ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είς μακάριον Ιώβ Κεφάλαια Λ΄ - ΜΒ'

Πέμπτη 20 Οκτωβρίου 2016

Είς μακάριον Ιώβ Κεφάλαια Λ΄ - ΜΒ'




Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

ΚΕΦΑΛΑΙΟΝ. Λʹ

«Νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν· οὓς οὐχ ἡγησάμην ἀξίους· κυνῶν τῶν ἐμῶν νομάδων.» Ἐξουδένουν δὲ εἶπεν; οὐ χρώμενος ἀλαζονικῶς τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς αὐτοὺς εἰδὼς πονηρούς· κατὰ τό· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. Τὸ δέ· Νουθετοῦσί με ἐν μέρει, κατά γε ἐμὲ, οὐχ ὅτι μέρος εὐεργεσίας κατετίθεντο, ἀλλ' ἐπειδὴ αὐτὸς ἄλλους ἐνουθέτει, νῦν δὲ οὗτοι αὐτόν· διὰ τοῦτο οὕτως εἴρηται· καὶ τὸ μὴ ἀξίους δὲ εἶναι κυνῶν, οὐχ ὅτι χείρους εἰσὶ καὶ τοῦ ὑλακτικοῦ τοῦδε ζώου, ἀλλ' ὅτι οὐδὲ τοῦ κυνοκομεῖν ἀξίους αὐτοὺς ἔκρινεν. Οὐχ ἡγούμην γὰρ, φησὶν, αὐτοὺς ἀξίους τοῦ ἄγειν τοὺς κύνας τῆς ἐμῆς ποίμνης. Ἀπεποιήσατο μὲν οὖν τὴν νουθεσίαν αὐτῶν, ὡς μήτε ἀπὸ τῆς ἡλικίας ἐχόντων τὸ αἰδέσιμον, μήτε ἀπὸ τῆς ἀρετῆς. Ἐνουθέτουν γὰρ, φησί· τίνες; τίνα; οἱ νεώτεροι τὸν ὑπὲρ αὐτούς· οἱ φαῦλοι τὸν μὴ τοιοῦτον· οἱ εὐτελεῖς καὶ ἄδοξοι, τὸν λαμπρόν ποτε καὶ ἐπίσημον.


Ἐν δὲ τοῖς καταπόδας καὶ ἐφεξῆς, καὶ τὴν ἀσθένειαν αὐτῶν αἰνίττεται, λέγων· «Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.» Καίτοιγε ἐν πλούτῳ ὢν, οὐδὲν τοιοῦτον ἐποίησα, οὐκ ἐφήσθην ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν, πολλοὺς εὑρίσκων τοῖς ἐμοῖς κακοῖς ἐπιχαίροντας· τοὐναντίον μὲν οὖν, καὶ ἔκλαυσα, καὶ ἐστέναξα. Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀγαπητὲ, τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. Ἐγὼ δὲ, τὸ, Ἐπεῖχον ἀγαθοῖς, συνήντησαν δέ μοι ἡμέραι κακῶν, οὕτως ἐκδέχομαι, ὅτι ∆ιὰ τὴν εἰς τοὺς ἄλλους συμπάθειαν προσεδόκων ἀγαθὰ, εἰς τοὐναντίον δέ μοι τὰ τῶν ἐλπίδων ἐξέβη. Οὕτω καὶ Σύμμαχος ἐξέδωκεν· Ἀγαθὰ προσεδεχόμην, ἦλθε δὲ κακά.

ΚΕΦΑΛ. ΛΑʹ

«∆ιαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον.» [Ὁ δὲ Σύμμαχος, Καὶ οὐδὲν ἐνενόησα περὶ παρθένου.] Εὐαγγελικὴν ἀκρίβειαν ὁ Ἰὼβ ἐφύλαττεν· ἃ γὰρ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα οὗτος διὰ τῶν πραγμάτων κατώρθου. Καὶ ἐπειδὴ ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι. Τί ἂν εἴποιεν οἱ τὰς συνεισάκτους ἔχοντες, καὶ διαβεβαιούμενοι ἀπαθῶς αὐταῖς συνοικεῖν, καὶ μὴ βλάπτεσθαι; ὅπουγε εἰ καὶ τοῦτο ἦν, ἔδει τῶν σκανδαλιζομένων φείδεσθαι· ἔστω γὰρ σὲ καὶ συνοικοῦντα παρθένῳ καθαρὸν εἶναι πάσης ἐμπαθείας πονηρᾶς, ἀλλ' ἑτέρους πλήττεις ἀσθενεστέρους. Καίτοιγε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμα ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν· ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος, καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρόν· ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόῤῥω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μὴ ἰδεῖν· ∆ιαθήκην γὰρ, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον, τουτέστιν, Οὐ κατανοήσω, οὐ βλέψω· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν, δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην. Εἰ δὲ μικρός σοι πρὸς ἅμιλλαν ὁ Ἰὼβ, καίτοιγε οὐδὲ τῆς κοπρίας ἐσμὲν ἄξιοι τῆς ἐκείνου, πλὴν ἀλλ' εἰ ἔλαττόν σου τῆς μεγαλοψυχίας εἶναι νομίζεις τὸ ὑπόδειγμα· ἐννόησον τὸν μακάριον Παῦλον, τὸν μετὰ τὴν ἠκριβωμένην φιλοσοφίαν ὑποπιάζοντα τὸ σῶμα, καὶ δουλαγωγοῦντα, καὶ ἐναγώνιον τὸν βίον δεικνύντα. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῦ πράγματος δηλῶν τὴν δυσκολίαν, οὐδὲ ἐμβλέπειν ἁπλῶς ἠφίει εἰς τὰς τῶν γυναικῶν ὄψεις· ἀλλὰ καὶ τῇ τῶν μοιχῶν κολάσει, τοὺς οὕτως ὁρῶντας κολάζειν ἠπείλησε· καὶ οὐκ ἐνομοθέτησεν ἀγαμίαν, ἀλλὰ δηλῶν τοῦ πράγματος τὴν φύσιν, ἔλεγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω. «Ἀδύνατοι δὲ χρείαν ἥν ποτε εἶχον οὐκ ἀπέτυχον.» Ὁρᾷς πῶς οὐκ ἦν ὑπερόπτης, πῶς μέτριος, πῶς κοινὸς ἁπάντων ἰατρὸς, καὶ κοινὸς λιμὴν, καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων, ἥν ποτε εἶχον χρείαν, φησὶν, οὐχὶ τὴν μὲν ναὶ, τὴν δὲ οὔ· ἀλλ' οἵαν δήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. Καὶ ὅρα, τούτοις ἐβοήθει παρ' ὧν οὐδὲν προσεδόκα, χήραις, καὶ ὀρφανοῖς, καὶ ἀδυνάτοις. «Φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.» Ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ δικαίου φιλανθρωπία· τί δ' ἄν τις εἴποι τὴν τῶν χρημάτων ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθοῦτο· οὐ γὰρ δὴ μόνον τῶν ἀλλοτρίων οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ' οὐδὲ τῶν οἰκείων, ἀλλὰ καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· «Εἰ ἔταξα χρυσίον εἰς χοῦν μου. [Ὁ δὲ Σύμμαχος, Ἀφοβίαν μου.] Εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου.» ∆ιὰ δὴ τοῦτο, καὶ ἀφαιρεθέντων, μετὰ πολλῆς ἔφερε τῆς εὐκολίας· καὶ παρόντων, δαψιλῆ τὴν ἐλεημοσύνην εἰργάζετο· πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε· καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο, τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος, ὁ τοσαῦτα ἔχων· πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. «Εἰ δὲ καὶ ἐπ' ἀναριθμήτοις ἐθέμην χεῖρά μου.» Ὅτι γὰρ οὐδὲ παρόντων τῶν χρηστῶν ὁ Ἰὼβ σφόδρα ἀντείχετο, ἄκουσον τί φησιν· Εἰ δὲ καὶ εὐφράνθην πολλοῦ μοι πλούτου γενομένου. Τί λέγεις, ἄνθρωπε; Οὐκ εὐφραίνου τοῦ πλούτου ἐπιῤῥέοντος; Οὐδαμῶς, φησί. Τί δήποτε; Ὅτι ᾔδειν αὐτοῦ τὸ ἄστατον καὶ παραῤῥέον, ᾔδειν ὅτι τὸ κτῆμα οὐ μόνιμον. «Ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα, ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; Οὐ γὰρ ἐπ' αὐτοῖς ἐστιν.» Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα, δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα· πῶς οὐκ ἐσχάτης ἀνοίας, τὰ ἐπίγεια εἶναι νομίζειν μόνιμα καὶ πεπηγότα; ∆ιὰ τοῦτο, οὔτε παρόντων εὐφραίνετο, οὔτε ἀπελθόντων ἤλγησεν, ἐπειδὴ καλῶς ᾔδει τὴν φύσιν αὐτῶν. Τὸ λαμπρὸν τοῦτο φῶς ἀπόλλυται, καὶ ἀφανίζεται, καὶ οὐχ ὁρᾶται. Ὁρᾷς οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων· ἄρα ἀρκεῖ καὶ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. Ὅταν ἴδῃς ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν· ὅταν ἴδῃς ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. Εἰ γὰρ ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λέγει, καὶ μειοῦται, καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα· εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα. «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος;» Ἆρα οὖν ταπεινὸς μὲν οὗτος ἦν, οὐχὶ δὲ ποθητὸς καὶ ἐπέραστος; Σκόπει κἀνταῦθα τὴν ὑπερβολήν· ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα ἤνεγκεν, οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος· οὕτω καὶ ἥμερος, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς τοὺς οἰκέτας ἐδείκνυτο· ἐντεῦθεν γὰρ ἐπιείκεια ἅπασα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ, καὶ μὴ βίαιος· ἔλεγον οὖν οἱ θεράποντες· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον, διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο. Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο, οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν [καταπιεῖν καὶ καταφαγεῖν], διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι· οὕτω λίαν ἤμην ταῖς θεραπαίναις χρηστὸς καὶ γλυκὺς, ὡς εἰ οἷόν τε ἦν καὶ αὐτῶν μου τῶν σαρκῶν ἐμφορηθῆναι, ἡδέως ἂν τοῦτο ἐποίουν. «Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο.» Τοῦτο τῆς φιλοξενίας, καὶ Ἀβραμιαίας εὐγενίας τὸ ἐπίσημον. Κοινὴν, φησὶν, ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ ∆εσποτικά. Ὁ Κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις τὸ σιτομέτριον. Εἶδες τὸ ταπεινὸν, εἶδες τὸ φιλάνθρωπον, εἶδες τὸ χρηστὸν, εἶδες τὸ δαψιλὲς, ὅτι κοινὸν ἦν ἀγαθὸν, πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν ἀνοίξας. Οὐ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες τοὺς λαμβάνοντας, ἐποίει τοῦτο· ἀλλ', Ἡ θύρα μου, φησὶ, παντὶ ἠνέῳκτο, καὶ οὐδεὶς ἔξω ηὐλίζετο. «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου· οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν.» Λέγε σὺ πρῶτον τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Τῶν μὲν οὖν κατορθωμάτων, φησὶν, οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας· διὸ οὐ διετράπην πολυοχλίαν πόλεως ἐπ' αὐτῶν ἐξαγορεῦσαι τὸ ἴδιον πταῖσμα. «Εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ· τίς δῴη ἀκούοντά μου;» Ὃ λέγει τοῦτό ἐστιν· Εἰ παρεβλεψάμην τὸν δεόμενον, μηδὲ ἐμοῦ τις ἀκουσάτω. Ὅρα δὲ, οὐκ εἶπεν, ὅτι Ἐλθόντι ἔδωκα, ἀλλ', Οὐδὲ μὴ βουλομένῳ συνεχώρησα. Βίαν ἐπῆγε τοῖς καὶ ἑκουσίως βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν. Ὅσην τοίνυν οἱ πένητες σπουδὴν ἐποίουν διενοχλοῦντες τοὺς δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο διενοχλῶν τοὺς εὖ παθεῖν ὀφείλοντας, καὶ οὐκ εἴα ἐξελθεῖν κόλπῳ κενῷ· οὐ γὰρ μόνον ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος, ἀλλὰ πρὸς τῷ τρέφειν, καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχε πλουσίως καὶ ἱλαρῶς.

ΚΕΦΑΛΑΙΟΝ. ΛΒʹ

«Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ, ὁ Βουζίτης, εἶπε· Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.» Ἑκατέρωθεν οὖν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς, ἀπό τε τῆς διαλέξεως. Ἵνα γὰρ μή τις εἴπῃ· Καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ' ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ Θεοῦ; ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ' ὑμῶν λέγεσθαι, ἡσύχαζον. Ὅρα πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις. «Καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.» Ἢ οὖν τοῦτό φησιν, ὅτι Οὐδὲ τότε ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε, ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Πάντως δὲ, φησὶν, οὐκ ἂν εἴποιτε, ὅτι Αὐτὸ τοῦτο σοφὸν ἐποιήσαμεν, ὅτι τῇ τοῦ Θεοῦ μερίδι προσετέθημεν, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους ἀνεδεξάμεθα· οὐδὲν γὰρ ἧττον ἡμάρτετε, ὅτι τε τὸν Ἰὼβ ἐλέγξαι οὐκ ἠδυνήθητε, καὶ ὅτι ἠνέσχεσθε αὐτοῦ τοιαῦτα λαλοῦντος, ὥστε ἄσοφον ὑμῶν καὶ τοῦτο· καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε συνηγοροῦντες αὐτῷ· νενίκησθε γὰρ ὑπὸ Ἰώβ. «Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι· ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους· ὑπέμεινα· οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.» Φασί τινες, μὴ εἶναι τοὺς δύο στίχους τούτους τοῦ Ἐλιοὺς, ἀλλὰ τοῦ συγγραφέως, διαμέσου παραθέντος τὴν τῶν φίλων ἀποσιώπησιν· ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιοὺς, σχῆμα δὲ ἐνταῦθά ἐστι λόγου, τὸ καλούμενον, κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον μεταξὺ διαλεγόμενος, περὶ αὐτῶν φησιν, ὅτι ∆ιὰ τοῦτο λαλῶ, ἐπειδήπερ οὗτοι κατεπλάγησαν τοῦ Ἰὼβ τὰ ῥήματα, καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς, καὶ σαπροὺς, καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς· ὅθεν καὶ ἐπάγει· Ἐγὼ δὲ ὑπέμεινα, καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντειπεῖν· ἐπεὶ δὲ ἔστησαν, καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν, τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, παρῆλθον διελέγξαι τὰ εἰρημένα. «Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. [Ὁ δὲ Σύμμαχος, Ὥσπερ οἶνος νέος ἀδιάπνευστος.] Ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.» Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία· ὅπερ ἐστὶ μάλιστα σοφίας ἔργον, δύνασθαι ῥήματα κατασχεῖν.

ΚΕΦΑΛΑΙΟΝ. ΛΕʹ

«Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. Καὶ οὐκ εἶπε, Ποῦ ἐστιν ὁ Θεὸς, ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς;» Χρυσοστ. καὶ Ὠριγ. Ἢ οὐχ ὁρᾷς, καθάπερ ἐν στρατοπέδῳ, πάντα διατεταγμένα, καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον, οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις; Καθευδόντων γοῦν τῶν ἀνθρώπων, οὐδεὶς ἐπιβουλεύει· ὅτε τὰ θηρία διαβαίνει, τότε οὗτοι καθεύδουσιν. Ὅρα δὲ ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἰὼβ, λέγων περὶ αὐτοῦ, Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί· τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι' ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς· οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία τῶν φυλακῶν τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες ἄγγελοι. «Κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν.» Ὀλυμπ. καὶ Χρυσοστ. Ἀναλόγισαι, φησὶ, τοῦ Θεοῦ τὴν ἀξίαν, εἰ χωρήσοι τὸν ὕμνον ὁ λογισμός. Τί οὖν πρὸς τοσοῦτον καὶ τηλικοῦτον ἐθέλεις κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; καὶ ταῦτα, ἐφ' οἷς νῦν σε τιμωρεῖται. Εἰ γὰρ δικαστήριον, φησὶν, ἐκάθισε, καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας, οὐκ ἂν αὐτὸν ἐδόξασας κατ' ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι· τὸ μὲν γὰρ, μὴ δύνασθαι κατ' ἀξίαν τὸν Θεὸν ὑμνεῖν, οὐδὲν μέγα· τὸ δὲ, μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν, ἐν τοῖς πρὸς ἡμᾶς, μὴ δύνασθαι κατ' ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.

ΚΕΦΑΛΑΙΟΝ. ΛΗʹ

«Μετὰ δὲ τὸ παύσασθαι Ἐλιοὺν τῆς λέξεως, εἶπεν ὁ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν.» Ἐπεὶ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ, οἱονεὶ τὸν θρόνον αὐτοῦ ἤγαγε πλησίον αὐτοῦ, ὥστε διαναστῆναι αὐτοῦ τὴν διάνοιαν, καὶ πεῖσαι ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ, καθὰ καὶ ἐπὶ τοῦ ἱλαστηρίου τῆς κιβωτοῦ· τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωσιν ὅτι ἄνωθεν ἡ φωνή. «Τίς οὗτος ὁ κρύπτων με βουλήν; [Σύμμαχος, Σκοτεινὸς γνώμῃ,] συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;» Ὅρα τί ποιεῖ· ἐμοὶ δοκεῖ, ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ, ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. Ἐπειδὴ γὰρ πολλὰ ἦν ἃ κατὰ διάνοιαν ἔσχεν ὁ Ἰὼβ, καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν, καὶ δείκνυσιν ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πάντα οἶδε σαφῶς· ὥστε ἀπὸ τῶν προτέρων ἐκείνων ἄρχεται, τῶν μᾶλλον ἀσυγγνώστων. Εἰ γὰρ ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα· διὰ τοῦτο προτέροις αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον· Τίς οὗτος; φησίν. Ὁμοῦ ἐκ προοιμίου δείκνυσι τὸ μέσον τοῦ Θεοῦ, οἷον· Τίς ὁ κρύπτειν ἀπ' ἐμοῦ ἐπιχειρῶν, εἰπέ μοι, τοῦ τὰ ἀπόῤῥητα μετ' ἀκριβείας εἰδότος; Μὴ γὰρ, ἐπειδὴ οὐκ εἶπες αὐτὰ, οὐχὶ ῥήματά ἐστιν; Ἐτέχθη, καὶ γέγονε λόγος· ὥστε μάτην κρύπτειν βούλει, ἃ λαθεῖν οὐκ ἔστιν. Ὁρᾷς πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς διαλέγεται. «Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.» Ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων, ὥστε προσέχειν τοῖς λεγομένοις· καὶ κατ' ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον μάλιστα· καὶ δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ, καὶ οὐκ ἦν τοῦ τοσαῦτα μετὰ σοφίας ἐργαζομένου, ἄνθρωπον, δι' ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν ὡς ἔτυχε πάσχοντα κακῶς. Ἀπόῤῥητα μανθάνομεν μυστήρια ὄντως· καὶ τὸ πρὸς τὸν Ἰὼβ εἰρημένον, οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως.«Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;» Τί λέγεις, φησί; γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα διὰ σὲ, σὲ δὲ παρόψομαι δι' ὃν ἐκείνην ἐποίησα; ∆ιὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν, καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευὴν, ἀλλ' ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δεικνὺς, ὅτι Εἰ ὁ κόσμος ἀπολαύει τοσαύτης προνοίας διὰ σὲ, πόσῳ μᾶλλον σύ; Οὐκ εἶπε δὲ, Ὅτε ἐποίησα· ἀλλ', Ὅτε ἐθεμελίωσα· καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. «Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτῆς;» Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν· ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρέθη ὁμοίως τῷ λόγῳ, πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. «Ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας.» Ἐνταῦθα δείκνυσιν, ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν, ὡσανεὶ δεδεμένη. ∆ιὰ μὲν οὖν τούτου, τὸ ἀσφαλές· διὰ δὲ τοῦ ἑξῆς, τὸ εὔκολον δείκνυσιν· ἐπάγει γάρ· «Ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς.» Περὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἄλλων ἁπάντων λέγει, τῶν τῇ νυκτὶ πρὸς τὴν οἰκείαν κεχρημένων πονηρίαν· οὗτοι γὰρ, τοῦ φωτὸς ἀνατείλαντος, οὐκέτι ἐπὶ τῆς γῆς παῤῥησιάζονται, ἀλλ' ἐξ αὐτῆς ἐκτινάσσονται, καὶ συστέλλονται· μισοῦσι γὰρ τὸ φῶς, ὡς ἐλέγχον αὐτούς. «Ἢ σὺ λαβὼν γῆν πηλὸν, ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;» Ὀλυμπιοδώρου, Σεβήρου καὶ Χρυσοστόμου. Ἀλλὰ σὺ, φησὶν, ὦ Ἰὼβ, λαβὼν χοῦν ὕδατι βεβρεγμένον, ἀπὸ γῆς ἔπλασας ἄνθρωπον; καὶ λόγῳ τοῦτον ἐκόσμησας, ὥσπερ ἐγώ; καὶ τοῦ κόσμου κόσμον ἀνέδειξας; Ὅθεν δῆλον ὅτι τὰ ἄλλα οὐκ εἶχε τὸ λογικόν· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτῷ τῷ ἀνθρώπῳ προσῆψε· λαλητὸν γὰρ, τὸ λογικόν φησι ζῶον. Τὸ δὲ, Τεθῆναι ἐπὶ τῆς γῆς, τὸ ταχθῆναι κυριεύειν πάντων τῶν ἐπὶ τῆς γῆς.
Ὡς ἔγωγε δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, ὅτι τε φθαρτὸν τὸ ἀνθρώπινον σῶμα ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπέδειξε καὶ σοφίαν· τὸ γὰρ εὐτελὲς τῆς οὐσίας, τοῦτο δείκνυσι μάλιστα τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον· ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις, οὕτω ποικίλας καὶ παντοδαπὰς, καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν· καὶ γὰρ ἀπὸ γῆς, τῆς ὕλης ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ἴσχυσεν ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, καὶ τοσαύτην ἐκθεῖναι τούτῳ δύναμιν, ὡς μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα ὁρᾷν καὶ περιλαμβάνειν σώματα. «Ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος; θησαυροὺς δὲ χαλάζης ἑώρακας; ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμων καὶ μάχης.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Θησαυροὺς λέγει, οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ' ὅτι ἑτοίμως οὕτως, ὥσπερ καὶ ἐκ θησαυρῶν ἐκβάλλων, δείκνυσιν αὐτὰ ὅταν βούληται. Οἶσθα οὖν, φησὶ, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω; ἢ δυνατὸς εἶ τούτοις κατὰ πολεμίων χρήσασθαι, ὅπερ ἐγὼ ποιεῖν ἱκανός; Ὁρᾷς ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται, καὶ οὐχ ἁπλῶς· κέχρηται γὰρ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων, καὶ ὅταν τινὰς βού ληται τιμωρήσασθαι. Εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων διέξεισιν, ὑετῶν, λέγω, καὶ πάχνης, καὶ ἀνέμων.
«Ἀποστελεῖς δὲ κεραυνοὺς, καὶ πορεύσονται; ἐροῦσι δέ σοι, Τί ἐστιν;» Ὁρᾷς καὶ κεραυνοὺς ἀποκρινομένους· οὐχ ὅτι οἱ κεραυνοὶ ἐροῦσι· Τί ἐστιν; ἀλλ' ὅτι πάντα, καθάπερ ἔμψυχα, οὕτως ὑπακούει τῷ Θεῷ. «Τίς δὲ ἔδωκε γυναιξὶν ὑφάσματος σοφίαν, ἡ ποικιλτικὴν ἐπιστήμην;» Σεβήρου, Χρυσοστόμου καὶ Γρηγορίου τοῦ Θεολ. Ἀπαριθμούμενος τὴν οὐρανοῦ καὶ γῆς ποίησιν, καὶ θαλάσσης κλεῖθρα, καὶ ἀστέρων θέσιν, καὶ ὑετοῦ ῥύσιν, καί τ' ἄλλα δι' ὧν κυβερνᾷ τὴν ἡμετέραν ζωὴν, Τίς, φησὶ, γυναῖκας, καίτοι τὰ ἄλλα ἀσθενεῖς οὔσας, ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν, καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς τε καὶ χρώμασιν; Ἀναμίγνυσι δὲ ἡ θεία Γραφὴ τοῖς μεγάλοις τὰ μικρὰ, καὶ γυναικῶν θαυμάζει σοφίαν τὴν ἐν ὑφάσμασι, Τίς ἔδωκε, λέγουσα, γυναιξὶν ὑφάσματος σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Ζώου λογικοῦ τούτου, καὶ περιττοῦ τὴν σοφίαν, καὶ μέχρι τῶν οὐρανίων ὁδεύοντος· οὐ γὰρ ἡ τυχοῦσα σοφία αὕτη ποικίλη τις οὖσα, οὐδὲ μικρὰ ἡ χρῆσις. Οὐκ ἀτημέλισται οὖν ἡ περὶ τοὺς ἱστοὺς φιλοτεχνία, οὐδὲ ἀπέῤῥιπται ὡς περιττὴ, ἀλλ' ἔνεστι κἀν τούτοις θεία σοφία, καὶ ἣν οὐκ αἰσχύνεται Θεὸς ἰδίαν ἀποκαλεῖν, οὐκ ἄλλον λέγων εἶναι ταύτης δοτῆρα καὶ χορηγὸν ἀλλ' ἑαυτόν. «Θηρεύσεις δὲ λέουσι βορὰν, ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;∆εδοίκασι γὰρ ἐν κοίταις αὐτῶν, κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες.» Τίνος δὲ ἕνεκεν ταῦτά φησι; ὅτι εἰ τῶν περιττῶν τοσαύτην ποιοῦμαι πρόνοιαν, τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν; τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ ἐκ τῶν τοιούτων;

ΚΕΦΑΙΛΑΙΟΝ. ΛΘʹ

«Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς;» Καλῶς δὲ εἶπεν, ἐφύλαξας· ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ, καὶ φόβῳ καὶ, ἀτονίᾳ τὸ ζῶον ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, πῶς, φησὶν, οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται; Τὸ δὲ, Ὠδῖνας αὐτῶν ἔλυσας, ἐμφαντικῶς εἴρηται· αὐτομάτως γὰρ ἀποκύουσιν, οὐ δεόμεναι μαιεύσεως. Τὸ δὲ, Ἐξέθρεψας αὐτῶν τὰ παιδία ἔξω φόβου; σαφέστερον ὁ Θεοδοτίων ἡρμήνευσεν, εἰπών· Ἐὰν δώσουσι τὰ παιδία αὐτῶν, διασώσεις αὐτά; Τὸ δὲ, Ἐξαποστελεῖς ὠδῖνας αὐτῶν; εἰ μὲν ὠδῖνας αὐτῶν τὸ πάθος νοήσεις, τὸ, ἐξαποστελεῖς, ἀντὶ τοῦ, παύσεις, παρείληπται· Παύσεις γὰρ, φησὶ, τὰς ὠδῖνας· τὰ ὠδινηθέντα καὶ τεθέντα ἐκλήψῃ, τὸ, ἐξαποστελεῖς, τὸ, ἐκπέμψεις αὐτὰ, δηλοῖ· ὃ καὶ Σύμμαχος ᾐνίξατο ἐκδούς· Ἃ ὠδίνησαν ἀπολείπουσι· μετὰ γὰρ τὸ ἐκθρέψαι τὰ νεογνὰ, ἐῶσι ταῦτα ὅποι φίλων αὐτοῖς πορεύεσθαι. Ταύτην τὴν διάνοιαν καὶ ὁ ἑξῆς στίχος παρίστησιν· «Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον, δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν;» Τίς τοῦτο διετύπωσε, φησί; Τίς τοὺς τῆς φύσεως νόμους διέθηκεν; Ὅτι γὰρ νόμοι διηνεκεῖς εἰσι, καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῶον καὶ ἀδάμαστον, κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. «Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν [Ὁ Θεοδοτίων δὲ καὶ Σύμμαχος, ὁ μὲν χρεμετισμὸν, ὁ δὲ κραυγὴν, ἐξέδωκεν], ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον;» Ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον, ἵππου μνημονεύων τοῦ χειροήθους, καὶ πολλὰ περὶ τοῦ ζώου τούτου διαλέγεται· πῶς γαῦρον, πῶς ἀνεστηκὸς, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. Ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον, καὶ τοῦτον· ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ. «Οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ.» Ἀκούει, φησὶ, σάλπιγγος, καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα, καὶ πόῤῥωθεν ἀλαλάζει πολεμικόν. «Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον.» Ὅρα ἐξ ὀλίγων πόσα φησί. Τίνος ἕνεκεν οὐκ ἐμνήσθη βοὸς, οὐδὲ προβάτων, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς, ἀλλὰ τῶν ἀχρήστων, καὶ εἰκῆ δοκούντων εἶναι; δεικνὺς ὅτι εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια, πολλῷ μᾶλλον ἐν τούτοις.

ΚΕΦΑΛΑΙΟΝ. Μʹ.

«Ἦ βραχίων σοί ἐστι κατὰ τοῦ Κυρίου;» Ὃ μὲν μέλλει μοι, φησὶ, περὶ τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν ἀφ' ὧν περιορῶν, καὶ μετεώρων, καὶ τῆς ἐν τοῖς ζώοις Προνοίας ἠρώτηται. Τίνος δὲ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμὸν, νῦν ἤκουσας, ὅτι αἰτία τῆς ἐγκαταλείψεως, ἡ τῆς σῆς ἀρετῆς φανέρωσις, ἵνα δοίης ταύτης δοκίμιον. Ἐνταῦθα δὲ τὴν ἐμὴν μάνθανε δύναμιν, καὶ ὅτι οὐ πολεμῶν, πληγῆναί σε συνεχώρησα· ἐπεὶ ποία σοί ἐστιν ἰσχὺς, ἵνα καὶ εἰς πόλεμον ἀντικατασταθῶ σοι; Ἢ βραχίων σοί ἐστι κατὰ τὸν Κυρίου βραχίονα; ἢ δύναμιν ἔχεις ἰσοσθενῆ; «Ἣ φωνῇ κατ' αὐτοῦ βροντᾷς;» Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ, καὶ τὰ ἄλλα πάντα, ἀλλὰ πρὸς θεογνωσίαν. Ὅρα δι' ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει. Καὶ οὐ λέγει, ὅτι Ταπεινὸς σύ· ἀλλ', ὅτι Μέγας ἐγὼ, καὶ οὐ δύνασαι ἅπερ ἐγώ. «Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ, χόρτον ἴσα βουσὶν ἐσθίουσιν.» Ἔστι δὲ καὶ περὶ θηρίων αἰσθητῶν νοῆσαι τὸν στίχον, ἃ καὶ τὴν φύσιν πολλάκις Θεοῦ βουληθέντος ἠγνόησεν· τὸ γὰρ θαυμαστὸν, ὅτι τὸ θηρίον οὐχ αἱμοβόρον ἐστὶν, ἀλλὰ τὴν τοῦ βοὸς σιτεῖται τροφήν. Ἐπεὶ οὖν τοῦτο παράδοξον, πυνθάνεται τοῦ Ἰὼβ, εἰ καὶ παρ' αὐτῷ τοιοῦτόν τι γίνεται, ὥστε τὰ θηρία χόρτον ἐσθίειν, ἀλλὰ μὴ σάρκας. Εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου, τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. Καὶ οὐκ ἀγνοοῦμεν ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι, κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες· δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι, καὶ πότε ἔστι τὸν ἀκροατὴν ὠφελεῖν καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. «Ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη, μεριτεύονται δὲ αὐτὸν Φοινίκων ἔθνη.» [Ἀκύλας δὲ, Ἡμισεύσουσιν αὐτὸν μεταξὺ Χαναναίων.] Τοσοῦτος αὐτῷ ὁ τοῦ σώματος ὄγκος ἐστὶν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. Οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι, ταῦτά φησι. Φοινίκων δὲ ἐμνήσθη διὰ τὴν ἐμπορίαν.

ΚΕΦΑΛΑΙΟΝ. ΜΒʹ

«∆ιὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.» Ταῦτα ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων· οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ' ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. Οὐδὲν, φησὶν, ἐμαυτὸν τίθεμαι, ἀπολογίαν ὑπὲρ τῶν προτέρων ποιοῦμαι, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ. Τί οὖν ὁ Θεός; Ἐπειδὴ ἑαυτὸν κατεδίκασε, τότε ἐδικαίωσεν αὐτόν. Θεώρει δὲ τοὺς ἁγίους ἄνδρας, πῶς ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην· οὕτω καὶ Ἀβραὰμ, ὅτε εἶδε τὸν Κύριον, εἶπεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. «Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν.» Οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν· ἀλλ' αὐτὸς ἱερεὺς γίνεται, ἐκείνων προσαγόντων τὰς θυσίας· καὶ ὅρα, προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. Ὁρᾷς πῶς τὸ ἀμνησίκακον αὐτοῦ δεικνὺς, μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρός· καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν· οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. Ἐμφαίνει δὲ, ὅτι οὐδὲ θυσία ἱκανὴ ἦν· Εἰ μὴ γὰρ, φησὶ, δι' αὐτὸν, οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν διὰ τοῦτο δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. «Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.» Ἀφῆκε τὸν διάβολον ὁ Θεὸς πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι· καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβολῆς ὑπελίπετο τρόπος, τότε ἐνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται. «Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ, ἐκ τῶν Ἡσαῦ υἱῶν υἱὸς, μητρὸς δὲ Βοσόῤῥας· ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.» Ὅτε ἦν οὗτος λάμπων ὁ δίκαιος, ἔτι ἐν Αἰγύπτῳ ἦσαν Ἰουδαῖοι· ἔμελλον ἀνιέναι λοιπόν· ὡς, εἴγε ἐβούλοντο, οὐ μικρὸν εὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. Εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν, νεαρῶν ὄντων τῶν πραγμάτων, καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ ἅπαντες ἂν ἔγνωσαν. «Οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰζ τῶν Ἡσαῦ υἱῶν, Θαιμανῶν βασιλεὺς [Ὁ δὲ Θεοδοτίων, Υἱὸς, ἐξέδωκεν, Ἰωσαφὰτ], Βαλδὰδ ὁ Σαυχαίων τύραννος [ Πάλιν ὁ Θεοδοτίων, Υἱὸς Ἀμμὼν τοῦ Χωβὸρ], Σωφὰρ ὁ Μιναίων βασιλεύς.» Ἕκαστος δὲ τῶν ἀναγινωσκόντων, ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν τὸν ἀθλητὴν τοῦτον τὸν γενναῖον, μιμείσθω τὴν ἀνδρείαν, ζηλούτω τὴν ὑπομονὴν, ἵνα τὴν αὐτὴν βαδίσας ὁδὸν, καὶ πρὸς ἁπάσας τοῦ διαβόλου τὰς μηχανὰς γενναίως παραταξάμενος, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν, ἐπιτυχεῖν δυνηθείη· καὶ γενέσθαι τὰ τοῦ μακαρίου τοῦδε πάθη, φάρμακα τῶν ἡμετέρων κακῶν· καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον, λιμὴν τῶν καθ' ἡμᾶς συμφορῶν. Καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν λογιζώμεθα τὸν Ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ὑποστὰν δεινὰ, γενναίως ἐπὶ τοῖς κατὰ μέρος διακεώμεθα· καὶ καθάπερ πρὸς μητέρα τινὰ φιλόστοργον, πανταχόθεν τὰς χεῖρας ἐκτείνουσαν, καὶ τὰ παιδία πεφοβημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν οἴκτιστά τε καὶ μήκιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντως λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ· μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |