ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς μακάριον Ιώβ Κεφάλαια Γ΄- Ε

Πέμπτη 20 Οκτωβρίου 2016

Είς μακάριον Ιώβ Κεφάλαια Γ΄- Ε




Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64


ΚΕΦΑΛΑΙΟΝ. Γ.

«Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.» Πολυχρονίου καὶ Χρυσοστόμου. Ἀκριβῶς δὲ κεῖται τὸ, μετὰ τοῦτο. Πολλοὺς μὲν γὰρ ὁρῶν, ὡς αὐτὸν ἀφικνουμένους, καὶ πάλιν ἀπιόντας, ἔμενε καρτερῶν ἐν τοῖς πάθεσιν· ἐπεὶ δὲ τοὺς περὶ Ἐλιφὰζ ἐθεάσατο γνησιότητι παραγενομένους, ἐπιπολύ τε προσμένοντας· οἳ καὶ ὅτι δεινὰ τὰ συμβεβηκότα διὰ τῆς σιγῆς ἐμαρτύρουν· οὐ γὰρ ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκε· τότε δὴ φορτικὸς λοιπὸν αὐτοῖς ἔσεσθαι ἡγησάμενος διὰ τὴν σιωπὴν, λύει ταύτην. Ἴδωμεν οὖν, τί ἀνοίξας τὸ στόμα φθέγγεται. «Καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων· Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾖ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν.» Μὴ οὖν ἁπλῶς τὰ ῥήματα ἐξετάζωμεν, ἀλλ' ὅτι καὶ ἐξ ἀθυμούσης ψυχῆς λέγεται, ἴδωμεν· εἰ γὰρ μηδὲ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. «Νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος, καὶ σκιὰ θανάτου.»


Ὁρῶν ὁ δίκαιος, ὡς ἡ βαρύτης τῶν συμβάντων, ἐκάλεσε τοὺς φίλους, καὶ τῆς πληγῆς τὸ φορτικὸν ἐννοῶν, καὶ τὸ παρακαθῆσθαι αὐτοὺς ἐπὶ πολὺ κρίνων ἐπαχθὲς καὶ ὡς οὐκ ἐπὶ τούτοις τὸ πρότερον αὐτοῖς συνεγένετο· καὶ ὡς ἔπος εἰπεῖν πάντα, ὁρῶν εἰς τοὐναντίον αὐτῷ περιστάντα, οὔτε ἀπωθεῖται αὐτοὺς ἐμπληκτῶς, ἄτοπον εἶναι νομίζων τοὺς ἐπὶ τιμῇ ἐληλυθότας, τούτους ὕβρει ἀποπέμψασθαι, οὔτε ἁπλῶς ἀπιέναι παρακαλεῖ, αἰδούμενος αὐτῶν τὴν φιλίαν. Ἀλλὰ πάντα ταῦτα ἐννοῶν, καὶ ὑπὸ πάντων δακνόμενος, ἐπὶ τούτους ἧκε τοὺς λόγους τρόπον τινὰ τοῖς φίλοις ἀπολογούμενος· ὡς ἐθέλοι μὲν διαλέγεσθαι, οὐ δύναται δὲ τῷ πλήθει τῶν δεινῶν βαρυνόμενος. Τί δὲ λέγει; Ἡ νὺξ ἐκείνη εἴη σκότος, τουτέστιν, ἐν ἀγνωσίᾳ εἴη μὴ μνημονευομένη, μηδ' ἀντιποιήσαιτο αὐτῆς ὁ Κύριος, μηδὲ γένοιτο ἐν καταλόγῳ νυκτῶν. Ἐπειδὴ γὰρ οὐ περὶ ὑφεστώσης φύσεως διελέγετο, ἤ τινος ζώου, θάνατον, ἢ φθορὰν οὐκ ἐπηύξατο, ἀλλὰ τοῦ ἐναντίου τῆς ἡμέρας παράτασιν ἔχειν· οἱονεὶ μεσολαβηθεῖσα ἡ ἡμέρα, ἑκατέραις ταῖς νυξὶ τῇ παρατάσει τοῦ σκότους, εἰς λήθην ἔλθοι τοῖς ἀριθμεῖν βουλομένοις. «∆ιατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;» Ὥσπερ οὖν ὁ Χριστὸς εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά· οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων· Εἴθε μὴ ἐγεννήθην, ἢ γεννηθεὶς εὐθὺς ἀπωλόμην, ὡς σύνδρομον εἶναι τῇ γεννήσει τὸν θάνατον, οὐ τῆς δημιουργίας τοῦ Θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. Ὅρα δὲ τὴν εὐλάβειαν, ὡς ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει, οὐ τολμῶν ὑπερβῆναι τοῦτον τὸν ὅρον, ἀλλ' ἀεὶ ταῦτα λέγων, ἡ ἡμέρα, καὶ ἡ νύξ· ἵνα εἴπῃ, ὅτι, Τέως τῶν παρόντων οὐκ ἐπειρώμην κακῶν, κἂν μὴ μισθὸν τῆς εὐσεβείας ἐκομιζόμην. «Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην.» Ἐμοὶ δὲ δοκεῖ καὶ τοὺς φίλους καταστέλλειν, καὶ πείθειν, μὴ μέγα τι νομίζειν εἶναι τὰ ἀνθρώπινα. Ὅρα οὖν καὶ ἐν τῇ συμφορᾷ τῆς φιλοσοφίας ῥήματα. «Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.» Ἀλλὰ τί λέγεις; ἀσεβὴς ἐγὼ καὶ πονηρός, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; Εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν· οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας, καὶ τὸ μέγιστον, ὅτι οὐδ' ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ' ἀναπαυσομένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως, διότι πάντων ἐστὶ λύσις τῶν δεινῶν. «Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου.» Πρὸς δὲ διάνοιαν, ὁ ἱερὸς μακαρίζει λόγος τοὺς μὴ ἀκούσαντας φωνὴν φορολόγου. Οἱ γὰρ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεξανιστάμενοι, καὶ πατοῦντες ἀρχὰς, καὶ νικῶντες τὰ πνευματικὰ τῆς πονηρίας, κρείττονες γεγόνασι τῆς τοῦ φορολόγου φωνῆς, τουτέστι τοῦ διαβόλου, ὃς τοὺς ὑπ' αὐτοῦ προαιρετικῶς γεγονότας, ὥσπερ τινὰ δασμὸν ἀπαιτεῖ, τὸ πράττειν τὰ αὐτῷ καταθύμια. Ἀλλ' οἱ δίκαιοι ἐπειδήπερ αὐτοῦ οὐκ ἤκουσαν, ὥστε τὰ φαῦλα πράττειν, ταύτητοι ὁμοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εὐθηνοῦνται. «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.» Πολλὴ, φησὶ, κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐλευθερία καὶ ἰσοτιμία· οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι μεταβολὴν, καθάπερ ἐνταῦθα· κακῶν ἐστιν ὁ θάνατος ἐμπόδιον, ταλαιπωρίας λύσις. Τὰ δοκοῦντα εἶναι δεινὰ, λέλυται· καὶ ὁ πάλαι δεδοικὼς τὸν ἑαυτοῦ δεσπότην, ἐκεῖ οὐ φοβεῖται. Πάντες ἐκεῖ τυγχάνουσι, μικρός τε καὶ μέγας, τουτέστιν, καὶ ὁ ἐν ἀξίᾳ, καὶ ὁ ἐν ταπεινότητι. «Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;» Χρυσοστόμου καὶ Πολυχρονίου. Κἀνταῦθα τοίνυν οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥήματα, μὴ γένοιτο· τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα, οὐχ ὁμοίως ὑποληπτέον· ἀλλ' ἀλγοῦντος, καὶ ζητοῦντος, διὰ τί οἱ ἐν συμφοραῖς ἐξετάζεσθαι μέλλοντες, εἰς τὸν βίον παρέρχονται; τοῖς μὲν γὰρ λοιποῖς, ἢ κατὰ τὸν βίον λαμπροῖς, ἢ ἐν ὑγείᾳ σώματος οὖσι, φέρει τινὰ παραμυθίαν ἡ εἰς κοινὸν αὕτη διατριβή· οἱ δὲ τούτων μὲν οὐδενὸς μεθέξοντες, ταλαιπωροῦντες δὲ κατὰ τὸν βίον μόνον, οὐκ οἶδ' ὅ τι τὸ κέρδος εἰς ζωὴν παρερχόμενοι ἕξουσι, καὶ οἱ μὲν ἄλλοι ἴσως τι καὶ ὠφελοῦσι τὸν βίον, οὗτοι δὲ τί; Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχὶ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός· ἐπάγει γοῦν· «Οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς· περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι.» ∆ιὰ τοῦτο φησὶ, Καιρὸς τῷ παντὶ πράγματι. Καὶ πάλιν, Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὑτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν! Καὶ αὖθις, Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ, καὶ ἐλασσουμένῳ ἐν ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν. ∆ιὰ τοῦτο καὶ ὁ Ἰὼβ ἐν συμφοραῖς ὢν ἐπιθυμεῖ τοῦ θανάτου, καὶ ταῦτα λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ, Εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα, μὴ νομίζῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. Ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος ἑαυτῷ, καὶ μέγα τι νομίζων ἀγαθὸν, τὸν θάνατον, παρὸν αὐτὸν εὑρεῖν, οὐκ ἐτόλμησεν. «Θάνατος ἀνδρὶ ἀνάπαυμα· συνέκλεισε γὰρ ὁ Θεὸς κατ' αὐτοῦ.» Ἀπόφασίς ἐστιν αὕτη· Εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ Θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὸν ἐποίησεν, ἵνα μὴ ἐπιτρέχωμεν τῷ θανάτῳ. «Φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι.» Τοῦτο ἄρα τὸ αἴτιον ἦν, τὸ ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, τὸν δίκαιον στῆναι γενναίως, ὅτι ὅτε ἐπλούτει, προσεδόκα πενίαν· ὅτε ὑγίαινεν, ἤλπισε νόσον· ὅτε παίδων τοσούτων πατὴρ ἐγένετο, καὶ ἄπαις ἀθρόον ἤλπισεν ἔσεσθαι· καὶ τοῦτον ἀεὶ τὸν φόβον παρ' ἑαυτῷ, καὶ τὴν ἀγωνίαν ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκηρον αὐτῶν ἀναλογιζόμενος· διὸ καὶ ἔλεγεν, Φόβος ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Καὶ καλῶς εἶπε, συνήντησέ μοι, ὡσανεὶ ἔλεγε, Πρὸς ὃν ἀεὶ τοῖς λογισμοῖς ἠρχόμην· ἀεὶ γὰρ τῇ διανοίᾳ πρὸς αὐτὸν ἐβάδιζεν, ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν. Εἰ γὰρ καὶ ἐν πλούτῳ, καὶ τρυφῇ, καὶ περιφανείᾳ πολλῇ ζῶν διετέλεσεν, ἀλλὰ τὰς ἀλλοτρίας καθ' ἑκάστην ὠνειροπόλει συμφοράς· διὰ τοῦτο οὐδὲν αὐτὸν ἐθορύβει προσπιπτόντων μεγάλων καὶ ἀφορήτων. «Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή.» Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὔτε ἡσυχάζω· ἀλλ', Οὐκ εἰρήνευσα, ἐν τῷ παρελθόντι χρόνῳ· εἰ γὰρ καὶ τὰ προγεγονότα τρυφᾷν ἐποίει, ἀλλ' ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα ἡσυχάζειν, οὐδὲ ἐντρυφᾷν τοῖς παροῦσι. ∆ιὰ τοῦτο, ἅπερ ἐμελέτησε διὰ τῶν λόγων, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα, γενναίως ἤνεγκε τὰ πάλαι μελετηθέντα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα ταῦτα παρόντα βλέπων, οὐκ ἐξενίζετο, οὐδὲ ἐθορυβεῖτο· ἀλλ', Ἦλθέ μοι, φησὶν, ἡ προσδοκωμένη ὀργὴ, τουτέστιν, ἡ πικρὰ καὶ ἀνήκεστος τιμωρία, ἧς ἐπειράθην, ἣν καὶ πρὸς τῆς πείρας ἐμελέτων.

ΚΕΦΑΛΑΙΟΝ . ∆ʹ

«Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;» Κόπον οἶδεν ἡ Γραφὴ τὴν ἁμαρτίαν λέγειν· ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Φησὶν οὖν ὁ Ἐλιφὰζ, Ὅρα, ὦ Ἰὼβ, μήποτεἐλάλησάς τι ἐν ἁμαρτίᾳ, καὶ διὰ τοῦτο νῦν οὕτω πάσχεις. Οὐκ εἶπε δὲ, Μὴ πέπρακταί σοι· ἀλλὰ, Μὴ λελάληταί σοι· ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ, καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχε. Μὴ τοῦτο, φησὶν, εἴπῃς, εἰ καὶ πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν. «Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας· νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ ἐσπούδασας.» Χρυσ. καὶ Πολυ. Οὐκ εἶπε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἐνῆν γὰρ ἀντιθεῖναι τὴν πενίαν· ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μάχεται, φησὶ, τῇ παλαιᾷ ὑπολήψει τὰ παρόντα· ὁ γὰρ πολλάκις ἄλλους ἀναῤῥώσας τοῖς λόγοις, καὶ μονονουχὶ πεπτωκότας διαναστήσας, ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος, τί πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ; ἀλλὰ ἐσπούδασας, τουτέστι, τεθορύβησαι. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ τοὺς θορυβουμένους σπεύδειν. Καίτοιγε ἐχρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον τῶν λόγων, καὶ τούτους αἰδούμενον, μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ καὶ ἐν ταῖς αὐτοῦ συμφοραῖς φιλοσοφεῖν. Ἐπιτήρει δὲ, ὡς, πρὸς ταῖς ἄλλαις ἀρεταῖς, μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφὰζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα, καὶ τὸν παρακλητικὸν μετὰ θείας χάριτος προσέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. Ταῦτα μὲν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα· τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. Ἄκουε γάρ· «Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; καὶ ἡ ἐλπίς σου, καὶ ἡ κακία τῆς ὁδοῦ σου;» Ὁ δὲ Ἀκύλας, Ἡ ὑπομονή σου, καὶ ἡ ἁπλότης τῶν ὁδῶν σου. Μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ εἶπε, Φόβος ὃν ἐφρόντισα ἦλθέ μοι, φησὶν, ὅτι Οὗτος ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν· ἀνόητον γὰρ, ἀγαθὸν ὄντα τοιαῦτα προσδοκᾷν· ὥστε σεαυτὸν ἤλεγξας, ὅτι βίου ἦς πονηροῦ· εἰ γὰρ ἐθάῤῥεις ἐπὶ καθαρότητι, μάταιος ὁ φόβος. «Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται· ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.» Τὸ δὲ, ἀπὸ προστάγματος Κυρίου, Μὴ νομίσῃς, φησὶ, δαιμόνων εἶναι πονηρῶν, μηδὲ ἀνθρώπων ἐπιβούλων, τὰ συμβεβηκότα. Θεός ἐστιν ὁ κολάζων, οὔκουν ἀναμφισβήτητον δικαίαν εἶναι τὴν κόλασιν; «Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου.» Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. «Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν.» Καλῶς δὲ εἶπε τὸ, ἐπενόησε· τὴν γὰρ σοφίαν αὐτοῦ διὰ τούτου δείκνυσιν, ἵνα μὴ τὸ τῆς φύσεως αὐτοὺς μεγαλεῖον ἐπάρῃ, ἀλλὰ διαπαντὸς ὦσιν ὑποτεταγμένοι τῷ Θεῷ. Εἴ γε καὶ Κατ' αὐτῶν σκολιόν τι ἐπενόησε, τουτέστιν, Ἐκόλασεν αὐτοὺς ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον. «Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσί.» Τὸ οὖν, Ἔπαισεν αὐτοὺς σητὸς τρόπον, ἀντὶ τοῦ, εὐκόλως καὶ τὰ ἐνδότατα διέφθειρε. Τὸ δὲ, ἐνεφύσησε, τουτέστιν, οὐκ ἐδεήθη καμάτου, ἀλλ' ἠβουλήθη μόνον, καὶ τέλος ἔσχε τὰ κατ' αὐτούς. Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν ὀργιζομένων, οἳ ἔθος ἔχουσιν, ἀντὶ ἐπιτιμήσεως τῷ ἐμφυσήματι κεχρῆσθαι. Τὸ δὲ, Ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσὶν, εἶπεν, ἢ διὰ τὸ τὸν Ἰὼβ αὐθημερὸν ἅπαντα ὑποστῆναι· ἢ ὥστε δεῖξαι, ὅτι οὐ δεῖται χρόνου Θεὸς, τοὺς ἀσεβεῖς τιμωρούμενος.

ΚΕΦΑΛΑΙΟΝ . Εʹ

«Οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος.» [Ὁ δὲ Σύμμαχος, Οὐ γὰρ ἐξελεύσεται ἀπὸ κόνεως ὀδύνη.] «Οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος· ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ· νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.» Τί οὖν; πλείονος ἀπολαύουσι προνοίας; ἄπαγε· ἐπεὶ μηδὲ ἡ γῆ, μηδὲ τὰ ὄρη, ἐπείπερ ἀναίσθητα τυγχάνουσι· φυσικὸν γὰρ, φησὶ, τὸ πρᾶγμά ἐστιν ἀδύνατον διαφυγεῖν δυσπραγίαν. Ἵνα γὰρ μὴ λέγῃ τις πάλιν, ὅτι δίκαιός ἐστι· φησὶν, ὅτι ἡ φύσις ἡ ἀνθρωπίνη τοιαύτη ἐστὶν, οὐκ ἀναμάρτητος. Ἀπὸ οὖν τῆς φύσεως ὁ Ἐλιφὰζ διισχυρίζεται, καί φησιν, Ἀνθρώπου ἴδιον, τὸ ἐν συμφοραῖς ἐξετάζεσθαι. Εὐθὺς γοῦν γεννηθεὶς, τὸ κοπιᾷν προσκεκλήρωται, καὶ πᾶσα ἡ ζωὴ αὐτοῦ, μόχθου καὶ ταλαιπωρίας γέμει. Καὶ κατὰ τοῦτο, τῶν ἐκ γῆς καὶ ὀρέων φυομένων, ἡ ἡμετέρα φύσις ἐλαττοῦται, ἔχουσα τὸ ὀδυνηρὸν ἐν τῇ γενέσει καὶ αὐξήσει. Καὶ τοῖς ὀρνέοις δὲ δέδοται, τὸ ἀλύπως ἵπτασθαι, καὶ δίχα πόνων τὴν τροφὴν ἐκλέγειν· οὐ μήν τι τούτων ὑπάρχει ἀνθρώπῳ ἐκτὸς ταλαιπωρίας. «Τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν.» Ὃ πρῶτον τῆς εὐεργεσίας αὐτοῦ, καὶ τῆς ζωῆς ἡμῶν συνεκτικὸν, καὶ μεταβολῆς καιροῦ δηλωτικόν. «Ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου· εἴη δὲ ἀδυνάτῳ ἐλπὶς, ἀδίκου δὲ στόμα ἐμφραχθείη.» Ταῦτα δὲ, φησὶ, ποιεῖ ὁ Θεὸς, ἵνα καὶ ὁ ἀδύνατος ἐλπίζῃ τὰ χρηστὰ, καὶ ὁ ἄδικος μὴ ἐπαίρηται ἀλλ' ἡ μεγαλοῤῥήμων γλῶσσα ἐμφράσσηται, καὶ ἡ ὑψηλὴ ὀφρὺς καταστέλληται.
«Μακάριος δὲ ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου.» Εἰ γὰρ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ, καὶ πρὸς τὰ ἐναντία μετάγων, καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς αὐτῆς. «Ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.» Τουτέστιν, οὐκ ἀεὶ ταῦτα ποιεῖ· ἀλλ' ἐν μὲν τοῖς πρώτοις ἀφίησι πεῖραν λαβεῖν· μετὰ δὲ ταῦτα, οὐδὲ πεῖραν, ὥστε μηδὲ τοῦ ῥυσθῆναί σε χρείαν εἶναι λοιπόν. «Ἀπὸ μάστιγος γλώσσης σε κρύψει.» Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀλλὰ καὶ πάνυ μέγα, τὸ ῥυσθῆναι ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν ἀγαθόν. Οὐδὲν γὰρ γλώσσης χεῖρον· πάσης ἐπιβουλῆς, παντὸς ξίφους τοῦτο χαλεπώτερον καὶ ἀφορητότερον. «Ἀδίκων καὶ ἀνόμων καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.» Ἁπλῶς δὲ, Οὐ μόνον οἱ ἔξωθεν εἰρηνικῶς πρὸς σὲ διακείσονται, ἀλλὰ καὶ ἡ οἰκία πολλῆς ἀπολαύσεται τῆς εἰρήνης, καὶ οἱ ἐν αὐτῇ ἀστασίαστοι, καὶ πρὸς ἑαυτοὺς, καὶ πρὸς σὲ διαμενοῦσιν. Οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν· τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα; «Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.» Τουτέστι, Πᾶσι κομῶν τοῖς ἀγαθοῖς, καὶ τοῖς ἐκγόνοις τὰ κατὰ κλῆρον διατάξας, οὕτω μεταλλάξεις τὸν βίον, εἰς γῆρας ἐλάσας λιπαρὸν, καὶ οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον.



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |