ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

Πέμπτη 20 Οκτωβρίου 2016

Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.



Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


ΣΤʹ. Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, "Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν ὄψιν ῥυθμίζουσιν· ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν· τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ τὸν φυσικὸν προσδοκώντων.


Ἔστι δὲ ἰδεῖν τοὺς ναύτας ὑπὸ τῆς ἔξωθεν αὐτοὺς περιεχούσης ζάλης χειμαζομένους, πλέον δὲ ὑπὸ τῆς τῶν ἔνδοθεν ὀλοφυρο μένων κραυγῆς ἐκνευριζομένους, ὡς καὶ τὸν μὲν κυβερνήτην ὑπότρομον γεγονότα ἀπὸ τῆς δειλίας μηκέτι δύνασθαι χρῆσθαι τῇ κυβερνητικῇ χειρὶ πρὸς τὴν τῆς νηὸς εὐθυπλοΐαν, πάντας δὲ ὁμοῦ τῆς ἐν ἀνθρώποις ζωῆς μετὰ φωνῆς ἀπεκδέχεσθαι. Τοιοῦτόν τι συμβέβηκε τοῖς μαθηταῖς τοῦ Κυρίου· μετάβαλε γάρ μοι τῷ λόγῳ ἐπὶ τὸ Εὐαγγέλιον. Ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν εἰς τὸ πλοῖον, καὶ διήρχετο τὴν θάλασσαν εὐμαρῶς. Καὶ ἕως μὲν αὐτοῖς ὁ ∆εσπότης Χριστὸς ἐγρηγόρει, πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, ἡπλοῦτο δὲ αὐτοῖς καὶ ἡ θάλασσα ὡς ἤπειρος, οὐδὲν κῦμα τῇ χριστοφόρῳ νηῒ προσεφίστατο· ὅτε δὲ οἰκονομικῶς ὁ Ἰησοῦς ἐν τῷ πλοίῳ ἐκάθευδε κατὰ τὴν τοῦ σώματος φύσιν, καὶ οὐ κατὰ τὴν τῆς θεότητος ἀξίαν (ἄϋπνον γὰρ τὸ ὄμμα τῆς θεότητος)· τότε οἱ ἄνεμοι θεωρήσαντες τὸν ἑαυτῶν παιδευτὴν καὶ ταξίαρχον ὑπνώσαντα, καθάπερ ἵπποι ἡνιόχου καθεύδοντος κατολιγωρήσαντες, λάβρῳ φυσήματι ἄγριον χειμῶνα συρίζοντες κατὰ τῆς ἀποστολικῆς ὁλκάδος ἐφέροντο. Γενομένης δὲ ζάλης ἀνείκαστον θάνατον ἀποπνεούσης, καὶ τῆς θαλάσσης κοχλαδὸν ἀναζεούσης, καὶ τὸν θυμὸν τῶν κυμάτων τῇ ὁροθέτιδι ψάμμῳ ἐπιφριζούσης, θεωρήσαντες οἱ μαθηταὶ τὸν πολυθρύλλητον χειμῶνα, τὸν πολυύμνητον προμαχεῶνα Χριστὸν παρεκάλουν· τί λέγοντες; Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ἐκάθευδεν ὁ Κύριος οἰκονομικῶς ἐν τῷ πλοίῳ, οὐκ ἀγνοῶν τὸ μέλλον γίνεσθαι, οὐκ ἀδυνατῶν γαλήνην βραβεῦσαι· εἰδὼς δὲ μέλλουσαν ταράσσεσθαι τὴν θάλασσαν, κατὰ δύο αἰτίας ἐκάθευδεν· ἵνα καὶ τὸ σαθρὸν τῆς ὀλιγοπιστίας τῶν μαθητῶν ἐν τῷ χειμῶνι διελέγξῃ, καὶ τὸ δυνατὸν τῆς θεότητος αὐτοῖς ἐνδείξηται.
Ἦν οὖν ἰδεῖν, ἀγαπητοὶ, διαγρηγορήσαντος τοῦ ∆εσπότου σωματικῶς, πάντα ὀξύτερον ἑαυτοῦ γενόμενον, καὶ τὸν ἄνεμον πρὸς τὸ ἴδιον σπήλαιον ὑποφεύγοντα, τήν τε θάλασσαν μηκέτι ἀπειλοῦσαν τῇ ἀποστολικῇ ὁλκάδι, ἀλλὰ τὰ κύματα πρὸς τὴν προσκύνησιν ἐπιστρέφοντα. Τοιαύτη ἐστὶν καὶ ἡ τοῦ βίου φορὰ, μηδέποτε μένειν ἐν ταυτότητι τὰ πράγματα, ἀλλὰ ποτὲ μὲν γαληνιᾷν εἰρήνῃ καὶ εὐθηνίᾳ τροφῶν ἀνενδεεῖ, ποτὲ δὲ ταράσσεσθαι ὥσπερ τὴν θάλασσαν, τοῦτο μὲν βαρβάρων καταδρομαῖς, τοῦτο δὲ τυράννων ἐπιβουλαῖς καὶ πραγμάτων πλοκαῖς, καὶ πολλοῖς ἄλλοις κλόνοις καὶ ἀκαταστασίαις. Καὶ γὰρ ἡ εἰρημένη ἱστορία περὶ τῆς ἀποστολικῆς ὁλκάδος τοῦτον ἔχει τὸν νοῦν· οὐκ ἦν γὰρ ὑπὸ τοῦ Κυρίου γινόμενον, ὃ οὐκ ἦν μυστηρίου ἐχόμενον. Θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, πλοίῳ ἡ ἀνθρωπίνη ὑπόστασις, φέρουσα καθάπερ ἐπιβάτας καὶ κυβερνήτην τοὺς λογισμοὺς καὶ τὸν νοῦν. Ἐὰν οὖν τοῦτο τὸ πλοῖον, τουτέστιν ἡ ἀνθρωπίνη ὑπόστασις, ἐν τούτῳ τῷ βίῳ χειμαζομένη ὑπὸ τῆς τοῦ διαβόλου κακίας, καὶ ἀπὸ τῶν ἐναντίων δαιμόνων τῶν τὰ κύματα τῶν ἐπιθυμιῶν ἐξεγειρόντων, καὶ τὸν ἁλμυρὸν ἀφρὸν τῶν ἡδονῶν πρὸς τὸν ἔνδοθεν νοῦν ἐπιῤῥιπτόντων καὶ ταῖς ἐπιθυμίαις τὸν κυβερνήτην νοῦν σειόντων, καὶ πρὸς τὴν ἁμαρτίαν βυθιζόντων ὅτι δὲ ἕκαστος τῶν ἀνθρώπων ταῖς πολυφλόγοις ἡδοναῖς σειόμενος πρὸς τὴν ἁμαρτίαν ἐβυθίζετο, μαρτυρεῖ μου τῷ λόγῳ ∆αυῒδ ὁ προφήτης. Ὅτε γὰρ περὶ τὴν σωφροσύνην ἐναυάγησεν, ἀνεβόα λέγων· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Οὐ γὰρ τοῦτο κατὰ ἱστορίαν εὑροῦμέν που γεγραμμένον τῷ ∆αυΐδ· ποῦ γὰρ ∆αυῒδ ἔπλευσεν; ἢ εἰς ποῖον πέλαγος ἀπελθὼν ἐβυθίσθη; ἀλλ' οὐ δαμοῦ. Τί οὖν ἐστιν ὃ λέγει, ἢ πάντως, ἐν τῷ βίῳ τούτῳ ὥσπερ ἐν θαλάσσῃ ὑπάρχων, καὶ σεισθεὶς ταῖς ἡδοναῖς καθάπερ κύμασι, καὶ τοὺς ἁρμοὺς τῶν λογισμῶν λυθεὶς, λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας ἔνδοθεν δεξάμενος, τοῦ ἀνδρὸς πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα ἐκλυθεὶς, ναυάγιον σωφροσύνης ὑπέμεινεν. ∆ιὸ ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Εἶτα πάλιν μετανοήσας καὶ οἱονεὶ ἀνανήψας ἐκ τοῦ βάθους τῆς ἁμαρτίας, πάλιν κρατῶν τοῦ πηδαλίου τῆς σωφροσύνης, καὶ τὸν ἑαυτοῦ βίον ἐν σωφροσύνῃ ῥυθμίζων, ηὔχετο τῷ Θεῷ λέγων· Μή με πάλιν καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Τοιοῦτόν τι καὶ ὁ Ἀπόστολος μυστικῶς αἰνιττόμενος λέγει τὴν ἀνθρωπότητα, Τρίτον ἐναυάγησα. Τί γάρ φησιν; Τρὶς ἐναυάγησα; νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν. Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Νύκτα λέγει τὴν πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας ἐν τῇ σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν. Πάσης οὖν τῆς ἀνθρωπότητος, καθὼς ἔφαμεν ὑπὸ τῆς τοῦ διαβόλου κακίας χειμαζομένης, θεωρήσας ὁ τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τόνδε τὸν βίον, εἰσέρχεται εἰς τὴν κοιλίαν τοῦ πλοίου τῆς Παρθένου Μαρίας· οὗ τὴν εἰκόνα ἐν Ἰωνᾷ τῷ προφήτῃ γεγονυῖαν εὕραμεν. Πέμπεται γὰρ Ἰωνᾶς εἰς Νινευῒ, ἔρχεται ὁ Χριστὸς εἰς τόνδε τὸν βίον· ἀπέρχεται ὁ Ἰωνᾶς εἰς τὸ πλοῖον, καὶ εἰς τὴν κοίλην τοῦ πλοίου καθεύδει, καὶ ὁ τοῦ Θεοῦ Λόγος ἐν ἐννέα μησὶν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου Μαρίας σχεδὸν ἐκάθευδε σιωπῶν τοῖς ἀνθρώποις. Τότε μᾶλλον ἐξηγείρετο ὁ διαβολικὸς τῆς κακίας χειμὼν, ὡς ἐπὶ τοῦ Ἰωνᾶ· ἀλλ' ὅτε ἐῤῥίφη Ἰωνᾶς εἰς τὸ πέλαγος, τουτέστιν, ὅτε Ἰησοῦς προῆλθεν ἐκ τῆς κοιλίας τῆς Παρθένου εἰς τόνδε τὸν βίον, καὶ πᾶς ἐναντίος ἄνεμος ἐφιμοῦτο, καὶ μέχρις οὗ φθάσῃ τὸ κῆτος εἰς τὸν ᾅδην, πολλὰ σημεῖα καὶ τέρατα ἐπετέλει διανηχόμενος εἰς τόνδε τὸν βίον. Ἦλθεν Ἰωνᾶς εἰς τὸ κῆτος, καὶ αὐτὸς εἰς τὸν ᾅδην ἦλθεν· τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας τὰς αὐτὰς τῷ Ἰωνᾷ ἐν τῷ ᾅδῃ πεποίηκεν.Ἐκρίπτεται Ἰωνᾶς ἐκ τοῦ κήτους εἰς τὴν Νινευῒ, καὶ Χριστὸς ἀνίσταται ἐκ νεκρῶν καὶ ἔρχεται εἰς τὸν κόσμον τοῦτον κηρύσσει μετάνοιαν· μετανοοῦσι Νινευῖται, καὶ οἱ τοῦ κόσμου τούτου πολῖται· νηστεύουσι τριάδα ἡμερῶν, καὶ σώζεται τὰ πολυαρίθμητα πλήθη, ὡς καὶ ἐν τῇ Νινευῒ δεκαδύο μυριάδες ἀνθρώπων καὶ κτήνη πολλά. Τοῦ γὰρ Κυρίου κηρύσσοντος τῷ κόσμῳ τούτῳ τὴν μετάνοιαν καὶ τὴν πίστιν, σώζονται αἱ δέκα δύο φυλαὶ τοῦ Ἰσραήλ. Ὅταν γὰρ Τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε, πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι δὲ εἰκὼν τοῦ Χριστοῦ ἦν Ἰωνᾶς αὐτὸς ὁ Κύριος λέγει ἐν τῷ Εὐαγγελίῳ· Ὃν τρόπον Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ, καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ζ΄ Τοῦ αὐτοῦ εἰς τὸ, Ομοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως.

Τί μεῖζον βασιλείας οὐρανῶν, καὶ τί μικρότερον κόκκου σινάπεως; πῶς τὴν ἀμέτρητον βασιλείαν τῶν οὐρανῶν τῷ εὐμετρήτῳ καὶ βραχυτάτῳ κόκκῳ σινά πεως παρείκασεν; Ἀλλ' ἐὰν ἐννοήσωμεν τίς ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τίς ἐστιν ὁ κόκκος τοῦ σινάπεως, εὑρήσομεν πῶς καλῶς καὶ εὐφυῶς ἕκαστον ἑκάστῳ παρείκασται. Τίς ἐστιν ἡ τῶν οὐρανῶν βασι λεία, ἢ πάντως Χριστός; λέγει γὰρ περὶ ἑαυτοῦ· Ἰδοὺ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν. Τί δὲ μεῖ ζον Χριστοῦ κατὰ τὴν θεότητα; ὡς ἔστι τοῦ προφήτου ἀκοῦσαι λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσε ται ἕτερος πρὸς αὐτόν.Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή μης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Λέγει περὶ αὐτοῦ καὶ Ἡσαΐας, ὁμογνώμονι φωνῇ χρησάμενος. Τί γάρ φησιν; Ἐκοπίασεν Αἴγυπτος καὶ αἱ ἐμπορίαι τῶν Αἰθιόπων, καὶ οἱ Σαβαεὶν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνή σουσί σοι, ὅτι ἐν σοὶ Κύριος ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Τὴν αὐτὴν δύναμιν ἔχουσαν φωνὴν καὶ ὁ μακάριος Πέτρος ῥήγνυσι λέγων· Ἀδελφοί· καὶ γὰρ οὐκ ἔστιν ἕτερον ὄνομα, φησὶν, ὑπὸ τὸν οὐρανὸν, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς. Τί δὲ βραχύ τερον Χριστοῦ κατὰ τὴν οἰκονομίαν τῆς σαρκώσεως, ὃς γεγένηται καὶ ἀγγέλων μικρότερος καὶ ἀνθρώπων; Ἄκουε τοῦ ∆αυῒδ λέγοντος πῶς ἀγγέλων γέγονε βρα χύτερος· Τίς ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττω σας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Ὅτι δὲ περὶ Χριστοῦ λέγει ταῦτα ∆αυῒδ, Παῦλός σοι ἑρμηνεύει λέ γων· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου. Οὕτω καὶ ἀνθρώπων γέγονεν βραχύτερος.Τί γάρ φησιν Ἡσαΐας; Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ πάντας υἱοὺς τῶν ἀνθρώπων· διὰ τοῦτο καὶ σκώληκα ἑαυτὸν προσηγόρευσεν. Τί γάρ φησιν; Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν τῷ Ἡσαΐᾳ ὁ Πατὴρ πρὸς αὐτόν· Μὴ φοβοῦ σκώληξ Ἰακώβ. Εἶτα καὶ τῆς ἀοιδίμου αὐτοῦ τελευτῆς μεμνημένος ἔλεγε· Καὶ τὸ κατάλειμμά σου σκώληξ. Ἔδει γὰρ αὐτὸν καθάπερ ἁλιέα σοφὸν τῷ ἀστράπτοντι ἀγκίστρῳ τῆς θεότητος περιθεῖναι τὸν σκώληκα τῆς σαρκὸς καὶ χαλάσαι εἰς τὸν βυθὸν τοῦ βίου τούτου, καὶ οὕτω τὸν δράκοντα ἀγκι στρεῦσαι, ἵνα καὶ ὄντως τὸ γεγραμμένον ἐν τῷ Ἰὼβ πληρωθῇ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ; Ὁμοία οὖν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινά πεως. Ἐρεῖ οὖν τις τῶν ἀκουόντων· πῶς ὁ αὐτὸς βα σιλεία οὐρανῶν καὶ κόκκος γεγένηται, καὶ μέγας καὶ μικρὸς πρὸς αὐτόν; Ὅτι δι' ὑπερβολὴν εὐσπλαγχνίας περὶ τὸ ἴδιον πλάσμα τοῖς πᾶσι τὰ πάντα γεγένηται, ἵνα τοὺς πάντας κερδήσῃ. Θεὸς ἦν, ὡς οὖν καὶ ἔστι καὶ ἔσται διὰ τὴν ἰδίαν φύσιν, καὶ ἄνθρωπος γεγένηται διὰ τὴν ἡμετέραν σωτηρίαν.Ὦ βάθος πλούτου καὶ σο φίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρί ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὦ κόκκος, δι' οὗ γεγένηται κόσμος, δι' οὗ σκότος ἐσκέ δασται καὶ Ἐκκλησία κεκαίνηται! Οὗτος ὁ κόκκος ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς τοσοῦτον ἔσχεν ἰσχύος μέγε θος, ὥστε καὶ δεδεμένον αὐτὸν ὄντα, ῥήματι μόνον τὸν λῃστὴν ἀπὸ τοῦ ξύλου ἁρπάσαι, καὶ εἰς παραδείσου τρυφὴν κυλῖσαι· οὗτος ὁ κόκκος τὴν πλευρὰν λόγχῃ νυχθεὶς, ποτὸν ἀθανασίας τοῖς διψῶσιν ἐπήγασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἀπὸ τοῦ ξύλου κατενεχθεὶς καὶ εἰς κῆπον τεθεὶς, πᾶσαν τὴν ὑπουράνιον τοῖς κλάδοις ἐσκέπασεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐν κήπῳ τε θεὶς, καὶ τὰς ἑαυτοῦ ῥίζας εἰς ᾅδην ἐκπέμψας, καὶ τὰς ἐκεῖ ψυχὰς συλλαβόμενος, ἐν τριημέρῳ εἰς οὐρανὸν ἀνεκόμιζεν· οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς τὸν ἀντίδικον ἡμῶν ὄφιν δριμύξας ἐσκό τωσε, καὶ τὸν ᾅδην ἐξυπνίσας εἰς τὸν ὅθεν ἀπελείπετο τόπον πάλιν ἀπέστρεψεν. Ὁμοία οὖν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ κήπῳ. Σπεῖρον τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἵνα λέγῃς καὶ σύ· Ἐξέγειρον, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.
Ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον τοῦ σινάπεως ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, ἐρεῖ καὶ σοὶ ὁ προφήτης· Καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ·ἐὰν ἔχῃς τοῦτον τὸν κόκκον ἐν τῷ κήπῳ τῆς ψυχῆς σου, καὶ τοῦ μύρου αὐτοῦ μεταλάβῃς, λέγεται καὶ σοί· Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου· τουτέστι τῶν σαρκικῶν σου ὀσμὴ ὡς ὀσμὴ λιβάνου. Κῆπος κε κλεισμένος, πηγὴ ἐσφραγισμένη, αἱ ἀποστολαί σου. Οὗτος ὁ κόκκος τοῦ σινάπεως ἐπὶ ξύλου συντριβεὶς, καὶ ζύμη γεγονὼς ὑπὸ τῆς παντέχνου καὶ ἀθανάτου σοφίας, μιγεὶς εἰς σάτα τρία ἀλεύρου,τουτέστιν εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, τὴν πᾶσαν ἀνθρωπότητα εἰς μίαν πίστιν ἐζύμωσε. Τούτου τοῦ μυστηρίου τὴν εἰκόνα Ἀβραὰμ καὶ ἡ τούτου σύνευνος Σάῤῥα, οἰκοῦν τες ἐν τῇ σκηνῇ ὑπὸ τὴν δρῦν τῆς Μαμβρὴ, οἰκείαις χερσὶν ἐζωγράφησαν.
Ἀναγκαζόμεθα γὰρ, ἀγα πητοὶ, παρεκβαίνειν τὸν λόγον· τίς ὁ Ἀβραὰμ, τίς ἡ Σάῤῥα, τίς ἡ δρῦς, τίς ἡ σκηνὴ, ἢ τίνες οἱ ἐγκρυφίαι, διὰ τί ἐκεῖ τρία μέτρα σεμιδάλεως καὶ ὧδε ἀλεύρου, ἀναγκαῖον δι' ἀκριβείας διελθεῖν τὸν λόγον. Τίς ἂν εἴη Ἀβραάμ; ἑρμηνεύεται, πατὴρ ἐκλεκτὸς πλήθους. Τίς δὲ ἂν εἴη πατὴρ ἐκλεκτὸς, εἰ μὴ ὁ Θεός; περὶ οὗ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Τί δὲ ἡ Σάῤῥα; ἑρμηνεύεται, ἄρχουσα καὶ ἡγεμονίς. Τίς δ' ἂν εἴη ἄρχουσα καὶ ἡγεμονεύουσα ἡμᾶς, εἰ μὴ πάντως ἡ τοῦ Πατρὸς σοφία; ἢ τίς ἡ σκηνὴ ὑπὸ τὴν δρῦν τὴν Μαμβρή; πάντως ἡ Ἐκκλησία ὑπὸ τοῦ σταυροῦ σκεπομένη. Τῇ δρυῒ παρείκασται ὁ σταυρὸς διὰ τὸ ἰσχυρὸν εἶναι τὸ ξύλον καὶ ἀνένδοτον. Τί τὰ τρία μέτρα τῆς σεμιδάλεως; ἦ πάντως καθὼς προεῖπον ἡ ἀνθρωπότης, ἡ ἐκ ψυχῆς καὶ πνεύματος καὶ σώματος συγκειμένη. Οὕτω γὰρ ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος λέγων· Ὁ δὲ Θεὸς φυλάξει ὑμῶν τὸ σῶμα, καὶ τὴν ψυχὴν, καὶ τὸ πνεῦμα.Λαμβάνει οὖν ἡ τοῦ Θεοῦ σοφία Σάῤῥα, ἡγεμόνισσα ἢ ἄρχουσα, λαμβάνει σῶμα, ψυχὴν καὶ πνεῦμα, καὶ ἐγκρύπτει τῷ πυρὶ, τουτέστι τῇ ἀσβέστῳ θεότητι λαμπαδουχοῦσα, καὶ ποιεῖ τρεῖς ἐγκρυφίας, τουτέστιν ἐν τῷ κρυπτῷ τῆς σαρκὸς ἡμῶν, τὴν εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ἁρμοζόντως ὑμῖν, ἀγαπητοὶ, ἀνεγνώσθη τὸ Εὐαγγέλιον. Κόκκος σινάπεως, καὶ ζύμη· ἡ ζύμη εἰς ἄρτους μεταλλεύεται, ὁ κόκκος εἰς λάχανα· ἄρτοι δὲ καὶ λάχανα ἐφόδια νηστειῶν, ἐφ' ἃς ὁ Ἰησοῦς ὁ Κύριος ἡμᾶς ὁδηγήσειεν ἀμέμπτως, τὸν τῆς νηστείας δρόμον ἐκπληροῦντας. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως. Οὐκ ἄλλως πως δυνησόμεθα νοῆσαι τὴν δύναμιν τῆς παραβολῆς, ἐὰν μὴ πρῶτον τὴν οὐσίαν, τὴν χρόαν καὶ τὸ μέγεθος κατανοήσωμεν. Ἔστι γὰρ τὸ σίναπι μεγέθει μὲν μικρὸν, σπαρὲν δὲ καὶ φυόμενον ὑπερβάλλει πᾶσαν λαχάνων αὔξησιν, καὶ τῷ ὕψει ὑπερφέρον, καὶ τῷ πλήθει τῶν κλάδων ὑπερνικᾷ τὰ ἄλλα, καὶ τῇ τῶν φύλλων πολυπληθίᾳ· ἔστι γὰρ σκιᾶς ἐργαστικὸν, ὡς καὶ ὄρνεα ἐφιπτάμενα δύνασθαι ἐφιζάνειν ἐπ' αὐτὸ, καὶ ἀναπαύεσθαι.Ἔστι δὲ καὶ τῇ γεύσει πάνυ καλὸν, καὶ τῇ ποιότητι θερμαντικὸν, καὶ τῶν ἔνδον ἰατικόν. Τοῦ δὲ ἄλλου μὲν οὐδενὸς πετεινοῦ βρῶμα γίνεται, μόνον δὲ ἀνθρώπου. Καὶ ἔξωθεν μέν ἐστι πυῤῥὸν, ἔσωθεν δὲ φαίνεται λευκόν. Καὶ αὕτη μὲν ἡ τοῦ λαχάνου φύσις, καὶ τοῦ σπέρματος ἐγκώμιον. Εἰ δὲ μετ' ἀκριβείας ἐξετάσαι θελήσωμεν εὕροιμεν ἂν τὴν παραβολὴν ἁρμόζουσαν ἐπ' αὐτοῦ τοῦ Σωτῆρος. Οὗτος γάρ ἐστιν ὁ μικρὸς μὲν τῇ ὄψει· οὗτος ὁ βραχὺς ἐν κόσμῳ, καὶ ἐν οὐρανῷ μέγας· οὗτος καὶ υἱὸς ἀνθρώπου καὶ Θεὸς, ὢν δὲ υἱὸς Θεοῦ, οὗτος ὁ ἀναρίθμητος, ὁ ἀΐδιος· οὗτος ὁ ἀόρατος, ὁ ἐπουράνιος, ὁ ὑπὸ μόνων πιστῶν ἀνθρώπων ἐσθιόμενος· οὗτος ὁ συντριβεὶς, καὶ μετὰ τὸ πάθος γενόμενος λευκὸς ὡς γάλα· οὗτος ὁ μείζων πάντων λαχάνων τῶν ἄλλων· οὗτος ὁ ἀδιαίρετος τοῦ Πατρὸς Λόγος· οὗτος εἰς ὃν τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖ, τουτέστι προφῆται καὶ ἀπόστολοι καὶ πάντες κλητοί· οὗτος ὁ τὰ τῆς ψυχῆς πάθη διὰ τῆς ἰδίας αὐτοῦ θερμότητος ἀνακαθαίρων, ὑφ' ὃν δροσιζόμεθα, ὑφ' ὃν ἐκ τοῦ κοσμικοῦ καύσωνος σκεπόμεθα· οὗτος ὁ διὰ θανάτου εἰς γῆν σπαρεὶς, κἀκεῖ καρποφορήσας, τριήμερος τοὺς ἁγίους ἀναστήσας ἐκ τῆς τῶν νεκρῶν ταφῆς· οὗτος ὁ δι' ἀναστάσεως μείζων παντὸς προφήτου φανείς· οὗτος ὁ τῇ τοῦ Πατρὸς ἀποῤῥοίᾳ σώζων τὰ πάντα· οὗτος ὁ ἀπὸ γῆς ἀνθήσας εἰς οὐρανοὺς, ὁ ἐν τῷ ἰδίῳ ἀγρῷ σπαρεὶς, ὁ ἐν τῷ κόσμῳ καὶ τοὺς ἐπ' αὐτῷ πιστεύοντας προσάγων τῷ Πατρί. Ὦ ζωῆς σπέρμα ὑπὸ Θεοῦ Πατρὸς εἰς γῆν σπαρέν! ὦ ἀθανασίας φυτὸν τοὺς ὑπὸ σοῦ τρεφομένους εἰς Θεὸν καταλλάσσων! ὦ δένδρον ὑψηλὸν, ὑπὸ μόνου Πατρὸς γεωργούμενον!
Τοῦτο τὸ δένδρον ἐκ πατρικῆς ἀνέτειλε καρδίας· τοῦτο τὸ φυτὸν ἐν οὐρανοῖς μὲν τὰς ῥίζας ἔχει, φανὲν δὲ ἐν κόσμῳ ὑπὸ ἀνθρώπων τρυγᾶται. Ὦ φυτεία ὀφθεῖσαεἰς γῆν, καὶ εἰς οὐρανοὺς ἀνθήσασα! ὦ σπέρμα μικρὸν μὲν ὁραθὲν, παρὰ δὲ τῷ Πατρὶ μείζω τῶν ἁπάντων! Τοῦτο τὸ φυτὸν καὶ τοῖς εἰς ᾅδου ἀνέτειλε νεκροῖς· τούτου ὁ καρπὸς ἀνάστασις ἀνθρώπων γέγονε· τοῦτο τῷ θανάτῳ θανατηφόρον κατήνεγκε βέλος· τούτῳ ταρτάρου τοῖχοι κλίναντες δυσκαμπὲς γόνυ προσεκύνησαν· τούτου οἱ κλάδοι πάντα τὸν κόσμον ἐσκέπασαν· τοῦτο ὑπὸ ἁγίου Πνεύματος κινεῖται· τούτου οὐχ ἅπτεται καύσων· ὑπὸ τούτῳ τῷ φυτῷ εὐφραίνου καὶ χόρευε μετ' ἀγγέλων, δοξάζων τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, νῦν καὶ ἀεὶ,καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |