σου ἀσθενείας, ἀπό τε σοῦ στομάχου, ἀπό τε τῶν ἄλλων μερῶν. Οὐ μὴν ἀνῆκεν αὐτὸν ἀνέδην ἐμφορεῖσθαι τοῦ οἴνου, ἀλλ' ὅσον πρὸς ὑγείαν, οὐ πρὸς τρυφήν. Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, Μὴ κοινώνει, φησὶν, ἁμαρτίαις ἀλλοτρίαις, τί οὖν, ἂν ἀγνοῶ, φησί; Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι αὐτοὺς εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσι. Τινῶν μὲν, φησὶ, δῆλοί εἰσιν, ὅτι προλαμβάνουσι· τινῶν δὲ οὒ, ἀλλ' ἐπακολουθοῦσιν. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύναται. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας ἀξίους πάσης τιμῆς ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Πάσης τιμῆς ἀξίους, φησὶν, ἡγείσθωσαν. Μὴ γὰρ, ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος εἶναι· τοῦτό ἐστιν ἐλευθερία τὸ μᾶλλον δουλεύειν. Ὁ γὰρ ἄπιστος, ἂν μὲν ἴδῃ διὰ τὴν πίστιν αὐθαδῶς προσφερομένους, βλασφημήσει πολλάκις ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι, μὴ πειθομένων. Τί οὖν, φησὶν, ἂν ἄπιστοι ὦσιν οἱ δεσπόται; Καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα. Οἱ γὰρ πιστοὺς ἔχοντες, φησὶ, δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
βʹ. Ὡσεὶ ἔλεγεν, Εἰ τοσαύτης ἠξιώθητε τιμῆς, φησὶν, ὡς ἀδελφοὺς ἔχειν τοὺς δεσπότας, διὰ τοῦτο μάλιστα ὀφείλετε εἴκειν. Προάγουσαι, φησὶν, εἰς κρίσιν· τουτέστι, τῶν πονηρῶν, φησὶ, πράξεων αἱ μὲν λανθάνουσιν ὧδε, αἱ δὲ οὔ· ἐκεῖ δὲ οὐδὲ τὰ κακὰ, οὐδὲ τὰ καλὰ λαθεῖν δύναται. Τί ἐστι, Προάγουσαι εἰς κρίσιν, Οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα, ὅταν τις ἀδιόρθωτος ᾖ, ὅταν τις ἐλπίζηται διορθώσασθαι, μηδὲν δὲ τοιοῦτον πράξῃ. Τί οὖν, καὶ πρὸς τί τοῦτο εἴρηται; Ὅτι κἂν ἐνταῦθά τινες λάθωσιν, ἀλλ' ἐκεῖ οὐ λήσονται· ἐκεῖ πάντα γυμνά ἐστιν. Αὕτη δὲ μεγίστη παραμυθία τοῖς κατορθοῦσιν. Εἶτα ἐπειδὴ εἶπε, Μηδὲν κατὰ πρόσκλησιν, ἀναγκαίως ἑρμηνεύων αὐτὸ ἐπήγαγε τὸ, Ὅσοι εἰσὶ ὑπὸ ζυγὸν δοῦλοι. Καὶ τί τοῦτο πρὸς τὸν ἐπίσκοπον, φησί; Καὶ πάνυ, ἵνα παραινῇ, ἵνα καὶ τούτους διδάσκῃ. Καλῶς δὲ καὶ ἐνταῦθα περὶ τούτων διατάττεται. Καὶ γὰρ ὁρῶμεν αὐτὸν πανταχοῦ τοῖς δούλοις μᾶλλον, ἢ τοῖς δεσπόταις ἐπιτάττοντα, καὶ τρόπους ὑποταγῆς ὑποδεικνύντα, καὶ πολὺν αὐτῶν ποιούμενον λόγον. Ἐκείνοις μὲν οὖν μετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δεσπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν. Καὶ τί δήποτε ταῦτα διατάττεται; ἐπὶ μὲν γὰρ τῶν ἀπίστων, εἰκότως· οὐ γὰρ εἶχε λόγον διαλέγεσθαι τοῖς μὴ προσέχουσιν· ἐπὶ δὲ τῶν πιστῶν, τίνος ἕνεκεν; Ὅτι μείζονα παρὰ τῶν δεσποτῶν εἰσφέρεται τοῖς δούλοις, ἢ παρὰ τῶν οἰκετῶν τοῖς δεσπόταις. Ἐκεῖνοι γάρ εἰσιν οἱ καὶ χρυσίον καταβάλλοντες, καὶ ὑπὲρ τῆς τῶν ἀναγκαίων εὐπορίας, καὶ ὑπὲρ τῶν ἐνδυμάτων, καὶ τῶν ἄλλων μεριμνῶντες ἁπάντων. Ὥστε μείζονα αὐτοῖς δουλείαν εἰσάγουσιν οἱ δεσπόται· ὅπερ καὶ ἐνταῦθα ᾐνίξατο εἰπὼν, ὅτι Πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν; Εἰ δὲ τοῖς δούλοις οὕτως ἐπέταττε τοσαύτῃ κεχρῆσθαι τῇ ὑπακοῇ, ἐννοήσατε πῶς ἡμᾶς πρὸς τὸν ∆εσπότην διακεῖσθαι χρὴ, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα, τὸν τρέφοντα, τὸν ἐνδιδύσκοντα. Εἰ καὶ μηδαμῶς οὖν ἑτέρως, κἂν ὡς οἱ οἰκέται οἱ ἡμέτεροι, δουλεύσωμεν αὐτῷ. Οὐχὶ πᾶσαν τὴν ζωὴν εἰς τοῦτο κατεστήσαντο ἐκεῖνοι εἰς τὸ ἀναπαύεσθαι τοὺς δεσπότας αὐτῶν, καὶ τοῦτο ἔργον αὐτοῖς ἐστι, καὶ οὗτος ὁ βίος τὰ δεσποτικὰ μεριμνᾷν; οὐχὶ τὰ τοῦ δεσπότου πᾶσαν τὴν ἡμέραν μεριμνῶσι, τὰ δὲ αὐτῶν πολλάκις μικρὸν ἑσπέρας μέρος; Ἡμεῖς δὲ τοὐναντίον, τὰ μὲν ἡμέτερα διαπαντὸς, τὰ δὲ τοῦ ∆εσπότου οὐδὲ μικρὸν μέρος, καὶ ταῦτα οὐ δεομένου τῶν ἡμετέρων, καθάπερ οἱ δεσπόται τῶν δούλων, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν εἰς ἡμέτερον προχωρούντων κέρδος. Ἐκεῖ μὲν γὰρ ἡ διακονία τοῦ οἰκέτου τὸν δεσπότην ὠφελεῖ· ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν ∆εσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι. Τῶν ἀγαθῶν γάρ μου, φησὶν, οὐ χρείαν ἔχεις. Εἰπὲ γάρ μοι, τί τῷ Θεῷ κέρδος, ἐὰν ἐγὼ δίκαιος ὦ; ποία δὲ βλάβη, ἐὰν ἄδικος; οὐχὶ ἀκήρατος ἡ φύσις ἐκείνη; οὐχὶ ἀβλαβής; οὐχὶ παντὸς ἀνωτέρα πάθους; Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν· ἡμεῖς δὲ πολλὰ ἴδια ἔχομεν, οὐχ ἁπλῶς τοσαύτης τιμῆς ἀπολαύομεν παρὰ τοῦ τῶν ὅλων βασιλέως. Ποῖος δεσπότης ὑπὲρ οἰκέτου τὸν υἱὸν ἔδωκε τὸν ἑαυτοῦ; Οὐδείς· ἀλλὰ πάντες ἂν ἕλοιντο μᾶλλον τοὺς οἰκέτας ὑπὲρ τῶν παίδων δοῦναι. Ἐνταῦθα δὲ τοὐναντίον· τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ τῶν ἐχθρῶν, τῶν μισούντων αὐτόν. Οἱ οἰκέται, κἂν βαρέα τινὰ ἐπιτάττωνται, οὐδὲ οὕτω δυσχεραίνουσι, καὶ μάλιστα ἂν ὦσιν εὐγνώμονες· ἡμεῖς δὲ ἀποδυσπετοῦμεν μυρία. Τοῖς οἰκέταις οὐδὲν ἐπαγγέλλεται τοιοῦτον ὁ δεσπότης, οἷον ἡμῖν ὁ Θεός· ἀλλὰ τί; ἐλευθερίαν τὴν ἐνταῦθα, τὴν πολλάκις τῆς δουλείας χαλεπωτέραν. Πολλάκις γὰρ κατέλαβε λιμὸς, καὶ πικροτέρα δουλείας αὕτη ἡ ἐλευθερία γέγονε· καὶ τὸ δῶρον τοῦτο τὸ μέγιστον. Παρὰ δὲ τῷ Θεῷ οὐδὲν ἐπίκαιρον, οὐδὲν φθαρτὸν, ἀλλὰ τί; Βούλει μαθεῖν; ἄκουε. Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, φησίν· ὑμεῖς φίλοι μού ἐστε. Αἰσχυνθῶμεν, ἀγαπητοὶ, φοβηθῶμεν· κἂν ὡς οἰκέται ἡμῖν δουλεύουσι, δουλεύσωμεν ἡμεῖς τῷ ∆εσπότῃ· μᾶλλον δὲ πρὸς τὸ πολλοστὸν μέρος τὴν δουλείαν ἡμεῖς ἐπιδεικνύμεθα; Ἐκεῖνοι διὰ τὴν ἀνάγκην φιλοσοφοῦσι, σκεπάσματα μόνον ἔχουσι καὶ τροφάς· ἡμεῖς δὲ μυρία, τὰ μὲν ἔχοντες, τὰ δὲ ἐλπίζοντες, ὑβρίζομεν τῇ τρυφῇ εἰς τὸν εὐεργέτην. Εἰ μηδαμόθεν ἄλλοθεν, κἂν παρ' ἐκείνων δεχώμεθα τῆς φιλοσοφίας τοὺς κανόνας. Οἶδε γὰρ ἡ Γραφὴ οὐχὶ πρὸς οἰκέτας, ἀλλὰ καὶ πρὸς ἄλογα πέμπειν τοὺς ἀνθρώπους· οἷον ὅταν τὴν μέλισσαν, ὅταν τοὺς μύρμηκας κελεύῃ μιμεῖσθαι. Ἐγὼ δὲ κἂν τοὺς οἰκέτας μιμήσασθαι παραινῶ· ὅσα ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον πράττουσι, κἂν τοσαῦτα διὰ τὸν τοῦ Θεοῦ φόβον ἡμεῖς πράττωμεν· οὐ γὰρ εὑρίσκομεν πράττοντας ὑμᾶς. Ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες· ὑβρίζονται καὶ δικαίως καὶ ἀδίκως, καὶ οὐκ ἀντιλέγουσιν, ἀλλὰ παρακαλοῦσιν, ἀδικοῦντες οὐδὲν πολλάκις. Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι· καὶ ἐπὶ στιβάδος καθεύδοντες, καὶ ἄρτου μόνον πληρούμενοι, καὶ τὴν ἄλλην πᾶσαν δίαιταν ἔχοντες εὐτελῆ, οὐκ ἐγκαλοῦσιν, οὐδὲ δυσχεραίνουσιν ἐκεῖνοι διὰ τὸν παρ' ἡμῶν φόβον· ἐμπιστευόμενοι χρήματα, πάντα ἀποδιδόασι (μὴ γάρ μοι τοὺς μοχθηροὺς εἴπῃς τῶν οἰκετῶν, ἀλλὰ τοὺς μὴ λίαν κακούς)· ἂν ἀπειλήσωμεν, εὐθέως συστέλλονται. Ἆρα οὐ φιλοσοφίας ταῦτα; Μὴ γὰρ ὅτι ἀνάγκῃ γίνεται εἴπῃς, ὅτι καὶ ἐπὶ σοὶ ἀνάγκη τῆς γεέννης ἐπίκειται, καὶ οὐδὲ οὕτω σωφρονεῖς, οὐδὲ τοσαύτην παρέχεις τιμὴν τῷ Θεῷ, ὅσης ἀπολαύεις παρὰ τῶν οἰκετῶν· ἔχει ἕκαστος τῶν οἰκετῶν οἴκημα τὸ νενομοθετημένον, καὶ οὐκ ἐπεμβαίνει τῷ τοῦ πλησίον, οὐδὲ λυμαίνεται τῇ ἐπιθυμίᾳ τοῦ πλείονος. Καὶ ταῦτα ἴδοι τις ἂν ἐν οἰκέταις διὰ τὸν τῶν δεσποτῶν φόβον φυλαττόμενα· καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον. Παρὰ δὲ ἀνθρώποις ἐλευθέροις τὰ ἐναντία τούτων γίνεται· ἀλλήλους δάκνομεν, κατεσθίομεν, οὐ δεδοίκαμεν τὸν ∆εσπότην, τὰ τῶν συνδούλων ἁρπάζομεν, κλέπτομεν, τύπτομεν, ὁρῶντος αὐτοῦ· τοῦτο δὲ οὐκ ἂν ποιήσειεν οἰκέτης, ἀλλὰ κἂν τύπτῃ, μὴ ὁρῶντος τοῦ δεσπότου, κἂν ὑβρίζῃ, μὴ ἀκούοντος· ἡμεῖς δὲ τοῦ Θεοῦ πάντα καὶ ὁρῶντος καὶ ἀκούοντος, τολμῶμεν. Φόβος ὁ τοῦ δεσπότου πρὸ τῶν ὀφθαλμῶν ἐκείνων διαπαντός· ἡμῶν δὲ οὗτος οὐδέποτε. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε, πάντα συγκέχυται καὶ διέφθαρται· καὶ αὐτοὶ μὲν οὐδὲ εἰς νοῦν λαμβάνομεν τὰ ἡμαρτημένα ἡμῖν, τῶν δὲ οἰκετῶν τῶν ἡμετέρων ἁμαρτανόντων μετὰ ἀκριβείας ἅπαντα ἐξετάζομεν, καὶ τὰ μικρότατα. Ταῦτα λέγω, οὐχὶ τοὺς οἰκέτας ὑπτίους ποιῆσαι βουλόμενος, ἀλλὰ τὸ ἡμέτερον ὕπτιον ἐπιστρέψαι, τὸ ῥᾴθυμον διεγεῖραι, ἵνα κἂν οὕτω δουλεύωμεν τῷ Θεῷ, ὡς ἡμῖν οἱ οἰκέται, οὕτω τῷ πεποιηκότι ἡμᾶς, ὡς ἡμῖν οἱ ὁμοούσιοι, καὶ μηδὲν τοιοῦτον ἔχοντες παρ' ἡμῶν. Ἐλεύθεροι τῇ φύσει καὶ οὗτοί εἰσιν· Ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τούτοις εἴρηται. Οὐκ ἔστιν αὕτη φύσεως ἡ δουλεία, ἀλλ' αἰτίας ἐστὶ καὶ περιστάσεως· ἀλλ' ὅμως πολλὴν ἡμῖν παρέχουσι τὴν τιμήν. Ἡμεῖς δὲ τούτοις μὲν μετὰ πάσης ἀκριβείας ἐπιτιθέμεθα τῆς ἡμετέρας ἕνεκεν διακονίας· τῷ δὲ Θεῷ οὐδὲ τὸ πολλοστὸν παρέχομεν μέρος, καὶ ταῦτα πάλιν εἰς ἡμᾶς στρεφομένης τῆς ὠφελείας. Ὅσῳ γὰρ ἂν σπουδαιότερον δουλεύσωμεν τῷ Θεῷ, τοσούτῳ μᾶλλον ἑαυτοὺς ὀνήσομεν, καὶ αὐτοὶ μᾶλλον κερδανοῦμεν. Μὴ δὴ τοσαύτης ἀποστερήσωμεν ὠφελείας ἡμᾶς αὐτούς· ὁ μὲν γὰρ Θεὸς αὐτάρκης ἐστὶ καὶ ἀνενδεὴς, ἡ δὲ ἀμοιβὴ καὶ τὸ κέρδος πάλιν εἰς ἡμᾶς ἀνατρέχει. Ὡς οὖν οὐ τὸν Θεὸν θεραπεύοντες, ἀλλ' ἡμᾶς αὐτοὺς, οὕτω διακεώμεθα, παρακαλῶ, καὶ δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ τρόμου, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ ΙΖʹ. Ταῦτα δίδασκε καὶ παρακάλει. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶτῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραὶ, διαπα ρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν, καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ἀφίστασο ἀπὸ τῶν τοιούτων. Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.
αʹ. Οὐκ αὐθεντίας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς, ὥσπερ οὐ προσηνείας μόνον, ἀλλὰ καὶ αὐθεντίας. Καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Παράγγελλε ταῦτα καὶ δίδασκε, ποτὲ δὲ, Ταῦτα δίδασκε καὶ παρακάλει. Εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἵνα αὐτοὶ τῆς ὑγείας ἐπιτύχωσιν, ἀλλ' ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας καὶ κειμένους ἀναστήσωσι· πολλῷ μᾶλλον ἡμᾶς τούτῳ πρὸς τοὺς διδασκομένους τῷ ἤθει κεχρῆσθαι χρὴ παρακαλοῦντας. Οὐδὲ γὰρ δοῦλος αὐτῶν εἶναι παραιτεῖται ὁ μακάριος Παῦλος, λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, φησὶν, ἀλλὰ Χριστὸν Ἰησοῦν, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν· καὶ πάλιν, Πάντα ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς. Καὶ δουλεύει τὴν δουλείαν ταύτην μετὰ προθυμίας· οὐ γάρ ἐστι δουλεία, ἀλλ' ἐλευθερίας βελτίων. Ἐκεῖνος γάρ ἐστι, φησὶ, δοῦλος ὁ ποιῶν τὴν ἁμαρτίαν. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ' ἐκ τοῦ μὴ εἰδέναι. Ὁ γὰρ εἰδὼς τοὺς κατ' εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν· ὁ τοὺς ὑγιαίνοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ. Ὅπερ γὰρ ἐπὶ σωμάτων φλεγμονὴ, τοῦτο ἐν ταῖς ψυχαῖς ἀπόνοια· ὥσπερ ἐκεῖ τὸ φλεγμαῖνον οὐ φαμὲν ὑγιαίνειν, οὕτως οὐδὲ ἐνταῦθα τοὺς ἀλαζόνας. Ἄρα ἔστιν εἰδότα τι μηδὲν εἰδέναι· ὁ γὰρ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδε. Καὶ ὅτι ἐκ τοῦ μηδὲν εἰδέναι ὑπερηφανία γίνεται, δῆλον ἐκεῖθεν· ὁ Χριστὸς ἐκένωσεν ἑαυτόν· ὁ τοῦτο τοίνυν εἰδὼς οὐ μέγα φρονήσει ποτέ· οὐδὲν γὰρ ἔχει ἄνθρωπος, εἰ μὴ παρὰ τοῦ Θεοῦ· οὐκοῦν οὐ μέγα φρονήσει. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Αὐτὸς τοὺς πόδας ἔνιψε τῶν μαθητῶν. Ὁ τοῦτο εἰδὼς, πῶς ἐπαρθήσεται; ∆ιὰ τοῦτό φησιν, Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν. Ὁ τελώνης ἀπὸ μόνης ταπεινοφροσύνης εὐδοκίμησεν, ὁ Φαρισαῖος ἐξ ἀλαζονείας ἀπώλετο. Ὁ τοίνυν τετυφωμένος οὐδὲν τούτων ἐπίσταται. Αὐτὸς πάλιν ὁ Χριστός φησιν· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἀλλὰ νοσῶν, φησὶ, περὶ ζητήσεις. Ἄρα νοσεῖν ἐστι τὸ ζητεῖν. Καὶ λογομαχίαι· εἰκότως. Ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ, ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, τότε οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται. Ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδὲν ἔστιν εὑρεῖν. Ἃ γὰρ ἡ πίστις ἐπαγγέλλε ται μόνη, ἡ ζήτησις ἐπειδὰν ἀναδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν. Οὐδὲ γὰρ εἴ τις μύσας τοὺς ὀφθαλμοὺς, βούλεται εὑρεῖν τι τῶν ζητουμένων, δυνήσεται, ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγμένων, κατορύξας ἑαυτὸν, καὶ τὴν ἀκτῖνα ἀποστραφεὶς, ἐκεῖ ζητοίη, δυνήσεταί τι εὑρεῖν. Οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ μάχας ἀνάγκη τίκτεσθαι. Ἐξ ὧν γίνονται βλασφημίαι, ὑπόνοιαι πονηραί. Τουτέστι, δόξαι καὶ δόγματα πονηρὰ ἀπὸ τῶν ζητήσεων. Τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν.
∆ιαπαρατριβαί· τουτέστι, σχολὴ, ἢ διατριβή. Ἢ τοῦτό φησι, διαπαρατριβαί· καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν, οὕτω καὶ οὗτοι οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων, φησὶ, τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας; αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν· τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει. Ἀπὸ τούτων, φησὶν, ἀφίστασο. Οὐκ εἶπεν, Ὁμόσε χώρει, ἀλλ', Ἀφίστασο, τουτέστιν, ἐκτρέπου. Αἱρετικὸν γὰρ, φησὶν, ἄνθρωπον μετὰ μίαν ἢ δευτέραν νουθεσίαν παραιτοῦ. ∆είκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας. Ἀνθρώπους γὰρ χρημάτων ἕνεκεν μαχομένους πότε δυνήσῃ πεῖσαι; Ἄλλως οὐ πείσεις τοὺς τοιούτους, ἂν μὴ δῷς πάλιν, καὶ οὐδὲ οὕτως αὐτῶν τὴν ἐπιθυμίαν ἐμπλήσεις. Πλεονέκτου γὰρ ὀφθαλμὸς, φησὶν, οὐκ ἐμπίπλαται μερίδι. ∆εῖ τοίνυν αὐτοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. Εἰ δὲ τῷ τοῦ μάχεσθαι πολλὴν ἔχοντι τὴν ἀνάγκην παραινεῖ μὴ ὁμόσε χωρεῖν μηδὲ συμπλέκεσθαι, πολλῷ μᾶλλον τοῖς μαθητευομένοις ἡμῖν, τοῖς ἐν τάξει μαθητῶν οὖσιν. Εἰπὼν δὲ ὅτι νομίζουσι πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἐπήγαγεν· Ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ' ὅταν μὴ ἔχῃ. Ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· Νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν. Ἔστι μὲν γὰρ, ἀλλ' οὐχ οὕτως, ἀλλὰ μειζόνως. Εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. Ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲν ἔχοντες ἤλθομεν εἰς τὸν βίον· οὐκοῦν οὐδὲν ἀπελευσόμεθα ἔχοντες· γυμνὴ γὰρ παρεγένετο ἡ φύσις, γυμνὴ καὶ ἄπεισιν. Οὐ τοίνυν ἡμῖν δεῖ τῶν περιττῶν· εἰ μηδὲν εἰσηνέγκαμεν, μηδὲ ἔχοντες ἀπελευσόμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τοσαῦτα ἐσθίειν χρὴ καὶ τοιαῦτα, ἃ θρέψαι ἀρκεῖ· τοιαῦτα ἀμφιέννυσθαι, ἃ σκεπάσαι μόνον ἡμᾶς ὀφείλει καὶ περιστεῖλαι τὴν γύμνωσιν, μηδὲν περιττόν· τοῦτο δὲ καὶ τὸ τυχὸν ποιῆσαι δύναται ἱμάτιον. Εἶτα ἀπὸ τῶν ἐνταῦθα προτρέπει· Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν. βʹ. Οὐχ ἁπλῶς εἶπεν, Οἱ πλουτοῦντες, ἀλλ', Οἱ βουλόμενοι. Ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν, καταφρονοῦντα αὐτῶν, καὶ εἰς πένητας διανέμοντα. Οὐκ ἄρα τοὺς τοιούτους, ἀλλὰ τοὺς ἐπιθυμοῦντας διαβάλλει. Οἱ δὲ βουλόμενοι, φησὶ, πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου καὶ ἐπιθυμίας πολλὰς καὶ ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε, Βυθίζουσιν, ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ἰδοὺ δύο τίθησιν, ἀλλ' ὃ μᾶλλον αὐτοῖς ἰσχυρότερον εἶναι δοκεῖ, τοῦτο ἐνταῦθα ὕστερον τέθεικε, τὸ, Ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστι μαθεῖν, ἢ τοῖς πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα ἀξίωμα· πάντες μὲν γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὸν τῆς οἰκειώσεως. Εἰ τοῦ Θεοῦ ἄνθρωπος, φησὶν, εἶ, μὴ ζήτει τὰ περιττὰ, καὶ οὐκ ἄγοντα πρὸς τὸν Θεόν· ἀλλὰ Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ἀμφότερα μετ' ἐπιτάσεως. Οὐκ εἶπεν, Ἀφίστασο, καὶ πρόσιθι, ἀλλὰ, Φεῦγε, καὶ δίωκε δικαιοσύνην, ὥστε μὴ πλεονεκτεῖν. Εὐσέβειαν, τὴν τῶν δογμάτων· πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει· ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς. Ἰδοὺ καὶ ὁ μισθός. Εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπὶ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων. Τουτέστι, μὴ καταισχύνῃς τὴν παῤῥησίαν ἐκείνην· τί ἀνόνητα κάμνεις; Ποῖον δὲ πειρασμὸν καὶ παγίδα φησὶν ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; Τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται. Καὶ ἐπιθυμίας ἀνοήτους, φησί. Πῶς γὰρ οὐκ ἀνόητος ἐπιθυμία, ὅταν μωροὺς ἔχωσιν, ὅταν νάνους, οὑ φιλανθρωπίας ἕνεκεν, ἀλλὰ τέρψεως; ὅταν ἰχθῦς ἀποκλείωσιν ἐν ταῖς αὐλαῖς, ὅταν θηρία τρέφωσιν, ὅταν περὶ κύνας ἠσχόληνται, ὅταν ἵππους κοσμῶσι, καὶ τῶν παίδων οὐχ ἧττον περὶ αὐτοὺς διακέωνται; Πάντα ταῦτα ἀνόητα καὶ περιττὰ, οὐδὲν ἀναγκαῖον, οὐδὲν χρήσιμον. Ἐπιθυμίας, φησὶν, ἀνοήτους καὶ βλαβεράς. Ποῖαι βλαβεραί; Ὅταν ἐρῶσιν ἔρωτας ἀτόπους, ὅταν τῶν τοῦ πλησίον ἐφίενται, ὅταν τῇ τρυφῇ προσπαλαίωσιν, ὅταν μέθης ὀρέγωνται, ὅταν σφαγῆς καὶ τῆς ἑτέρων ἀπωλείας. Πολλοὶ δὲ ἀπὸ τῶν τοιούτων ἐρώτων καὶ τυραννίδι ἐπέθεντο, καὶ ἀπώλοντο. Ὄντως ὁ τοιοῦτος κάμνει εἰς ἀνόνητα, μᾶλλον δὲ καὶ βλαβερά. Καὶ καλῶς εἶπεν, Ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως· οὐ γὰρ ἀφίησιν αὐτοὺς τὴν ὁδὸν ἰδεῖν ἀνθέλκουσα τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὴν ἡ φιλαργυρία, καὶ κατὰ μικρὸν ὑποκλέπτουσα. Καθάπερ γάρ τις εὐθεῖαν ὁδὸν βαδίζων, καὶ πρὸς ἕτερόν τι τὸν νοῦν ἐσχηκὼς, βαδίζει μὲν, οὐκ εἰδὼς δὲ παρέρχεται τὴν πόλιν πολλάκις ἐκείνην, εἰς ἣν ἔσπευδεν, ἑλκομένων αὐτῷ τῶν ποδῶν ἁπλῶς καὶ μάτην· τοιοῦτόν τι καὶ ἡ φιλαργυρία ἐστί. Καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Ὁρᾷς, τῷ Περιέπειραν τί ᾐνίξατο; Ὃ δὲ βούλεται δηλοῦν διὰ τῆς ἐμφάσεως, τοῦτό ἐστιν· ἄκανθαί εἰσιν αἱ ἐπιθυμίαι, καὶ καθάπερ ἐν ἀκάνθαις, ὅθεν ἄν τις ἅψηται αὐτῶν, ᾕμαξε τὰς χεῖρας καὶ τραύματα ἐργάζεται· οὕτω καὶ ἀπὸ τῶν ἐπιθυμιῶν τὸ αὐτὸ πείσεται ὁ ταύταις ἐμπεσὼν, καὶ τὴν ψυχὴν ἀλγηδόσι περιβαλεῖ. Πόσας ἔχουσι φροντίδας, πόσας ὀδύνας οἱ περι παρέντες, εἰπέ μοι; Οὐκ ἔστιν εἰπεῖν. ∆ιὰ τοῦτό φησι, Ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονὴν, πραότητα. Ἀπὸ γὰρ τῆς ἀγάπης ἡ πραότης. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα. Ἐνταῦθα αὐτοῦ τὴν παῤῥησίαν καὶ τὴν ἀνδρείαν ἐπαινεῖ· ὅτι μετὰ παῤῥησίας, φησὶν, ἐπὶ πάντων ὡμολόγησας. Ἀναμιμνήσκει δὲ καὶ τῆς κατηχήσεως αὐτόν· Ἐπιλαβοῦ, φησὶ, τῆς αἰωνίου ζωῆς. Οὐκ ἄρα ὁμολογίας χρεία μόνον, ἀλλὰ καὶ ὑπομονῆς, ὥστε διαπαντὸς ἐμμένειν τῇ ὁμολογίᾳ, καὶ ἀγῶνος σφοδροῦ καὶ μυρίων ἱδρώτων εἰκότως, ὥστε μὴ περιτραπῆναι· πολλὰ γὰρ τὰ σκάνδαλα, πολλὰ τὰ κωλύματα. ∆ιὰ τοῦτο στενὴ καὶ τεθλιμμένη ἡ ὁδός. Πάντοθεν οὖν χρὴ συνεστράφθαι, πάντοθεν χρὴ εὔζωνον εἶναι· μυρίαι πανταχόθεν φαίνονται ἡδοναὶ ἕλκουσαι τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς, αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς δόξης, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαρχίας, καὶ φαίνονται λαμπρὰς ὄψεις ἔχουσαι καὶ ἐπεράστους, ἱκανὰς ἐπισπάσασθαι τοὺς ἐπτοημένους, τοὺς μὴ σφόδρα τῆς ἀληθείας ἐρῶντας· αὕτη μὲν γὰρ ἀπεσκληκυῖά ἐστι, καὶ οὐδὲν ἐπιτερπὲς ἔχουσα. Τί δήποτε; Ὅτι πᾶσαν τὴν ἡδονὴν ἐν τῷ μέλλοντι ὑπισχνεῖται· ἐκεῖναι δὲ προτείνουσιν ἤδη τιμὰς, ἡδονὰς, ἀναπαύσεις οὐκ ἀληθεῖς, ἀλλ' ἐπικεχρωσμένας. Ἂν τοίνυν βάναυσος ᾖ τις καὶ μαλακὸς καὶ ἄνανδρος, ἐκείνων ἀνθέξεται, ἐκλυθεὶς πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους. Οὕτω καὶ ἐπὶ τῶν ἀγώνων τῶν ἔξωθεν τῷ μὲν μὴ σφόδρα ἐρῶντι τῶν στεφάνων, ἔξεστιν ἐκ πρώτης συμποσίοις καὶ μέθαις προσανέχειν· οὕτω γοῦν οἱ δειλοὶ καὶ ἄνανδροι τῶν πυκτευόντων ποιοῦσιν· οἱ δὲ πρὸς τὸν στέφανον ὁρῶντες, μυρίας αἴρουσι πληγάς· τῇ γὰρ ἐλπίδι τῶν μελλόντων τρέφονται καὶ διανίστανται. γʹ. Φύγωμεν τοίνυν τὴν ῥίζαν τῶν κακῶν, καὶ πάντα φευξόμεθα. Ἡ φιλαργυρία, φησὶν, ἐστὶ ῥίζα, Παῦλος ἐφθέγξατο, μᾶλλον δὲ ὁ Χριστὸς διὰ Παύλου. Ἴδωμεν δὲ τοῦτο πῶς. Καὶ αὐτὴ τῶν πραγμάτων μαρτυρεῖ ἡ πεῖρα. Τί γὰρ κακὸν οὐ διὰ τὰ χρήματα, μᾶλλον δὲ οὐ διὰ τὰ χρήματα, ἀλλὰ διὰ τὴν κακὴν προαίρεσιν τῶν οὐκ εἰδότων αὐτοῖς κεχρῆσθαι; Ἐπεὶ ἐξῆν τοῖς χρήμασιν εἰς δέον κεχρῆσθαι, ἐξῆν καὶ βασιλείαν δι' αὐτῶν κληρονομεῖν· νυνὶ δὲ ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παραμυθίαν τῶν ἡμαρτημένων ἡμῖν, εἰς εὐδοκίμησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήμεθα κατὰ τῶν ἀθλίων πενήτων, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσμὸν τοῦ Θεοῦ. Τὸν μὲν γὰρ χρήματα ἀφείλετό τις, καὶ πενίᾳ περιέβαλεν, ἑαυτὸν δὲ θανάτῳ· καὶ τοῦτον μὲν ἐνταῦθα τῇ πενίᾳ κατατήκει, ἑαυτὸν δὲ τῇ διηνεκεῖ τιμωρίᾳ. Ἆρα μὴ ἴσον ἐστί; Τί τοίνυν κακὸν οὐ διὰ ταῦτα; οὐχὶ πλεονεξίαι; οὐχ ἁρπαγαί; οὐκ ὀλοφυρμοί; οὐκ ἔχθραι; οὐ μάχαι; οὐ φιλονεικίαι; οὐχὶ μέχρι τῶν νεκρῶν τὰς χεῖρας ἐξέτειναν; οὐχὶ καὶ μέχρι πατέρων καὶ ἀδελφῶν; οὐχὶ φύσεως νόμους, καὶ Θεοῦ προστάγματα, καὶ πάντα ἁπλῶς ἀνέστρεψαν, ὑπὸ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενοι; τὰ δικαστήρια οὐ τούτων ἕνεκεν; Ἄνελε τοίνυν τὴν φιλοχρηματίαν, καὶ πέπαυται πόλεμος, πέπαυται μάχη, πέπαυται ἔχθρα, πέπαυται ἔρις καὶ φιλονεικία. Ὥσπερ λυμεῶνας καὶ λύκους ἐλαύνεσθαι τοὺς τοιούτους ἐκ τῆς οἰκουμένης ἐχρῆν. Καθάπερ γὰρ ἀνεμοί τινες ἐναντίοι καὶ σφοδροὶ εἰς γαληνὸν ἐμπνέοντες πέλαγος ἐκ βάθρων αὐτὸ ἀναστρέφουσιν, ὡς καὶ τὴν βύθιον ἄμμον τοῖς ἄνω μίγνυσθαι κύμασιν· οὕτως οἱ φιλοχρήματοι πάντα ἄνω καὶ κάτω ποιοῦσιν. Οὐδένα οἶδεν ὁ φιλοχρήματος φίλον· τί δὲ λέγω φίλον; οὐδὲ αὐτὸν τὸν Θεὸν ἐπίσταται· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἐκείνης κατεχόμενος, μέμηνεν. Οὐχ ὁρᾶτε τοὺς Τιτᾶνας ξιφήρεις προϊόντας; Ἐκεῖνα μανίας ἐστὶν ὑπόκρισις. Οὗτοι δὲ οὐ τοιοῦτοι, ἀλλ' ἀληθῶς μαινόμενοι καὶ ἐξεστηκότες· κἂν ἀποδύσῃς αὐτῶν τὴν ψυχὴν, οὕτως εὑρήσεις ἐσκευασμένην, οὐχ ἓν ξίφος οὐδὲ δύο, ἀλλὰ μυρία κατέχουσαν, οὐδένα ἐπιγινώσκουσαν, ἀλλὰ κατὰ πάντων λυττῶσαν, πᾶσιν ἐπιπηδῶσαν καὶ ὑλακτοῦσαν κατὰ πάντων, οὐ κύνας σφάζουσαν, ἀλλὰ ψυχὰς ἀνθρώπων, καὶ εἰς τὸν οὐρανὸν αὐτὸν μεγάλα βλασφημοῦσαν. Ὑπὸ τούτων πάντα ἀνατέτραπται, πάντα διόλωλεν ἀπὸ τῆς τῶν χρημάτων μανίας. Τίνας γὰρ, τίνας αἰτιάσομαι, οὐκ οἶδα· οὕτως οὗτος ὁ λοιμὸς πάντας κατέχει, τοὺς μὲν ἐκ πλείονος, τοὺς δὲ ἐξ ἐλάττονος μοίρας, πάντας δὲ ὅμως. Καὶ καθάπερ πυρά τις εἰς ὕλην ἐμπεσοῦσα καταστρέφει πάντα καὶ ἐρημοῖ, οὕτω καὶ αὕτη τὴν οἰκουμένην ἀνέστρεψε· βασιλεῖς, ἄρχοντες, ἰδιῶται, πένητες, γυναῖκες, ἄνδρες, παῖδες ἐξ ἴσης πάντες κατέχονται τῷ κακῷ. Καθάπερ ζόφου τινὸς τὴν οἰκουμένην ἐπιπνέοντος, οὐδεὶς ἀνανήφει· ἀλλὰ κατηγορίαι μὲν μυρίαι κατὰ πλεονεξίας καὶ ἰδίᾳ καὶ δημοσίᾳ γίνονται, διόρθωσις δὲ οὐδαμοῦ. Τί οὖν ἂν γένοιτο; πῶς σβέσομεν τὴν φλόγα; Ἔνεστι γὰρ, κἂν πρὸς αὐτὸν ἀρθῇ τὸν οὐρανόν· θελῆσαι δεῖ μόνον, καὶ πάντως περιεσόμεθα τῆς πυρᾶς. Ὥσπερ γὰρ ἀπὸ τοῦ θέλειν ηὐξήθη, οὕτω καὶ ἀπὸ τοῦ θέλειν καθαιρηθήσεται. Οὐχὶ ἡ προαίρεσις ἡ ἡμετέρα αὐτὴν ἐποίησεν; Οὐκοῦν δυνήσεται καὶ ἡ προαίρεσις σβέσαι· μόνον βουληθῶμεν. Πῶς δὲ τὸ θέλειν ἐγγενήσεται; Ἂν ἴδωμεν αὐτῆς τὸ μάταιον καὶ περιττόν· ὅτι ἐκεῖ ἡμῖν συναπελθεῖν οὐ δυνήσεται, ὅτι καὶ ἐνταῦθα ἡμᾶς ἀφίησιν· ὅτι αὐτὴ μὲν ὧδε μένει, τὰ δὲ ἐξ αὐτῆς ἡμῖν τραύματα συναπέρχεται· ἂν ἴδωμεν, ὅτι πολὺς ἐκεῖ πλοῦτός ἐστιν· ἂν πρὸς ἐκεῖνον τοῦτον παραβάλωμεν, καὶ βορβόρου εὐτελέστερος φανεῖται· ἂν ἴδωμεν, ὅτι μυρίους ἔχει κινδύνους, ὅτι ἡδονὴν πρόσκαιρον, ὅτι ἡδονὴν ἀναμεμιγμένην ἀθυμίαις· ἂν ἐκεῖνον τὸν πλοῦτον καλῶς περισκεψώμεθα τὸν τῆς αἰωνίου ζωῆς, οὕτω δυνησόμεθα τούτου καταφρονεῖν· ἂν ἴδωμεν, ὅτι οὐδὲν ἡμᾶς ὀνίνησιν, οὐ πρὸς δόξαν, οὐ πρὸς ὑγείαν, οὐ πρὸς ἄλλο οὐδὲν, ἀλλὰ τοὐναντίον καὶ βυθίζει εἰς ὄλεθρον καὶ ἀπώλειαν· ἂν μάθῃς ὅτι ἐνταῦθα πλουτεῖς καὶ πολλοὺς ἔχεις ὑπὸ σαυτὸν, ἐκεῖ δὲ ἀπελθὼν, ἔρημος ἀπελεύσῃ καὶ γυμνός. Ἂν ταῦτα ἐπᾴδωμεν συνεχῶς, καὶ παρὰ τῶν ἄλλων ἀκούωμεν, ἴσως ἔσται τις ὑγεία, ἔσται τις ἀπαλλαγὴ τῆς κολάσεως ταύτης τῆς χαλεπῆς. Καλὸν ὁ μαργαρίτης; ἀλλ' ἐννόησον ὅτι ὕδωρ ἐστὶ θαλάττιον, ὅτι ἐν τοῖς κόλποις αὐτῆς τὸ πρότερον ἦν ἐῤῥιμμένος. Καλὸν τὸ χρυσίον καὶ τὸ ἀργύριον; ἀλλ' ἐννόησον, ὅτι γῆ καὶ σποδὸς καὶ ἦν καὶ ἔστι. Καλὰ τὰ σηρικὰ ἱμάτια; ἀλλὰ σκωλήκων ἐστὶν ὕφασμα· ὑπόληψίς ἐστι καὶ πρόληψις ἀνθρωπίνη, οὐκ ἐν τῇ φύσει τὸ κάλλος ἔχει. Τὰ γὰρ ἐν τῇ φύσει τὸ κάλλος ἔχοντα οὐ δεῖται τῶν διδασκόντων. Σὺ δὲ ἂν ἴδῃς νόμισμα χαλκοῦν ἁπλῶς ἀνακεχρωσμένον χρυσῷ, πρῶτον μὲν θαυμάζεις, χρυσὸν αὐτὸν ὀνομάζων· ὅταν δὲ οἱ περὶ ταῦτα δεινοὶ τὴν ἀπάτην σε διδάξωσι, συνεξῆλθε τὸ θαῦμα μετὰ τῆς ἀπάτης. Ὁρᾷς ὅτι οὐκ ἐν τῇ φύσει ἔχει τὸ καλόν; Ἀλλ' οὐδὲ ὁ ἄργυρος· καὶ γὰρ ἂν ἴδῃς κασσίτερον, θαυμάζεις ὡς ἄργυρον, ὥσπερ τὸν χαλκὸν ὡς χρυσόν· καὶ χρεία τῶν διδασκόντων ποῖα χρὴ θαυμάζειν. Οὕτως οὐκ ἀρκοῦσιν ἡμῖν οἱ ὀφθαλμοὶ πρὸς τὴν διάγνωσιν. Τὰ δὲ ἄνθη οὐ τοιαῦτα, ἀλλ' ἐκείνων βελτίω πολλῷ. Ῥόδον ἂν ἴδῃς, οὐ χρεία τῶν διδασκόντων, ἀλλ' οἶδας ἀφ' ἑαυτοῦ τὴν ἀνεμώνην διαιρεῖν καὶ ἴα· οὕτω καὶ κρίνα, καὶ ἕκαστον ἄνθος. Οὐδὲν οὖν ἕτερον ἢ πρόληψις τὸ γινόμενον. Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ μοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιμιώτερον νομοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ μετεθήκατε ἂν τὸ θαῦμα καὶ τὸ φίλτρον; οὕτω πανταχοῦ τῆς πλεονεξίας ἐσμὲν καὶ τῆς ὑπονοίας. Καὶ ὅτι οὕτως ἐστὶ, καὶ τῷ σπανίῳ τιμᾶται, ἀλλ' οὐ τῇ φύσει· εἰσὶν καρποὶ παρ' ἡμῖν εὐτελεῖς, ἐν δὲ τῇ Καππαδοκῶν χώρᾳ τίμιοι, καὶ τῶν παρ' ἡμῖν τιμίων πολυτελέστεροι πάλιν ἐν τῇ Σηρῶν χώρᾳ ἕτεροι, ὅθεν τὰ ἱμάτια ταῦτα. Ἐν δὲ τῇ ἀρωματοφόρῳ Ἀραβίᾳ καὶ Ἰνδίᾳ, ἔνθα εἰσὶν οἱ λίθοι, πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. Οὕτω πρόληψίς ἐστιν, οὕτως ὑπόνοιά ἐστιν ἀνθρωπίνη τὰ τοιαῦτα· καὶ οὐδὲν κρίσει πράττομεν, ἀλλ' ἁπλῶς καὶ ὡς ἔτυχεν. Ἀνανήψωμεν τοίνυν ποτὲ ἐκ τῆς μέθης ταύτης· ἴδωμεν τὸ ὄντως καλὸν, τὸ φύσει καλὸν, τὴν εὐσέβειαν, τὴν δικαιοσύνην, ἵνα ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
OΜΙΛΙΑ ΙΗʹ.Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν.
αʹ. Πάλιν τὸν Θεὸν μαρτύρεται, πρὸ μικροῦ τοῦτο ποιήσας, ὁμοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερον . καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς, ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ' αὐτοῦ τοῦ ∆εσπότου λαμβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν μάρτυρα ἐν διανοίᾳ ἔχων ἀφ' οὗ ἤκουσε, κατασείηται τὴν διάνοιαν τῇ μνήμῃ. Παραγγέλλω σοι, φησὶν, ἐνώπιον τοῦ Θεοῦ ζωοποιοῦντος τὰ πάντα. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις. Καὶ Χριστοῦ Ἰησοῦ, φησὶ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου. Πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἐκεῖνος ἐποίησεν, οὕτω, φησὶ, καὶ ὑμᾶς χρὴ ποιεῖν. ∆ιὰ τοῦτο γὰρ ἐμαρτύρησεν, ἵνα κατ' ἴχνος αὐτοῦ βαίνωμεν τὴν καλὴν ὁμολογίαν· ὅπερ καὶ ἐν τῇ πρὸς Ἑβραίους ποιεῖ λέγων· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικε· καὶ πάλιν, Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμνητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Τοῦτο καὶ νῦν ποιεῖ πρὸς τὸν μαθητήν· ὡς ἂν εἰ ἔλεγε, Μὴ δείσῃς τὸν θάνατον· Θεοῦ γὰρ εἶ δοῦλος τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν. Ποίαν δὲ λέγει καλὴν ὁμολογίαν; Ἣν ἀνερωτῶντος Πιλάτου, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἐγὼ εἰς τοῦτο γεγέννημαι, ἔφη. Καὶ πάλιν, Ἐγὼ ἦλθον μαρτυρῆσαι τῇ ἀληθείᾳ. Ἴδε οὗτοί μου ἤκουσαν. Ἢ οὖν διὰ τοῦτό φησιν, ἢ ὅτι εἶπεν, ἐρωτώμενος εἰ Υἱὸς Θεοῦ ἐστι, Σὺ λέγεις ὅτι Υἱὸς Θεοῦ εἰμι ἐγώ. Καὶ πολλὰ ἕτερα ἐμαρτύρησε καὶ ὡμολόγησε. Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον καὶ ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου. Ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ, Μέχρι τῆς ἐπιφανείας, εἶπεν, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ. Τί ἐστι, Τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον; Μήτε δογμάτων ἕνεκεν, μήτε βίου, κηλῖδά τινα προστριψάμενον. Ἣν καιροῖς ἰδίοις δείξει, φησὶν, ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Περὶ τίνος ταῦτα εἴρηται; ἆρα περὶ τοῦ Πατρός; ἆρα περὶ τοῦ Υἱοῦ; Περὶ τοῦ Υἱοῦ πάντως. Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης. Καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μὴ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς. Καιροῖς ἰδίοις· τουτέστι, τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις· ὥστε μὴ ἀσχάλλειν, ὅτι οὐδέπω γέγονε. Καὶ πόθεν δῆλον ὅτι δείξει; Ἐκ τοῦ εἶναι δυνάστην· μόνος γάρ ἐστι δυνάστης. Οὐκοῦν δείξει ὁ μακάριος, ἡ αὐτομακαριότης. Τοῦτο δὲ λέγει δηλῶν ὅτι οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές. Τὸ δὲ, Μόνος, ἢ πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον εἴρηκεν· ὃ καὶ ἡμεῖς λέγομεν πολλάκις περὶ ἀνθρώπων, οὓς ἐξαιρεῖν βουλόμεθα. Ὁ μόνος ἔχων ἀθανασίαν, φησί. Τί οὖν; ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστί; καὶ πῶς, τῆς αὐτῆς ὢν οὐσίας τῷ Πατρί; Φῶς οἰκῶν ἀπρόσιτον, φησίν. Ἄλλο τὸ φῶς αὐτὸς, καὶ ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; Ἄπαγε. Οὐχ ἵνα τοῦτο νοήσωμεν, ἀλλ' ἵνα τὸ ἀκατάληπτον τῆς θείας φύσεως παραστήσῃ, φῶς οἰκεῖν αὐτὸν εἶπεν ἀπρόσιτον, οὕτω θεολογήσας ὡς ἦν αὐτῷ δυνατόν. Ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθείη ἡ γλῶττα, πῶς ἐξασθενεῖ; Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, φησὶν, οὐδὲ ἰδεῖν δύναται· ὥσπερ οὖν τὸν Υἱὸν οὔτε εἶδέ τις, οὔτε ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον. Ἀμήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα, καὶ ἀναγκαίως. Ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον τὸν μαθητὴν ἐντρέψαι. Τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον δυνάμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τίς ἐστιν. Εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δεήσῃς· κἂν νῦν μὴ γένηται, ἀεὶ τιμὴ αὐτῷ, ἀεὶ κράτος αὐτῷ. Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Καλῶς εἶπεν, Ἐν τῷ νῦν αἰῶνι· εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι. Ταῦτα δὲ παραινεῖ, εἰδὼς ὅτι οὐδὲν οὕτω τίκτει τῦφον καὶ ἀπόνοιαν καὶ ἀλαζονείαν, ὡς χρήματα. Εἶτα εὐθέως αὑτοὺς κατέσπακεν, εἰπών· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια· ὡς ὅγε εἰς Θεὸν ἐλπίζων, οὐκ ἐπαίρεται. Τί ἐλπίζεις ἐπὶ τὸ ἀθρόον μεθιστάμενον; τοῦτο γὰρ ὁ πλοῦτος· καὶ πῶς εἰς ἐκεῖνον ἐλπίζεις ὑπὲρ οὗ θαῤῥῆσαι οὐκ ἔστι; Πῶς δὲ δυνήσονται μὴ ὑψηλοφρονεῖν, φησίν; Ἂν ἴδωσιν ὅτι οὗτος ἄστατος, ἀβέβαιος· ἂν ἴδωσιν ὅτι μείζων τοῦ πλούτου ἡ ἐλπὶς ἡ παρὰ τοῦ Θεοῦ· ἂν ἴδωσιν ὅτι καὶ τούτου αὐτοῦ αἴτιος ὁ Θεός. Ἀλλ' ἐπὶ τῷ Θεῷ, φησὶ, τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν. Καλῶς εἶπε, Πάντα πλουσίως, τὰς ἐτησίους τροπὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὸ ὕδωρ, τὰ ἄλλα πάντα. Ὁρᾷς πῶς πλουσίως παρέχει καὶ μετὰ πολλῆς τῆς ἀφθονίας; Εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζήτει τὸν μένοντα, τὸν βέβαιον, τὸν ἀπὸ τῶν ἔργων γινόμενον τῶν ἀγαθῶν. Τοῦτο καὶ αὐτὸς δηλῶν, Ἀγαθοεργεῖν, φησὶ, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς· τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης. Κοινωνικοὺς ὁμιλητικούς φησι, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον· ἔνθα δὲ βέβαιος ὁ θεμέλιος, οὐδὲν ἄστατον, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλάβωνται, φησὶ, τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνης ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὢ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μὴ μειώσῃς· οὐκ ἔστι σὰ, τὰ ἀλλότρια ἐνεπιστεύθης· μηδὲν ἐλαττώσῃς. Ἐκτρεπόμενος, φησὶ, τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως.
βʹ. Καλῶς οὕτως εἶπεν. Ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν. Ἢ τάχα τοῦτό φησι, διότι τινὲς ἑαυτοὺς ἐκάλουν τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγελλόμενοι, φησὶ, περὶ τὴν πίστιν ἠστόχησαν. Ὁρᾷς πῶς πάλιν κελεύει μηδὲ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους; Ἐκτρεπόμενος, φησὶ, τὰς ἀντιθέσεις. Ἄρα εἰσὶν ἀντιθέσεις, πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή. ∆ιὰ τί; Ὅτι τῆς πίστεως ἐκβάλλουσιν, ὅτι οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως οὐδὲ πεπηγέναι. Μὴ δὴ ταύτης ἐχώμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀῤῥαγοῦς. Οὔτε γὰρ ποταμοὶ, οὔτε ἄνεμοι προσπεσόντες δυνήσονταί τι λυμήνασθαι ἡμῖν· ἑστήκαμεν γὰρ ἐπὶ τῆς πέτρας ἀπαρασάλευτοι. Οὕτω καὶ ἐπὶ τοῦ βίου τούτου, ἂν ἐκεῖνον ἑλώμεθα τὸν ὄντως θεμέλιον, ἑστήκαμεν πάλιν οὐδὲν πάσχοντες δεινόν. Ὁ τὸν πλοῦτον αἱρούμενος ἐκεῖνον, οὐδὲν πείσεται δεινὸν, ὁ τὴν εὐδοκίμησιν, ὁ τὴν δόξαν, ὁ τὴν τιμὴν, ὁ τὴν ἡδονήν· πάντα ἐκεῖνα βέβαια, μεταβολὴ οὐδεμία· πάντα τὰ ἐνταῦθα ἀλλοιοῦται καὶ ὑπὸ τροπὴν κεῖται, πάντα μεταβάλλεται. Τί γὰρ βούλει; δόξαν; Οὐ συγκαταβήσεται, φησὶν, ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· πολλάκις δὲ οὐδὲ ζῶντι παραμένει. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, ἀλλὰ πάντα μένει. Ὁ ἐνταῦθα ἔνδοξος ἀπὸ τῆς ἀρχῆς, ἑτέρου τὴν ἀρχὴν διαδεξαμένου, γέγονεν εὐτελὴς, καὶ τῶν ἀρχομένων εἷς· ὁ πλούσιος, ἢ λῃστῶν ἐπιθεμένων, ἢ συκοφαντῶν καὶ ἐπιβούλων, ἄφνω γέγονε πένης. Ἀλλ' οὐ τὰ παρ' ἡμῖν οὕτως· ὁ σώφρων ἐὰν ἑαυτῷ προσέχῃ, οὐδεὶς αὐτοῦ τὴν σω φροσύνην ἀφελέσθαι δυνήσεται· τὸν ἄρχοντα ἑαυτοῦ καὶ κρατοῦντα οὐδεὶς ἰδιώτην, οὐδὲ ἀρχόμενον ἐργάσεται. Ὅτι γὰρ αὕτη μείζων ἐκείνης ἡ ἀρχὴ, ἀπὸ τῆς ἐξετάσεως μάνθανε. Τί γὰρ ὄφελος, εἰπέ μοι, ἐθνῶν ὁλοκλήρων ἄρχειν, καὶ δοῦλον εἶναι τῶν παθῶν; Ποία δὲ βλάβη μηδενὸς ἀνθρώπων ἄρχειν, καὶ τῆς τῶν παθῶν τυραννίδος ἀνώτερον εἶναι; Τοῦτο ἐλευθερία, τοῦτο ἀρχὴ, τοῦτο βασιλεία καὶ δυναστεία· ἐκεῖνα δουλεία, κἂν μυρία τις διαδήματα περικέηται. Ὅταν γὰρ ἔνδοθεν ἄρχῃ αὐτοῦ τῶν δεσποτῶν τὸ πλῆθος, τὴν φιλαργυρίαν λέγω, τὴν φιληδονίαν, τὴν ὀργὴν, τὰ ἄλλα πάθη, τί τοῦ διαδήματος ὄφελος; Μείζων ἡ τυραννὶς τῶν παθῶν, ὅταν μηδὲ ὁ στέφανος αὐτὸν ἰσχύῃ ταύτης ἐξελέσθαι τῆς ὑποταγῆς. Ὥσπερ ἂν εἰ παρὰ βαρβάροις βασιλεύς τις γενόμενος ἐδούλευεν, εἶτα ἐκεῖνοι βουλόμενοι μείζονα δεῖξαι τὴν ἀρχὴν, μήτε τὴν ἁλουργίδα, μήτε τὸ διάδημα ἀφέλοιντο, ἀλλὰ μετ' ἐκείνων καὶ ὑδροφορεῖν, καὶ μαγειρεύειν, καὶ τὰ ἄλλα πάντα διακονεῖσθαι προστάττοιεν, ὥστε αὐτοῖς μὲν μείζονα τὴν τιμὴν, ἐκείνῳ δὲ τὴν αἰσχύνην γενέσθαι· οὕτω καὶ νῦν, παντὸς βαρβάρου βαρβαρικώτερον ταῦτα τὰ πάθη ἡμῖν προσφέρεται. Ὁ μὲν γὰρ τούτων καταφρονῶν, καὶ τῶν βαρβάρων καταγελάσεται· ὁ δὲ τούτοις ὑποκύπτων, πολλῷ δεινότερα πείσεται, ἢ παρὰ τῶν βαρβάρων. Ὁ βάρβαρος, ὅταν μεγάλα ἰσχύσῃ, τὸ σῶμα αἰκίζεται, αὗται δὲ τὴν ψυχὴν βασανίζονται καταξαίνουσαι πάντοθεν· ὁ βάρβαρος ὅταν μεγάλα ἰσχύσῃ, θανάτῳ τούτῳ παρέδωκεν, αὗται δὲ τῷ μέλλοντι. Ὥστε μόνος ἐλεύθερος ἐκεῖνος ὁ τὴν ἐλευθερίαν οἴκοθεν ἔχων, ὥσπερ καὶ δοῦλος ἐκεῖνος ὁ τοῖς ἀλόγοις πάθεσιν ὑποκύπτων. Οὐδεὶς ἐπιτάττει δεσπότης, κἂν σφόδρα ἀπηνὴς ᾖ, τοιαῦτα ὠμὰ καὶ ἀπηνῆ προστάγματα· Καταίσχυνόν σου, φησὶ, τὴν ψυχὴν εἰκῆ καὶ μάτην, πρόσκρουσον τῷ Θεῷ, τὴν φύσιν αὐτὴν ἀγνόησον, κἂν πατὴρ ᾖ, κἂν μήτηρ, μηδεμίαν ἔχε αἰδὼ, στῆθι κατ' αὐτῶν. Τοιαῦτα γὰρ τῆς φιλαργυρίας τὰ ἐπιτάγματα. Θῦσόν μοι, φησὶ, μὴ μόσχους, ἀλλὰ ἀνθρώπους. Καὶ ὁ μὲν προφήτης, Θύσατε, φησὶν, ἀνθρώπους· οἱ μόσχοι γὰρ ἐκλελοίπασιν· αὕτη δὲ οὐ τοῦτό φησιν, ἀλλὰ, μόσχων ὄντων, Θῦσον ἀνθρώπους, κατάθυσον τοὺς μηδὲν ἠδικηκότας· κἂν εὐηργετημένος ᾖς, ἀπόκτεινον. Πάλιν, Ἔσο πολέμιος, κοινὸς ἐχθρὸς ἁπάντων περιέρχου, καὶ τῆς φύσεως αὐτῆς, καὶ τοῦ Θεοῦ· σύναγε χρυσίον, οὐχ ἵνα ἀπολαύσῃς, ἀλλ' ἵνα φυλάξῃς, ἵνα μείζονα ἐργάσῃ τὴν βάσανον. Οὐ γὰρ ἔνι τὸν φιλάργυρον καὶ ἀπολαυστικὸν εἶναι· δέδοικε γὰρ μὴ ἐλαττωθῇ τὸ χρυσίον, μὴ πενιχροὶ γένωνται οἱ θησαυροί. Ἀγρύπνει, φησὶ, πάντας ἔχε δι' ὑποψίας, καὶ οἰκέτας καὶ φίλους· ἔσο φύλαξ τῶν ἀλλοτρίων. Ἂν ἴδῃς πένητα λιμῷ φθειρόμενον, μὴ μεταδῷς, ἀλλ', εἰ δυνατὸν, καὶ τὸ δέρμα αὐτὸν ἀπόδυσον. Ἐπιόρκει, ψεύδου, ὄμνυε, κατηγόρει, συκοφάντει, κἂν εἰς πῦρ ἐμβῆναι δέῃ, μὴ παραιτήσῃ, κἂν μυρίους ὑποστῆναι θανάτους, κἂν λιμῷ διαφθαρῆναι, κἂν προσπαλαῖσαι νόσῳ. Ἢ οὐχὶ ταῦτα νομοθετεῖ ἡ φιλαργυρία; Ἰταμὸς ἔσο καὶ ἀναίσχυντος, ἀνειδὴς καὶ θρασὺς, μιαρὸς καὶ μοχθηρὸς, ἀγνώμων, ἀναίσθητος, ἄφιλος, ἄσπονδος, ἄστοργος, πατραλοίας, θηρίον μᾶλλον ἢ ἄνθρωπος. Παρέλασον πάντα ὄφιν τῇ πικρίᾳ, πάντα λύκον τῇ ἁρπαγῇ, ὑπέρβηθι καὶ τῆς φύσεως ἐκείνης τὴν θηριωδίαν· κἂν εἰς δαίμονος ἐλθεῖν κακίαν δέῃ, μὴ παραιτήσῃ· ἀγνόησον τὸν εὐεργέτην. Οὐχὶ ταῦτα λέγει, καὶ ἀκούεται; Ὁ δὲ Θεὸς τὰ ἐναντία· Ἔσο πᾶσι φίλος, ἔσο ἐπιεικὴς, παρὰ πάντων ἀγαπώμενος, μηδενὶ πρόσκρουε εἰκῆ καὶ μάτην, τίμα τὸν πατέρα, τίμα τὴν μητέρα, δόξης ἀπόλαυε χρηστῆς, ἔσο μὴ ἄνθρωπος, ἀλλὰ ἄγγελος· μηδὲν ἀναίσχυντον εἴπῃς, μηδὲν ψευδὲς, ἀλλὰ μηδὲ ἐννοήσῃς· ἐπικούρει τοῖς δεομένοις, μὴ ἀναγκάζου πράγματα ἔχειν ἁρπάζων, μὴ ἔσο ὑβριστὴς μηδὲ θρασύς· καὶ οὐδεὶς ὁ ἀκούων. Ἆρα οὐ δικαίως ἡ γέεννα; οὐκ εἰκότως τὸ πῦρ; ὁ σκώληξ ὁ ἀτελεύτητος; Μέχρι τίνος κατὰ κρημνῶν ὠθοῦμεν ἑαυτούς; μέχρι τίνος ἐπὶ τῶν ἀκανθῶν βαδίζομεν; μέχρι τίνος ἥλοις διαπείρομεν ἑαυτοὺς, καὶ χάριν ἔχομεν; Ὠμοῖς τυράννοις ὑποκείμεθα, τὸν προσηνῆ ∆εσπότην παραιτούμεθα, τὸν οὐδὲν ἐπαχθὲς λέγοντα, οὐδὲ βάρβαρον, οὐδὲ φορτικὸν, οὐδὲ ἀνόνητον, ἀλλὰ πάντα χρήσιμα καὶ ἐπικερδῆ καὶ ὠφέλειαν ἡμῖν μεγάλην παρέχοντα. ∆ιαναστῶμέν ποτε, συστρέψωμεν ἑαυτοὺς, συγκροτήσωμεν, ἀγαπήσωμεν, ὡς δεῖ, τὸν Θεὸν, ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὑτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου