ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί·

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί·




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.

αʹ. Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον  ταί τινες τῆς πίστεως· καὶ πάλιν  ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων  τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆςἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον  σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα  ἔσονται, οὐδὲν  θαυμαστὸν  εἶναι  καὶ ἐφ' ἡμῶν.  Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων  λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων.


Καὶ εὐθέως τὸ πάντων  αἴτιον  τίθησι τῶν κακῶν, καὶ τὴν ῥίζαν καὶ τὴν πηγὴν, καὶ ὅθεν τὰ ἄλλα  πάντα  τίκτεται,  τὴν  ὑπεροψίαν.  Ὁ τούτῳ  ἁλοὺς τῷ πάθει οὐδὲ τὰ οἰκεῖα σκοπεῖ. Ὅταν γὰρ μὴ τὰ τοῦ πλησίον τις σκοπῇ, ὅταν τῶν ἐκείνου ἀμελῇ, πῶς τὰ ἑαυτοῦ σκοπήσει; Ὥσπερ γὰρ ὁ τὰ τοῦ πλησίον ὁρῶν, τὰ αὑτοῦ καλῶς θήσεται ἐν τοῖς ἐκείνου·  οὕτως  ὁ καταφρονῶν   τὰ  ἐκείνου,  καὶ  τὰ  αὑτοῦ  ὑπερόψεται.  Εἰ γὰρ  μέλη ἀλλήλων  ἐσμὲν, ἡ τοῦ πλησίον σωτηρία οὐκ ἐκείνου μόνον ἐστὶν, ἀλλὰ καὶ τοῦ λοιποῦ σώματος· καὶ ἡ τοῦ πλησίον βλάβη, οὐ μέχρις ἐκείνου μόνον ἵσταται, ἀλλὰ καὶ ἅπαντα λοιπὸν κατατείνει  ταῖς ὀδύναις. Εἰ οἰκοδομή ἐσμεν, ὅπερ ἂν πάθῃ μέρος, καὶ τῷ λοιπῷ λυμαίνεται· ἂν δὲ ᾖ στεῤῥὸν, καὶ τὸ λοιπὸν  διαβαστάζειν δύναται. Οὕτω δὴ καὶ ἐν τῇ Ἐκκλησίᾳ, ὑπερεῖδες  τοῦ ἀδελφοῦ;  σαυτὸν ἠδίκησας. Πῶς; Τὸ μέλος  τὸ σὸν βλάβην ὑπέστη οὐ μικράν. Εἰ γὰρ ὁ χρημάτων μὴ μεταδιδοὺς εἰς τὴν γέενναν  ἄπεισιν, ὁ ἐν τοῖς ἀναγκαιοτέροις  ὁρῶν  κινδυνεύοντα,   καὶ  χεῖρα  μὴ  ὀρέγων,  πολλῷ  μᾶλλον  ἐκείνου τοῦτο πείσεται, ὅσῳ καὶ ἐν μείζονι ἡ ζημία γέγονεν· Ἔσονται γὰρ, φησὶν, οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν ὁ μάλιστα ἑαυτὸν μὴ φιλῶν· ὁ δὲ φιλάδελφος,  οὗτος μᾶλλόν  ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν. Ἀπὸ τούτου ἡ φιλαργυρία. Τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ  ἐκκεχυμένην  συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον   καὶ  μικρολόγον.   Φιλάργυροι.  Ἀπὸ  τούτου   ἀλαζονεία   τίκτεται,   ἀπὸ  τῆς ἀλαζονείας  ἡ  ὑπερηφανία,  ἀπὸ  τῆς  ὑπερηφανίας   βλασφημία,  ἀπὸ  τῆς  βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. Ὁ γὰρ κατὰ ἀνθρώπων  ἐπαιρόμενος, εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ. Οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται· πολλάκις κάτωθεν ἄνεισιν. Ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ  μᾶλλον  πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους  ἐπιεικὴς, πολλῷ  μᾶλλον πρὸς  τὸν  ∆εσπότην· ὁ δὲ τῶν  ὁμοδούλων  καταφρονῶν,  ὁδῷ  προβαίνων  καὶ  αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ.
Μὴ τοίνυν  καταφρονῶμεν ἀλλήλων·  διδασκαλία  γὰρ αὕτη κακὴ, διδάσκουσα ἡμᾶς τοῦ Θεοῦ καταφρονεῖν. Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν,  ὅταν ἀλλήλων  καταφρονῶμεν,  τοῦ κελεύσαντος  πολλὴν  εἰς ἀλλήλους  ἐπιδείκνυσθαι  τὴν σπουδήν.  Πλὴν  καὶ  ἑτέρως,  εἰ βούλεσθε, ἐκ παραδείγματος  τοῦτο  ποιήσω  φανερόν. Κατεφρόνησε τοῦ ἀδελφοῦ  ὁ Κάϊν, κατεφρόνησεν  εὐθέως καὶ τοῦ Θεοῦ. Πῶς κατεφρόνησεν;  Ὅρα πῶς ὑβριστικῶς ἀποκρίνεται  πρὸς τὸν Θεόν· Μὴ φύλαξ  εἰμὶ τοῦ
ἀδελφοῦ  μου; Κατεφρόνησε πάλιν  τοῦ  ἀδελφοῦ  ὁ Ἡσαῦ, καὶ κατεφρόνησε τοῦ Θεοῦ. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Θεὸς, ὅτι Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. ∆ιὸ καὶ Παῦλός  φησι·  Μή τις  πόρνος  ἢ  βέβηλος,  ὡς  Ἡσαῦ. Κατεφρόνησαν  τοῦ  Ἰωσὴφ  οἱ ἀδελφοὶ,  κατεφρόνησαν  καὶ  τοῦ  Θεοῦ. Οἱ Ἰσραηλῖται  κατεφρόνησαν  Μωϋσέως· διὰ τοῦτο  κατεφρόνησαν  καὶ τοῦ  Θεοῦ. Οὕτω καὶ οἱ υἱοὶ  Ἠλεὶ  κατεφρόνουν  τοῦ λαοῦ, κατεφρόνουν καὶ τοῦ Θεοῦ. Βούλει δὲ καὶ ἐκ τοῦ ἐναντίου ἰδεῖν; Ὁ Ἀβραὰμἐφείσατο τοῦ ἀδελφοῦ, ὑπήκουσε καὶ τῷ Θεῷ· καὶ δῆλόν ἐστιν ἐκ τῆς ὑπακοῆς τῆς ἐπὶ τοῦ υἱοῦ Ἰσαὰκ, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς. Πάλιν ὁ Ἄβελ ἐπιεικὴς ὢν πρὸς τὸν ἀδελφὸν, εὐλαβὴς ἦν καὶ πρὸς τὸν Θεόν. Μὴ τοίνυν  καταφρονῶμεν  ἀλλήλων,  ἵνα μὴ μάθωμεν καὶ τοῦ Θεοῦ καταφρονεῖν·  τιμῶμεν  ἀλλήλους,  ἵνα  μάθωμεν  καὶ τὸν  Θεὸν τιμᾷν.  Ὁ θρασὺς κατὰ ἀνθρώπων,  καὶ κατὰ τοῦ Θεοῦ γίνεται  θρασύς. Ὅταν δὲ καὶ φιλαργυρία, καὶ φιλαυτία, καὶ ἀπόνοια κατὰ ταυτὸν  συνέλθῃ, τί λοιπὸν λείπεται  πρὸς τελείαν  ἀπώλειαν;  τὸ πᾶν διέφθαρται, καὶ πολὺς τῶν ἁμαρτημάτων ἐπιῤῥεῖ βόρβορος. Ἀχάριστοι, φησί. Πῶς γὰρ ὁ φιλάργυρος  εὐχάριστος ἔσται; τίνι  εἴσεται χάριν; Οὐδενί· πάντας  ἐχθροὺς  ἡγεῖται,  τὰ πάντων  θέλων  λαβεῖν. Κἂν γὰρ τὴν πᾶσαν οὐσίαν κενώσῃς, οὐδεμίαν  οἶδέ σοι χάριν· ἀγανακτεῖ,   ὅτι  μὴ  πολλὰ   εἶχες,  καὶ  πολλῶν   αὐτὸν   πεποίηκας   κύριον.  Κἂν  τῆς οἰκουμένης αὐτὸν δεσπότην ποιήσῃς, οὐκ οἶδέ σοι χάριν· οὐδὲν γὰρ ἡγεῖται εἰληφέναι. Ἀκόρεστος ἡ ἐπιθυμία  τούτου. Νόσου γάρ ἐστιν ἐπιθυμία.  Τοιαῦται δὲ αἱ τῶν  νόσων ἐπιθυμίαι.βʹ. Καὶ ὁ πυρέττων οὐδέποτε ἐμφορηθῆναι δύναται, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ μεθύων οὐδέποτε πληροῦται, ἀεὶ διψᾷ. Οὕτω καὶ ὁ περὶ χρήματα μαινόμενος, οὐδέποτε οἶδε τὴν ἐπιθυμίαν ἐμπλῆσαι· μηδέποτε δὲ ἐμπιπλάμενος, ὅσα ἂν κενώσῃς, οὐκ εἴσεταί σοι χάριν. Ἐκείνῳ  γὰρ  εἴσεται  μόνῳ  τῷ  δεδωκότι  ὅσα βούλεται·  τοῦτο  δὲ  οὐδεὶς  δυνήσεται ποιῆσαι· οὐ γὰρ ἔχει  μέτρον  ἃ βούλεται· οὐκοῦν  οὐδενὶ  εἴσεται χάριν.  Οὐδὲν οὕτως ἀχάριστον, ὡς φιλάργυρος· οὐδὲν οὕτως ἀναίσθητον, ὡς φιλοχρήματος· τῆς οἰκουμένης ἁπάσης ἐστὶν ἐχθρός· ἀγανακτεῖ  ὅτι εἰσὶν ἄνθρωποι· βούλεται γὰρ πάντα ἐρημίας εἶναι μεστὰ, ὥστε τὰ πάντων ἔχειν αὐτός. Καὶ πολλὰ τοιαῦτα φαντάζεται· Εἰ ἐγένετο σεισμὸς ἐν τῇ πόλει, φησὶν, εἶτα πάντων  καταχωσθέντων, ἐγὼ μόνος περιελείφθην,  ὥστε τὰ πάντων λαβεῖν εἰ δυνατόν· εἰ ἐπῆλθε λοιμὸς, καὶ πάντας ἀπώλεσε τοῦ χρυσίου χωρίς· εἰ καταποντισμὸς ἐγένετο, εἰ θαλάττης ἐπίκλυσις· καὶ μυρία τοιαῦτα ἐπινοεῖ· χρηστὸν μὲν οὐδὲν,  σεισμὸς δὲ  καὶ  σκηπτοὺς  καὶ  πολέμους  καὶ  λοιμοὺς,  καὶ  πάντα  τὰ  τοιαῦτα γενέσθαι   εὔχεται.   Εἰπὲ  δή   μοι,   ἄθλιε   καὶ   ταλαίπωρε   καὶ   παντὸς   ἀνδραπόδου δουλικώτερε, εἰ πάντα ἦν χρυσὸς, οὐκ ἂν ἀπηλλάγης ὑπὸ τοῦ χρυσοῦ, λιμῷ διαφθαρείς; εἰ  σεισμὸς ἐγένετο,  τῆς  οἰκουμένης  καταποθείσης,  ἀπωλώλεις   ἂν  καὶ  σὺ  ὑπὸ  τῆς ὀλεθρίας ταύτης ἐπιθυμίας· οὐ γὰρ ὄντος ἀνθρώπου ἐπὶ τῆς γῆς, οὐκ ἄν σοι τὰ τῆς ζωῆς συγκεκρότητο.  Θῶμεν  γὰρ  πάντας   ἄρδην  ἠφανίσθαι   τοὺς  κατὰ  τὴν   οἰκουμένην ἀνθρώπους,   εἶτα   τὸ   χρυσίον   αὐτῶν   καὶ   τὸ   ἀργύριον   αὐτομάτως   πως   εἰς   σὲ περιεληλυθέναι  (καὶ γὰρ μωρὰ καὶ ἀδύνατα  φαντάζονται),  καὶ τὸν πλοῦτον  ἐκείνων, τὸν χρυσὸν, τὸν ἄργυρον, τὰ ἱμάτια τὰ σηρικὰ, τὰ διάχρυσα πάντα αὐτομάτως  εἰς τὰς σὰς χεῖρας ἐλθεῖν· τί τὸ κέρδος; οὕτως ἂν μάλιστα θάνατός σε κατέλαβεν, ἀρτοκόπων
 οὐκ  ὄντων,  γεωργῶν  οὐκ  ὄντων,  θηρίων  ἐπινεμομένων,   δαιμόνων ἐκδειματούντων σοι τὴν ψυχήν. Καὶ νῦν  μὲν  αὐτὴν  κατέχουσι  δαίμονες  καὶ  πολλοί·  τότε  δὲ  ἄν  σε καὶ  εἰς ἔκπληξιν  ἤγαγον,  κἂν εὐθέως ἀπώλεσαν. Ἀλλ' οὐκ ἐβουλόμην, φησὶν, ἀλλ' εἶναι καὶ γεωργοὺς  καὶ  ἀρτοκόπους.  Ἀλλ'  ἔμελλον  κἀκεῖνοι  δαπανᾷν.  Ἀλλ'  οὐκ  ἐβουλόμην  αὐτοὺς δαπανᾷν. Οὕτως ἀκόρεστος ἡ ἐπιθυμία αὕτη. Τί γὰρ ἂν εἴη τούτων καταγελαστότερον; Εἶδες ἀμηχανίαν  πραγμάτων; βούλεται ἔχειν πολλοὺς τοὺς διακονουμένους  αὐτῷ, καὶ ἀλγεῖ ὅτι τροφῆς οὗτοι μετέχουσιν, ἅτε ἐλαττοῦντες  αὐτοῦ τὴν οὐσίαν. Τί οὖν, εἰπέ μοι; βούλει λιθίνους  εἶναι τοὺς ἀνθρώπους;  Χλευασία ταῦτα πάντα, κύματα, καὶ ζάλη, καὶ χειμὼν,  καὶ τρικυμία, καὶ πολὺς ὁ θόρυβος τῇ ψυχῇ· ἀεὶ πεινᾷ, ἀεὶ διψᾷ. Εἰπὲ δή μοι, τοῦτον οὐκ ἐλεήσομεν οὐδὲ δακρύσομεν; Ἀλλ' ἐν μὲν τοῖς σώμασι τὸ τοιοῦτον κόλασίς ἐστιν ἡ χαλεπωτάτη, βουλιμία λεγομένη παρὰ τῶν ἰατρῶν, ὅταν τις πολλῶν  ἐμφορούμενος, τοῦ λιμώττειν  μὴ ἀπαλλάττηται·  ἐπὶ δὲ τῆς ψυχῆς οὐ δακρύσομεν τὸ αὐτὸ τοῦτο πάθος; Βουλιμία γὰρ ψυχῆς  ἡ φιλαργυρία,  ἣ πολλῶν  μὲν ἐμπίπλαται,  οὐδέποτε  δὲ  ἵσταται,  ἀλλ'  ὑπὸ  τῆς  ἐπιθυμίας  ἀεὶ  κατατείνεται.  Εἰ γὰρ ἑλλέβορον  ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί  τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι; Οὐκ ἔστι χρημάτων πλῆθος, ὃ τὴν ἀκόρεστον  νηδὺν  ἐμπλῆσαι  δύναται.  Οὐκ αἰδεσθησόμεθα τοίνυν  ἡμεῖς,  εἰ  περὶ  μὲν χρημάτων  οὕτω τινὲς μεμήνασι, περὶ δὲ τὸν Θεὸν ἡμεῖς οὐδὲ τὸ πολλοστὸν  μέρος τῆς ἀγάπης ἐπιδεικνύμεθα, ἀλλὰ ἀργυρίου γίνεται ἀτιμότερος ἡμῖν ὁ Θεός; Καὶ γὰρ ὑπὲρ μὲν ἀργυρίου  καὶ  ἀγρυπνίας   καὶ  ἀποδημίας  καὶ  κινδύνους   ἐπαλλήλους   καὶ  μῖσος  καὶ ἐπιβουλὰς καὶ πάντα ὑπομένουσιν ἄνθρωποι· ἡμεῖς δὲ ὑπὲρ τοῦ Θεοῦ οὐδὲ ψιλὸν ῥῆμα προέσθαι ἀνεχόμεθα,  οὐδὲ ἀπέχθειαν  ἀναδέξασθαι,  ἀλλὰ  ἂν  δέῃ τινὶ  τῶν καταπονουμένων ἀμῦναι,  τὰς τῶν  δυναστευόντων  ἔχθρας  ὑποστελλόμενοι  καὶ τοὺς κινδύνους,  προδιδόαμεν  τὸν ἠδικημένον· καὶ δύναμιν  λαβόντες  παρὰ τοῦ Θεοῦ ὥστε βοηθεῖν,  ἀπόλλυμεν  αὐτὴν  διὰ  τὸ  μὴ  βούλεσθαι  μισεῖσθαι  μηδὲ  ἀπεχθάνεσθαι· καὶ εὐθέως τοῦτο προβάλλονται  οἱ πολλοὶ, Εἰκῆ φιλοῦ, λέγοντες,  εἰκῆ μὴ μισοῦ. Τοῦτο δὲ εἰκῆ μισεῖσθαί ἐστι; τί δὲ τοῦ μίσους τούτου κρεῖττον; Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Θεὸν τὸ  μῖσος  τὸ  δι'  αὐτὸν  πολλῷ  βέλτιον.  Ὅταν  γὰρ  φιλώμεθα   διὰ  τὸν  Θεὸν, ἡμεῖς ὀφειλέται  ἐσμὲν τῆς τιμῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης  ἐστὶ τοῦ μισθοῦ. Ὅσον ἂν ἀγαπήσωσι τὸν χρυσὸν οἱ φιλοχρήματοι,  οὐκ ἴσασι μέτρον ἀγάπης· ἡμεῖς δὲ κἂν  μικρόν  τι  ἐργασώμεθα,  τὸ  πᾶν  ἠνυκέναι   νομίζομεν.  Ὡς  ἐκεῖνοι  τὸν  χρυσὸν φιλοῦσιν, ἡμεῖς τὸν Θεὸν οὐ φιλοῦμεν,  ἀλλ' οὐδὲ τὸ πολλοστὸν μέρος. Πολλὴ ἐκείνων κατηγορία, ὅτι τοσαύτην περὶ τὸν χρυσὸν τὴν μανίαν ἔχουσι· πολλὴ ἡμῶν κατάγνωσις ὅτι οὐ μαινόμεθα οὕτω περὶ τὸν Θεὸν, ἀλλ' ὅσον τῇ γῇ (γῆ γὰρ ὁ χρυσὸς ὁ μεταλλικὸς), ὅσην τῇ γῇ τιμὴν  ἀπονέμουσιν  ἐκεῖνοι,  τοσαύτην  οὐκ ἀπονέμομεν  ἡμεῖς τῷ πάντων
∆εσπότῃ. γʹ. Ἴδωμεν αὐτῶν  τὴν μανίαν, καὶ αἰδεσθῶμεν. Τί γὰρ, εἰ καὶ ἡμεῖς μὴ περικαιόμεθα  τοῦ χρυσοῦ, ἀλλ' οὐδὲ τοῦ Θεοῦ δεόμεθα σπουδαίως; Ἐνταῦθα μὲν γὰρ ἄνθρωποι  γυναικὸς  καταφρονοῦσι  καὶ  παίδων  καὶ  οὐσίας  καὶ  αὐτῆς  τῆς  σωτηρίας αὐτῶν,  καὶ ταῦτα οὐκ εἰδότες, ὅτι τὴν οὐσίαν αὔξουσι τὴν ἑαυτῶν·  πολλάκις  γὰρ ἐν μέσαις ταῖς ἐλπίσι καὶ τὴν ψυχὴν  ἀφέντες   ἀπῆλθον  εἰκῆ πονήσαντες· ἡμεῖς δὲ εἰδότες ὅτι ἐπιτευξόμεθα τοῦ ποθουμένου, ἂν αὐτὸν ἀγαπήσωμεν ὡς ἀγαπᾷν χρὴ, οὐδὲ οὕτω φιλοῦμεν, ἀλλὰ πάντα κατεψύξαμεν, τὴν πρὸς τὸν πλησίον ἀγάπην, τὴν πρὸς τὸν Θεόν· ἀπὸ τούτου τὴν πρὸς τὸν Θεὸν, ἐπειδὴ καὶ τὴν πρὸς τὸν πλησίον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄνδρα οὐκ εἰδότα φιλεῖν,  ἔχειν  τι γενναῖον  καὶ φρόνημα  ἀνδρεῖον.  Ἡ γὰρ ὑποβάθρα πάντων  τῶν ἀγαθῶν  οὐδὲν ἕτερόν ἐστιν ἀλλ' ἢ φιλία· Ἐν τούτῳ, φησὶν, ὁ νόμος   καὶ  οἱ  προφῆται   κρέμανται.   Καθάπερ  γὰρ  εἰς  ὕλην   πῦρ  εἰσελθὸν   πάντα διακαθαίρειν  εἴωθεν·  οὕτω  καὶ  ἡ τῆς  ἀγάπης  θερμότης  ὅπουπερ  ἂν  ἐμπέσοι, πάντα ἀναιρεῖ  καὶ  διακόπτει  τὰ  τῷ  θείῳ  λυμαινόμενα  σπόρῳ, καὶ  τὴν  γῆν  καθαρὰν  πρὸς  ὑποδοχὴν τῶν σπερμάτων ἐργάζεται. Ἔνθα ἐστὶν ἀγάπη, πάντα ἀνῄρηται τὰ κακά· οὐκ ἔστιν ἡ φιλαργυρία ἡ ῥίζα τῶν κακῶν, οὐκ ἔστι φιλαργυρία, οὐκ ἔστιν ἀλαζονεία· τί γὰρ ἄν τις κατὰ τοῦ φίλου ἀλαζονεύσαιτο; Οὐδὲν μὲν οὖν οὕτω ποιεῖ ταπεινὸν  ὡς ἀγάπη. Καὶ γὰρ τὰ τῶν  οἰκετῶν  τοῖς φίλοις  διακονούμεθα,  καὶ οὐκ αἰσχυνόμεθα,  ἀλλὰ  καὶ χάριν ἴσμεν τῆς δουλείας ταύτης αὐτοῖς· χρημάτων  οὐ φειδόμεθα, ἀλλ' οὐδὲ σωμάτων πολλάκις· ἤδη γάρ τις καὶ ὑπερεκινδύνευσε  τοῦ φιλουμένου.  Φθόνος οὐκ ἔστιν, οὐδὲ κακηγορία, ἔνθα ἂν ᾖ γνησία φιλία· οὐ γὰρ μόνον οὐ διαβάλλομεν  τοὺς φίλους, ἀλλὰ καὶ  τοὺς  διαβάλλοντας   ἐπιστομίζομεν.   Πάντα  γαληνὰ,   πάντα   ἥμερα,  μάχης   καὶ φιλονεικίας οὐδὲ ἴχνος φαίνεται· πάντα εἰρήνης μεστά· Πλήρωμα γὰρ νόμου, φησὶν, ἡ ἀγάπη· οὐδὲν  ἀηδὲς  παρ' αὐτῇ.  Πῶς; Αὐτὰ γὰρ τὰ ἁμαρτήματα,  πλεονεξία,  ἁρπαγὴ, φθόνος,  κακηγορία, ἀπόνοια, ἐπιορκία, ψεῦδος, ταῦτα πάντα  καταλύεται,  τῆς ἀγάπης οὔσης· ἐπιορκοῦσι γὰρ οἱ ἐπιορκοῦντες ἁρπάσαι βουλόμενοι· τὸν δὲ ἀγαπώμενον  οὐδεὶς ἂν ἁρπάσειεν, ἀλλὰ καὶ προσδοίη τὰ ἑαυτοῦ τῷ φιλουμένῳ· χάριν γὰρ ἔχομεν μᾶλλον, ἢ εἰ λάβοιμεν παρ' αὐτοῦ.
Ἴστε ταῦτα  ὅσοι φίλους  ἐσχήκατε· φίλους  οὐ μέχρι  ὀνόματος  λέγω,  οὐδὲ ἐκ ψιλῆς  προσηγορίας, ἀλλ' εἴ τις ἠγάπησεν ὡς ἀγαπᾷν  ἔδει, εἴ τις προσεδέθη τινί. Εἰ δέ τινες οὐκ ἴσασι, παρὰ τῶν εἰδότων μαθέτωσαν. Νῦν διηγήσομαι ὑμῖν ἀπὸ τῶν Γραφῶν φιλίαν  θαυμαστήν. Ὁ τοῦ Σαοὺλ υἱὸς Ἰωνάθαν  ἐφίλησε τὸν ∆αυῒδ, Καὶ συνεδέθη αὐτῷ, φησὶν, ἡ ψυχή· οὕτως, ὡς καὶ θρηνῶν αὐτὸν λέγειν, Ἐπέπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, ὡς ἡ ἀγάπησις τῶν  γυναικῶν.  Εἰς θάνατον  ἐτραυματίσθης  ἐμοί. Τί οὖν; ἐκεῖνος  ἄρα ἐφθόνησεν  αὐτῷ; Οὐδαμῶς, καίτοι γε εἶχεν  ἀνάγκην  τοῦ φθονεῖν.  Πῶς; Ἀπὸ γὰρ τῶν πραγμάτων ἑώρα τὴν βασιλείαν ἐρχομένην εἰς αὐτὸν, καὶ ὅμως οὐδὲν ἔπαθε τοιοῦτον· οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ ἐμὲ ἀποστερήσων τῆς βασιλείας τῆς πατρικῆς, ἀλλὰ συγκατεσκεύαζεν αὐτῷ τὴν ἀρχὴν, καὶ τοῦ πατρὸς οὐκ ἐφείδετο διὰ τὸν φίλον. Ἀλλὰ μή τις αὐτὸν πατραλοίαν νομιζέτω· οὐ γὰρ ἠδίκει τὸν πατέρα, ἀλλὰ τὰς ἐπιβουλὰς καὶ τὰς ἀδικίας  κατεῖχε.  Μᾶλλον  ἐφείδετο,  ἢ  ἠδίκει·  οὐκ  ἀφῆκεν  αὐτὸν  εἰς  φόνον  ἄδικον ἐκβῆναι. Ἠθέλησε καὶ ἀποθανεῖν  πολλάκις  δι' αὐτόν. Οὐ κατηγόρησεν, ἀλλὰ καὶ τὸν πατέρα ἐπεστόμισεν· οὐκ ἐφθόνησεν,  ἀλλὰ καὶ συγκατεσκεύασεν· οὐ χρημάτων  αὐτῷ μετέδωκε  μόνον, ἀλλὰ καὶ σωτηρίας. Τί λέγω  χρημάτων; καὶ τὴν ψυχὴν  ὑπὲρ αὐτοῦ προήκατο. Οὐκ ᾐδέσθη τὸν γεγεννηκότα  διὰ τὸν φίλον, ἐπειδὴ ὁ μὲν ἀδίκοις ἐπεχείρει πράγμα  σιν, ὁ δὲ οὐδὲν ἑαυτῷ συνῄδει τοιοῦτον. Ἐκεῖ μὲν  οὖν μετὰ τοῦ δικαίου  ἦν  ἡ φιλία·  οὗτος  οὖν  ὁ Ἰωνάθαν.  Ἴδωμεν  δὲ λοιπὸν  καὶ  τὸν  ∆αυΐδ. Οὐκ ἐγένετο αὐτῷ καιρὸς ἀποδοῦναι τὰς ἀμοιβάς· προανηρπάσθη γὰρ ἐκεῖνος τῆς ἀρχῆς τοῦ
∆αυῒδ, καὶ πρὶν ἢ τὸν εὖ παθόντα ἐλθεῖν εἰς τὴν βασιλείαν ὁ εὖ ποιῶν ἀπώλετο. Τί οὖν;ἐν οἷς ἦν δυνατὸν καὶ ἐξῆν, ἴδωμεν πῶς ἐπεδείκνυτο τὴν φιλίαν  ὁ δίκαιος. Καλὸς ἐμοὶ, φησὶν, Ἰωνάθαν· εἰς θάνατον ἐτραυματίσθης ἐμοί. Ἆρα τοῦτο μόνον; οὐ μικρὸν γὰρ καὶ τοῦτο· πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων  ἐξήρπασεν, ἀπομνημονεύων  τοῦ  πατρὸς  τὴν  χάριν·  καὶ  διετέλει   καθάπερ  υἱοῦ  τινος   ἔγγονα διατηρῶν  καὶ διαφυλάττων. Τοιαύτην  ἐγὼ  βούλομαι  φιλίαν  πάντας  ἔχειν,  καὶ πρὸς ζῶντας καὶ πρὸς ἀπελθόντας.
δʹ. Αἱ γυναῖκες ἀκουέτωσαν (μάλιστα γὰρ διὰ τοῦτο εἶπον πρὸς ἀπελθόντας), αἱ δευτέροις ὁμιλοῦσαι γάμοις, καὶ τὴν εὐνὴν διαφθείρουσαι τοῦ τετελευτηκότος, αἱ στέρξασαι τὸν πρότερον. Οὐκ ἀπαγορεύων  τὸν δεύτερον γάμον, οὐδὲ ἀκόλαστον εἶναι λέγων, ταῦτά φημι· οὐ γὰρ ἀφίησί με ὁ Παῦλος, χαλινὸν  ἐπιτιθείς μου τῷ στόματι, καὶ λέγων   ταῖς  γυναιξὶν,   Ἐὰν  δὲ  καὶ  γήμῃ,  οὐχ  ἥμαρτεν.  Ἀλλ'  ἴδωμεν  καὶ  τὸ  ἑξῆς· Μακαριωτέρα  δέ ἐστιν,  ἐὰν  οὕτω  μείνῃ·  πολλῷ  τοῦτο  βέλτιον  ἐκείνου.  ∆ιὰ τί; ∆ιὰ πολλά. Εἰ γὰρ τοῦ γαμῆσαι τὸ μηδ' ὅλως γαμῆσαι βέλτιον, πολλῷ μᾶλλον τοῦτο ἐκείνου βέλτιον.  Ἀλλ' οὐκ ἤνεγκάν  τινες, φησὶ, τὴν χηρείαν, ἀλλὰ συμφοραῖς περιέπεσον· οὐ γὰρ ἔγνωσαν  τί ἐστι χηρεία. Οὐ τοῦτό ἐστι χηρεία, τὸ μὴ δευτέροις ὁμιλῆσαι γάμοις, ὥσπερ οὖν οὐδὲ παρθενία  τοῦτό  ἐστι τὸ ἀπειρόγαμον  εἶναι· ἀλλὰ  τί; Ὥσπερ ἐκεῖ τὸ εὔσχημον καὶ εὐπρόσεδρον, οὕτως ἐνταῦθα τὸ μεμονῶσθαι, τὸ προσκαρτερεῖν ταῖς δεήσεσι, τὸ τρυφῆς ἀπηλλάχθαι  καὶ σπατάλης· Ἡ γὰρ σπαταλῶσα, φησὶ, ζῶσα τέθνηκεν. Εἰ μέλλοις  χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν,  καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι· οὐ γὰρ ἡ μίξις κακὸν, ἀλλ' ἡ πολυπραγμοσύνη. Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ' ὑπὸ ἔγκλημα  ὂν, τοῦτο  ὑπομένεις.  ∆ιὰ τοῦτο  ἐξετράπησαν  ὀπίσω  τοῦ  Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν  χηρεῦσαι καλῶς. Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωμα; ἄκουε Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησεν,  εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις  ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος  ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν. Μετάθες τοίνυν  τὸν πλοῦτον  τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν τῆς χηρείας τὸ φορτίον. Τί οὖν, ἂν παῖδας ἔχω τοῦ  πατρῴου κλήρου διαδόχους, φησί;   Παίδευε   κἀκείνους   χρημάτων   καταφρονεῖν·   τὰ   σαυτῆς   μετάθες,   ἐκείνοις ἀπονείμασα τοσοῦτον ὅσον ἀρκεῖ· παίδευε κἀκείνους εἶναι χρημάτων κρείττους. Τί οὖν, ἂν περιῤῥέῃ, φησὶν,  ἀνδραπόδων  πλῆθος;  ἐὰν πραγμάτων  ἐσμὸς, χρυσίον, ἀργύριον; πῶς  ἱκανὴ  πρὸς  ταύτην  ἔσομαι τὴν  φυλακὴν,  δεομένη  ἀνδρὸς  προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις· καὶ τοῦτο δῆλον πολλαχόθεν.  Εἰ γὰρ μὴ ἐφίεσαι χρημάτων, μηδὲ πλείω  τὰ ὄντα  ποιῆσαι  θέλεις,  κοῦφόν  σοι τὸ φορτίον·  φορτικώτερον  τοῦ  φυλάξαι πολλῷ  πλέον ἐστὶ τὸ περιβαλέσθαι. Ἂν τοίνυν  τὸ ἓν ἐκκόψῃς, τὸ περιβαλέσθαι, φησὶ, καὶ ἐκ τῶν ἐνόντων  τοῖς δεομένοις χορηγῇς, ὁ Θεὸς ὑπερασπιεῖ τὴν χεῖρα τὴν αὐτοῦ· κἂν ὄντως τῆς τῶν ὀρφανῶν  κληρονομίας  προεστῶσα ταῦτα λέγῃς, οὐχὶ δὲ προφάσει ταύτης κέκτησαι φιλαργυρίᾳ,  οἶδεν ὁ τὰς καρδίας ἐμβατεύων  ἐν ἀσφαλεῖ τὸν ἐκείνων καταστῆσαι πλοῦτον,  αὐτὸς ὁ ἐπιτάξας  τεκνοτροφεῖν.  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οἰκίαν ὑπὸ  ἐλεημοσύνης  ἐῤῥιζωμένην  παθεῖν  τι  δεινόν·  ἀλλὰ  κἂν  πάθῃ  πρὸς  καιρὸν,  εἰς ἀγαθὸν τελευτήσει. Τοῦτο μᾶλλον ἀσπίδος καὶ δόρατος ἔσται πάσῃ τῇ οἰκίᾳ. Ἄκουε τί φησιν ὁ διάβολος περὶ τοῦ Ἰώβ· Οὐ σὺ περιέφραξας αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω; ∆ιὰ τί; ἄκουε αὐτοῦ Ἰὼβ λέγοντος· Ὀφθαλμὸς ἤμην τυφλῶν, φησὶ, ποῦς χωλῶν, πατὴρ ὀρφανῶν.  Ὥσπερ ὁ μὴ ἀποσχίζων ἑαυτὸν τῶν ἀλλοτρίων  συμφορῶν, οὐδέποτε οὐδὲ ἐν τοῖς οἰκείοις πείσεταί τι κακοῖς, ὅταν ἐν τῷ συναλγεῖν  μανθάνῃ· οὕτως ὁ μὴ βουλόμενος τὴν ἀπὸ τῆς συμπαθείας φέρειν λύπην, ἐν τοῖς ἑαυτοῦ ταῦτα εἴσεται πάντα. Καὶ καθάπερ ἐπὶ τοῦ σώματος ἡ χεὶρ, τοῦ ποδὸς σηπομένου, ἂν μὴ συμπαθῇ καὶ τραῦμα καθάρῃ καὶ φάρμακον ἐπιθῇ καὶ ἀποπλύνῃ ἰχῶρα, ἐν τοῖς ἑαυτῆς τοῦτο πείσεται κακοῖς, καὶ ἡ μὴ βουληθεῖσα διακονῆσαι ἑτέρῳ ἐκτὸς οὖσα τοῦ πάθους, αὐτὴ ἔνοχος ἔσται τῷ πάθει· ἐκεῖθεν  γὰρ ἕρπον τὸ κακὸν ἥξει καὶ ἐπὶ ταύτην,  καὶ οὐκέτι περὶ διακονίας  ὁ λόγος  αὐτῆς  ἔσται, ἀλλὰ  περὶ ἰατρείας  καὶ  ἀπαλλαγῆς·  οὕτω  δὴ καὶ  ἐνταῦθα,  ὁ μὴ βουλόμενος ἑτέροις συμπάσχειν, αὐτὸς ἀλγήσει. Περιέφραξας αὐτοῦ, φησὶ, τὰ ἔσω καὶ τὰ ἔξω, καὶ οὐ τολμῶ ἐπελθεῖν. Ἀλλ' ἔπαθε, φησὶ, δεινά. Ἀλλὰ τὰ δεινὰ ἐκεῖνα πολλῶν ἐγένετο  ἀγαθῶν  αἰτία· διπλασίων  ἡ οὐσία, μείζων  ὁ μισθὸς, πλείων  ἡ δικαιοσύνη, λαμπροὶ οἱ στέφανοι,  φαιδρὰ τὰ βραβεῖα, καὶ τὰ πνευματικὰ  καὶ τὰ βιωτικὰ  ηὐξήθη. Ἀπώλεσε παῖδας; ἀλλ' ἔλαβεν, οὐ τοὺς αὐτοὺς, ἀλλ' ἑτέρους ἀντ' ἐκείνων, καὶ ἐκείνους δὲ  ἔσωζεν  ἐν  τῇ  ἀναστάσει.  Εἰ τοὺς  αὐτοὺς  ἀνέλαβεν,  ἠλάττωτο  ἂν  αὐτῷ  τὰ  τοῦ ἀριθμοῦ· νῦν δὲ ἑτέρους δοὺς ἀντ' ἐκείνων,  καὶ ἐκείνους ἐν τῇ ἀναστάσει παραστήσει. Ταῦτα πάντα αὐτῷ ἀπὸ τοῦ πρόχειρον αὐτὸν εἶναι περὶ τὰς ἐλεημοσύνας ὑπῆρξεν· ὅπερ καὶ  ἡμεῖς  ποιήσωμεν,  ἵνα  τῶν  αὐτῶν  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ  φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ἀμήν.

ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι.

αʹ. Εἴ τις ἐπὶ τοῖς αἱρετικοῖς  ἀσχάλλει  νῦν,  ἐννοείτω,   ὅτι καὶ ἐξ ἀρχῆς τοιαῦτα γέγονεν, ἀεὶ τοῦ διαβόλου τῇ ἀληθείᾳ τὸ ψεῦδος παρυφιστῶντος. Ἐπηγγείλατο ὁ Θεὸς ἐξ ἀρχῆς τὰ ἀγαθὰ, ἦλθε καὶ ὁ διάβολος ἐπαγγελλόμενος· ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί. Ἐπειδὴ γὰρ ἔργοις οὐδὲν ἐδείκνυ, ῥήμασι τὰ μείζονα ὑπισχνεῖται.  Τοιοῦτον γὰρ οἱ ἀπατεῶνες.  Μετὰ ταῦτα ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ, εἶτα οἱ υἱοὶ τοῦ Σὴθ καὶ αἱ θυγατέρες τῶν  ἀνθρώπων,  εἶτα ὁ Χὰμ καὶ ὁ Ἰάφεθ, ὁ Ἀβραὰμ καὶ ὁ Φαραὼ, ὁ Ἰακὼβ καὶ ὁ Ἡσαῦ· καὶ μέχρι τέλους οὕτως ἐστὶν, ὁ Μωϋσῆς καὶ οἱ μάγοι, καὶ οἱ προφῆται καὶ οἱ ψευδοπροφῆται,  οἱ ἀπόστολοι καὶ οἱ ψευδαπόστολοι, ὁ Χριστὸς καὶ ὁ ἀντίχριστος. Καὶ πρότερον οὖν, καὶ τότε τὰ αὐτὰ ἦν.
Τότε ὁ Θευδᾶς, τότε ὁ Σίμων, ὅτε οἱ ἀπόστολοι, καὶ οὗτοι οἱ περὶ Ἑρμογένην καὶ Φίλητον.  Οὐκ ἔστιν  οὖν  ὅτε  οὐ  παρυφέστηκε  τῇ  ἀληθείᾳ  τὸ  ψεῦδος.  Μὴ  τοίνυν ἀσχάλλωμεν, ἄνωθεν ταῦτα εἴρηται. ∆ιὰ τοῦτο ἔλεγε· Γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι,   βλάσφημοι,  γονεῦσιν   ἀπειθεῖς,  ἀχάριστοι,  ἀνόσιοι,  ἄστοργοι.  Ἄρα  ὁ ἀχάριστος ἀνόσιος· εἰκότως. Ὁ γὰρ περὶ τὸν εὐεργέτην ἀχάριστος, τίς ἂν γένοιτό ποτε περὶ  τοὺς  ἄλλους;  Ὁ  ἀχάριστος  ἄσπονδος,  ὁ  ἀχάριστος  ἄστοργος.  ∆ιάβολοι,  φησί· τουτέστι, κακήγοροι. Οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες    τὸ   τῶν   ἄλλων    τὰς   ὑπολήψεις    βλασφημεῖν,   μυρία   πλημμελοῦσι   καὶ ἁμαρτάνουσιν. Ἀκρατεῖς, καὶ γλώσσης καὶ γαστρὸς καὶ τῶν ἄλλων ἁπάντων. Ἀνήμεροι. Ἐντεῦθεν  ἡ ὠμότης, ἐντεῦθεν  ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος  ᾖ, ὅταν τις φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. Ἀφιλάγαθοι,  προδόται, προπετεῖς. Προδόται, τῆς φιλίας· Προπετεῖς, τουτέστιν, οὐδὲν βεβηκὸς ἔχοντες.  Τετυφωμένοι·  ἀπονοίας  πεπληρωμένοι. Φιλήδονοι  μᾶλλον  ἢ φιλόθεοι·  ἔχοντες  μόρφωσιν  εὐσεβείας, τὴν  δὲ δύναμιν  αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πώς φησιν· Ἔχοντες τὴν μόρφωσιν τῆς  γνώσεως  καὶ  τῆς  ἀληθείας  ἐν  τῷ  νόμῳ.  Ἀλλ' ἐκεῖ  μὲν  ἐπαινῶν  αὐτὸ  τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα  χαλεπώτερον  τοῦτο δείκνυσι τὸ ἁμάρτημα. Τί δήποτε;  Ὅτι  οὐ  κατὰ  τὸ  αὐτὸ  σημαινόμενον  αὐτὸ  ἔλαβεν.  Ὥσπερ γὰρ  τὴν  εἰκόνα πολλάκις  μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις  δὲ εἰς τὸ ἄψυχον  καὶ οὐδαμινόν· οἷον καθάπερ  καὶ αὐτός  φησι Κορινθίοις γράφων· Ἀνὴρ μὲν  γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ὁ δὲ Προφήτης· Πλὴν ἐν εἰκόνι  διαπορεύεται  ἄνθρωπος·  καὶ τὸν  λέοντα  ἡ Γραφὴ ποτὲ  μὲν  εἰς τὸ βασιλικὸν
λαμβάνει· Ἐκοιμήθη, φησὶν, ὡς λέων, καὶ ὡς σκύμνος λέοντος· τίς ἐγερεῖ αὐτόν; ποτὲ δὲ εἰς τὸ ἁρπακτικόν· Ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν. Ἐπειδὴ γὰρ τὰ πράγματα  σύνθετά  ἐστι καὶ ποικίλα,  εἰκότως  εἰς πολλὰς  εἰκόνας  καὶ παραδείγματα παρείληπται· οἷον, τὴν καλὴν ὅταν θαυμάζειν βουλώμεθα, ταῖς γραφαῖς παρεικάζομεν, καὶ τὰς γραφομένας ὅταν θαυμάζειν βουλώμεθα, λέγομεν ὅτι λαλεῖ, ὅτι φθέγγεται· οὐ ποιοῦμεν δὲ τὸ αὐτό· ἐκεῖ μὲν γὰρ, ὅτι ἐγγὺς ὁμοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς. Οὕτω καὶ ἐν τῇ μορφῇ, ἐκεῖ μὲν, ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ, ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον  καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ. Ἄρα σχῆμά ἐστι μόνον  χωρὶς δυνάμεως  πίστις χωρὶς ἔργων· εἰκότως.
Ὥσπερ  γὰρ   σῶμα   καλὸν   καὶ   εὐανθὲς,   ὅταν   ἰσχὺν   μὴ   ἔχῃ,   ἀλλὰ   τοῖς ἐζωγραφημένοις  ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Θῶμεν γὰρ εἶναί τινα φιλάργυρον,  προδότην, προπετῆ· εἶτα πιστεύειν ὀρθῶς· τί τὸ κέρδος ἂν μηδὲν ἔχῃ τῶν τῷ  Χριστιανῷ πρεπόντων;  ὅταν  μηδὲν  πράττῃ  τῶν  τὴν  εὐσέβειαν χαρακτηριζόντων, ἀλλὰ  τοὺς Ἕλληνας  παρ  ελαύνῃ  τῇ ἀσεβείᾳ; ὅταν ἐπὶ λύμῃ τῶν  συνόντων  ᾖ; ὅταν ἐπὶ βλασφημίᾳ τοῦ Θεοῦ; ὅταν διαβάλλῃ  τὸ δόγμα διὰ τῶν  ἔργων; Καὶ τούτους, φησὶν,  ἀποτρέπου.  Εἰ τοίνυν  ἐν  ὑστέροις  καιροῖς  τοιοῦτοι  ἔσονται,  πῶς  φησι,  Καὶ τούτους ἀποτρέπου; Εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, εἰ καὶ μὴ μεθ' ὑπερβολῆς, ἀλλ'  ὅμως  εἶναι·  τὸ  δ' ἀληθὲς  δι' ἐκείνου  πᾶσι  παραινεῖ,  ὥστε  ἐκτρέπεσθαι  τοὺς τοιούτους.    Ἐκ   τούτων    γάρ   εἰσι,   φησὶν,   οἱ   ἐνδύνοντες    εἰς   τὰς   οἰκίας,   καὶ αἰχμαλωτίζοντες γυναικάρια  σεσωρευμένα ἁμαρτίαις,  ἀγόμενα  ἐπιθυμίαις  ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.
βʹ. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους,  τῷ ὅπλῳ, ᾧ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο; Ἐνδύνοντες  εἰς τὰς οἰκίας, φησίν. Εἶδες τὸ ἀναίσχυντον  πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν, Ἐνδύνοντες; τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; Καὶ αἰχμαλωτίζοντες γυναικάρια.  Ὥστε γυναικάριον  ὁ εὐεξαπάτητος,  καὶ ἀνδρὸς  πόῤῥω. Γυναικῶν    δὲ   τὸ   ἀπατᾶσθαι,   μᾶλλον    δὲ   οὐδὲ   γυναικῶν,    ἀλλὰ   γυναικαρίων. Σεσωρευμένα. Ὅρα πόθεν κἀκείναις  γίνεται  τὸ πείθεσθαι, ἀπὸ τῶν ἁμαρτιῶν, ἀπὸ τοῦ μηδὲν ἑαυταῖς συνειδέναι καλόν. Καὶ σφόδρα κυρίως εἶπε, Σεσωρευμένα· τὸ πλῆθος γὰρ τῶν ἁμαρτιῶν διὰ τούτου παρίστησι, καὶ τὸ ἄτακτον καὶ συγκεχυμένον. Ἀγόμενα ἐπιθυμίαις ποικίλαις. Οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς γυναῖκας εἶπεν, ἀλλὰ τοιάσδε γυναῖκας. Τί ἐστι, Ποικίλαις; Ἐνταῦθα πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην, τὴν λαγνείαν.  Ποικίλαις, φησὶν, ἐπιθυμίαις, τουτέστι, χρημάτων, δόξης, τρυφῆς, αὐθαδείας, τιμῆς. Ἴσως δὲ καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας  αἰνίττεται.  Πάντοτε μανθάνοντα,   καὶ  μηδέποτε  εἰς  ἐπίγνωσιν  ἀληθείας  ἐλθεῖν  δυνάμενα.  ∆ιὰ  τί  ταῦτά φησιν; Οὐ συγγινώσκων αὐταῖς, ἀλλὰ καὶ σφόδρα καταπειλῶν.Ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν  ταῖς ἐπιθυμίαις  ἐκείναις  καὶ τοῖς ἁμαρτήμασιν, ἐπωρώθη  αὐτῶν  ἡ διάνοια.  Ὃν τρόπον  δὲ Ἰαννῆς  καὶ Ἰαμβρῆς ἀντέστησαν  Μωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ. Τίνες εἰσὶν οὗτοι οἱ μάγοι οἱ ἐπὶ Μωϋσέως; πῶς δὲ αὐτῶν τὰ ὀνόματα οὐδαμοῦ ἐμφέρεται ἀλλαχοῦ; Ἢ ἀγράφως παραδέδοται, ἢ ἀπὸ τοῦ Πνεύματος  εἰκὸς  ἦν  εἰδέναι  τὸν  Παῦλον.  Οὕτω καὶ  οὗτοι,  φησὶν,  ἀντιστήσονται  τῇ ἀληθείᾳ, ἄνθρωποι τὸν νοῦν κατεφθαρμένοι  ἀδόκιμοι περὶ τὴν πίστιν· ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον.  Ἡ γὰρ ἄνοια αὐτῶν  ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.  Ἀλλ' οὐ προκόψουσι, φησί.  Πῶς οὖν  λέγει  ἀλλαχοῦ,  ὅτι  Προκόψουσιν ἐπὶ πλεῖον   ἀσεβείας·  ἐνταῦθα  δὲ,  Οὐ προκόψουσιν;  Ἐκεῖ  τοῦτό  φησιν,  ὅτι  ἀρχόμενοι
καινοτομεῖν   καὶ  πλανᾷν,  οὐ  στήσονται  τῆς  πλάνης,  ἀλλ'  ἀεὶ  ἐξευρήσουσιν  ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· καὶ γὰρ ἡ πλάνη οὐδαμοῦ ἵσταται. Ἐνταῦθα δὲ τοῦτό φησιν,  ὅτι οὐκ ἀπατήσουσιν, οὐδὲ συναρπάσουσι, κἂν παρὰ τὴν  ἀρχὴν  δόξωσί τινας παρακρούεσθαι, ἀλλ' εὐφώρατοι ταχέως ἔσονται. Ὅτι γὰρ περὶ τούτου φησὶν, ἄκουσον τί λέγει· Ἡ γὰρ ἄνοια  αὐτῶν  ἔκδηλος  ἔσται πᾶσι. Πόθεν; Πανταχόθεν· Ὥσπερ καὶ ἡ ἐκείνων ἐγένετο. Κἂν γὰρ πρότερον ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει.
Τοιαῦτα γὰρ τὰ μὴ φύσει καλὰ, ἀλλὰ δοκοῦντα εἶναι καλά· πρὸς καιρὸν ἀνθεῖ, καὶ φωρᾶται καὶ ἀπόλλυται. Ἀλλ' οὐ τὰ  ἡμέτερα τοιαῦτα· καὶ τούτων σὺ μάρτυς· οὐ γὰρ ἐν  ἀπάτῃ  τὰ ἡμέτερα· τίς  γὰρ ἂν  ὑπὲρ ἀπάτης  καὶ ἀποθανεῖν  ἕλοιτο; Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Ὥστε ἰσχυρὸς ἔσο· οὐ γὰρ ἁπλῶς παρεγένου, ἀλλὰ παρηκολούθηκας.  Ἐνταῦθα  τὸν  χρόνον  σημαίνει  πολὺν  γεγενῆσθαι,  ἀπὸ τοῦ εἰπεῖν, Παρηκολούθηκας  τῇ διδασκαλίᾳ.  Τοῦτο περὶ λόγου.  Τῇ ἀγωγῇ·  τοῦτο  περὶ βίου. Τῇ προθέσει· τοῦτο  περὶ προθυμίας  καὶ τοῦ παραστήματος τῆς ψυχῆς.  Οὐχὶ ἔλεγον  μὲν, φησὶ, ταῦτα, οὐκ ἐποίουν δὲ, οὐδὲ ἐν λόγοις μόνον ἐφιλοσόφουν.  Τῇ πίστει, τῇ μακροθυμίᾳ. Πῶς οὐδέν με τούτων,  φησὶν, ἐτάραττε. Τῇ ἀγάπῃ· ὅπερ οὐκ εἶχον οὗτοι. Τῇ ὑπομονῇ· ὥσπερ οὐδὲ τοῦτο. Τῇ μακροθυμίᾳ, φησί. Πρὸς τοὺς αἱρετικοὺς  πολλὴν ἐπεδεικνύμην  τὴν μακροθυμίαν. Τῇ ὑπομονῇ, πρὸς τοὺς διωγμούς. Τοῖς διωγμοῖς, τοῖς παθήμασι. ∆ύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι πολλοὺς, καὶ τὸ μὴ καρτερεῖν ἐν τοῖς παθήμασιν. Ἀλλ' ὅμως ὑπὲρ τούτων πολλὰ διελέχθη, ὅτι καὶ πάλαι ἦσαν καὶ ἔσονται, καὶ χρόνος οὐδεὶς καθαρὸς τούτων, καὶ ὅτι ἡμᾶς οὐδὲν βλάψαι δυνήσονται,  καὶ ὅτι ἐν τῷ κόσμῳ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἐστιν. Ὁρᾷς λοιπὸν  αὐτὸν περὶ τῶν θλίψεων διαλεγόμενον; Οἷα μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τί δήποτε ταῦτα μόνα εἴρηκεν ἀπὸ πολλῶν; Ἐπειδὴ γνώριμα ἦν τῷ ἀνδρὶ τὰ λοιπά· καὶ ἴσως ὡς νεαρῶν τῶν πραγμάτων τούτων μέμνηται, οὐ τῶν πάλαι· καὶ οὐκ ἀπαριθμεῖται κατ' εἶδος· οὐ γάρ ἐστι κενόδοξος οὐδὲ φιλότιμος·  πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδειξιν  λέγει. Ἀντιόχειαν  δὲ τὴν τῆς Πισιδίας ἐνταῦθά  φησι, καὶ Λύστραν, ὅθεν ἦν ὁ Τιμόθεος. Οἵους διωγμοὺς  ὑπέμεινα.  Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν  παρειχόμην  γενναίαν,  καὶ  οὐκ  ἐγκατελείφθην, καὶ  οὐκ ἔστιν  εἰπεῖν,  ὅτι προέδωκέ με ὁ Θεὸς, ἀλλὰ τὸν στέφανόν  μοι λαμπρότερον εἰργάσατο. Οἵους διωγμοὺς ὑπέμεινα,  φησὶ,  καὶ  ἐκ  πάντων  με  ἐῤῥύσατο ὁ  Κύριος. Καὶ πάντες  δὲ  οἱ  θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
γʹ. Τί δὲ ὅλως λέγω περὶ ἐμαυτοῦ, φησίν; ἕκαστος τῶν θελόντων  ζῇν εὐσεβῶς, διωχθήσεται.  ∆ιωγμοὺς ἐνταῦθά φησι τὰς θλίψεις,  τὰς ὀδύνας. Καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα  λύπης  εἶναι  χωρὶς, θλίψεως,  ὀδύνης, πειρασμῶν· πῶς γὰρ, ὁ στενὴν καὶ τεθλιμμένην ὁδεύων ὁδόν; ὁ ἀκούσας, ὅτι Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε; Εἰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἔλεγεν ὁ Ἰὼβ, Πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, πόσῳ μᾶλλον  τότε;  Πονηροὶ δὲ  ἄνθρωποι  καὶ  γόητες,  φησὶ,  προκόψουσιν  ἐπὶ  τὸ  χεῖρον, πλανῶντες  καὶ πλανώμενοι.  Μηδέν σε θορυβείτω  τούτων,  φησὶν,  εἰ ἐκεῖνοι  μὲν  ἐν εὐθηνίᾳ,  σὺ δὲ ἐν  πειρασμοῖς· τοιαύτη  τοῦ  πράγματος  ἡ φύσις  ἐστίν. Ἐκ τῶν  ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα  τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Οὐκ ἔστι πυκτεύοντα  ἐν τρυφῇ εἶναι, οὐκ ἔστι παλαίοντα  εὐωχεῖσθαι. Μηδεὶς τοίνυν  τῶν ἀθλούντων ἄνεσιν ζητείτω, μηδεὶς ἐν εὐθυμίᾳ εἶναι.
Πάλιν  τὰ  παρόντα   ἀγὼν,   πόλεμος,  θλῖψις,   στενοχωρία,   πειρατήριον,   τῶν ἀγώνων  τὸ στάδιον. Ἕτεροι τῆς ἀνέσεως  οἱ καιροί· οὗτος τῶν  ἱδρώτων,  οὗτος  τῶν πόνων  ὁ καιρός. Οὐδεὶς ἀποδυσάμενος καὶ ἀλειψάμενος  ἄνεσιν ἐπιζητεῖ. Εἰ δὲ 
ἄνεσιν ἐπιζητεῖς, τί ἀπεδύσω; τί τὰς χεῖρας ἀντῆρας· Καὶ πῶς οὐκ ἀνταίρω, φησὶ, νῦν; Ὅταν τῶν ἐπιθυμιῶν  μὴ κρατῇς, ὅταν πρὸς τὴν βίαν τῆς φύσεως μὴ μάχῃ. Σὺ δὲ, μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης,  εἰδὼς  παρὰ τίνος  ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα  οἶδας  τὰ  δυνάμενά  σε σοφίσαι εἰς  σωτηρίαν,  διὰ  πίστεως  τῆς  ἐν  Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Καθάπερ ὁ προφήτης  ∆αυῒδ παρῄνεσε, Μὴ παραζήλου, εἰπὼν, ἐν πονηρευομένοις,   τοῦτο  καὶ  αὐτὸς  παραινεῖ  λέγων·  Σὺ δὲ,  μένε  ἐν  οἷς  ἔμαθες  καὶ ἐπιστώθης. Οὐχ ἁπλῶς,  Ἔμαθες, ἀλλὰ καὶ, Ἐπιστώθης, τουτέστιν,  Ἐπίστευσας. Τί δαὶ καὶ ἐπίστευσα; Ὅτι αὕτη ἐστὶν ἡ ζωή. Κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὧν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ ὁ Ἀβραὰμ ἐναντία  ἑώρα, ἀλλ'  οὐδὲν  ἔπαθεν·  ἤκουσεν, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί  σοι σπέρμα, καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο,  καὶ οὐκ ἐθορυβεῖτο οὐδὲ  ἐταράττετο.  Μηδεὶς  σκανδαλιζέσθω  ἐπὶ  τοῖς  πονηροῖς·  τοῦτο  ἄνωθεν  εἶπεν  ἡ Γραφή. Τί οὖν, ὅταν καὶ ἀγαθοὶ εὐφραίνωνται, καὶ πονηροὶ κολάζωνται; Τὸ μὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι· πονηροὺς μὲν γὰρ κολάζεσθαι ἔνι, ἀγαθοὺς δὲ εὐφραίνεσθαι ἀεὶ οὐκ ἔνι. Οὐδεὶς Παύλου ἴσος ἦν, ἀλλ' ὅμως ἐν θλίψει τὸν πάντα διῆγε χρόνον, ἐν δάκρυσιν, ἐν στεναγμοῖς νυκτὸς καὶ ἡμέρας. Μετὰ δακρύων γὰρ, φησὶ, νύκτα καὶ ἡμέραν τριετίαν  νουθετῶν  οὐκ ἐπαυσάμην· καὶ πάλιν,  Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν,  φησίν.  Οὐ σήμερον  μὲν  ἔχαιρεν,  αὔριον  δὲ  ἤλγει,  ἀλλὰ  καθ'  ἡμέραν  οὐ διελίμπανεν  ὀδυνώμενος Πῶς οὖν φησι, Πονηροὶ προκόψουσιν ἐπὶ τὸ χεῖρον; Οὐκ εἶπεν, ὅτι ἀνέσεως τυγχάνουσιν,  ἀλλ',  Ἐπὶ τὸ χεῖρον προκόψουσιν· εἰς τὸ χεῖρον ἡ προκοπὴ αὕτη. Οὐκ εἶπεν, Ἐν εὐθηνίᾳ ἔσονται. Εἰ δὲ καὶ κολάζονται, διὰ τοῦτο κολάζονται, ἵνα μὴ νομίσῃς ἀτιμώρητα εἶναι τὰ ἁμαρτήματα. Ἐπειδὴ γὰρ ἡ γέεννα οὐκ ἰσχύει κωλῦσαι ἡμᾶς τῆς κακίας, φειδόμενος  ἡμῶν διυπνίζει  καὶ διανίστησιν  ἡμᾶς. Εἰ μηδεὶς πονηρὸς ἐκολάζετο,  οὐδεὶς  ἂν  ἐνόμιζεν  ἐφεστάναι  τὸν  Θεὸν τοῖς  ἀνθρωπίνοις  πράγμασιν· εἰ πάντες  ἐκολάζοντο,  οὐδεὶς ἂν προσεδόκησεν ἔσεσθαι ἀνάστασιν, ὡς πάντων  ἐνταῦθα ἀπολαμβανόντων. ∆ιὰ τοῦτο καὶ κολάζει, καὶ οὐ κολάζει· διὰ τοῦτο ἐνταῦθα  δίκαιοι θλίβονται, ὅτι πάροικοί εἰσιν, ὅτι ξένοι, ὅτι ἐν ἀλλοτρίᾳ εἰσίν. Οἱ δίκαιοι τοίνυν δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος πρὸς τὸν Ἰὼβ, Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς  δίκαιος; Οἱ δὲ ἁμαρτωλοὶ ἐὰν καί ποτέ τι τοιοῦτον ὑπομείνωσι, δίκην τιννύουσι τῶν ἁμαρτιῶν. Ἐν πᾶσι τοίνυν εὐχαριστῶμεν τῷ Θεῷ, εἴτε οὕτως, εἴτε ἐκείνως· ἀμφότερα γὰρ χρήσιμα. Οὐδὲν μισῶν, οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ποιεῖ, ἀλλ' ἀμφότερα φροντίζων  καὶ κηδόμενος. Εἰδὼς, φησὶν, ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα  οἶδας.  Τουτέστιν,  Ἐκ πρώτης  ἡλικίας  τὰ  ἱερὰ γράμματα  ἔμαθες.  Ἱερὰ  δὲ γράμματα τὰς θείας καλεῖ Γραφάς. Ἐν ταύταις ἀνετράφης, ὥστε καὶ διὰ τούτων στερεὰν εἶναί σοι τὴν πίστιν χρὴ, καὶ μηδὲν παραβλάπτεσθαι. Κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, οὐ χρόνῳ τραφεῖσα πολλῷ· οὐδὲν αὐτὴν παρατρέψαι δύναται. Εἰπὼν δὲ, Τὰ ἱερὰ γράμματα, ἐπήγαγε, Τὰ δυνάμενά σε σοφίσαι· τουτέστιν, Οὐκ ἀφιᾶσιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοί.
δʹ.  Ὁ  γὰρ   τὰς   Γραφὰς  εἰδὼς,   ὡς   εἰδέναι   χρὴ,   οὐδενὶ   τῶν   γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως,  τὰ μὲν τῇ πίστει ἐπιτρέπων  καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς Γραφαῖς. Ἐπεὶ καὶ τὸ μὴ πάντα περιεργάζεσθαι, καὶ τὸ μὴ πάντα θέλειν εἰδέναι, μέγα τοῦ εἰδέναι τεκμήριον. Καὶ εἰ βούλεσθε, ἐπὶ παραδείγματος ἐρῶ· Ἔστω ποταμὸς, μᾶλλον δὲ ἔστωσαν ποταμοὶ (οὐ κατὰ συγχώρησιν  λέγω, ἀλλ' ὅπερ εἰσὶν οἱ ποταμοί)· οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ' οἱ μὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν  ἀποπνίξαι  τὸν ἀγνοοῦντα·  καὶ ἐνταῦθα  μὲν ἴλιγγοι,  ἐκεῖ δὲ οὐκέτι. Τὸ οὖν μὴ
θέλειν  πᾶσιν ὁμοίως  ἐπιχειρεῖν,  καλὸν,  καὶ τὸ μὴ θέλειν  πάντα  τὰ βάθη εἰδέναι,  οὐ μικρὸν τοῦ εἰδέναι  τεκμήριον·  ὡς ὅ γε βουλόμενος  παντὸς  τοῦ μέρους τοῦ ποταμοῦ κατατολμᾷν,   οὗτος  μάλιστα  οὐκ  οἶδε  τῶν   ποταμῶν   τὰ  ἰδιώματα,   καὶ  ἀπολεῖται πολλάκις  ἀπὸ τῆς αὐτῆς θρασύτητος τοῦ βάθους κατατολμήσας, ἀφ' ἧς διέβαινε τὸ μὴ βαθύ. Οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ, ὁ πάντα θέλων  εἰδέναι, καὶ πάντων  κατατολμῶν,  οὗτος οὐκ οἶδε μάλιστα τί ἐστι Θεός. Ἀλλ' ἐν μὲν τοῖς ποταμοῖς τὸ μὲν πλέον μέρος ἀσφαλὲς, ὀλίγοι  δὲ ἴλιγγοι  καὶ βάθη· ἐπὶ δὲ τοῦ Θεοῦ τὸ πλέον  ἐν ἀποκρύφοις,  καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ ἔργα αὐτοῦ.
Τί τοίνυν  βιάζῃ  καταποντίσαι  σαυτόν;  Τοῦτο μόνον  ἴσθι,  ὅτι  πάντα  ὁ  Θεὸς οἰκονομεῖ,  ὅτι  πάντων   προνοεῖ,  ὅτι  αὐτεξούσιοί  ἐσμεν,  ὅτι  τὰ  μὲν  ἐνεργεῖ,  τὰ  δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν  γίνεσθαι  βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος  αὐτοῦ πάντα  γίνεται,  ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει.∆ιὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ,  καὶ  τίνα  τὰ  ἀδιάφορα·  οἷον,  ἀγαθὸν  ἡ  ἀρετὴ,  κακὸν  ἡ  φαυλότης,  ἀδιάφορα πλοῦτος, πενία, ζωὴ, θάνατος. Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων, ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται, ἵνα στεφανωθῶσιν,  οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες  δὲ οἱ ἁμαρτωλοὶ  δίκην  ἐνταῦθα  τίνουσιν,  ἵνα  μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ πάντες  οἱ δίκαιοι θλίβονται,  ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν  εἶναι νομίσῃς, ἀλλὰ τὴν ἀρετήν. Οὗτοι κανόνες εἰσὶ, καὶ ὅροι· ὃ βούλει ἄγε ἐπ' αὐτοὺς, καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων  ἀριθμὸς, καὶ ὑπὸ  τοῦτον  ἅπαντα  ἄγεται,  καὶ  πάντα  μερίζειν  καὶ  πολυπλασιάζειν  δυνατὸν  ἐν  τῷ κανόνι τῶν ἑξακισχιλίων, καὶ διὰ τοῦ ἀριθμοῦ τούτου πάντα στρέφεται, καὶ ἴσασι ταῦτα ὅσοι γράμματα  μεμαθήκασιν· οὕτω  τοὺς κανόνας  τούτους,  οὓς πάλιν  ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον  κακία, ὅτι ἀδιάφορα νόσοι, πενία, ἐπιβουλαὶ, συκοφαντίαι,  καὶ ὅσα τοιαῦτα· ὅτι οἱ δίκαιοι θλίβονται  ἐνθάδε· εἰ δέ τινες καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι· ὅτι οἱ  πονηροὶ εὐφραίνονται,  ἵνα ἐκεῖ κολασθῶσιν· εἰ δέ τινες καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολάζονται  πάντες,  ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν  εἰσί τινες  οἱ φαῦλα  ἔχοντες  ἔργα, καὶ  ἐνταῦθα  αὐτὰ  ἀποτίθενται,  καὶ  τῶν πονηρῶν  οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβάνουσιν,  ἵνα ἐκεῖ τιμωρηθῶσιν· ὅτι ἀκατάληπτα  τὰ πλείονα  τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ τὸ μέσον ἡμῶν καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώμεθα,  οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν συνεχῶς, εὑρήσομεν καὶ παραδείγματα τοιαῦτα πολλά· Τὰ δυνάμενά σε, φησὶ, σοφίσαι εἰς σωτηρίαν. Καὶ γὰρ τὰ πρακτέα ὑποτίθενται  αἱ Γραφαὶ, καὶ τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων. Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον,  τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι  τὸν  οὐρανόν   τις  ἀνοίξειε,   καὶ  πάντα   ποιήσοι  κατοπτεῦσαι.  Περὶ  γεέννης ἐμάθομεν,  περὶ  βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωμεν  ἀλόγοις  πράγμασι· γοητεία πάντα  ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι τοῦ βίου τοῦ σοῦ, ὡς θέλει αὐτὸν οἰκονομεῖ. Εἰπέ μοι, εἴ τις  λῄσταρχος  υἱὸν  βασιλέως  αὐτῷ  προσφυγόντα,  καὶ  ἐρημίαν  καὶ  τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας ἔχοι καὶ ἐξουσίαν, δυνήσεται αὐτῷ εἰπεῖν, εἰ τελευτᾷ, εἰ ζῇ; Καὶ σφόδρα γε δυνήσεται. Τί δήποτε; Οὐκ ἐπειδὴ προοῖδε τὸ μέλλον, ἀλλ'  ἐπειδὴ  ἑκατέρου  κύριος  γίνεται,  τοῦ  ἀφανίσαι,  καὶ  σῶσαι τὸν  παῖδα,  ἐκείνου ποιήσαντος  αὐτὸν  κύριον.  Καὶ γὰρ  ἀνελεῖν,  ἐὰν  θέλῃ,  δυνήσεται,  καὶ  ἀφεῖναι,  ἂν βουληθῇ,  ὁμοίως  δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ  γέγονεν.  Ἂν  εἴπῃ, ὅτι  πλούσιος  ἔσῃ ἢ πένης, ἀμφοτέρων κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
εʹ. Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα  ἔχουσι δύναμιν  προγνωστικὴν,  ἐμοὶ τῷ πιστῷ τούτους  ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων  δὲ ἕνεκεν  οὐκ ἂν ταπεινοφρονήσαιμι·  πάντων  τῇ τοῦ Θεοῦ χάριτι  καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν,  εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν·  πόῤῥω τῶν  καταδύσεων  αὐτοῦ καὶ τῶν  σπηλαίων  τυγχάνω,  τῷ  βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα  ἔκλεψε,  φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ  τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον  λέγειν, πῶς τὰ πολλὰ  ἀναθήματα  τῶν  εἰδώλων  ἐκλάπη,  πῶς  τὸ πολὺ  χρυσίον ἐχωνεύθη.  ∆ιὰ τί μὴ προεῖπον  τοῖς ἱερεῦσιν αὐτῶν;  Ὥστε οὐδὲν  ἴσασιν· ἀλλὰ  χρημάτων  μὲν ἕνεκεν  οὐδὲ εἰπεῖν  ἐδύναντο,   ὅταν  οἱ  ναοὶ  αὐτῶν  οἱ  εἰδωλικοὶ  ἐπίμπραντο,  καὶ  πολλοὶ συναπώλλυντο.  ∆ιὰ τί μὴ φείδονται  τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία  μόνον τὸ πρᾶγμά   ἐστιν,   εἴ   πού   τι   καὶ   προείποιεν.   Εἰσὶ  παρ'  ἡμῖν   προφῆται,   ἀλλ'  οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς  ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε  ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων  αὐτὸν ἀληθεύειν,  ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ,  μάλιστα μὲν οὐδὲ οὕτως  ἐχρῆν  εἰδωλολατρεῖν,   πλὴν  ἀλλ' οὐ  τοσαύτη  ἡ ἀπόνοια· εἰ  δὲ  τὰ  μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην  ὑπέμεινεν,  ἐταρίχευσεν  ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν
 πάντων  προνοεῖ, ὅτι αὐτεξούσιοί ἐσμεν, ὅτι τὰ μὲν ἐνεργεῖ, τὰ δὲ συγχωρεῖ, ὅτι οὐδὲν πονηρὸν γίνεσθαι βούλεται, ὅτι οὐκ ἀπὸ τοῦ βουλήματος αὐτοῦ πάντα γίνεται, ἀλλὰ καὶ ἀπὸ τοῦ ἡμετέρου, πάντα τὰ κακὰ ἀπὸ τοῦ ἡμετέρου μόνον, πάντα τὰ ἀγαθὰ ἀπό τε τοῦ ἡμετέρου καὶ τῆς αὐτοῦ ῥοπῆς, ὅτι οὐδὲν αὐτὸν λανθάνει. ∆ιὰ τοῦτο πάντα ἐνεργεῖ. Εἶτα σὺ τοῦτο εἰδὼς, ἀρίθμει τίνα μὲν τὰ ἀγαθὰ, τίνα δὲ τὰ κακὰ, καὶ τίνα τὰ ἀδιάφορα· οἷον, ἀγαθὸν  ἡ ἀρετὴ, κακὸν ἡ φαυλότης,  ἀδιάφορα  πλοῦτος,  πενία,  ζωὴ, θάνατος.
Ἂν ταῦτα εἰδῇς, εἴσῃ καὶ μετὰ τούτων,  ὅτι οἱ δίκαιοι διὰ τοῦτο θλίβονται,  ἵνα στεφανωθῶσιν,  οἱ ἁμαρτωλοὶ,  ἵνα  τῶν  ἁμαρτιῶν  δίκην  ἐκτίσωσιν·  οὐ πάντες  δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τίνουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστῶσιν, ὥσπερ οὐ
πάντες  οἱ δίκαιοι  θλίβονται,  ἵνα  μὴ τὴν  κακίαν  ἐπαινετὴν  εἶναι  νομίσῃς, ἀλλὰ  τὴν ἀρετήν.  Οὗτοι κανόνες  εἰσὶ, καὶ ὅροι· ὃ βούλει  ἄγε ἐπ' αὐτοὺς,  καὶ οὐ διαπορήσεις. Ὥσπερ γάρ ἐστι παρὰ τοῖς γραμματισταῖς ὁ τῶν ἑξακισχιλίων  ἀριθμὸς, καὶ ὑπὸ τοῦτον ἅπαντα ἄγεται, καὶ πάντα μερίζειν καὶ πολυπλασιάζειν δυνατὸν ἐν τῷ κανόνι τῶν ἑξακισχιλίων,  καὶ  διὰ  τοῦ  ἀριθμοῦ  τούτου  πάντα  στρέφεται,  καὶ  ἴσασι ταῦτα  ὅσοι γράμματα μεμαθήκασιν· οὕτω τοὺς κανόνας τούτους, οὓς πάλιν ἐρῶ συντομώτερον, ἄν τις εἰδῇ, οὐδέποτε σκανδαλίζεται. Τίνες οὖν εἰσιν οὗτοι; Ὅτι ἀγαθὸν ἀρετὴ, ὅτι φαῦλον κακία,  ὅτι  ἀδιάφορα  νόσοι, πενία,  ἐπιβουλαὶ,  συκοφαντίαι,  καὶ  ὅσα τοιαῦτα·  ὅτι  οἱ δίκαιοι  θλίβονται  ἐνθάδε·  εἰ δέ τινες  καὶ εὖ πάσχουσιν, ἵνα μὴ ἡ ἀρετὴ δόξῃ μισητὴ εἶναι·  ὅτι  οἱ   πονηροὶ  εὐφραίνονται,   ἵνα  ἐκεῖ  κολασθῶσιν·  εἰ  δέ  τινες  καὶ κολάζονται, ὥστε μὴ τὴν κακίαν δόξαι εἶναι καλὸν, μηδὲ ἀτιμώρητα τὰ πράγματα· ὅτι οὐ κολάζονται πάντες, ἵνα μὴ τῆς ἀναστάσεως ὁ καιρὸς διαπιστηθῇ· ὅτι καὶ τῶν ἀγαθῶν εἰσί τινες οἱ φαῦλα ἔχοντες  ἔργα, καὶ ἐνταῦθα αὐτὰ ἀποτίθενται,  καὶ τῶν πονηρῶν  οἱ χρηστὰ ἔχοντες, καὶ ἐνταῦθα ἀπολαμβάνουσιν,  ἵνα ἐκεῖ τιμωρηθῶσιν·  ὅτι ἀκατάληπτα τὰ πλείονα  τοῦ Θεοῦ ἔργα· ὅτι πολὺ  τὸ μέσον ἡμῶν  καὶ αὐτοῦ, καὶ ὅσον οὐκ ἔστιν εἰπεῖν. Ἂν ταῦτα ἀναλογιζώμεθα,  οὐδὲν ἡμᾶς θορυβῆσαι δυνήσεται. Ἂν τῶν Γραφῶν ἀκούωμεν  συνεχῶς,  εὑρήσομεν  καὶ  παραδείγματα  τοιαῦτα  πολλά·  Τὰ δυνάμενά  σε, φησὶ, σοφίσαι εἰς  σωτηρίαν.  Καὶ γὰρ τὰ πρακτέα  ὑποτίθενται  αἱ Γραφαὶ, καὶ  τὰ μὴ πρακτέα· ἄκουε γὰρ τοῦ μακαρίου τούτου ἀλλαχοῦ λέγοντος, Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν,  φῶς τῶν ἐν σκότει, παιδευτὴν  ἀφρόνων,  διδάσκαλον νηπίων.  Ὁρᾷς ὅτι φῶς τῶν ἐν σκότει ὁ νόμος; Εἰ δὲ ὁ τὸ γράμμα δεικνὺς φῶς, τὸ γράμμα τὸ ἀποκτεῖνον, τί ἄρα ὁ τὸ πνεῦμα τὸ ζωοποιοῦν; εἰ ἡ Παλαιὰ φῶς, τί ἡ Καινὴ, ἔνθα τοσαῦτα ἀνεπετάσθη; ἔνθα τοσοῦτόν ἐστι τὸ μέσον, ὅσον εἰ τοῖς οὐδὲν πλέον τῆς γῆς εἰδόσι τὸν οὐρανόν τις ἀνοίξειε, καὶ πάντα ποιήσοι κατοπτεῦσαι. Περὶ γεέννης  ἐμάθομεν, περὶ βασιλείας, περὶ κρίσεως. Μὴ πιστεύωμεν ἀλόγοις πράγμασι· γοητεία πάντα ἐκεῖνα. Τί οὖν ὅτι λέγουσι, φησὶ, καὶ ἐκβαίνει; Ἐπειδὴ σὺ πιστεύεις, εἴ γε καὶ ἐκβαίνει. Αἰχμάλωτόν σε ἔλαβε, κύριός ἐστι  τοῦ  βίου  τοῦ  σοῦ, ὡς  θέλει  αὐτὸν  οἰκονομεῖ.  Εἰπέ μοι,  εἴ  τις  λῄσταρχος  υἱὸν βασιλέως αὐτῷ προσφυγόντα, καὶ ἐρημίαν καὶ τὴν ἐκείνου συνοίκησιν ἀγαπήσαντα ὑπὸ χεῖρας  ἔχοι  καὶ  ἐξουσίαν, δυνήσεται  αὐτῷ  εἰπεῖν,  εἰ  τελευτᾷ,  εἰ  ζῇ; Καὶ σφόδρα γε δυνήσεται.  Τί δήποτε; Οὐκ ἐπειδὴ  προοῖδε  τὸ μέλλον,  ἀλλ' ἐπειδὴ  ἑκατέρου  κύριος γίνεται, τοῦ ἀφανίσαι, καὶ σῶσαι τὸν παῖδα, ἐκείνου ποιήσαντος αὐτὸν κύριον. Καὶ γὰρ ἀνελεῖν,  ἐὰν θέλῃ, δυνήσεται,  καὶ ἀφεῖναι,  ἂν βουληθῇ,  ὁμοίως  δυνήσεται· ὑπὸ γὰρ ἐκείνῳ γέγονεν. Ἂν εἴπῃ, ὅτι πλούσιος ἔσῃ ἢ πένης, ἀμφοτέρων  κύριος αὐτός ἐστι. Τὸ πλέον τοῦ κόσμου ὑπὸ τὰς τοῦ διαβόλου χεῖρας ἑαυτοὺς ἔδωκαν.
ςʹ. Καὶ ἄλλως δὲ, ὅταν ἐθισθῇ ἄνθρωπος πιστεύειν, πολὺ καὶ τοῦτο συμβαλεῖται ἐκείνοις τοῖς ἀπατεῶσιν· οὐδεὶς γὰρ ταῖς ἀποτυχίαις προσέχει, ἀλλ' εἴ που ἐπιτύχοιεν. Εἰ δέ τινα  ἔχουσι δύναμιν  προγνωστικὴν,  ἐμοὶ τῷ πιστῷ τούτους  ἄγε. Οὐ μεγαληγορῶν λέγω· τὸ γὰρ τούτων ἀπηλλάχθαι, οὐ μεγαληγορίας. Ἁμαρτημάτων μὲν γάρ εἰμι μεστός· τούτων  δὲ ἕνεκεν  οὐκ ἂν ταπεινοφρονήσαιμι·  πάντων  τῇ τοῦ Θεοῦ χάριτι  καταγελῶ. Ἄγε πρὸς ἐμὲ τὸν ἄνδρα τὸν μάγον, εἴ τινα ἔχει δύναμιν προγνωστικὴν,  εἰπάτω τί μοι συμβήσεται, αὔριον τί ἔσται μοι. Ἀλλ' οὐκ ἐρεῖ· ὑπὸ γὰρ τὴν τοῦ βασιλέως ἐξουσίαν εἰμὶ, καὶ οὐκ ἔχει τὴν ἐμὴν ἀρχὴν οὐδὲ τὴν ὑποταγήν·  πόῤῥω τῶν  καταδύσεων  αὐτοῦ καὶ τῶν  σπηλαίων  τυγχάνω,  τῷ  βασιλεῖ στρατεύομαι. Ἀλλ' ὁ δεῖνα  ἔκλεψε,  φησὶ, καὶ ὁ δεῖνα αὐτὸν κατεμήνυσε. Μάλιστα μὲν οὖν οὐδὲ πανταχοῦ  τοῦτο ἀληθὲς, ἀλλὰ γέλως καὶ ψεῦδος· οὐδὲν γὰρ ἴσασιν· εἰ δέ τι ἴσασι, μᾶλλον τὰ ἑαυτῶν ὤφειλον  λέγειν, πῶς τὰ
πολλὰ  ἀναθήματα  τῶν  εἰδώλων  ἐκλάπη,  πῶς  τὸ πολὺ  χρυσίον ἐχωνεύθη.  ∆ιὰ τί μὴ προεῖπον  τοῖς ἱερεῦσιν αὐτῶν;  Ὥστε οὐδὲν  ἴσασιν· ἀλλὰ  χρημάτων  μὲν ἕνεκεν  οὐδὲ εἰπεῖν  ἐδύναντο,   ὅταν  οἱ  ναοὶ  αὐτῶν  οἱ  εἰδωλικοὶ  ἐπίμπραντο,  καὶ  πολλοὶ συναπώλλυντο.  ∆ιὰ τί μὴ φείδονται  τῆς σωτηρίας τῆς αὑτῶν; Ἀλλ' ἐπιτυχία  μόνον τὸ πρᾶγμά   ἐστιν,   εἴ   πού   τι   καὶ   προείποιεν.   Εἰσὶ  παρ'  ἡμῖν   προφῆται,   ἀλλ'  οὐκ ἀποτυγχάνουσιν· οὐ τοῦτο μὲν λέγουσιν, ἐκεῖνο δὲ ψεύδονται, ἀλλὰ πάντα ἀληθεύουσι· τοῦτο γὰρ προγνώσεώς  ἐστι. Παύσασθέ ποτε τῆς μανίας, παρακαλῶ, εἴ γε τῷ Χριστῷ πιστεύετε· εἰ δὲ μὴ πιστεύετε, τί ἑαυτοὺς διασύρετε, τί ἀπατᾶτε; ἕως πότε χωλανεῖτε  ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; τίνος γὰρ ἕνεκεν προσέρχῃ; τί ἐρωτᾷς; Ἅμα προσῆλθες, ἅμα ἠρώτησας, ὑπὸ τὴν δουλείαν σαυτὸν ἐποίησας· ὡς γὰρ πιστεύων ἐρωτᾷς. Οὒ, φησὶν, οὐ πιστεύων  αὐτὸν ἀληθεύειν,  ἀλλὰ πειράζων. Καὶ τὸ πειράζειν εἰ ἀληθεύει, οὐκ ἔστι πεπεισμένου ὅτι ψεύδεται, ἀλλ' ἔτι ἀμφιβάλλοντος. Τίνος οὖν ἕνεκεν ἐρωτᾷς τί ἔσται; Εἰ μὲν γὰρ τοῦτο λέγει, ὅτι τόδε ἔσται, τόδε πρᾶξον καὶ διαφεύξῃ,  μάλιστα μὲν οὐδὲ οὕτως  ἐχρῆν  εἰδωλολατρεῖν,   πλὴν  ἀλλ' οὐ  τοσαύτη  ἡ ἀπόνοια· εἰ  δὲ  τὰ  μέλλοντα προλέγουσιν, οὐδὲν ἄλλο κερδαίνει ὁ μαθὼν, ἢ λύπην περιττήν· τὸ μὲν γὰρ πρᾶγμα οὐκ ἐξέβη, τὴν δὲ λύπην  ὑπέμεινεν,  ἐταρίχευσεν  ἑαυτόν. Εἰ συνέφερε τοῦτο, οὐκ ἂν ἡμῖν ἐφθόνησεν  ὁ Θεός· οὐκ ἂν ἐβάσκηνεν ὁ τὰ ἐν οὐρανοῖς εἰπών. Ὅσα γὰρ ἤκουσα παρὰ τοῦ Πατρὸς,  φησὶ, πάντα ἐγνώρισα ὑμῖν, καὶ πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα  ὑμῖν· καὶ, Οὐ λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· ὑμεῖς φίλοι μού ἐστε. ∆ιὰ τί οὖν ταῦτα οὐκ ἐγνώρισεν ἡμῖν· Ὅτι βούλεται μηδένα λόγον ἔχειν ἡμᾶς αὐτῶν. Ἐπεὶ ὅτι οὐ βασκαίνει, τοῖς  παλαιοῖς  ταῦτα  ἐλέγετο,  καὶ περὶ ὄνου καὶ ἑτέρων  τινῶν,  ἐπειδὴ νήπιοι  ἦσαν· ἡμῖν  δὲ, ἐπειδὴ  βούλεται  μηδένα  λόγον  ἡμῖν  εἶναι  περὶ  αὐτῶν,  οὐδὲ φροντίδα  ἔθετο ταύτην  τοῦ γνωρίσαι  ἡμῖν.  Ἀλλὰ τί μανθάνομεν;  Ὅπερ οὐκ ἔμαθον ἐκεῖνοι· μικρὰ γὰρ ἅπαντα ἐκεῖνα· ἃ δὲ ἡμεῖς ἐμάθομεν ἐστὶ ταῦτα, ὅτι ἐγειρόμεθα, ὅτι ἀθάνατοι ἐσόμεθα, ὅτι ἄφθαρτοι, ὅτι οὐκ ἔχει τέλος ἡ ζωὴ, ὅτι πάντα παρελεύσεται, ὅτι ἐν νεφέλαις  ἁρπαγησόμεθα, ὅτι οἱ πονηροὶ κόλασιν τίσουσι, μυρία πρὸς τούτοις ἕτερα, καὶ οὐδέν ἐστι ψεῦδος. Οὐ πολλῷ  βέλτιον  εἰδέναι  ταῦτα,  ἢ ὅτι  ὁ ὄνος  ὁ ἀπολόμενος  εὑρέθη;  Ἰδοὺ
ἔλαβες τὸν ὄνον, ἰδοὺ εὗρες· τί τὸ κέρδος; οὐ πάλιν ἀπολλύεις αὐτὸν ἑτέρῳ τρόπῳ; Κἂν γὰρ αὐτός σε μὴ ἀφῇ, σὺ αὐτὸν ἀφήσεις τῇ τελευτῇ· τὰ δὲ πράγματα, ἅπερ ἐγὼ εἶπον, ἂν κρατεῖν βουλώμεθα, διηνεκῶς ἔχομεν. Ἐκεῖνα τοίνυν διώκωμεν, ἐκείνων ἐχώμεθα τῶν μενόντων,  τῶν βεβαίων. Μὴ προσέχωμεν μάντεσι, μηδὲ χρησμολόγοις, μηδὲ ἀγύρταις, ἀλλ' ἢ τῷ Θεῷ τῷ πάντα εἰδότι σαφῶς, τῷ τὴν γνῶσιν ἔχοντι τῶν ἁπάντων· καὶ οὕτω πάντα εἰσόμεθα, ὃ εἰδέναι χρὴ, καὶ πάντων τῶν ἀγαθῶν ἐπιτευξόμεθα.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


===========

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |