ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΣΤʹ.Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν.

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΣΤʹ.Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν.




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62



ΟΜΙΛΙΑ ΣΤʹ.Περὶ δὲ τῆς  φιλαδελφίας οὐ χρείαν  ἔχομεν  γράφειν  ὑμῖν.  Αὐτοὶ γὰρ  ὑμεῖς θεοδίδακτοί  ἐστε  εἰς  τὸ  ἀγαπᾷν  ἀλλήλους.  Καὶ γὰρ  ποιεῖτε  αὐτὸ  εἰς  πάντας  τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.

αʹ. Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς διαλεχθεὶς,  καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι μέλλων  διαλέγεσθαι, καὶ περὶ τοῦ μὴ λυπεῖσθαι τοῖς ἀπελθοῦσιν, ὃ πάντων ἦν κεφάλαιον  τῶν  ἀγαθῶν  τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν  τίθησι, λέγων·  Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν; Καὶ τοῦτο ἀπὸ τῆς πολλῆς συνέσεως καὶ τῆς πνευματικῆς διδασκαλίας. ∆ύο γὰρ ἐνταῦθα  ἐμφαίνει,  ἓν μὲν, ὅτι οὕτως ἀναγκαῖον  τὸ πρᾶγμα, ὡς μηδὲ διδασκαλίας δεῖσθαι· τὰ γὰρ σφόδρα μεγάλα πᾶσίν ἐστι δῆλα· δεύτερον δὲ, μᾶλλον αὐτοὺς ἐντρέπει, ἢ εἰ παρῄνεσε τοῦτο εἰπών. Ὁ γὰρ νομίζων, αὐτοὺς κατωρθωκέναι, καὶ διὰ τοῦτο μὴ παραινῶν, καὶ εἰ μὴ κατώρθωσαν, ἐνήγαγεν  ἂν μᾶλλον. Καὶ ὅρα· Οὐ λέγει περὶ τῆς ἀγάπης τῆς εἰς πάντας, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν



. Ἐχρῆν οὖν σιωπῆσαι, καὶ μηδὲν εἰπεῖν, εἰ μὴ χρεία ἦν. Νῦν δὲ τῷ εἰπεῖν, Οὐ χρεία ἐστὶ, μεῖζον ἐποίησεν, ἢ εἰ εἶπεν· Αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε. Καὶ ὅρα μεθ' ὅσου ἐγκωμίου   τὸν  Θεὸν  αὐτοῖς  διδάσκαλον   ἐπέστησε  τούτου.  Οὐ  δεῖσθε,  φησὶ,  παρὰ ἀνθρώπου μαθεῖν. Ὅπερ καὶ ὁ προφήτης φησὶ, Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Αὐτοὶ γὰρ ὑμεῖς, φησὶ, θεοδίδακτοί  ἐστε εἰς τὸ ἀγαπᾷν  ἀλλήλους.  Καὶ γὰρ ποιεῖτε  αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς  τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ· καὶ εἰς τοὺς ἄλλους  πάντας, φησί. Σφόδρα ταῦτα ἐντρεπτικὰ  πρὸς τὸ ποιεῖν  αὐτό. Καὶ οὐχ ἁπλῶς  λέγω, ὅτι θεοδίδακτοί ἐστε, ἀλλ' οἶδα ἀφ' ὧν ποιεῖτε. Καὶ πολλὰ αὐτοῖς ἐμαρτύρησε τούτου ἕνεκεν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, τουτέστι, πλεονάζειν, καὶ φιλοτιμεῖσθαι  ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς παρηγγείλαμεν  ὑμῖν, ἵνα περιπατῆτε  εὐσχημόνως  πρὸς τοὺς ἔξω, καὶ μηδενὸς  χρείαν ἔχητε. Ἐνταῦθα δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ' ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις  ἐνάγονται   οἱ  πλείους,  ἢ  τοῖς  πνευματικοῖς.  Ἀγάπης  γάρ  ἐστι  τῆς  εἰς  τοὺς πλησίον,  οὐχὶ  παρ'  ἐκείνων   λαμβάνειν,   ἀλλ'  ἐκείνοις  παρέχειν.  Καὶ θέα  σύνεσιν· Μέλλων  παρακαλεῖν  καὶ  παραινεῖν,  μέσον τὸ  κατόρθωμα  τίθησιν,  ἵνα  καὶ  ἀπὸ τῆς προτέρας  παραινέσεως  ἀναπνεύσωσι,  καὶ  τῆς  ἀπειλῆς,  ἡνίκα  ἔλεγε·  Τοιγαροῦν  ὁ ἀθετῶν,  οὐκ ἄνθρωπον  ἀθετεῖ,  ἀλλὰ  τὸν  Θεόν· καὶ  ὅπως  ταύτῃ  μὴ ἀποσκιρτήσωσι. Τοῦτο  δὲ  ἀπὸ  τοῦ   ἐργάζεσθαι  γίνεται,   ὥστε   μὴ  λαμβάνειν   μηδὲ   ἀργεῖν,   ἀλλ' ἐργαζόμενον ἑτέροις παρέχειν. Μακάριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Καὶ ἐργάζεσθαι, φησὶ, ταῖς  χερσὶν ὑμῶν.  Ποῦ τοίνυν  εἰσὶν οἱ τὸ ἔργον  ζητοῦντες  τὸ πνευματικόν;  Ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν  εἰπὼν, Ταῖς χερσὶν ὑμῶν. Ἆρα νηστείαν  ἐργάζεταί τις ταῖς χερσίν; ἀλλὰ παννυχίδας;  ἀλλὰ χαμευνίας;  Οὐδεὶς τοῦτο ἂν εἴποι· ἀλλὰ περὶ ἔργου φησὶ τοῦ πνευματικοῦ· πνευματικὸν  γὰρ ὄντως ἐστὶ, τὸ ἐργαζόμενον ἑτέροις παρέχειν, καὶ οὐδὲν ἴσον τούτου. Ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.   Ὁρᾷς  πόθεν   αὐτῶν   καθάπτεται;   Οὐκ  εἶπεν,   Ἵνα   μὴ   ἀσχημονῆτε ἐπαιτοῦντες,  ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, πραότερον δὲ αὐτὸ τίθησιν, ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τούτους βαρῆσαι. Εἰ γὰρ οἱ παρ' ἡμῖν σκανδαλίζονται  τούτοις, πολλῷ μᾶλλον   οἱ   ἔξωθεν   μυρίας   εὑρίσκοντες   κατηγορίας   καὶ   λαβὰς,   ὅταν   ἄνθρωπον ὑγιαίνοντα,  καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον  ὁρῶσιν ἐπαιτοῦντα,  καὶ ἑτέρων  δεόμενον.
∆ιὸ καὶ Χριστεμπόρους καλοῦσιν  ἡμᾶς· ∆ιὰ τοῦτο τὸ ὄνομα, φησὶ, βλασφημεῖται  τοῦ Θεοῦ. Ἀλλ' οὐδὲν  τούτων  ἔθηκεν,  ἀλλ' ὃ μάλιστα αὐτῶν  καθάψασθαι  ἴσχυε, τὸ τῆς ἀσχημοσύνης. Οὐ θέλομεν  δὲ ὑμᾶς ἀγνοεῖν,  ἀδελφοὶ,  περὶ τῶν κεκοιμημένων,  ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.βʹ. ∆ύο ταῦτα  μάλιστα  ἐλυμαίνετο  αὐτοὺς,  πενία  καὶ  ἀθυμία,  ἃ  καὶ  πάντας ἀνθρώπους. Ὅρα οὖν πῶς αὐτὰ θεραπεύει. Πενία δὲ αὐτοῖς ἦν ἐκ τοῦ ἡρπάσθαι αὐτῶν τὰ χρήματα. Εἰ δὲ ὧν τὰ χρήματα ἡρπάζετο διὰ τὸν Χριστὸν, τούτους κελεύει ἐργαζομένους τρέφεσθαι, πολλῷ  μᾶλλον  τοὺς ἄλλους. Ὅτι γὰρ ἡρπάγη, δῆλον ἐκ τοῦ εἰπεῖν,  Ὑμεῖς μιμηταὶ  ἐγένεσθε  τῶν  Ἐκκλησιῶν  τῶν  ἐν Ἰουδαίᾳ. Πῶς; Ὅτι ἐκείναις γράφων  ἔλεγε·  Καὶ τὴν  ἁρπαγὴν  τῶν  ὑπαρχόντων   ὑμῶν  μετὰ  χαρᾶς  προσεδέξασθε. Ἐνταῦθα λοιπὸν  τὸν περὶ ἀναστάσεως λόγον κινεῖ. Καὶ τί; οὐκ ἦν αὐτοῖς περὶ τούτου διαλεχθείς; Ἀλλ' ἐνταῦθα ἕτερόν τι αἰνίττεται  μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι,  φησὶν, εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας.  Ἱκανὸς  μὲν  οὖν  καὶ ὁ τῆς  ἀναστάσεως  λόγος  παραμυθήσασθαι τὸν  ἐν ὀδύνῃ· ἱκανὸν  δὲ καὶ τὸ νῦν λεγόμενον  ἀξιόπιστον ποιεῖν  τὴν ἀνάστασιν. Πρῶτον δὲ ἐκεῖνο  εἴπωμεν,  ὃ  καὶ  αὐτὸς  εἶπεν,  Οὐ θέλω  δὲ  ὑμᾶς  ἀγνοεῖν,  ἀδελφοὶ,  περὶ  τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὅρα πῶς καὶ ἐνταῦθα  ἡμέρως.  Οὐκ εἶπεν,  Οὕτως ἀνόητοί  ἐστε, καθάπερ  πρὸς  Κορινθίους, οὕτως ἄφρονες,  ὅτι εἰδότες  ἀνάστασιν, ὡς οἱ μὴ πιστεύοντες,  οὕτω λυπεῖσθε· ἀλλὰ  σφόδρα ἡμέρως, Οὐ θέλω, εἶπε, τὴν ἄλλην  αὐτῶν  ἀρετὴν αἰδούμενος. Καὶ οὐκ εἶπε, περὶ τῶν ἀποθανόντων,  εὐθέως  ἀπὸ  προοιμίων   τὴν  παράκλησιν   καταβαλλόμενος.   Ἵνα  μὴ λυπῆσθε, φησὶν, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἄρα τὸ κατακόπτεσθαι ἐπὶ τοῖς ἀπελθοῦσι, τῶν οὐκ ἐχόντων  ἐστὶν ἐλπίδα· εἰκότως. Ψυχὴ γὰρ οὐδὲν περὶ ἀναστάσεως ἐπισταμένη, ἀλλὰ τὸν θάνατον τοῦτον θάνατον εἶναι νομίζουσα, εἰκότως ὡς περὶ ἀπολωλότων κόπτεται καὶ θρηνεῖ καὶ ἀφορήτως πενθεῖ· σὺ δὲ ὁ προσδοκῶν ἀνάστασιν, τίνος  ἕνεκεν  ὀδύρῃ; Ἄρα τῶν  μὴ ἐχόντων  ἐλπίδα  ἐστὶ τὸ ὀδύρεσθαι. Ἀκούσατε τῶν γυναικῶν  ὅσαι φιλόθρηνοι,  ὅσαι πρὸς τὰ πένθη ἀφορήτως φέρεσθε, ὅτι τὰ τῶν ἐθνικῶν πράττετε. Εἰ δὲ τὸ ἀλγεῖν  ἐπὶ τοῖς ἀπελθοῦσιν  ἐθνικῶν,  τὸ κατακόπτεσθαι  καὶ καταξαίνειν  παρειὰς, τίνων  ἄρα ἐστὶν, εἰπέ μοι; Τίνος ἕνεκεν θρηνεῖς, εἰ πιστεύεις ὅτι ἀναστήσεται,  ὅτι  οὐκ ἀπόλωλεν,  ὅτι  ὕπνος  καὶ κοίμησις τὸ πρᾶγμά  ἐστι; Συνηθείας ἕνεκεν,  φησὶ, καὶ  προστασίας, πραγμάτων  ἐπιμελείας,  τῆς  ἄλλης  θεραπείας  ἁπάσης. Ὅταν οὖν παῖδα ἀπολέσῃς ἐν ἀώρῳ ἡλικίᾳ,  οὐδὲν  οὐδέπω  πρᾶξαι δυνάμενον,  τίνος ἕνεκεν θρηνεῖς; τί ἐπιζητεῖς; Ἐλπίδας, φησὶ, χρηστὰς ἐνέφαινε, καὶ προσεδόκων ὅτι μου προστήσεται. ∆ιὰ τοῦτο ζητῶ τὸν ἄνδρα, διὰ τοῦτο τὸν υἱὸν, διὰ τοῦτο κόπτομαι καὶ θρηνῶ,   οὐκ  ἀπιστοῦσα  τῇ  ἀναστάσει,  ἀλλ'  ἔρημος  βοηθείας   γενομένη,   καὶ  τὸν προστάτην ἀπολωλεκυῖα,  τὸν σύνοικον, τὸν ἐν πᾶσι κοινωνοῦντα, τὸν παρηγοροῦντα· διὰ ταῦτα πενθῶ. Οἶδα ὅτι ἀναστήσεται, ἀλλ' οὐ φέρω τὸν μεταξὺ χωρισμόν· πολὺς τῶν πραγμάτων  ὁ ὄχλος  ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι  τοῖς βουλομένοις  ἀδικεῖν· οἱ δεδοικότες πρότερον τῶν οἰκετῶν, καταφρονοῦσι νῦν, ἐπεμβαίνουσι· εἴ τις εὐηργέτηται, τῆς εὐεργεσίας  ἐπιλέλησται  τῆς  ἐκείνου·  εἴ  τις  κακῶς  ἔπαθε  παρ' αὐτοῦ,  τῷ  ἀπελθόντι μνησικακῶν εἰς ἐμὲ τὴν ὀργὴν ἀφίησι. Ταῦτα οὐκ ἀφίησί με τὴν χηρείαν φέρειν, πράως ὀδύρασθαι· διὰ ταῦτα κόπτομαι, διὰ ταῦτα θρηνῶ. Πῶς οὖν τὰς τοιαύτας παραμυθησόμεθα; τί ἐροῦμεν; πῶς αὐτῶν  τὴν ὀδύνην  ἀποκρουσόμεθα; Πρῶτον αὐτὰς διελέγξαι  πειράσομαι,  ὅτι  οὐ  τούτων  ἐστὶν  ὁ  θρῆνος  τῶν  ῥημάτων,  ἀλλὰ  πάθους ἀλογίστου.  Εἰ γὰρ  ταῦτα  πενθεῖς,  ἐχρῆν  διαπαντὸς   πενθεῖν   τὸν  ἀπελθόντα·  εἰ  δὲ ἐνιαυτοῦ   παρελθόντος   ἐπιλέλησαι,   ὡς  οὐδὲ  γενομένου   τινὸς,  οὐ  τὸν  ἀπελθόντα θρηνεῖς, οὐδὲ τὴν προστασίαν. Ἀλλὰ τὸν χωρισμὸν οὐ φέρεις, οὐδὲ τὴν τῆς συνηθείας διακοπήν; Τί δ' ἂν εἴποιεν αἱ καὶ δευτέροις ὁμιλοῦσαι γάμοις; Σφόδρα γε· οὐ γὰρ τοὺς προτέρους ἐπιζητοῦσιν. Ἀλλὰ μὴ πρὸς ταύτας τὸν λόγον ἀποτείνωμεν,  ἀλλὰ πρὸς τὰς τοῖς ἀπελθοῦσιν εὔνοιαν φυλαττούσας. ∆ιὰ τί πενθεῖς τὸ παιδίον; διὰ τί τὸν ἄνδρα; Τοῦ μὲν, ἐπειδὴ οὐκ ἀπέλαυσα, φησί· τοῦ δὲ, ἐπειδὴ προσεδόκησα ἐπιπλέον  ἀπολαύσεσθαι. Τοῦτο δὲ αὐτὸ  ὅσης ἀπιστίας  τὸ νομίζειν,  ὅτι  ὁ ἀνὴρ  ἢ τὸ παιδίον  ἐν  ἀσφαλείᾳ  σε καθίστη,  ἀλλ' οὐχ  ὁ  Θεός; πῶς  οὐκ  οἴει  παροξύνειν  αὐτόν;  ∆ιὰ γὰρ  τοῦτο  αὐτοὺς λαμβάνει πολλάκις, ἵνα μὴ οὕτως αὐτοῖς ᾖ προσδεδεμένη, ὥστε ἀπ' ἐκείνων τὴν ἐλπίδα ἀπαγαγεῖν. Θεὸς γάρ ἐστι ζηλωτὴς, καὶ πάντων  μάλιστα βούλεται παρ' ἡμῶν φιλεῖσθαι, καὶ τοῦτο, ἐπειδὴ σφόδρα ἡμᾶς φιλεῖ. Ἴστε γὰρ ὅτι τοῦτο τῶν μανικῶς φιλούντων τὸ ἔθος· σφόδρα εἰσὶ ζηλότυποι, καὶ αἱροῖντο ἂν τὴν ψυχὴν προέσθαι, ἢ παρευδοκιμηθῆναι ὑπό τινος τῶν ἀντεραστῶν. ∆ιὰ ταῦτα καὶ ὁ Θεὸς αὐτὸν ἔλαβε, διὰ ταῦτα τὰ ῥήματα.
γʹ. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸ παλαιὸν οὐκ ἐγίνοντο  χηρεῖαι, οὐδὲ ὀρφανίαι ἄωροι; διὰ τί τὸν Ἀβραὰμ καὶ Ἰσαὰκ ἀφῆκε πολὺν ζῆσαι χρόνον; Πάντως ὅτι καὶ ζῶντος αὐτοῦ,  προετίμα  τὸν  Θεόν. Εἶπε γοῦν.  Σφάξον·  καὶ  ἔσφαξε.  ∆ιὰ τί  τὴν  Σάῤῥαν ἐπὶ τοσοῦτον ἤγαγε γῆρας;  Ὅτι καὶ ζώσης αὐτῆς τοῦ Θεοῦ μᾶλλον  ἤκουεν, ἢ αὐτῆς. ∆ιὰ τοῦτο ἔλεγε πρὸς αὐτὸν  ὁ Θεός· Ἄκουσον Σάῤῥας τῆς γυναικός  σου. Οὔτε δι' ἀνδρὸς φιλίαν,  οὔτε διὰ γυναικὸς,  οὔτε διὰ παιδὸς προστασίαν παρώργιζέ τις τότε τὸν Θεόν. Νῦν  δὲ  ἐπειδὴ  κατωφερεῖς  ἐσμεν, καὶ  σφόδρα καταπεπτώκαμεν,   καὶ  ἄνδρες γυναῖκας τοῦ Θεοῦ πλέον φιλοῦμεν,  καὶ γυναῖκες ἄνδρας τοῦ Θεοῦ πλέον προτιμῶμεν, τούτου χάριν  καὶ ἄκοντας  ἡμᾶς εἰς πόθον  ἕλκει τὸν αὐτοῦ. Μὴ φίλει  τὸν ἄνδρα τοῦ Θεοῦ πλέον,  καὶ  οὐκ  αἰσθήσῃ χηρείας  ποτέ·  μᾶλλον  δὲ  κἂν  συμβῇ, οὐ  λήψῃ  τὴν αἴσθησιν. ∆ιὰ τί; Ὅτι προστάτην ἔχεις τὸν μᾶλλον φιλοῦντα  ἀθάνατον. Εἰ μᾶλλον τὸν Θεὸν φιλεῖς, μὴ πένθει· ὁ γὰρ μᾶλλον φιλούμενος,  ἀθάνατός ἐστι, καὶ οὐκ ἀφίησι τοῦ ἧττον φιλουμένου  λαβεῖν αἴσθησιν· Ἐπὶ ὑποδείγματός σοι τοῦτο ποιήσω φανερόν. Εἰπέ μοι, εἰ ἄνδρα ἔχεις κατὰ γνώμην  σοι πάντα πράττοντα, εὐδοκιμοῦντα, καὶ ποιοῦντά σε λαμπρὰν  πανταχοῦ,  καὶ  ἀκαταφρόνητον,  εὐδοκιμοῦντα  παρὰ πᾶσι, συνετὸν,  σοφὸν, φιλοῦντά σε, μακαριζομένη δι' αὐτὸν, καὶ μετὰ τούτου τέκῃς καὶ παιδίον, εἶτα πρὶν ἢ εἰς ὥραν ἐλθεῖν ἡλικίας ἀπέλθοι τοῦτο, ἆρα αἰσθήσῃ τοῦ πένθους; Οὐδαμῶς· ὁ γὰρ μᾶλλον φιλούμενος  ἐκεῖνο ἀποκρύπτει. Καὶ νῦν τὸν Θεὸν ἂν πλέον φιλῇς τοῦ ἀνδρὸς, μάλιστα μὲν οὐ ταχέως αὐτὸν λήψεται· εἰ δὲ ἄρα καὶ λάβοι, οὐχ ἕξεις αἴσθησιν τοῦ πένθους. ∆ιὰ τοῦτο  καὶ  ὁ μακάριος  Ἰὼβ  οὐδὲν  ἔπασχε δεινὸν,  τῶν  παίδων  ἀθρόον  τὸν  θάνατον ἀκούσας, ἐπειδὴ τὸν Θεὸν ἐφίλει πλέον αὐτῶν. Τοῦ τοίνυν  φιλουμένου  ζῶντος, οὐδὲν ἔμελλεν ἐκεῖνα λυπήσειν αὐτόν. Τί λέγεις, ὦ γύναι; ὁ ἀνὴρ καὶ ὁ παῖς προΐστατό σου, ὁ δὲ  Θεὸς οὐ  φείδεταί  σου;  αὐτὸν  δὴ  ἐκεῖνον  τίς  σοι ἔδωκεν;  οὐχὶ  αὐτός;  σὲ δὲ  τίς ἐποίησεν; οὐχὶ αὐτός; Ὁ μὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν,  καὶ ψυχὴν  μὲν ἐμπνεύσας, καὶ διάνοιαν ἐνθεὶς, καὶ τὴν αὐτοῦ γνῶσιν καταξιώσας χαρίσασθαι, καὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ μονογενοῦς  διὰ σὲ μὴ φειδόμενος,  σοῦ οὐ φείδεται,  ὁ δὲ ὁμόδουλος φείσεται; πόσης ταῦτα ὀργῆς τὰ ῥήματα; Τί τοιοῦτον ἔσχες παρὰ τοῦ ἀνδρός; Οὐδὲν ἂν ἔχοις εἰπεῖν. Εἰ γάρ τί σε καὶ εὐηργέτησεν, ἀλλ' εὖ παθὼν, ἀλλὰ προϋπαρξάσης σου· ἐπὶ δὲ Θεοῦ οὐδὲν τοιοῦτον ἄν τις ἔχοι λέγειν. Οὐ γὰρ εὖ παθὼν ὁ Θεὸς παρ' ἡμῶν, οὕτως ἡμᾶς εὐεργετεῖ, ἀλλ' ἀνενδεὴς  ὢν, ἐξ ἀγαθότητος  μόνης εὖ ποιεῖ  τὸ τῶν  ἀνθρώπων γένος.  Βασιλείαν  σοι  ἐπηγγείλατο,   ζωὴν  ἀθάνατον,  δόξαν,  ἀδελφότητα,   υἱοθεσίαν ἔδωκε, συγκληρονόμον  τοῦ Μονογενοῦς ἐποίησε· σὺ δὲ τοῦ ἀνδρὸς ἔτι μέμνησαι μετὰ τοσαῦτα ἀγαθά; Τί τοιοῦτον  ἐκεῖνος ἐχαρίσατο; Τὸν ἥλιον  αὐτοῦ ἀνέτειλε,  τὸν ὑετὸν ἔδωκε, ταῖς ἐτησίοις τροφαῖς  τρέφει. Οὐαὶ ἡμῖν ἐκ τῆς πολλῆς  ἀχαριστίας! ∆ιὰ τοῦτο λαμβάνει τὸν ἄνδρα, ἵνα αὐτὸν μὴ ζητῇς· σὺ δὲ ἀπελθόντος ἔχῃ ἔτι, καὶ τὸν Θεὸν ἀφίης, δέον εὐχαριστεῖν, δέον τὸ πᾶν ἐπ' αὐτὸν ἐπιῤῥίπτειν; Τί γάρ ἐστιν ὃ παρὰ τοῦ ἀνδρὸς ἔλαβες;  ὠδῖνες,  καὶ  πόνοι,  καὶ  ὕβρεις, καὶ  λοιδορίαι  πολλάκις,  καὶ  ἐπιτιμήσεις,  καὶ ἀγανακτήσεις. Οὐ ταῦτα τὰ παρὰ τῶν ἀνδρῶν; Ἀλλ' ἔστι, φησὶ, καὶ ἕτερα χρηστά. Ποῖα δὴ  ταῦτα;   ἐκαλλώπισέ   σε  ἱματίοις   πολυτελέσι;   χρυσία  περιέθηκε   τῷ   προσώπῳ, αἰδέσιμον  πᾶσιν  ἐποίησεν;  Ἀλλ'  ἂν  θέλῃς,  καὶ  ἀπελθόντος   κοσμήσει κόσμῳ  πολὺ βελτίονι· τῶν γὰρ χρυσίων πολλῷ θαυμασιωτέραν τὴν ἔχουσαν ἡ σεμνότης ποιεῖ. Ἔχει καὶ οὗτος ὁ βασιλεὺς ἱμάτια, οὐ τοιαῦτα, ἀλλὰ πολλῷ βελτίω· ἐκεῖνα, ἂν ἐθέλῃς, περιβαλοῦ.  Ποῖα δὴ  ταῦτα;  Ἱματισμός  ἐστι διαχρύσους  κροσσοὺς ἔχων· ἐὰν  ἐθέλῃς, τούτῳ  περίβαλε  τὴν  ψυχήν.  Ἀλλ' οὐκ  ἐποίησεν  εὐκαταφρόνητον ἀνθρώποις ἐκεῖνος; Καὶ τί τοῦτο μέγα; ἡ μέντοι  χηρεία οὐκ ἀφίησί σε γενέσθαι εὐκαταφρόνητον τοῖς δαίμοσι. Τότε τῶν οἰκετῶν ἐκράτεις τῶν σῶν, εἴ γε ὅλως ἐκράτεις· νῦν δὲ ἀντὶ τῶν οἰκετῶν  τῶν  ἀσωμάτων  δυνάμεων,  τῶν  ἀρχῶν,  τῶν  ἐξουσιῶν,  τοῦ  κοσμοκράτορος κρατεῖς. Τὰ δὲ λυπηρὰ οὐ λέγεις, ἐν οἷς ἐκοινώνησας αὐτῷ, εἴ ποτε ἀρχόντων  φόβος, εἴ ποτε παρευδοκιμήσεις τῶν πλησίον. Τούτων ἁπάντων ἀπήλλαξαι νῦν, φόβου καὶ δέους. Ἀλλὰ τίς σοι τὰ καταλειφθέντα θρέψει παιδία, μεριμνᾷς; Ὁ Πατὴρ τῶν ὀρφανῶν.  Τίς γὰρ αὐτὰ ἔδωκεν, εἰπέ μοι; οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος ἐν τοῖς Εὐαγγελίοις, Οὐχὶ ἡ ψυχὴ  πλείων  ἐστὶ τῆς τροφῆς,  καὶ τὸ σῶμα τοῦ ἐνδύματος; δʹ. Ὁρᾷς ὅτι οὐκ ἀπὸ συνηθείας, ἀλλ' ἀπὸ ἀπιστίας ὁ θρῆνος γίνεται; Ἀλλ' οὐκ ἔστι λαμπρὰ ὁμοίως τὰ παιδία τοῦ πατρὸς τελευτήσαντος.  ∆ιὰ τί; τὸν Θεὸν ἔχει Πατέρα, καὶ οὐκ ἔστι λαμπρά; Πόσους σοι ὑποδείξω  ὑπὸ  χηρῶν  ἀνατραφέντας,   καὶ  γενομένους  δοκίμους;  πόσους  δὲ  ὑπὸ πατράσιν ὄντας, καὶ ἀπολωλότας; Ἂν γὰρ αὐτὰ ἀνατρέφῃς ἐκ πρώτης ἡλικίας ὡς ἀνατρέφειν  δεῖ, πολλῷ μᾶλλον τῆς προστασίας τῆς πατρικῆς ἀπολαύσονται εὐεργεσίας. Ὅτι  γὰρ  χηρῶν  ἐστι  τὸ  πρᾶγμα,  τὸ  τὰ  παιδία  λέγω  ἀνατρέφειν,   ἄκουσον  Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησε· καὶ πάλιν, Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας  (οὐκ εἶπε, διὰ τοῦ ἀνδρὸς), ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ἔνθετε αὐτοῖς  τὸν  φόβον  τοῦ Θεοῦ ἐκ πρώτης  ἡλικίας,  καὶ παντὸς  πατρὸς  μᾶλλον αὐτοὺς διατηρήσει· τοῦτο τεῖχος ἔσται ἀῤῥαγές. Ὅταν γὰρ ἔνδον ὁ φύλαξ ἐγκαθήμενος ᾖ, οὐδὲν  ἡμῖν  τῶν  ἔξωθεν  δεῖ ἐπιτεχνημάτων· ἐκείνου  δὲ οὐκ ὄντος, πάντα  εἰκῆ τὰ ἔξωθεν γίνεται.  Τοῦτο αὐτοῖς ἔσται καὶ πλοῦτος καὶ δόξα καὶ εὐκοσμία, τοῦτο αὐτοὺς ποιήσει λαμπροὺς, οὐκ ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. Μὴ γάρ μοι πρὸς ἐκείνους ἴδῃς τοὺς διεζωσμένους τὰς ζώνας τὰς χρυσᾶς, μηδὲ τοὺς ἐφ' ἵππων φερομένους, μηδὲ τοὺς ἐν τοῖς βασιλείοις λάμποντας διὰ τοὺς πατέρας, μηδὲ τοὺς ἀκολούθους ἔχοντας καὶ παιδαγωγούς.   Ταῦτα   γὰρ   ἴσως   τὰς   χήρας   ἐπὶ   τοῖς   ὀρφανοῖς   κόπτεσθαι   ποιεῖ, ἐννοουμένας  ὅτι  καὶ  οὗτος  ὁ ἐμὸς  παῖς,  εἴ  γε  ὁ πατὴρ  αὐτῷ  περιῆν,  τοσαύτης  ἂν ἀπέλαυσε μακαριότητος· νῦν δὲ ἐν κατηφείᾳ καὶ ἀτιμίᾳ, καὶ οὐδενὸς ἄξιος λόγου ἐστί. Μὴ δὴ ταῦτα ἐννοῇς, ὦ γύναι, ἀλλ' ἀναπέτασον τοῦ οὐρανοῦ τὰς πύλας τῷ λογισμῷ, κατάμαθε τὰ ἐκεῖ βασίλεια, ἴδε τὸν ἐκεῖ καθήμενον βασιλέα, λόγισαι εἰ οὗτοι μᾶλλον οἱ ἐπὶ τῆς γῆς τοῦ παιδὸς τοῦ σοῦ δύνανται  ἐκεῖ εἶναι λαμπρότεροι, καὶ τότε στέναξον· ἂν δὲ ἐπὶ τῆς γῆς ὦσί τινες εὐδόκιμοι, οὐδενὸς τοῦτο ἄξιον λόγου· ἔξεστιν, ἂν θέλῃς, ἐν τοῖς οὐρανοῖς αὐτὸν στρατεῦσαι, εἰς ἐκείνην  καταλέξαι τὴν στρατολογίαν. Οἱ γὰρ ἐκεῖ καταλεγόμενοι,   οὐκ  ἐφ'  ἵππων   φέρονται,   ἀλλ'  ἐν  νεφέλαις·   οὐκ  ἐπὶ   γῆς βαδίζουσιν, ἀλλ' εἰς τὸν οὐρανὸν  ἁρπάζονται· οὐ παῖδας ἔχουσι τοὺς προηγουμένους, ἀλλὰ  τοὺς ἀγγέλους  αὐτούς· οὐ βασιλεῖ παρεστήκασι θνητῷ,  ἀλλὰ  τῷ  ἀθανάτῳ,  τῷ βασιλεῖ τῶν βασιλευόντων, καὶ Κυρίῳ τῶν κυριευόντων· οὐ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν  ἔχουσιν, ἀλλὰ  τὴν  δόξαν ἐκείνην  τὴν  ἄῤῥητον, δι' ἣν καὶ βασιλέων  γίνονται λαμπρότεροι,  καὶ  τῶν  πώποτε  εὐδοκιμηκότων.  Ἐν  γὰρ  τοῖς  βασιλείοις  ἐκείνοις  οὐ πλοῦτος,  οὐκ  εὐγένεια,  οὐκ  ἄλλο  οὐδὲν,  ἀλλ'  ἀρετὴ  ζητεῖται  μόνον·  καὶ  ταύτης παρούσης, οὐδὲν ἐνδεῖ πρὸς τὸ τῶν πρωτείων  αὐτοὺς τυχεῖν. Οὐδὲν ἡμῖν ἐστι δυσχερὲς, ἂν θέλωμεν  φιλοσοφεῖν.  Ἀνάνευσον εἰς τὸν οὐρανὸν, καὶ ὅρα πόσῳ τῆς ὀροφῆς τῶν βασιλείων λαμπρότερος οὗτος. Εἰ δὲ τὸ ἔδαφος τῶν ἄνω βασιλείων παρὰ τοσοῦτόν ἐστι τῶν κάτω σεμνότερον, ὡς τοῦτο πρὸς ἐκεῖνο βόρβορον νομίζεσθαι· εἴ τις ἂν ἀξιωθῇ τὰ βασίλεια ἀκριβῶς ἰδεῖν, τίνος οὐκ ἔσται μακαριότητος ἄξιος; Ἡ δὲ ὄντως χήρα, φησὶ, καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεόν. Τοῦτο πρὸς τίνας εἴρηται; Πρὸς τὰς ἐχούσας παῖδας, ὅτι δοκιμώτεροι  μᾶλλόν  εἰσι, καὶ πλείονα  ἀφορμὴν  ἔχουσιν ἀρέσκειν Θεῷ· ὅτι πάντα αὐταῖς ἀνεῖται  τὰ δεσμά· οὐδεὶς ὁ κατέχων,  οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων.  Ἀπεσχίσθης τοῦ ἀνδρὸς, ἀλλ' ἡνώθης  τῷ Θεῷ· οὐκ ἔχεις συνόμιλον  τὸν ὁμόδουλον, ἀλλ' ἔχεις τὸν ∆εσπότην. Ὅταν εὔχῃ, οὐχὶ τῷ Θεῷ διαλέγῃ, εἰπέ μοι; ὅταν ἀναγινώσκῃς,  ἄκουε αὐτοῦ σοι διαλεγομένου.  Τί δέ σοι διαλέγεται; Πολλῷ τοῦ ἀνδρὸς ποθεινότερα ῥήματα. Ὁ μὲν γὰρ ἀνὴρ κἂν κολακεύῃ, οὐ πολλὴ ἡ τιμή· ὁμόδουλος γάρ ἐστιν· ὅταν δὲ ὁ ∆εσπότης τὴν δούλην κολακεύῃ, τότε πολλὴ ἡ θεραπεία. Πῶς οὖν ἡμᾶς θεραπεύει; Ἄκουσον δι' ὅσων τοῦτο ποιεῖ. ∆εῦτε, φησὶ, πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,  κἀγὼ  ἀναπαύσω  ὑμᾶς. Καὶ πάλιν  διὰ τοῦ προφήτου  βοᾷ, λέγων·  Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάθοιτο  γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει  Κύριος. Πόσου ταῦτα φίλτρου  τὰ ῥήματα; Καὶ πάλιν, Ἐπιστράφητε πρός με· καὶ πάλιν  ἀλλαχοῦ, Ἐπίστρεψον πρός με, καὶ σωθήσῃ. Εἰ δέ τις καὶ ἐκ τῶν Ἀσμάτων βούλοιτο ἐκλέγειν, ἀκούσεται, μυστικώτερα αὐτὰ ἐκλαμβάνων, Ἡ καλή μου, ἡ περιστερά μου, πρὸς ψυχὴν  ἑκάστην αὐτῷ  πρέπουσαν διαλεγομένου.  Τί τούτων τῶν ῥημάτων ἥδιον; Ὁρᾷς διάλεξιν Θεοῦ πρὸς ἀνθρώπους; Τί δὲ, εἰπέ μοι; οὐχ ὁρᾷς, ὅσοι ἐκείνων  τῶν μακαρίων γυναικῶν  παῖδες ἀπῆλθον, καὶ ἐν τάφοις εἰσίν; ὅσαι χαλεπώτερα πεπόνθασι, καὶ μετὰ τῶν ἀνδρῶν καὶ υἱοὺς ἀπέβαλλον; Τούτοις προσανέχωμεν, ταῦτα μεριμνῶμεν· καὶ οὐδὲν ἡμῖν ἔσται λυπηρὸν, ἀλλὰ πάντα διατελέσομεν τὸν χρόνον μετὰ χαρᾶς πνευματικῆς διάγοντες, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ Ζʹ.Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

αʹ.  Πολλὰ  τῶν   πραγμάτων   ἐξ  ἀγνοίας   ἡμᾶς  λυπεῖ   μόνης,  ὡς,  ἂν  αὐτὰ  καλῶς καταμάθωμεν, ἀποκρουσόμεθα τὴν ὀδύνην. Τοῦτο γοῦν καὶ ὁ Παῦλος ἐμφαίνων  ἔλεγεν, Οὐ θέλω ὑμᾶς ἀγνοεῖν,  ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες  ἐλπίδα. Τί οὐ θέλεις αὐτοὺς ἀγνοεῖν; Τὸν περὶ τῆς ἀναστάσεως, φησὶ, λόγον. ∆ιὰ τί δὲ μὴ λέγεις τὴν κόλασιν  τὴν  ἀποκειμένην  τῷ  ἀγνοεῖν  τὸν  περὶ  τῆς  ἀναστάσεως λόγον;  ∆ιότι τοῦτο ἐκεῖθεν δῆλόν ἐστι, καὶ ὡμολογημένον· τέως δὲ μετ' ἐκείνου καὶ τοῦτο ἔσται κέρδος οὐ μικρόν. Ἐπειδὴ γὰρ οὐ τῇ ἀναστάσει ἠπίστουν, ἀλλ' ὅμως ἐθρήνουν,  διὰ τοῦτο οὕτω φησί. Καὶ ἑτέρως μὲν τοῖς ἀπιστοῦσι διαλέγεται,  ἑτέρως δὲ τούτοις· οἱ γὰρ περὶ τῶν χρόνων  καὶ τῶν  καιρῶν  ζητοῦντες,  δῆλον  ὅτι ᾔδεσαν. Εἰ γὰρ πιστεύομεν, φησὶν, ὅτι Ἰησοῦς ἀπέθανε  καὶ ἀνέστη καὶ ἔζησεν, οὕτως  ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Ποῦ εἰσιν οἱ τὴν σάρκα ἀθετοῦντες;  Εἰ γὰρ μὴ ἀνέλαβε  σάρκα, οὐδὲ ἀπέθανεν· εἰ δὲ μὴ ἀπέθανεν, οὐδὲ ἀνέστη. Πῶς οὖν ἡμᾶς ἀπὸ τούτων  προτρέπει εἰς πίστιν; ἆρα οὐ λῆρος μᾶλλον  ἦν κατ' αὐτοὺς καὶ ἀπατεών; Εἰ γὰρ τὸ ἀποθανεῖν ἁμαρτίας  ἐστὶν, ὁ δὲ Χριστὸς οὐχ ἥμαρτε, πῶς  ἡμᾶς προτρέπεται  νῦν;  ∆ιὰ τί δὲ καί φησιν, Ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες  ἐλπίδα; Ὡσεὶ ἔλεγε· Τίνας θρηνεῖτε,  ἄνθρωποι; ὑπὲρ τίνων  λυπεῖσθε; ὑπὲρ τῶν ἁμαρτωλῶν, ἢ ὑπὲρ τῶν ἁπλῶς ἀποθνησκόντων;  Ὥστε ἐκεῖνοι  τίνας  θρηνοῦσι; Πάντα δὲ ταῦτα ἕωλα αὐτοῖς γίνεται,  Πρωτότοκος, φησὶν, ἐκ τῶν  νεκρῶν· τουτέστιν, ἀπαρχή. Οὐκοῦν καὶ λοιποὺς  εἶναι δεῖ. Καὶ ὅρα πῶς ἐνταῦθα οὐδὲν  ἀπὸ λογισμῶν  τίθησιν,  ἐπειδὴ  προσηνεῖς  ἦσαν· Κορινθίοις δὲ γράφων,  πολλὰ πρῶτον  καὶ  ἀπὸ  λογισμῶν  ἐκίνησε,  καὶ  τότε  ἐπήγαγεν·  Ἄφρον  σὺ, ὃ  σπείρεις,  οὐ ζωοποιεῖται.  Κυριώτερον μὲν γὰρ τοῦτο, ἀλλ' ὅταν τῷ πιστῷ διαλέγηται·  πρὸς δὲ τὸν ἔξω ποίαν  ἰσχὺν  ἂν ἔχοι τοῦτο; Οὕτω, φησὶν, ὁ Θεὸς, καὶ τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Πάλιν, Κοιμηθέντας· οὐδαμοῦ λέγει, ἀποθανόντας.  Ἀλλ' ἐπὶ μὲν τοῦ Χριστοῦ τὸ, Ἀπέθανεν,  ἔθηκεν, ἐπειδὴ καὶ τὸ τῆς ἀναστάσεως εἶπεν· ἐνταῦθα  δὲ, Τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ· ἢ τοῦτο λέγων, ὅτι τῇ πίστει τοῦ Ἰησοῦ κοιμηθέντας, ἢ ὅτι διὰ τοῦ Ἰησοῦ ἄξει τοὺς κοιμηθέντας, τουτέστι, τοὺς πιστούς. Ἐνταῦθα οἱ αἱρετικοί φασιν  ὅτι  τοὺς  βαπτισθέντας  λέγει.  Τὸ οὖν,  Οὕτω, ποῦ  ἵσταται;  ὁ γὰρ  Ἰησοῦς  οὐκ ἐκοιμήθη διὰ τοῦ βαπτίσματος. Τίνος δὲ ἕνεκέν φησι, Τοὺς κοιμηθέντας; Ὥστε οὐ περὶ καθολικῆς, ἀλλὰ περὶ μερικῆς ἀναστάσεως διαλέγεται.  Ἄξει τοὺς κοιμηθέντας  διὰ τοῦ Ἰησοῦ, φησί· καὶ πολλαχοῦ  οὕτω λέγει. Τοῦτο γὰρ ὑμῖν λέγομεν  ἐν λόγω  Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· περὶ  τῶν  πιστῶν  λέγων,  καὶ οἱ κοιμηθέντες  ἐν  Χριστῷ· καὶ πάλιν,  Οἱ νεκροὶ ἀναστήσονται. Ἔπειτα οὐ περὶ ἀναστάσεως αὐτῷ ὁ λόγος μόνον, ἀλλὰ καὶ περὶ ἀναστάσεως καὶ περὶ τιμῆς  τῆς ἐν δόξῃ. Ἀναστάσεως μὲν οὖν πάντες ἀπολαύσονται,  φησίν·  ἐν  δόξῃ δὲ οὐ πάντες  ἔσονται,  ἀλλ',  Οἱ ἐν  Χριστῷ. Ἐπεὶ οὖν παραμυθήσασθαι βούλεται αὐτοὺς, οὐ τούτῳ μόνον παραμυθεῖται, ἀλλὰ καὶ τῇ τιμῇ τῇ πολλῇ καὶ τῷ τάχει, ἐπεὶ ἐκεῖνο ᾔδεσαν. Ὅτι γὰρ τῇ τιμῇ βούλεται αὐτοὺς παραμυθήσασθαι, προϊών φησι, Καὶ πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· καὶ, ὅτι Ἐν νεφέλαις ἁρπαγησόμεθα.  Πῶς δὲ  οἱ  πιστοὶ  διὰ  τοῦ  Ἰησοῦ  κοιμῶνται·  ∆ηλονότι  τὸν  Χριστὸν ἔχοντες ἐν ἑαυτοῖς. Τὸ δὲ, Ἄξει σὺν αὐτῷ, δείκνυσι πολλαχόθεν  ἀγομένους. Τοῦτο γὰρ ὑμῖν,  φησὶ,  λέγομεν  ἐν  λόγῳ  Κυρίου. Ξένον  τι  ἔμελλε  λέγειν·  διὰ  τοῦτο  καὶ  τὸ ἀξιόπιστον τίθησιν. Ἐν λόγῳ Κυρίου, φησί· τουτέστιν, Οὐκ ἀφ' ἑαυτῶν, ἀλλὰ παρὰ τοῦ Χριστοῦ μαθόντες  λέγομεν, Ὅτι ἡμεῖς οἱ ζῶντες  οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Ὅπερ ἐν τῇ πρὸς Κορινθίους φησὶν, ὅτι Ἐν ἀτόμῳ,  ἐν  ῥιπῇ  ὀφθαλμοῦ.  Ἐνταῦθα  τὸ ἀξιόπιστον  τῇ ἀναστάσει καὶ τῷ  τρόπῳ παρέστησε. βʹ. Καὶ ἐπειδὴ τὸ πρᾶγμα δοκεῖ δύσκολον εἶναι, δείκνυσιν αὐτὸς ὅτι ὥσπερ ἐστὶν εὔκολον τοὺς ζῶντας ἀρθῆναι, οὕτω καὶ τοὺς ἀπελθόντας.  Τὸ δὲ, Ἡμεῖς, οὐ περὶ ἑαυτοῦ  φησιν· οὐ  γὰρ  δὴ  ἔμελλεν  αὐτὸς  μέχρι  τῆς  ἀναστάσεως  μένειν,  ἀλλὰ  τοὺς πιστοὺς λέγει. ∆ιὰ τοῦτο προσέθηκεν, Οἱ περιλειπόμενοι  εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν  τοὺς κοιμηθέντας· ὡς ἂν εἰ ἔλεγε· Μὴ νομίσῃς ἐργωδίαν  εἶναί τινα, ἀκούων ὅτι οἱ ζῶντες τότε τοὺς διαλυθέντας, τοὺς σαπέντας, τοὺς μυρία ἔτη ἔχοντας οὐ μὴ προλάβωσι· Θεός ἐστιν ὁ ποιῶν. Ἀλλ' ὥσπερ εὔκολον αὐτῷ ἐκείνους τοὺς ἀπηρτισμένους ἀγαγεῖν,  οὕτω καὶ τοὺς διαλελυμένους.  Ἀλλ' εἰσί τινες, οἳ διαπιστοῦσι τῷ πράγματι, ἐπειδὴ τὸν Θεὸν οὐκ ἴσασι. Τί γὰρ, εἰπέ μοι, εὐκολώτερον, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, ἢ διαλυθέντα  ἀναστῆσαι πάλιν; Ἀλλὰ τί φασιν; Ὁ δεῖνα, φησὶ, ναυάγιον ὑπέστη, καὶ κατεποντίσθη, καὶ πεσόντα αὐτὸν ἰχθύες ἐδέξαντο πολλοὶ καὶ τῶν ἰχθύων  ἕκαστος μέλος ἔφαγεν. Εἶτ' αὐτῶν δὴ τούτων ὁ μὲν ἐν τῷδε τῷ κόλπῳ, ὁ δὲ ἐν τῷδε  συνελήφθη,  καὶ ἐβρώθη ὑφ' ἑτέρου, καὶ οὗτος ὑπὸ ἄλλου.  Καὶ οὗτοι πάλιν  ἐν ἄλλοις  χωρίοις  ἀπέθανον  οἱ τοὺς ἰχθῦς φαγόντες  τοὺς τὸν ἄνδρα καταφαγόντας,  καὶ αὐτοὶ  ἴσως ὑπὸ θηρίων.  Τοσαύτης δὲ τῆς συγχύσεως  γενομένης  καὶ διασπορᾶς, πῶς πάλιν ἀναστήσεται ὁ ἀνήρ; τίς ὁ τὸν χοῦν συνάγων; ∆ιὰ τί γὰρ τοῦτο λέγεις, ἄνθρωπε, καὶ ὁρμαθοὺς λήρων ὑφαίνεις,  καὶ ὡς ἄπορον τιθεῖς; Εἰπὲ γάρ μοι, ἂν μὴ εἰς θάλατταν καταπέσῃ, ἂν γὰρ μὴ ἰχθὺς φάγῃ, μηδὲ βρωθῇ πάλιν  ὁ ἰχθὺς ὑπὸ μυρίων  ἀνθρώπων, ἀλλὰ κηδευθεὶς ἐν λάρνακι ὁ ἀνὴρ τεθῇ, καὶ μήτε σκώληκες, μήτε ἄλλο τι διενοχλήσῃ, πῶς ἀναστήσεται  τὸ διαλυθέν;  πῶς ἡ κόνις  καὶ ἡ τέφρα συγκολληθήσεται,  πόθεν  τὸ ἄνθος λοιπὸν ἔσται τοῦ σώματος; τοῦτο δὲ οὐκ ἄπορον; Ἂν μὲν οὖν Ἕλληνες ὦσιν οἱ ταῦτα διαποροῦντες, πρὸς αὐτοὺς μυρία ἐροῦμεν. Τί δήποτε; εἰσὶ γὰρ παρ' αὐτοῖς οἱ τὰς ψυχὰς καὶ εἰς φυτὰ καὶ εἰς θάμνους ἄγοντες καὶ εἰς κύνας· εἰπέ μοι, τί εὐκολώτερον, τὸ οἰκεῖον  σῶμα  ἀναλαβεῖν,   ἢ  τὸ  ἀλλότριον;  Ἄλλοι  πάλιν   φασὶν  ὑπὸ  πυρὸς ἀναλίσκεσθαι, καὶ ἱματίων  ἀνάστασιν γίνεσθαι καὶ ὑποδημάτων, καὶ οὐ καταγελῶνται· ἕτεροι  ἀτόμους  εἰσάγουσιν.  Ἀλλὰ  πρὸς  ἐκείνους  οὐδεὶς  ἡμῖν  λόγος·  πρὸς  δὲ  τοὺς πιστοὺς, εἴ γε πιστοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας,  ὅμως ἐροῦμεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται,  πάντα  φυτὰ, πάντα  σπέρματα. Οὐχ ὁρᾷς τὴν συκῆν ἡλίκον  μὲν ἔχει κορμὸν, ἡλίκα δὲ στελέχη; φύλλα  δὲ πόσα, κλάδους, ἀνθέρικας, ῥίζας τοσοῦτον ἐπεχούσας καὶ ἐγκεκολπισμένας;  Αὕτη τοίνυν  ἡ τηλικαύτη  καὶ τοιαύτη ἀπὸ τῆς κέγχρου γίνεται  ἐκείνης τῆς καταβληθείσης, καὶ αὐτῆς διαφθαρείσης πρῶτον· κἂν μὴ σαπῇ καὶ διαλυθῇ, οὐδὲν τούτων ἔσται. Εἰπέ μοι, πόθεν τοῦτο γίνεται; Καὶ ἡ ἄμπελος δὲ ἡ οὕτω καλὴ καὶ ἰδεῖν καὶ μετέχειν,  ἀπὸ τοῦ εἰδεχθοῦς γίνεται  ἐκείνου. Τί δὲ, εἰπέ μοι, οὐχὶ ὕδωρ ἐστὶν ἓν τὸ ἄνωθεν καταφερόμενον; καὶ πῶς εἰς τοσαῦτα μεταβάλλεται; Τοῦτο γὰρ τῆς ἀναστάσεως θαυμασιώτερον.  Ἐκεῖ μὲν γὰρ καὶ τὸ αὐτὸ σπέρμα, καὶ τὸ αὐτὸ  ὑπόκειται  φυτὸν,  καὶ ἡ συγγένεια  πολλή·  ἐνταῦθα  δὲ εἰπέ  μοι πῶς  μίαν  ἔχον ποιότητα  καὶ μίαν φύσιν, εἰς τοσαῦτα τρέπεται; Ἐν ἀμπέλῳ  γίνεται  οἶνος, οὐχὶ οἶνος μόνον, ἀλλὰ καὶ φύλλα καὶ ὀπός· καὶ γὰρ οὐχ ὁ βότρυς μόνον, ἀλλὰ καὶ τὸ λοιπὸν τῆς ἀμπέλου αὐτῷ τρέφεται· πάλιν ἐν ἐλαίᾳ ἔλαιον, καὶ τὰ ἄλλα, ὅσα οὐκ ἔστιν εἰπεῖν. Καὶ τὸ  θαυμαστὸν,  ἐνταῦθα  ὑγρὸν,  ἐκεῖ  ξηρὸν,  ἐνταῦθα  γλυκὺ,  ἐκεῖ  ὀξὺ, ἐκεῖ  στῦφον, ἑτέρωθι πικρόν. Πῶς, εἰπέ μοι, τρέπεται εἰς τοσαῦτα; εἰπὲ τὸν λόγον· ἀλλ' οὐκ ἂν ἔχοις. Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ μοι (ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον  πῶς εἰς  ὀφθαλμοὺς,  πῶς  εἰς  ὦτα,  πῶς  εἰς  χεῖρας,  πῶς  εἰς  καρδίαν,  πῶς  εἰς  τοσαῦτα ῥυθμίζεται καὶ διατυποῦται;  οὐχὶ μυρίαι διαφοραὶ ἐν τῷ σώματι, σχημάτων, μεγεθῶν, ποιοτήτων,  θέσεων, δυνάμεων,  ῥυθμῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος; Ἆρα πολλῷ  σοι δοκεῖ τούτων  εἶναι τοῦτο ἀπορώτερον,  πῶς τὸ ὑγρὸν καὶ μαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερμὸν καὶ ὑγρὸν, καὶ τὸ αἷμα, ἑνωθέν; πῶς εἰς ψυχρὸν καὶ μαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ μοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ' ἑκάστην ἡμέραν ἀνάστασιν καὶ θάνατον  ἐν ταῖς ἡλικίαις  γινόμενον;  ποῦ ἡ νεότης  ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει.
γʹ. Τοῦτο καὶ ἐπὶ τῶν  δένδρων  καὶ ἐπὶ τῶν  ζώων  ἔστιν ἰδεῖν. Καίτοι τὸ ἑτέρῳ παρέχον, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν. Ἀλλὰ ταῦτα μὲν ὁ λογισμὸς ὁ ἀνθρώπινος ἀπαιτεῖ· ὅταν δὲ ὁ Θεὸς δημιουργῇ, πάντα ὑποχωρείτω. Εἰ ταῦτα οὕτως ἄπορα, καὶ μεθ' ὑπερβολῆς ἄπορα, ὑπεισῆλθέ  μοι νῦν  ἔννοια  τῶν  μαινομένων,  καὶ τὴν γέννησιν  τὴν ἀσώματον πολυπραγμονούντων τοῦ Υἱοῦ. Τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα, καὶ χερσὶν ὑποβαλλόμενα,  καὶ μυριάκις  ζητηθέντα  οὐδεὶς οὐδέπω  εὑρεῖν  δεδύνηται·   πῶς οὖν  τὴν  ἄῤῥητον  ἐκείνην  καὶ ἄφραστον  γέννησιν  πολυπραγμονοῦσιν,  εἰπέ  μοι; οὐκ ἀπέκαμεν ἡ διάνοια τῶν τοιούτων κενεμβατοῦσα; οὐκ εἰς μυρίους ἰλίγγους περιετράπη; οὐχὶ ἀχανὴς γέγονε; Καὶ ὅμως οὐδὲ οὕτω παιδεύονται. Περὶ σταφυλῶν καὶ σύκων οὐδὲν εἰπεῖν  δυνάμενοι,  περὶ τοῦ Θεοῦ πολυπραγμονοῦσιν.  Εἰπὲ γάρ μοι, πῶς  τὸ γίγαρτον ἐκεῖνο ἀναλύεται εἰς φύλλα καὶ στελέχη; πῶς πρὸ τούτου οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ ἑωρᾶτο; Ἀλλ'  οὐ τὸ γίγαρτόν  ἐστι, φησὶν, ἀλλὰ τῆς γῆς τὸ πᾶν. Καὶ πῶς χωρὶς  τούτου οὐδὲν φέρει ἀφ' ἑαυτῆς; Ἀλλὰ μὴ ἀνοηταίνωμεν· οὔτε τῆς γῆς ἐστιν, οὔτε τῆς κέγχρου  τὸ γινόμενον,  ἀλλὰ  τοῦ καὶ  τῆς  γῆς  καὶ τῶν  σπερμάτων  Κυρίου. ∆ιὰ τοῦτο  καὶ χωρὶς τούτων  καὶ μετὰ τούτων  ταῦτα ἐποίησε γίνεσθαι  τὸ μὲν τὴν αὐτοῦ δύναμιν  δεικνὺς, ἡνίκα  ἔλεγεν,  Ἐξαγαγέτω  ἡ γῆ  βοτάνην  χόρτου·  τὸ  δὲ, μετὰ  τοῦ  δεῖξαι  τὴν  αὐτοῦ δύναμιν, καὶ ἡμᾶς παιδεύων εἶναι φιλοπόνους  καὶ φιλεργούς. Τί δὴ ταῦτα ἡμῖν εἴρηται; Οὐχ ἁπλῶς,  ἀλλ'  ἵνα  καὶ  τῇ  ἀναστάσει  πιστεύωμεν·  καὶ  ὅταν  τι  πάλιν  λογισμοῖς βουλόμενοι  καταλαβεῖν  οὐκ ἰσχύωμεν,  μὴ δυσχεραίνωμεν  μηδὲ  ἀγανακτῶμεν,  ἀλλ' εὐγνωμόνως  ὑποστρέφοντες,  καὶ ἀναχαιτίζοντες τὸν λογισμὸν, καταφεύγωμεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐμήχανον. Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶμεν τοῖς λογισμοῖς· μὴ ὑπερβαίνωμεν  τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδομένα τῆς γνώσεως  ἡμῖν. Εἰ γάρ τις δοκεῖ, φησὶν, εἰδέναι  τι, οὐδέπω οὐδὲν ἔγνωκε  καθὼς δεῖ γνῶναι.  Οὐ λέγω περὶ Θεοῦ μόνον, ἀλλὰ περὶ παντὸς πράγματος. Τί γὰρ βούλει μαθεῖν περὶ γῆς; τί οἶδας, εἰπέ μοι; πόσον τὸ μέτρον αὐτῆς; πηλίκον τὸ μέγεθος; ὁποία ἡ θέσις; τίς ἡ οὐσία; ποῖος ὁ τόπος; ποῦ ἕστηκε, καὶ ἐπὶ τίνος; Ἀλλ' οὐδὲν ἂν τούτων ἔχοις εἰπεῖν. Ἀλλ' ὅτι μέν ἐστι ψυχρὰ καὶ  ξηρὰ  καὶ  μέλαινα,  ταῦτα  ἂν  ἔχοις  εἰπεῖν,  περαιτέρω  δὲ  οὐδέν.  Ἀλλὰ  περὶ  τῆς θαλάττης; Ἀλλ' ὁμοίως εἰς ἀμηχανίαν  ἐμπεσῇ, οὐκ εἰδὼς ποῦ μὲν ἄρχεται, ποῦ δὲ λήγει, ἐπὶ  τίνος  δὲ φέρεται,  τί  τὸν  πυθμένα  αὐτῆς  διαβαστάζει, ποῖος  δὲ αὐτῇ  τόπος  ἐστὶ, πότερον δὲ καὶ μετ' αὐτήν  ἐστιν ἤπειρος, ἢ εἰς ὕδωρ τελευτᾷ  καὶ ἀέρα. Ἀλλὰ τῶν  ἐν αὐτῇ τί οἶδας; Ἀλλὰ τὸν ἀέρα εἴπω; ἀλλὰ τὰ στοιχεῖα; Ἀλλ' οὐδὲν ἐρεῖς. Ἀφῶ ταῦτα, Βούλει τῶν φυτῶν τὸ μικρότατον ἐκλεξώμεθα; τὴν χλόην τὴν ἄκαρπον, ἥνπερ ἅπαντες ἴσμεν, εἰπὲ πῶς τίκτεται; οὐχὶ ὕδωρ ἐστὶ τὸ ὑποκείμενον καὶ γῆ καὶ κόπρος; τί τὸ ποιοῦν αὐτὴν  οὕτω  καλὴν  φαίνεσθαι,  καὶ χρῶμα ἔχειν  θαυμαστόν; πόθεν  ἐκεῖνο  τὸ κάλλος οὕτω μαραίνεται; Οὐκ ἔστιν ὕδατος, οὐκ ἔστι γῆς τὸ ἔργον. Ὁρᾷς ὅτι πανταχοῦ πίστεως  χρεία;  Πῶς ἡ γῆ  τίκτει; πῶς  ὠδίνει,  εἰπέ  μοι; Ἀλλ' οὐδὲν  ἂν  τούτων  ἔχοις  εἰπεῖν. Παιδεύθητι, ὦ ἄνθρωπε, ἐν τοῖς κάτω καὶ τοῖς ἐνταῦθα, καὶ μὴ περιεργάζου μηδὲ πολυπραγμόνει  τὸν οὐρανὸν, καὶ εἴθε τὸν οὐρανὸν, καὶ μὴ τοῦ οὐρανοῦ τὸν ∆εσπότην. Τὴν γῆν οὐκ οἶδας, εἰπέ μοι, ἀφ' ἧς ἐτέχθης, ἐν ᾗ ἐτράφης, ἣν οἰκεῖς, ἣν πατεῖς, ἧς ἄνευ οὐδὲ ἀναπνεῦσαι δύνασαι, καὶ τὰ τοσοῦτον ἀφεστηκότα πολυπραγμονεῖς; Ὄντως ἄνθρωπος ματαιότης ἐστί. Κἂν μέν τίς σε εἰς βυθὸν κελεύῃ καταβαίνειν, καὶ ἐξιχνεύειν τὰ ἐν τῷ πυθμένι τῆς θαλάσσης, οὐκ ἀνέξῃ τοῦ ἐπιτάγματος· οὐδενὸς δὲ ἀναγκάζοντος, αὐτὸς τὴν ἀνεξιχνίαστον  ἄβυσσον βούλει καταλαβεῖν; Μὴ, παρακαλῶ· ἀλλ' ἄνω πλέωμεν, μὴ νηχόμενοι  λογισμοῖς· ταχέως  γὰρ ἀποκαμούμεθα, καὶ καταποντισθησόμεθα· ἀλλὰ  ταῖς  θείαις  κεχρημένοι  Γραφαῖς, καθάπερ  πλοίῳ  τινὶ  τὰ ἱστία  τῆς  πίστεως  ἀναπετάσωμεν.   Ἂν  ἐν  ταύταις  πλέωμεν,   καὶ  κυβερνήτης  ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ· ἂν δὲ νηχώμεθα ἐν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, οὐκέτι. Τίνι γὰρ τῶν οὕτω νηχομένων κυβερνήτης παρέσται; Ὥστε διπλῇ ὁ κίνδυνος, τῷ τε μὴ πλοῖον  εἶναι,  τῷ  τε  κυβερνήτην  ἀπεῖναι.  Εἰ γὰρ  καὶ  τὸ  σκάφος  ἄνευ  κυβερνήτου σφαλερὸν, ὅταν ἀμφότερα ἀπῇ, ποία σωτηρίας ἐλπίς; Μὴ δὴ ῥίπτωμεν  ἑαυτοὺς εἰς κίνδυνον  φανερὸν, ἀλλ' ἐπ' ἀσφαλοῦς βαίνωμεν,  τῆς ἱερᾶς ἀγκύρας ἐξαρτήσαντες ἑαυτούς.  Οὕτω  γὰρ  εἰς  τὸν  εὔδιον  λιμένα  καταπλευσόμεθα  μετὰ  πολλῆς  μὲν  τῆς ἐμπορίας, μετὰ πάσης δὲ τῆς ἀσφαλείας· καὶ τῶν  ἀποκειμένων  τοῖς ἀγαπῶσιν  αὐτὸν ἐπιτύχωμεν  ἀγαθῶν  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.
.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |