Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64
ΚΕΦΑΛΑΙΟΝ . ΣΤʹ
«Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται.» Πολυχρονίου καὶ Χρυσοστόμου. Εἰ γὰρ, ἀντὶ τοῦ, εἴθε γάρ. Ὀργὴν δὲ ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ τὸ πάθος τῆς ψυχῆς, τὸ ἐκ τῶν συμφορῶν γινόμενον· ὀδύνας δὲ, τὰς τῷ σώματι ὑπὸ τῶν ἑλκῶν συμβαινούσας· αὐξῶν δὲ τῇ ποσότητι τὸ πάθος, τὸ ὁμοθυμαδὸν ἔφησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόῤῥω τῶν ἐμῶν συμφορῶν ἑστηκότες, μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας· ὡς εἴγε οἷόντε τὰ ἐμὰ πάθη, καὶ τὰς ὀδύνας κατ' αὐτὸν λαβεῖν, καὶ καθάπερ ἐν τρυτάνῃ τινὶ ἀντιταλαντεῦσαι τῇ παραλίᾳ ψάμμῳ, τούτων ἂν εὗρε μᾶλλον, ἢ παρ' ἐκείνης, βαρυτέραν τὴν πλάστιγγα. Παραλίαν δὲ ἄμμον παρείληφε, διὰ τὸ ὑγροτέραν εἶναι. «Ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.» Ὅρα δυσπραγίαν· ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος.
«Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή. Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος.» Ὥσπερ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ γενναῖος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα ἐνέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπενεχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλὰ ὁλόκληρα τὰ πάντων ἀνθρώπων φαίνεται φέρων κακά; Τί γὰρ τοῦ Ἰὼβ πενέστερον γέγονεν; ὃς καὶ τῶν ἐν βαλανείῳ ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμινιαίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἀνθρώπων ἁπλῶς πενέστερος ἦν. Οὖτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος· καὶ οἱ μὲν κἂν καλάμῃ καλύπτονται, ἐκεῖνος δὲ αἴθριος διενυκτέρευεν, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι' ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οἱ μὲν ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ, ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, καὶ ταύτην ἐσχάτην, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν· τί γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος, πενέστερον γένοιτ' ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους παντὸς ἀπολαύειν κύριος ἦν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ' ἐπὶ τῆς κοπρίας ἐκάθητο. Μία μὲν οὖν αὕτη συμφορὰ, πάντων ὁμοῦ τῶν δεινῶν ὑπόθεσις εἶναι δοκεῖ τοῖς ἀνθρώποις. ∆ευτέρα δὲ μετ' ἐκείνην, μᾶλλον δὲ πρὸ ἐκείνης, ἡ τοῦ σώματος πληγή. Τίς γὰρ τοιαύτην ἐδέξατο; Κατὰ μικρὸν αὐτῷ τὸ σῶμα ἐδαπανᾶτο, καὶ πηγὴ σκωλήκων αὐτῷ πανταχόθεν ἔβρυεν ἀπὸ τῶν μελῶν, καὶ διηνεκὴς ἦν αὕτη ἡ ἐπιῤῥοὴ, καὶ πολλὴ πανταχόθεν ἡ δυσωδία· καὶ τὸ σῶμα κατὰ μικρὸν διαιρούμενον καὶ τοιαύτῃ τηκεδόνι σηπόμενον, ἀηδῆ τὰ σιτία ἐποίει, καὶ λιμὸς ἦν αὐτῷ ξένος καὶ παράδοξος· οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν, Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος. Τί ταύτης τῆς τιμωρίας γένοιτο χαλεπώτερον; Οὐχ ὕπνος ἀνέπαυεν, οὐ τροφὴ ἔτρεφεν· Ὥσπερ ὀσμὴ λέοντος, φησί· δυσῶδες γὰρ τὸ θηρίον τοῦτο μεθ' ὑπερβολῆς· ἐπειδὴ γὰρ ἔχει τὴν ἀπὸ τῆς φύσεως πλεονεξίαν, ἑτέρως αὐτὸ τῶν ἄλλων φαυλότερον ἐποίησεν ὁ Θεός· φασὶ δὲ, ὅτι καὶ τὰ λείψανα τῆς τούτου τροφῆς ἄβρωτά ἐστι τοῖς ἄλλοις ζώοις, διὰ τὴν ἐπιπνεομένην αὐτοῖς ἐξ αὐτοῦ δυσοσμίαν. Τί οὖν ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινὸν, καὶ μηδὲ ἑρμηνευθῆναι δυνάμενον; τὸν ἑκούσιον, τὸν ἀκούσιον, οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει· καὶ γὰρ παρακειμένης ἀπείχετο τῆς τραπέζης, καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων· τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προαπαντῶσα, κατέλυε τὴν ἐπιθυμίαν, καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας· καὶ τοῦτο δηλῶν, ἔλεγε, Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου. Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι ἐβιάζετο, ἡ δὲ ὑπερβολὴ τῆς δυσωδίας, τῆς ἐκ τῶν σαρκῶν γινομένης, ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. ∆ιὰ δὴ τοῦτο, ὡς εἶπον, οὐκ ἔχω πῶς αὐτὸν καλέσω· ἑκούσιον; ἀλλ' ἐβούλετο ἀπογεύσασθαι τῶν προκειμένων· ἀλλ' ἀκούσιον; ἀλλὰ παρῆν τὰ σιτία, καὶ οὐδεὶς ὁ κωλύων ἦν. «Τίς γάρ μου ἡ ἰσχὺς, ὅτι ὑπομένω;» Ποίαν ἔχω δύναμιν, ὥστε τηλικαῦτα καρτερῆσαι; οὐκοῦν οὐκ ἀπὸ ἰσχύος ὑπομένει, ἀλλ' ἀπὸ εὐλαβείας, καὶ φόβου Θεοῦ· ἢ γὰρ ἂν ἑαυτὸν διεχειρίσατο· νῦν δὲ εὐχῇ τὸ πρᾶγμα ἐπιτρέπει, καὶ οὐχὶ τῇ ἑαυτοῦ τόλμῃ. «Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα, παρῆλθόν με.» Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως ἔργον, τὸ καὶ τοὺς οἰκείους ὑπερορᾷν τοιαῦτα πάσχοντας. Ὅταν γὰρ αὐτὸς ἀποστῇ, καὶ γυμνωθῇ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας ὁ ἄνθρωπος, πάντα ἐχθρὰ καὶ πολέμια. Πῶς οὖν, φησὶ, καὶ μεγέθει κακῶν περιπεπτωκότι, καὶ τῆς παρὰ πάντων ἐκτὸς καθεστῶτι παραψυχῆς ἐγκαλεῖτε, ἀνιωμένῳ, καὶ δακνομένῳ ἐφ' οἷς ἀδοκήτως πάντα εἰς τοὐναντίον μοι περιέστη;
«Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι.» Χρυσοστόμου καὶ Πολυχρονίου. Τίλέγω, φησὶν, ὡς διέπτυον οἱ ἐγγύτατοι; ἐπέτριβον μὲν οὖν τὰς συμφορὰς, καὶ ταῦτα, ὀλίγῳ πρότερον καὶ τὴν ἐμὴν ἐπωνυμίαν τρέμοντες. «Ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα, φοβήθητε.» Ὁρᾶτε, φησὶ, μὴ δίκας ἐξαιτηθῆτε τῆς ἀγριότητος· εἰ καὶ μηδὲν ἕτερον, μήτε φιλία, μήτε εὐεργεσία, μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ποιεῖ, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας. «Τί γάρ; μή τι ὑμᾶς ᾔτησα; ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, ὥστε σῶσαί με ἐξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;» Μὴ, φησὶν, ἔν τινι ἐπαχθὴς ὑμῖν γέγονα, ὅτι μοι ἀνελεημόνως οὕτως ἐχρήσασθε; ἢ πρὸς συμμαχίαν ἐμὴν κατὰ τῶν ἐναντίων ὑμᾶς προετρεψάμην; ἢ δόσει τὴν πενίαν παραμυθήσασθαι ἱκέτευσα; ἀλλὰ μὴν οὔτε πρότερον ὑμῶν ἐδεήθην, οὔτε νῦν, ἀλλ' αὐτόματοι παρεγένεσθε, ὡς δὴ παρακαλέσαντες· τί οὖν τὰ τῶν ἐχθρῶν διαπράττεσθε; «∆ιδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.» Εἰ δὲ καὶ ἡμαρτηκέναι τι δοκῶ, καὶ τοῦτό μοι γνωρίσατε. Οὐ γὰρ δὲ εἶχον ἐκεῖνοι φανερὰ ἐγκλήματα προβάλλεσθαι, ἀλλ' ἁπλῶς ἀπὸ στοχασμοῦ· καὶ ὅτι μὲν βίου ἐναρέτου ἦν, φανερὸν ἦν· ὅτι δὲ οὐκ ἦν, ἐστοχάζοντο οὗτοι ἀπὸ τῶν τιμωριῶν. «Οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.» Οὐ δέομαι, φησὶ, τῆς βοηθείας ὑμῶν, μὴ συγκατάβητέ μοι, μηδὲ, ὡς ἐπιῤῥῶσαι βουλόμενοι, τὰ πρὸς χάριν λαλήσητε, ἀλλ' ἐλέγξατέ με μετὰ παῤῥησίας· οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, οὐδὲ ἐφησυχάσω τῷ λόγῳ, τοῦ συνειδότος μου καθαρεύοντος, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα, νικήσειν ἐλπίζω. Πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι, μὴ τὴν συμφορὰν, μὴ τὴν φιλίαν λογιζόμενοι, ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ Θεοῦ βοηθείας· καὶ οὔτε ἡ συμφορὰ, οὔτε ἡ φιλία ὑμᾶς κατέκαμψεν. Ἀλλ' ἐγὼ, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, οὐ παραιτήσομαι τὸν ἀγῶνα, ἀλλ' ἀντερῶ, καὶ πρὸς ἀπολογίαν χωρήσω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.
ΚΕΦΑΛΑΙΟΝ . Ζʹ
«Οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου ἀνθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;» Ἆρα, φησὶν, ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται; ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι; ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; ∆ιὰ τούτων οὖν βούλεται δεῖξαι τὸ ἐπίπονον τοῦ βίου καὶ βραχύ· καί φησιν, Ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; ἐμοὶ δὲ δοκεῖ περὶ δραπέτου λέγειν οἰκέτου ἐν ἀγωνίᾳ διαπαντὸς ὄντος διὰ τὴν φυγήν· τοῦτο γὰρ ἐμφαίνει· τὸ, τετευχὼς σκιᾶς, τουτέστι, τὰ μὴ παρόντα ὡς παρόντα λογιζόμενος διὰ τὸν φόβον, καὶ ζητῶν σκότος, ὑφ' οὗ καλυφθήσεται. Πλὴν, εἰ πειρατήριον ὁ βίος, πῶς οἷόν τέ ἐστι τὸν ἐν πειρατηρίῳ ὄντα πειρασμῷ μὴ περιπεσεῖν; Ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν, ἅπερ ἐγὼ πέπονθα. «Νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, πάλιν, Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.» Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν. Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν· καὶ βαρὺ τὸ παρὸν ἔχων, τοῦ ἀπόντος ἐπεθύμει, ἐπισπεύδων διὰ τὰς ἀλγηδόνας τὰ διαστήματα τοῦ χρόνου παρατρέχειν. ∆ιὸ δὴ καὶ αὐτὸς, τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων, Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ἐὰν ἀναστῶ, λέγω, Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων· ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν, εἰπέ μοι; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ' ἐπίτασιν, καὶ θορύβους, καὶ ταραχάς. Καὶ τοῦτο αὐτὸ διηγούμενος, ἔλεγεν, Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασι καταπλήσσεις· καὶ γὰρ ἐξεδεῖμα τοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν, καὶ κατάπληξιν· καὶ ἡ τοῖς ἄλλοις δοθεῖσα πρὸς ἀνάπαυσιν, τούτῳ μᾶλλον ἐπίτασις ἦν τῶν συμφορῶν. «Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων· τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.» ∆ιὰ δὲ τοῦ εἰπεῖν, Τήκω βώλακας γῆς, δηλοῖ, ὡς οὐκέτι ὀστράκῳ, ὡς ἐμοὶ δοκεῖ, ταλαιπωρηθεὶς, ἀλλὰ γῇ λοιπὸν τοῦτο ἐποίει. ∆ιὰ πάντων μέντοι παιδεύει τοὺς φίλους, καὶ περὶ καρτερίας, καὶ περὶ τοῦ ἀπώσασθαι τὴν διάληψιν, ὅτι δι' ἁμαρτίας πάσχει, ὅπως ἐκ τῆς ὑπερβολῆς τῶν πόνων ἐννοήσωσιν, ὅτι οὐχ οὕτως ἐστὶ φαῦλος, ὥστε τοιαῦτα πάσχειν· ἔδει γὰρ αὐτοὺς ἐννοῆσαι τὰ καθ' ἑαυτοὺς, καὶ οὕτω γνῶναι τὰ περὶ τοῦ Ἰώβ. Ἀκατάπαυστοι γὰρ ὀδύναι, καὶ ἰχὼρ, καὶ σκώληκες, καρτερίαν ἅμα καὶ ἀνδρείαν ἐδείκνυον. «Ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος λαλιᾶς. [Οἱ δὲ λοιποὶ, δρομέως, ἐξέδωκαν.] Ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. [Ὁ δὲ Σύμμαχος, αἱ ἡμέραι μου ἀνηλώθησαν, μὴ οὔσης ἐλπίδος.]» Τάχα δὲ τὸ, Ὁ βίος μου ἐλαφρότερος λαλιᾶς, δύναται μὲν τὸ πρόσκαιρον τοῦ βίου σημαίνειν, ὅτι οὐκ ἔστιν ἑστηκὼς, ἀλλὰ λυόμενος, ὥσπερ ἡ λαλιά. ∆ύναται δὲ καὶ τὴν εἰς ὑπερβολὴν ὀδύνην δηλοῦν, καὶ τὸ ἄχρι θανάτου ἥκειν αὐτῷ τὰ τῶν πόνων. Τὸ δὲ, Ἐλαφρότερος δρομέως, ὅτι ὥσπερ ἐκεῖνοι, πρὶν ἢ στῆναι, μεταπηδῶσιν· οὕτω καὶ ἡ δόξα, πρὶν ἢ παραγενέσθαι, ἀφίπταται. Ἀπόλωλε δὲ ἐν κενῇ, φησὶν, ἐλπίδι ὁ βίος μου. ∆ιὰ τί; ὅτι ἐταλαιπώρησα, καὶ μισθὸν οὐκ ἔλαβον· ὅτι ἐν συμφοραῖς, καὶ οὐδὲν ἔχω τέλος χρηστόν. Εἶτα ἐάσας τὴν πρὸς τοὺς φίλους διάλεξιν, εἰς εὐχὴν τὸ λοιπὸν διὰ μέσου τρέπεται, καί φησι· «Ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκέτι μὴ ἀναβῇ, οὐδ' οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδ' οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.» Ἄξιον διὰ τοῦτο μάλιστα θαυμάζειν τὸν δίκαιον, ὅτι περὶ ἀναστάσεως οὐδὲν ἐπιστάμενος, ὠδυνᾶτο μὲν, ἔφερε δὲ γενναίως. Ὅτι γὰρ οὐκ ᾔδει τι σαφὲς περὶ τοῦ μυστηρίου τῆς ἐκ νεκρῶν παλιγγενεσίας, ἐντεῦθεν δῆλον· Τῷ γὰρ ἅπαξ, φησὶ, διὰ θανάτου εἰς τὸν ᾅδην κατελθόντι, οὐκέτι δέδοται πάλιν ἀναβιώσαντι, εἰς τὸν ἴδιον οἶκον ἐπαναστρέφειν· ἀλλ' οὐδὲ μνήμη τούτου περιλειφθήσεται, ἀφανοῦς ἐκ ζώντων γενομένου· τὸν γὰρ ἀποθανόντα ἀναστῆναι οὐχ οἷόν τε. «Εἶπα, ὅτι παρακαλέσει με ἡ κλίνη μου. [Ὁ δὲ Σύμμαχος, παρηγορήσει.] Ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. [Ὁ δὲ Θεοδοτίων, Συμβαστάσει με ἐν τῇ ἀδολεσχίᾳ μου ἡ κοίτη μου.] Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις.» Ὅπερ ἐπὶ τοῦ δικαίου συνέβη μόνου, τοῦτο ἐν ἑτέρῳ οὐδενί· οὐδὲ γὰρ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία. Ὅτι γὰρ χαλεπώτερα ἐν τοῖς ὕπνοις ὑπέμενεν, ἄκουσον τί φησι, ∆ιατί ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις; Ποῖος σιδηροῦς ἄνθρωπος, ποῖος ἀδάμας, τοσαῦτα ἂν ὑπέμεινε δεινά· Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον, ἐννόησον, ὁμοῦ συνελθόντα πόσον ἤγειρε θόρυβον· ἀλλ' ὅμως ἐκεῖνος ἅπαντα ταῦτα ὑπήνεγκε, καὶ ἐν ἅπασι τοῖς συμβεβηκόσιν αὐτῷ, οὐχ ἥμαρτεν, οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ· καὶ ταῦτα, μηδὲν διάλειμμα ἔχων ἐν ταῖς συμφοραῖς, ἀλλὰ καὶ νύκτωρ, καὶ μεθ' ἡμέραν, ὑπὸ τῶν παθῶν ταραττόμενος. Ἐῶ λέγειν τὰ μεθ' ἡμέραν δεινὰ, ἀλλ' οὐδὲ ἡ νὺξ αὐτῷ παρεῖχεν ἀτέλειαν· διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται· συμβαίνει δὲ τοῦτο μάλιστα καὶ φυσικῶς τοῖς μεθ' ἡμέραν πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστὴς, Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. Εἰκὸς δὲ, καὶ τὸν διάβολον φαντάσματά τινα φοβερὰ δεικνύντα, ἐκδειματοῦν αὐτὸν, καὶ ἐκταράττειν καθ' ὕπνους. Ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθεὶς ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν Θεὸν, καὶ ταῦτα, καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. Ἦν δὲ ἄρα καὶ τοῦτο τῆς διαβόλου ἐνεργείας· οὐδὲν γὰρ αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν.
ΚΕΦΑΛΑΙΟΝ. Ηʹ
«Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;» Χρυσοστόμου, Πολυχρονίου καὶ Ὀλυμπιοδώρου. Οὐχ ὁρᾷς, φησὶ, πόση δικαιοσύνη ἐν τῇ κτίσει, πόση εὐταξία; Μὴ ἐνδέχεται τὸν Θεὸν ἄκριτον τὴν κατά τινος ἐξενεγκεῖν ψῆφον; Μὴ ὁ τὰ πάντα ποιήσας εὐκόσμως καὶ ἁρμονίως, καὶ φιλανθρωπίᾳ τὴν ἀρχὴν παραγαγὼν, ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα, καὶ σὲ παρὰ τὸ δίκαιον ἐκάκωσεν; Ἠρέμα οὖν πλήττει τὸν ἅγιον, ὡς κατὰ τὸ δίκαιον, καὶ δι' ἁμαρτίας ὑπομένοντα, τῆς αὐτῆς τῷ φθάσαντι διαλήψεως ὑπάρχων καὶ οὗτος, ὅτι δι' ἁμαρτίας τὰ κακωτικὰ πάντως ἐπιπέμπεται. Ἔδει δὲ λογίζεσθαι, ὅτι τὰ τοιαῦτα οὐ μόνον φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει, ἀδιάφορα γὰρ, καὶ ὅτι θαυμαστότερός ἐστιν ὁ δίκαιος, ὑπομένων θλίψεις καὶ πόνους. Ἐπεὶ δὲ μὴ ἔχειν αὐτὸν ἐλέγξαι ἡμαρτηκότα, εἰς τοὺς υἱοὺς τρέπεται, καί φησιν· «Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναι ἐν εὐδαιμονίᾳ· καὶ ὡς οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι· καὶ ὡς δι' ἁμαρτίας αἱ τιμωρίαι.
ΚΕΦΑΛΑΙΟΝ . Θʹ
«Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Ἐπ' ἀληθείας οἶδα ὅτιοὕτως ἐστίν.» Πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα, Οἶδα, φησὶν, ὅτι οἱ ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί. Ὁρᾷς πῶς οὐδαμῶς καταγινώσκει τοῦ Θεοῦ ἀδικίαν. «Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.» Ταῦτα ἃ προείρηκα, φησὶν, οὐ μεγάλα, οὐκ ἀνεξιχνίαστα, καίπερ ὁρατὰ ὄντα; πόσῳ γε μᾶλλον τὰ ἀόρατα; Ὅρα δὲ, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. Καὶ τί, φησὶ, τὸ καθ' ἕκαστον αὐτῶν λέγω; μεγάλα γάρ εἰσι, καὶ ἀκατάληπτα, καὶ ἀναρίθμητα τοῦ Θεοῦ ἔργα. «Πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς.» Τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ, Σὺ δὲ εἶπας, ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς· τί οὖν θαυμάζεις, εἰ ὅπερ ὁ Θεὸς εἶπε, τοῦτο καὶ οὗτος λέγει, ὅτι διακενῆς, οὐχ ὅτι ἥμαρτεν, ἀλλ' ὅτι οὐδὲν πλέον ἔσται ἀπὸ τῆς τιμωρίας αὐτοῦ, καὶ τοῦ κολάζεσθαι. «Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου. Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἔθος ἦν τοῖς παλαιοῖς, λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς· καὶ τοῦτο δὲ παλαιὸν ἔθος ἦν, ἔνθα ἐβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας, Ἀθῶός εἰμι ἀπὸ τοῦδε τοῦ πράγματος· ὡς καὶ ὁ Πιλάτος ἐπὶ τοῦ Σωτῆρος πεποίηκε· καὶ ὁ ∆αβὶδ ἔψαλλε, Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Τοῦτο οὖν λέγει, ὅτι Ὅπως ἂν ὦ καθαρὸς, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ, καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι, ἐκ τῆς προλήψεως, ἐῤῥυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνῦσιν· ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου, δοκεῖν μολυνέσθαι, διὰ πλῆθος ἁμαρτιῶν ἑκάστου ταῦτά με πάσχειν ὑπολαμβάνοντος. Ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους, εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν, τὰ συμβάντα αὐτῷ, προσφέρειν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας, ∆ιατί οὖν οὐκ ἀπέθανον; τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. Ἂν τοῦ ἡλίου δὲ καθαρώτερος γένωμαι, ἔχω κηλίδα, οὐ τὴν τυχοῦσαν. Ἀλλὰ καὶ οἱ οὕτως ἐγγύτατοι, ὡς ἡ στολὴ τῷ σώματι, καὶ αὐτοὶ ἐμίσησάν με, οὐ διὰ τὴν τιμωρίαν, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρὸν, ὡς ἀκάθαρτον, οὕτως ἀπεστράφησάν με. Βδελυκτὸν δέ μοι γέγονε καὶ τὸ σῶμα, τοῦτο γὰρ ἡ στολή. ∆ύναται δὲ καὶ οὕτω νοεῖσθαι τὸ Ἐβδελύξατό με ἡ στολή μου, ὅτι φεύγει με καὶ ἡ ἐσθὴς, οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ, Οὐδὲ ἐνδύσασθαι δύναμαι, διὰ τὸ ἄγαν ἡλκῶσθαι.
Πρώτη Eισαγωγή και δημοσίευση Κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου