ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου

Τετάρτη 26 Οκτωβρίου 2016

Εʹ Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

 Εʹ Ἄσω δὴ  τῷ  ἠγαπημένῳ  ᾆσμα τοῦ  ἀγαπητοῦ  μου  τῷ  ἀμπελῶνί  μου

Φοβήσας τοῖς λυπηροῖς, εὐφράνας  τοῖς χρηστοῖς, ποικίλην  τὴν θεραπείαν ἐργασάμενος,  εἰς  ἀρχὴν  πάλιν   ἑτέραν  ἀνάγει  τὸν  λόγον,  ἀρχὴν  ἐοικυῖαν  τῷ προοιμίῳ τῆς προφητείας.  Καθάπερ γὰρ ἀρχόμενος τὰς εὐεργεσίας ἀπήγγειλε  τοῦ Θεοῦ τὰς  εἰς  αὐτοὺς  γεγενημένας,  λέγων·  Υἱοὺς ἐγέννησα  καὶ  ὕψωσα,  καὶ  τὰς παρανομίας  τὰς ὑπ' αὐτῶν  τολμηθείσας ἐπάγων  καὶ προστιθείς, ὅτι· Αὐτοὶ δή με ἠθέτησαν καὶ ὅτι· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· οὕτω δὴ καὶ ἐνταῦθα  λέξεσιν μὲν ἑτέραις, νοήμασι δὲ τοῖς αὐτοῖς τὰ αὐτὰ τοῖς προτέροις ἐνδείκνυται.  Ἀλλὰ τίνος ἕνεκεν κατηγορεῖν  μέλλων,  ᾆσμα τὴν κατηγορίαν  καλεῖ; Μωϋσῆς μὲν γὰρ εἰκότως τοῦτο ἐποίησε μετὰ τῆς Μαρίας, ἅτε τὴν ἐπινίκιον μέλλων ᾄδειν ᾠδὴν καὶ εἰκότως οὕτως ἀρχόμενος ἔλεγεν· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον  καὶ ἀναβάτην  ἔρριψεν εἰς θάλασσαν.


Καὶ ἡ ∆εβόρα δὲ μετὰ τὸ θαυμαστὸν ἐκεῖνο τρόπαιον καὶ τὴν παράδοξον νίκην, εἰκότως ᾠδὴν ὑφαίνει  τὴν ἐπινίκιον ἐκείνην, εὐφημίαν ἀναφέρουσα τῷ Θεῷ. Οὗτος δὲ κατηγορεῖν μέλλων καὶ συντόνου λόγου δεόμενος καὶ ψυχῆς οὐκ ἀνειμένης, ἀλλὰ συντεταμένης, ᾄσειν ἡμῖν ἐπαγγέλλεται  καὶ ᾆσμα τὰ ἐγκλήματα καλεῖ. Οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ μέγας ἐκεῖνος Μωϋσῆς ὁ τὴν ἐπινίκιον τότε ᾄσας ᾠδήν, κατηγορῶν τῶν Ἰουδαίων, μακρὰν ᾠδὴν τὰ ἐγκλήματα πεποίηκε λέγων· Ταῦτα τῷ Κυρίῳ ἀνταποδίδοτε; Οὗτος ὁ λαὸς μωρὸς  καὶ  οὐχὶ  σοφός· καὶ  πολλὰς  συνθεὶς  κατηγορίας,  ᾄδοντας  αὐτοὺς  ταῦτα λέγειν  ἐνομοθέτει· καὶ ἔτι καὶ νῦν  ᾄδοντες  ταῦτα  λέγομεν  καὶ ἡμεῖς. Τίνος οὖν ἕνεκεν  τὰς κατηγορίας ᾠδὴν  ποιοῦσι; Σοφίᾳ κεχρημένοι  πνευματικῇ  καὶ πολὺ τὸ κέρδος ἐνθεῖναι  ταῖς τῶν ἀκουόντων  βουλόμενοι ψυχαῖς. Ἐπειδὴ γὰρ οὐδὲν οὕτω χρήσιμον,  ὡς  τὸ  πλημμελημάτων   μεμνῆσθαι  διηνεκῶς,  μνήμην  δὲ  οὐδὲν  οὕτω μόνιμον ὡς μελῳδία ποιεῖ, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν κατηγοριῶν ὀκνοῦντες καὶ ἀναδυόμενοι  φεύγωσι  τὸ συνεχῶς  μεμνῆσθαι τῶν  οἰκείων  ἁμαρτημάτων,  τῷ μέλει  τῆς  ᾠδῆς  ὑποκλέπτων  τὴν  ἀπὸ  τῆς  μνήμης  αἰσχύνην  καὶ  τὴν  ἀφόρητον ἀθυμίαν  παραμυθούμενος,  ᾄσματα αὐτὰ  πεποίηκεν,  ἵνα  τῷ  πόθῳ  τῆς  μελῳδίας ἀναγκαζόμενοι  συνεχῶς  αὐτὰ  φθέγγεσθαι,  συνεχῶς  αὐτῶν  ὦσι μεμνημένοι,  καὶ μεμνημένοι διηνεκῶς ἔχωσί τινα διδάσκαλον ἀρετῆς τὴν διηνεκῆ τῶν ἁμαρτημάτων μνήμην. Ἴστε γοῦν ὅτι καὶ νῦν  τὰ μὲν ἄλλα οὐδ' ἐξ ὀνόματος τοῖς πολλοῖς  ἐστι Βιβλία γνώριμα· τὴν δέ γε τῶν ψαλμῶν πραγματείαν ἐπὶ στόματος ἅπαντες φέρουσι καὶ αὐτὰς ταύτας τὰς ᾠδάς· οὕτως ὡς δι' αὐτῶν τῶν πραγμάτων δείκνυται, πόσον ἀπὸ  τῆς  μελῳδίας  τὸ  κέρδος  ἐστί. ∆ιὰ δὴ  τοῦτο  καὶ  αὐτός  φησιν·  Ἄσω δὲ  τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. Ἆσμα τῷ ἠγαπημένῳ, φησίν, ἀμπελῶνι· ᾄσω περὶ αὐτοῦ τοῦ ἠγαπημένου. Καὶ αὐτῷ γὰρ ᾄδω, φησί, καὶ ἡ ὑπόθεσις τῆς ᾠδῆς περὶ αὐτοῦ καὶ τῶν  αὐτοῦ πραγμάτων  ἐστίν. Εἰ δὲ μέλλων  κατηγορεῖν ἀγαπητὸν καλεῖ καὶ ἠγαπημένον, μὴ θαυμάσῃς. Καὶ τοῦτο γὰρ μέγιστον κατηγορίας ἐφόδιον,  ὅτι  δὴ  ἀγαπηθέντες  καὶ  τοσαύτης  ἀπολαύσαντες  παρὰ  τοῦ  Θεοῦ τῆς εὐνοίας,   οὐδὲ   οὕτω   βελτίους   ἐγένοντο.   Τοῦτο   γοῦν   καὶ   ἕτερος   προφήτης αἰνιττόμενος ἔλεγεν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραήλ, ὡς σκοπὸν ἐν συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν· τὸ ποθεινὸν αὐτῶν καὶ ἐπέραστον διὰ τῶν καρπῶν τούτων  ἐνδεικνύμενος·  ποθεινὸν  δὲ  αὐτὸν  καὶ  ἐπέραστον  οὐ  παρὰ τὴν  οἰκείαν ἀρετήν, ἀλλὰ παρὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι ἐγὼ μὲν οὕτως ἠγάπησα, ὡς ἄν τις σταφυλὴν εὑρὼν ἐν ἐρήμῳ ἢ ὡς ἄν τις σκοπὸν ἐν συκῇ. Εἰ γὰρ καὶ ἀνάξια τοῦ Θεοῦ τὰ παραδείγματα, ἀλλὰ κατάλληλα  τῆς ἐκείνων γαστριμαργίας. Αὐτοὶ δέ, φησί, τοσαύτης ἀπολαύσαντες τῆς ἀγάπης, ἀπηλλοτριώθησαν  καὶ εἰσῆλθον πρὸς τὸν Βεελφεγώρ. Οὕτω δὴ καὶ ἐνταῦθα ἠγαπημένον αὐτὸν καλεῖ καὶ ἀγαπητὸν δεικνὺς ὅτι ὁ μὲν Θεὸς τὰ παρ' ἑαυτοῦ πάντα ἐπεδείξατο, οὐκ αὐτῶν  ἀρξαμένων, ἀλλὰ τοῦ Θεοῦ ἡγησαμένου. Ἐκεῖνοι δὲ οὐδὲ μετὰ  ταῦτα  ἀξίους  ἑαυτοὺς  τῆς  εὐεργεσίας ἔδειξαν,  ἀλλὰ  τἀναντία  ἐπεδείξαντο ἅπαντα. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Τῷ ὀνόματι τοῦ ἀμπελῶνος πᾶσαν ἐνέφηνε τὴν πρόνοιαν καὶ τὴν περὶ αὐτοὺς ἐπιμέλειαν.

 Οὐ  μὴν   ἵσταται   μέχρι   τούτου,   ἀλλὰ   καὶ  τὰ  ἕτερα  ἀπαριθμεῖται εὐεργετήματα· καὶ πρότερον  ἀπὸ τῆς  θέσεως τοῦ τόπου  τοῦτο  ποιεῖ· τὸ γάρ· ἐν κέρατι, ἐν τόπῳ πίονι, τὸ μὲν τὴν φύσιν τῆς γῆς ἐπαινῶν ἔλεγε, τὸ δὲ τὴν θέσιν· ὅπερ καὶ ὁ ∆αυῒδ ψάλλων ἔφησεν, ὅτι Ἱερουσαλήμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐτείχισε μὲν γὰρ αὐτήν, φησί, καὶ τῇ θέσει τοῦ τόπου· πλὴν οὐκ ἠρκέσθη τούτῳ,  ἀλλὰ  τὸ  μέγιστον  τεῖχος  αὐτὸς  αὐτῇ  γέγονεν·  ὃ  δὴ  καὶ  οὗτος αἰνίττεται λέγων· Ἐν κέρατι, τό τε ἀχείρωτον καὶ τὸ ἀκαταγώνιστον  τοῦ τόπου καὶ πρὸ τούτου τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν δηλῶν ἀπὸ μεταφορᾶς τοῦ κέρως τοῦ βοός. Καὶ γὰρ καὶ παροιμία τοιαύτη δημώδης ἐξενήνεκται περὶ τῶν εἰς ἀσφαλές τι χωρίον καταφευγόντων.  Ἐπειδὴ γὰρ ἰσχυρότατον πάντων  ὁ ταῦρος, αὐτοῦ δὲ τοῦ ζώου τὸ ἰσχυρότερον τὸ κέρας· ὅπλῳ γὰρ αὐτῷ κέχρηται· διὰ τὸ δυσχείρωτον, τοῦτο εἰώθασι λέγειν  οἱ  πολλοί·  καὶ  ἡ  Γραφὴ δὲ  πολλάκις  κέρας  μονοκέρωτος  καλεῖ  τοὺς  ἐν ἀσφαλείᾳ  ὄντας.  Ἐν  κέρατι  οὖν  ἐνταῦθά  φησιν,  ἐν  ἀσφαλείᾳ,  ἐν  ὕψει,  ὅπερ ἀρχόμενος ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Ἐν τόπῳ πίονι· ὅπερ ὁ Μωϋσῆς εἶπεν· Γῆν ῥέουσαν γάλα καὶ μέλι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαράκωσα. Φραγμὸν ἢ τὸ τεῖχός  φησιν  ἢ  τὸν  νόμον,  ἢ  τὴν  αὐτοῦ  πρόνοιαν.  Καὶ γὰρ  ὁ  νόμος  τείχους ἀσφαλέστερον αὐτοῖς περιέκειτο. Καὶ ἐχαράκωσα, τουτέστιν, ἰσχυρὰν τὴν ἀσφάλειαν ἐποιησάμην. Ἐπειδὴ γὰρ πολλάκις φραγμὸς εὐεπιχείρητον καὶ ἑτέραν, φησί, περιέβαλον   αὐτοῖς   συμμαχίαν.   Καὶ  ἐφύτευσα   ἄμπελον   Σωρήχ.  Ἐπιμένει   τῇ μεταφορᾷ, ἣν οὐ δεῖ κατὰ λέξιν  ἑρμηνεύειν, ἀλλὰ τὸν σκοπὸν εἰδότας ἀρκεῖσθαι τούτῳ. Σωρὴχ δὲ ἐνταῦθα ἀληθινήν  φησιν, εὐγενῆ, οὐχὶ τῶν φαύλων φυτῶν, οὐδὲ τῶν καταδεεστέρων, ἀλλὰ τῶν δοκίμων καὶ πρώτων. Πολλὰ γὰρ ἀμπέλων γένη. Καὶ
ᾠκοδόμησα πύργον καὶ προλήνιον  ἐν μέσῳ αὐτοῦ. Τινὲς <πύργον> τὸν ναόν φασι καὶ προλήνιον τὸ θυσιαστήριον, ἅτε τῶν καρπῶν ἐκεῖ συναγομένων τῆς ἀρετῆς τῆς ἑκάστου καὶ  τῶν  προσφορῶν  καὶ τῶν  θυσιῶν  ἁπασῶν· ἐγὼ  μέντοι  τοῦτο, ὅπερἔφθην  εἰπὼν  καὶ νῦν  ἐρῶ, ὅτι τῷ σκοπῷ δεῖ προσέχειν τῆς μεταφορᾶς. ∆ιὰ γὰρ πάντων τοῦτο βούλεται εἰπεῖν, ὅτι τὰ παρ' ἐμαυτοῦ πάντα ἐπλήρωσα, πᾶσαν ἐπιμέλειαν  ἐπεδειξάμην. Οὐ κατέτεινα καμάτοις, οὐ συνέτριψα πόνοις, οὐκ αὐτοὺς οἰκοδομῆσαι   ἐκέλευσα,   οὐκ   αὐτοὺς   σκάψαι,   οὐκ   αὐτοὺς   φυτεῦσαι,   ἀλλ' ἀπηρτισμένον  τὸ ἔργον  παρέδωκα. Καὶ οὐδὲ μέχρι τούτου  τὰ τῆς φιλανθρωπίας ἔστησα  μόνον,   ἀλλά·  Καὶ  ἔμεινα   τοῦ  ποιῆσαι  σταφυλήν,   καὶ  ἀνέμεινα   τὸν προσήκοντα  καιρὸν  τῆς  καρποφορίας,  μακροθυμίᾳ  πολλῇ  χρησάμενος.  Τὸ γάρ· Ἔμεινα, τοῦτο δηλοῖ. Ἐποίησε δὲ ἀκάνθας. Τὸν ἄκαρπον αὐτῶν βίον ἐνδείκνυται, τὸν τραχύν, τὸν σκληρόν. Τίνος οὖν ἂν εἶεν συγγνώμης ἄξιοι μετὰ τοσαύτην ἐπιμέλειαν  τούτους ἀποδόντες  τῷ γεωργῷ  τοὺς καρπούς; Καὶ νῦν, ἄνθρωπος  τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ κρίνατε ἐν ἐμοὶ καὶ ἀνάμεσον τοῦ ἀμπελῶνός  μου.  Πολλὴ  ἄρα τῶν  δικαιωμάτων  ἡ  περιουσία,  ὅταν  αὐτοὺς  τοὺς ὑπευθύνους δικαστὰς καθίζῃ τοῖς ὑπ' αὐτοῦ γεγενημένοις, καὶ τοῖς ὑπ' ἐκείνων. Καὶ νῦν. Οὐ λέγω τὰ παλαιά, φησίν, ἀλλὰ καὶ σήμερον ἕτοιμός εἰμι δικάζεσθαι. Οὕτως οὐδέποτε διαλείπω  τὰ ἐμαυτοῦ πληρῶν,  ὡς  οὐδὲ ὑμεῖς τὰ ἑαυτῶν  πληροῦτε.  Τί ποιήσω ἔτι τῷ ἀμπελῶνί  μου, καὶ οὐκ ἐποίησα αὐτῷ; Ἃ μὲν ἐποίησα, ταῦτά ἐστι, φησί, πλὴν οὐκ ἀρκοῦμαι τοῖς γεγενημένοις, οὐδὲ λέγω ὅτι πολλὰ εὐηργέτησα, ἀλλ' εἰ μὴ πάντα εὐηργέτησα, εἰ μὴ πάντα ἐποίησα, μεθ' ἃ ποιῆσαι λοιπὸν οὐδὲν ἦν, τοῦτο ὑμᾶς εἰπεῖν  ἀπαιτῶ,  ὑμᾶς  τοὺς  ἀπολελαυκότας  καὶ  μάρτυρας τῶν  γεγενημένων ὄντας καὶ τῇ πείρᾳ ταῦτα μαθόντας, οὐκ ἀλλοτρίους τινὰς καὶ ξένους· διότι ἔμεινα ἵνα  ποιήσῃ σταφυλήν,  ἐποίησε δὲ ἀκάνθας. Ἡ συνθήκη δοκεῖ ἀσαφεστέρα εἶναι, διόπερ  αὐτὴν  σαφεστέραν ἀνάγκη  ποιῆσαι. Ὃ γὰρ λέγει,  τοῦτό  ἐστι·  Τί ἔδει  με ποιῆσαι καὶ οὐκ ἐποίησα; ὅτι τοιαῦτα  ἥμαρτον, τί ἔχοντες  αἰτιᾶσθαι ἢ ὥς τινων παραλελειμμένων  τοιαῦτα ἐπλημμέλησαν; Νῦν οὖν ἀναγγελῶ  ὑμῖν, τί ἐγὼ ποιήσω τῷ  ἀμπελῶνί  μου.  Ἐπειδὴ  τὴν  νίκην  ᾔρατο  καὶ  τὴν  ἀγνωμοσύνην  ἔδειξε  τὴν ἐκείνων, τότε λοιπὸν ἐπάγει καὶ τὴν ψῆφον καὶ λέγει ταῦτα ἃ μέλλει ποιεῖν οὐχ ἵνα καταδικάσῃ, ἀλλ' ἵνα  τῷ  φόβῳ  τῆς  ἀπειλῆς  ἐπιεικεστέρους ποιήσῃ. Ἀφελῶ  τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.. Ἀποστήσω, φησί,  τὴν  ἐμὴν  συμμαχίαν,  γυμνώσω  μου  τῆς  βοηθείας, ἐρήμους καταστήσω τῆς  τοσαύτης προνοίας  καὶ  εἴσονται  διὰ  τῶν  ἐναντίων  ὧν ἀπήλαυον  ἔμπροσθεν, ὅταν  ὦσι πᾶσιν  εἰς ἁρπαγὴν  προκείμενοι.  Καὶ ἀνήσω τὸν ἀμπελῶνά  μου καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ. Πάλιν λέγω  ὅτι τῇ μεταφορᾷ κέχρηται. Εἰ δέ τις καὶ θερμότερον ἐξετάζειν βούλοιτο, τὴν ἀπὸ τῆς διδασκαλίας, τὴν ἀπὸ τῶν  ἐντολῶν  ἐπιμέλειάν  φησιν.  Οὐ γὰρ ἀπολαύσονται  τῶν  αὐτῶν,  ὧν  καὶ ἔμπροσθεν, οὐ διδασκάλους ἕξουσιν, οὐκ ἄρχοντας, οὐ προφήτας ὁμοίως τοὺς διορθουμένους  αὐτούς, τοὺς ἐπιμελουμένους  αὐτῶν.  Ὥσπερ γὰρ οἱ τὴν  ἄμπελον θεραπεύοντες  σκάπτουσιν, τέμνουσιν,  οὕτως  οἱ ψυχὰς  διορθούμενοι  ἀπειλοῦσιν, φοβοῦσιν, διδάσκουσιν, ἐγκαλοῦσιν· ἀλλ' ἐν ἐρημίᾳ τούτων ἔσονται, φησίν, εἰς τὴν ἀλλοτρίαν ἀπενεχθέντες. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα· καὶ ταῖς νεφέλαις  ἐντελοῦμαι, τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ἢ τὴν ἐρημίαν τῆς πόλεώς φησιν, ἢ τὴν ἐρημίαν τὴν αὐτῶν καὶ τῆς ἑκάστου ψυχῆς· νεφέλας δὲ ἐνταῦθα τοὺς προφήτας τινὲς λέγουσιν, ἅτε ἄνωθεν τὸν ὑετὸν δεχομένους καὶ παραπέμποντας τῷ δήμῳ τὰ λεγόμενα. Ἀλλ' οὐδὲ οὗτοι, φησί, τὰ συνήθη ποιήσουσιν. Εἰ γὰρ καὶ εἷς που καὶ δεύτερος συναπῆλθεν, ἀλλ' ὁ δῆμος τῶν προφητῶν τότε ἐσίγα. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.  Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν  καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἐπειδὴ πολλῇ τῇ μεταφορᾷ διὰ τῶν ὀνομάτων ἐχρήσατο, ἀμπελῶνα καὶ πύργον καὶ προλήνιον  καὶ φραγμὸν καὶ σκαφητὸν καὶ τμῆσιν ἀμπέλου λέγων, ἵνα μὴ περὶ ἀμπελῶνός  τις τῶν  τότε ἀνοήτως  νομίσῃ εἶναι τὰ λεγόμενα, ταχέως πρὸς τῷ τέλει τὸ πᾶν ἡρμήνευσεν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν. Οὐ γὰρ περὶ φυτῶν ὁ λόγος μοι, φησίν, οὐδὲ περὶ γῆς ἀψύχου, οὐδὲ περὶ λίθων καὶ τοίχων,  ἀλλὰ περὶ δήμου τοῦ ὑμετέρου. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ ἄνθρωπος  τοῦ Ἰούδα νεόφυτον  ἠγαπημένον·  ἐπειδὴ πλέον  τι εἶχε τῶν  δέκα φυλῶν  καὶ ὁ ναὸς αὐτόθι πλησίον ἦν καὶ ἡ λοιπὴ θεραπεία καὶ τῶν ἄλλων μᾶλλον ἤνθει καὶ βασιλικωτέρα ἦν ἡ φυλὴ καὶ δυνατωτέρα. Ἠγαπημένον δὲ εἶπε, πάλιν αὐτῶν καθαπτόμενος, ὅτι περὶ τὸν σφοδρὸν ἐραστὴν τοιοῦτοι γεγόνασι. Τοιοῦτος γὰρ τῶν φιλούντων  ὁ νόμος, μηδὲ ἐν αὐτοῖς τοῖς ἐγκλήμασι κρύπτειν τῆς οἰκείας ἀγάπης τὴν ὑπερβολήν. Ἐντεῦθεν οὐ μικρὸν καὶ ἕτερον μανθάνομεν. Ποῖον δὴ τοῦτο; Τὸ πότε καὶ τίνα ἀλληγορεῖν χρὴ τῶν Γραφῶν· καὶ ὡς οὔκ ἐσμεν κύριοι τῶν νόμων τούτων αὐτοί, ἀλλὰ δεῖ αὐτῇ τῇ διανοίᾳ τῆς Γραφῆς ἑπομένους, οὕτω τῷ τῆς ἀλληγορίας κεχρῆσθαι  τρόπῳ.  Ὃ δὲ  λέγω,  τοιοῦτόν  ἐστιν.  Εἶπεν  ἀμπελῶνα  νῦν  ἡ  Γραφή, φραγμόν,  προλήνιον·   οὐκ  ἀφῆκε  κύριον  γενέσθαι  τὸν  ἀκροατὴν  ἁρμόσαι  τὰ εἰρημένα οἷς ἐβούλετο πράγμασιν ἢ προσώποις, ἀλλὰ προϊοῦσα ἑαυτὴν ἡρμήνευσεν, εἰποῦσα· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι. Καὶ ὁ Ἰεζεκιὴλ δὲ πάλινἀετὸν καλῶν μέγαν καὶ μεγαλοπτέρυγον εἰσιόντα εἰς τὸν Λίβανον καὶ ἀποκνίζοντα  τὸ  ἄκρον  τῆς  κέδρου,  οὐδὲ  ἐκεῖνος  ἀφίησιν  ἐπὶ  τῇ  γνώμῃ  τῶν ἀκροατῶν κεῖσθαι τῆς ἀλληγορίας τὴν ἑρμηνείαν, ἀλλὰ καὶ αὐτὸς λέγει, τίνα μὲν τὸν  ἀετόν  φησι, τίνα  δὲ τὴν  κέδρον. Καὶ οὗτος δὲ πάλιν  προϊών,  ποταμόν  τινα σφοδρὸν ἀνάγει, λέγων, ἐπὶ τὴν Ἰουδαίαν, ἵνα μὴ ἐξῇ τῷ ἀκούοντι κατὰ τὴν οἰκείαν γνώμην ἁρμόζειν τὸ εἰρημένον προσώπῳ ᾧ βούλεται, εἶπε καὶ τὸν βασιλέα τοῦτον, ὃν ποταμὸν ἐκάλεσε. Καὶ πανταχοῦ τῆς Γραφῆς οὗτος ὁ νόμος, ἐπειδὰν ἀλληγορῇ, λέγειν  καὶ τῆς  ἀλληγορίας  τὴν  ἑρμηνείαν,  ὥστε μὴ ἁπλῶς,  μηδὲ ὡς  ἔτυχε  τὴν ἀκόλαστον  ἐπιθυμίαν   τῶν   ἀλληγορεῖν   βουλομένων   πλανᾶσθαι   καὶ  πανταχοῦ φέρεσθαι. Καὶ τί θαυμάζεις, εἰ οἱ προφῆται; Καὶ ὁ Παροιμιαστὴς δὲ οὕτω ποιεῖ. Εἰπὼν γάρ· Ἔλαφος φιλίας, καὶ πῶλος χαρίτων ὁμιλείτω σοι· καὶ ἡ πηγὴ τοῦ ὕδατος ἔστω σοι μόνῳ.  ἡρμήνευσε τίνος  ἕνεκεν  ταῦτα  ἔλεγεν  ὅτι περὶ γυναικὸς  ἐννόμου  καὶ ἐλευθέρας, ἀποτρέπων πόρνης καὶ ἀλλοτρίας ἅπτεσθαι. Οὕτω δὴ καὶ οὗτος ἐνταῦθα εἶπε τίνα ἔφησε τὸν ἀμπελῶνα εἶναι· Εἶτα ἐπειδὴ εἶπεν αὐτῶν τὰ ἐγκλήματα, εἶπε τὰς τιμωρίας· πάλιν πρὸς τῷ τέλει τὴν ἀπολογίαν τίθησι λέγων· Ἔμεινα, ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ὅτι δικαίως, φησίν, ἀπαιτῶ δίκην. Ἀνέμεινα γάρ, Ἵνα ποιήσῃ κρίσιν, τουτέστι, δικαιοσύνην· αὐτοὶ δὲ τὰ ἐναντία  ἐπεδείξαντο  ἀνομίαν  <καὶ>  ἀδικίαν  καὶ κραυγήν. Κραυγὴν ἐνταῦθα  τὴν πλεονεξίαν  λέγει,  τὸν  ἄδικον  θυμόν,  τὴν  ὀργὴν  τὴν  ἀλόγιστον,  τὰς  μάχας, τὰς φιλονεικίας.   Οὐαὶ  οἱ  συνάπτοντες  οἰκίαν  πρὸς  οἰκίαν  καὶ  ἀγρὸν  πρὸς  ἀγρὸν ἐγγίζοντες,  ἵνα τοῦ πλησίον ἀφέλωνταί  τι. Εἰπὼν ὅτι κραυγὴν ἐποίησε, τουτέστι πλεονεξίαν,  ἁρπαγάς, λέγει  καὶ τὸ εἶδος τῆς ἀδικίας πολλῆς  ἐμπεπλησμένον  τῆς κακουργίας. Καὶ πάλιν  ἀπὸ θρήνων  ἄρχεται, τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐνδεικνύμενος καὶ τοὺς τὰ ἀνίατα νοσοῦντας ἐμφαίνων.

Ταῦτα δὲ καὶ νῦν  τολμώμενα  ἴδοι τις ἂν παρὰ τῶν  κακῶς τῷ πλούτῳ κεχρημένων,  οἳ τὰς γειτνιάσεις ἐπινοοῦσιν οὐκ εἰς ἀσφάλειαν, ἀλλ' εἰς ἐπιβουλὴν τῶν   πλησίον,   καθάπερ   πῦρ   ὁδῷ   βαδίζον,   οὕτω   τοὺς   ἐκ   γειτόνων   πάντας ἐπινεμόμενοι.  Μὴ οἰκήσετε μόνοι  ἐπὶ  τῆς  γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα  Κυρίου Σαβαὼθ ταῦτα. ∆είκνυσιν τοίνυν  ἀνόνητα  κάμνοντας  καὶ εἰκῆ καὶ μάτην. Ἐπειδὴ γὰρ οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι τοὺς τοιούτους ἀπάγειν εἰώθασιν, ὡς τὸ μαθεῖν  ἀκριβῶς  ὅτι  οὐκ  ἀπολαύσονται  τῆς  ἁρπαγῆς,  ταύτην  αὐτοῖς  ἐπάγει  τὴν ἀπειλήν, λέγων ὅτι καμοῦνται μὲν καὶ ταλαιπωρήσουσι καὶ τὴν ἁμαρτίαν καρπώσονται,  τῆς  δὲ ἀπολαύσεως  ἐκπεσοῦνται.  Οὐκ ἐφησυχάζει  γάρ, φησί, τοῖς γινομένοις ὁ ἀκοίμητος ὀφθαλμός. Τὸ δέ Ἠκούσθη νῦν, οὐχ ὡς τότε τῶν πραγμάτων γνωρίμων  γενομένων  αὐτῷ  ταῦτά  φησιν, ἀλλ' ὡς τῆς δίκης  κατὰ πόδας ἰούσης λοιπὸν  καὶ  τῆς  ἀνταποδόσεως  γινομένης.  Ἐὰν γὰρ  γένωνται  οἰκίαι  πολλαί,  εἰς ἔρημον  ἔσονται  μεγάλαι  καὶ  καλαὶ  καὶ  οὐκ ἔσονται  οἱ κατοικοῦντες  ἐν  αὐταῖς. Τοιοῦτον γὰρ ἡ πλεονεξία· ὅταν πλείονα περιβάλῃ τοῖς ἔχουσι, καὶ τῶν προτέρων αὐτοὺς  ἐξήγαγεν.  Ὃ δὴ  καὶ  ἐνταῦθα  αἰνίττεται  λέγων  ὅτι  ὅταν  οἰκοδομήσητε λαμπρῶς   καὶ  τὰ  πάντων   ὑμῶν   αὐτῶν   ποιήσησθε,  τότε   καὶ  τῶν   προτέρων ἀποστήσεσθε. Καὶ στήσονται αἱ οἰκίαι  οἰκήτορας μὲν  οὐκ ἔχουσαι, σάλπιγγος  δὲ πάσης λαμπροτέραν ἀφιεῖσαι φωνὴν  κατὰ τῶν παρὰ τὴν ἀρχὴν ἡρπακότων αὐτάς, τῆς ἐρημώσεως τῆς ἐπιτεταμένης ἀντὶ τροπαίου τινὸς φαινομένης. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. Ἀπὸ τῆς πόλεως ἐπὶ τὴν τῆς χώρας ἐρημίαν ἐξάγει τὸν λόγον, ὥστε πάντοθεν καταπλῆξαι τὸν ἀκροατήν. Οὔτε γὰρ αἱ οἰκίαι, φησί, καθέξουσι τοὺς ἐνοικοῦντας, οὔτε  ἡ γῆ  τὴν  αὐτῆς  ἐπιδείξεται  δύναμιν.  Καὶ γὰρ ἐξ ἀρχῆς  διὰ τὴν  τοῦ  Ἀδὰμ ἁμαρτίαν ἀκάνθας καὶ τριβόλους ἐξήνεγκε· καὶ μετ' ἐκεῖνον διὰ τὴν τοῦ Κάϊν παρανομίαν ἐλάττονα  πολλῷ  τῶν πόνων  τῶν ἐκείνου καὶ τῆς οἰκείας ἰσχύος τὴν φορὰν ἐπεδείκνυτο. Καὶ πολλαχοῦ  δὲ ἀλλαχοῦ ἴδοι τις ἂν διὰ τὰς τῶν ἀνθρώπων ἁμαρτίας αὐτὴν κολαζομένην. Καὶ τί θαυμάζεις, εἰ πηροῖ τὰς γονὰς αὐτῆς καὶ τὰς ὠδῖνας  τῶν  ἀνθρώπων  ἡ παρανομία,  ὅπου γε καὶ φθαρτὴ  δι' ἡμᾶς ἐγένετο,  καὶ ἄφθαρτος πάλιν δι' ἡμᾶς γίνεται; Ἐπειδὴ γὰρ ὅλως τὸ εἶναι δι' ἡμᾶς ἔλαβε καὶ τὴν ἡμετέραν διακονίαν,  καὶ τὸ οὕτως ἢ ἐκείνως  εἶναι πάλιν  ἐντεῦθεν  λαμβάνει τὴν ἀρχὴν  καὶ τὴν  ῥίζαν. Οὕτω γοῦν  καὶ ἐπὶ τοῦ Νῶε. Ἐπειδὴ πρὸς κακίαν  ἐσχάτην ἐξώκειλε  τῶν  ἀνθρώπων  ἡ φύσις, πάντα ἐφύρετο τὰ πράγματα καὶ σπέρματα καὶ φυτὰ καὶ ἀλόγων γένη καὶ γῆ καὶ θάλαττα καὶ ἀὴρ καὶ ὄρη καὶ νάπαι καὶ βουνοὶ καὶ πόλεις καὶ τείχη καὶ οἰκίαι καὶ πύργοι· καὶ πάντα ἁπλῶς ἐκείνῳ τῷ φοβερῷ τότε ἐκρύπτετο πελάγει. Καὶ ἐπειδὴ πάλιν ἐπιδοῦναι τὸ γένος ἔδει, τὴν οἰκείαν εὐταξίαν ἀπελάμβανεν  ἡ γῆ καὶ εἰς τὴν προτέραν εὐμορφίαν ἐπανῄει πάλιν. Ἴδοι δ' ἄν τις τοῦτο καὶ ἐπὶ μέρους γινόμενον  διὰ τὴν  εἰς ἀνθρώπους  τιμήν.  Καὶ γὰρ πέλαγος ἠφανίσθη  καὶ πάλιν  ἐφάνη  καὶ ἥλιος  ἐχαλινώθη  μετὰ σελήνης  καὶ τὸν  οἰκεῖον δρόμον ἐπέλιπε καὶ πῦρ τὰ ὕδατος ἐπεδείξατο καὶ γῆ τὰ πελάγους καὶ πέλαγος τὰ τῆς γῆς· καὶ πάντα, ὡς εἰπεῖν ἁπλῶς, πρὸς τὴν τῶν ἀνθρώπων μετασχηματίζεται λυσιτέλειαν.  Καὶ ἐπειδὴ πάντων  τιμιώτερος  ἄνθρωπος καὶ δι' αὐτὸν τὰ γενόμενα ἅπαντα, διά τοι τοῦτο καὶ νῦν, ἐπειδὴ ἥμαρτεν ὁ τῶν Ἰουδαίων  δῆμος, ἐπέχει τῆς γῆς τὰς ὠδῖνας ὁ Θεὸς καὶ μετὰ πολλοὺς πόνους καὶ ἱδρῶτας οὐκ ἀφίησι τὰς ἐκείνης λαγόνας τὴν εἰωθυῖαν  φορὰν ἐνεγκεῖν, ἵνα κἀντεῦθεν  μάθωσιν ὅτι οὐ γεωργικῶν χειρῶν  τέχνη,  οὐδὲ βόες καὶ ἄροτρον, οὐδὲ γῆς φύσις, οὐδὲ ἄλλο τῶν  τοιούτων οὐδέν, ἀλλ' ὁ τούτων ἁπάντων ∆εσπότης οὗτός ἐστιν, ὁ καὶ δαψιλεῖ τῇ χειρὶ πάντα ἐκχέων  καὶ πάλιν,  ἐπειδὰν  βούληται, συστέλλων ἅπαντα. Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα τοῦ  Θεοῦ οὐκ  ἐμβλέπουσι καὶ  τὰ  ἔργα τῶν  χειρῶν  αὐτοῦ  οὐ κατανοοῦσι. Κατηγορήσας αὐτῶν πλεονεξίαν πολλήν, καὶ τὴν ῥίζαν τοῦ κακοῦ τίθησιν. Αὕτη δὲ ἦν  ἡ μέθη, μυρίων  γινομένη  κακῶν  ὑπόθεσις, καὶ μάλιστα ὅταν  μετὰ τοσαύτης τολμᾶται τῆς ὑπερβολῆς.. Σκόπει γοῦν, πῶς μετὰ ἀκριβείας αὐτοὺς κωμῳδεῖ. Πᾶσαν γὰρ τὴν ἡμέραν εἰς τοῦτο δαπανᾶσθαί φησιν. Οὐ γὰρ ὅταν ἀριστοποιεῖσθαι δέῃ, τοῦτο πράττουσι,φησίν,  ἀλλὰ  πάντα  τὸν  καιρὸν  μέθης  ποιοῦντες  καιρὸν  καὶ  ἐκ  προοιμίων  τῆς ἡμέρας, ὅτε μάλιστα αὐτοῖς προσέχειν ἐχρῆν, πολλῷ τῷ ἀκράτῳ διδόντες ἑαυτοὺς καὶ ἄκοντες λοιπὸν καὶ μέχρι τῆς ἑσπέρας ἐναπομένοντες τῷ νοσήματι. Ἐπειδὰν γὰρ ἅπαξ φθάσωσι καταποντισθῆναι  εἰς τὸν τῆς ἀκρασίας βυθὸν καὶ τῶν  κατὰ φύσιν ἐκπέσωσι φρενῶν  καὶ  τὴν  ψυχὴν  αἰχμάλωτον   τῇ  πονηρᾷ  τῆς  μέθης  παραδῶσι τυραννίδι,  καθάπερ  πλοῖον  ἀνερμάτιστον  καὶ  κυβερνήτου  καὶ  ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν  ὑδάτων  ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι ὑπὸ τῆς μέθης ὑποβρύχιοι γενόμενοι.

∆ιό φησιν· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Οὐ γὰρ τὴν χρείαν ἐπλήρουν, οὐδὲ ἀνέμενον ἐπιθυμίας γενομένης  πληρῶσαι τὴν ἔνδειαν, ἀλλ' ἔργον ἐποιοῦντο  τοῦτο καὶ μελέτην,  τὸ διηνεκῶς  μεθύειν.  ∆ιό φησιν· Οἱ διώκοντες  τὸ σίκερα.  Σίκερα  δὲ   ἐνταῦθά   φησι   τῶν   φοινίκων    τὸν   ὀπόν,   ὃν   ἐπετήδευον, συντρίβοντες τὸν καρπὸν καὶ καταθλῶντες, εἰς οἴνου μετασχηματίζειν φύσιν. Καρωτικὸν δέ ἐστι τὸ τοιοῦτον καὶ μέθης ἐργαστικόν. Ἀλλ' οὐδὲν ὑφωρῶντο τούτων ἐκεῖνοι, τὴν ἡδονὴν πανταχοῦ διώκοντες  μόνον. Οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τοιαύτη γὰρ τῆς μέθης ἡ φύσις· προϊοῦσα αὔξεται, καὶ χαλεπώτερον  τὸ δίψος ποιεῖ. Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον  ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων· Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Τοῦτο καὶ ἕτερος ἐγκαλεῖ προφήτης λέγων· Οἱ πίνοντες  τὸν διυλισμένον  οἶνον  καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ κροτοῦντες πρὸς τὴν φωνὴν
τῶν  ὀργάνων.  Ὡς  ἑστῶτα  ἐλογίσαντο  καὶ  οὐχ  ὡς  φεύγοντα.  Καὶ γὰρ  ἐσχάτης ἀναλγησίας τοῦτο σημεῖον καὶ ψυχῆς ἐκλελυμένης,  τὸ θέατρον ποιεῖν  τὴν οἰκίαν τὴν  ἑαυτοῦ  καὶ  τοιούτοις  ᾄσμασιν ἑαυτοὺς  ἐκδιδόναι.  Ὅπερ γὰρ  ἡ  μέθη  ποιεῖ σκοτοῦσα, τοῦτο ἡ μουσικὴ μαλάττουσα τὸ εὔτονον τῆς διανοίας καὶ κατακλῶσα τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ ἐπὶ μείζονας ἐξάγουσα ἀσελγείας. Τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Ἢ τὰ θαύματα αὐτοῦ
φησιν, ἢ τῆς κτίσεως τὴν θεωρίαν. Πῶς δ' ἂν δύναιντο  γενέσθαι θεαταί, τὴν μὲν ἡμέραν νύκτα ἐργαζόμενοι, τὴν δὲ νύκτα τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι; πῶς δυνήσονται  ἥλιον  ἰδεῖν  ἀνατέλλοντα  καὶ οὐρανοῦ κάλλος  λάμπρον  καὶ τὸν ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν  ἀπεστερημένοι; Οὐ μικρὸν οὖν τοῦτο ἠδίκηνται,  τὸ ἀθέατοι τῶν  τοῦ Θεοῦ θαυμάτων  ἐκ τοῦ παρόντος ἀπελθεῖν βίου,  πάντα   τὸν   χρόνον   ἐν   τῷ   σκότει  τῆς   μέθης   κατορωρυγμένοι.   Τοίνυν αἰχμάλωτος  ἐγενήθη  ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι  αὐτοὺς τὸν Κύριον. Πάλιν τὸ μέλλον  ὡς  γεγενημένον  ἀπαγγέλλει  καὶ τιμωρίαν  ἐπάγει  τῇ  πλημμελείᾳ  ταύτῃ.Ἱκανὴ μὲν γὰρ καὶ αὐτὴ ἡ μέθη ἀντὶ πάσης γενέσθαι κολάσεως, θορύβους ἐμποιοῦσα τῇ ψυχῇ,  ζόφου πληροῦσα τὴν  διάνοιαν,  αἰχμάλωτον  καθιστῶσα αὐτήν,  μυρίων αὐτοὺς ἐμπιπλῶσα νοσημάτων τῶν ἔνδοθεν, τῶν ἔξωθεν. Οἶδε τοῦτο καὶ Παῦλος ὅτι  κακία ἀντὶ  τιμωρίας  γίνεται·  διό φησι· Καὶ τὴν  ἀντιμισθίαν,  ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο τῆς ἀναισθησίας αὐτῶν,τὸ  κολάζεσθαι καὶ  μηδὲ αἰσθάνεσθαι, τὸ  νοσεῖν  καὶ  μηδὲ εἰδέναι  ὅτι  νοσοῦσιν, ἐπάγει καὶ τὴν ἔξωθεν τιμωρίαν λέγων· Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος.  Ὅρα  καὶ  ἐν  τῇ  τιμωρίᾳ  πολλὴν  τὴν  νουθεσίαν  καὶ  οὐκ  ἀθρόον  τὴν βαθυτάτην  ἐπαγομένην  τομήν. Οὐ γὰρ εὐθέως  τὴν  αἰχμαλωσίαν  ἐπήγαγεν,  ἀλλὰ λιμὸν  πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες  γένωνται  βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον. Ἐπειδὴ δὲ οὐκ εἶξαν, οὐδὲ ἐκέρδαναν ἐντεῦθεν, ἐπάγει λοιπὸν τὴν ἐσχάτην τιμωρίαν  αὐτοῖς. Ἀλλ' ὅμως πρὸ ἐκείνων  ταύτην ἐπαίρει καὶ ἐξογκοῖ τῷ λόγῳ τὴν τοῦ λιμοῦ, λέγων· Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν  αὐτοῦ· οὐχ ὡς ψυχὴν τοῦ ᾅδου ἔχοντος, ἀλλὰ προσωποποιεῖ τὴν ἀπειλήν, ἐμφατικώτερον  τὸν λόγον ποιῆσαι βουλόμενος καὶ τὸν φόβον ἀκμάζοντα ἐναποθέσθαι τῇ διανοίᾳ τῶν ἀκουόντων.  ∆ιὸ καὶ ἐπιμένει  λέγων· Καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν· ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν τὴν εἰκόνα τῶν πραγμάτων ἄγων. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἤνοιξε τὸ στόμα μόνον,   ἀλλὰ   καὶ   μένει   κεχηνὼς   καὶ   κόρον   οὐ   λαμβάνων   τῶν   ἐν   αὐτῷ κατορυττομένων.  Καὶ καταβήσονται  εἰς  αὐτὸν  οἱ ἔνδοξοι  καὶ οἱ μεγάλοι  καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐ κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον ἦν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ καὶ ψῆφος ἐκ τῶν οὐρανῶν κατενεχθεῖσα, τοὺς ἐν περιφανείᾳ, τοὺς ἐν δυναστείᾳ, τοὺς πάντα συγχέοντας, καὶ ἄνω καὶ κάτω τὰ τῶν Ἰουδαίων ποιοῦντας πράγματα, τούτους ἐκεῖ καταβήσεσθαι ἔφησε.

Λοιμοὺς δὲ  εἰκότως  αὐτοὺς  καλεῖ,  ἅτε  οὐ  μέχρι  ἑαυτῶν  τὴν  κακίαν διατηροῦντας,  ἀλλὰ καὶ εἰς ἄλλους τὴν νόσον διαβιβάζοντας. Τοιαύτη γὰρ ἡ τοῦ λοιμοῦ φύσις· ἐπειδὰν ἄφ' ἑνὸς ἄρξηται σώματος, ὁδῷ βαδίζουσα τὸ λοιπὸν ἐπινέμεται πλῆθος. Καὶ ὁ ἀγαλλιώμενος  ἐν αὐτῇ. Ὁ τρυφῶν, ὁ σκιρτῶν, ὁ νομίζων ἀκίνητα  ἔχειν  τὰ ἀγαθὰ καὶ αὐτὸς ἐμπεσεῖται καὶ ἁλώσεται. Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται.Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Ὅρα πάλιν  Θεοῦ κηδεμονίαν. Οὐ γὰρ πανωλεθρίαν  ἐργάζεται, οὐδὲ ὅλον ἐκ μέσου τὸν δῆμον αὐτῶν ἀνάρπαστον ποιεῖ, ἀλλ' ἀφίησί τινας, ὥστε τῇ τιμωρίᾳ τῶν ἀπελθόντων γενέσθαι βελτίους. Τοῦτο γοῦν αἰνιττόμενος ἔφησεν, ὅτι Ταπεινωθήσονται, τουτέστιν, οἱ μένοντες, οἱ ὑπολιμπανόμενοι.  Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται  ἐν  δικαιοσύνῃ.  ∆ύο  τίθησιν  ἀγαθά,  ὅτι  κἀκεῖνοι  τῆς  φλεγμονῆς ἀπαλλαγήσονται καὶ ἔσονται βελτίους καὶ ὁ Θεὸς θαυμασθήσεται παρὰ πᾶσιν· τοῦτο γάρ  ἐστιν·  Ὑψωθήσεται  καὶ  δοξασθήσεται·  διὰ  τῆς  κολάσεως  αὐτῆς,  διὰ  τῆς τιμωρίας.  Τί  δέ  ἐστιν·  Ἐν  κρίματι;  ∆ιὰ  τῆς  ἐκδικήσεως.  Καὶ βοσκηθήσονται  οἱ διεσπαρμένοι ὡς ταῦροι καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων  ἄρνες φάγονται.  Τὴν ὀλιγότητα  ἐνταῦθα αἰνίττεται  τῶν  ὑπολειφθέντων καὶ τὴν ἐπιτεταμένην  ἐρημίαν τῆς χώρας. Οὐαὶ οἱ ἐπισπώμενοι  τὰς ἁμαρτίας αὐτῶν  ὡς σχοινίῳ  μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι  δαμάλεως  τὰς  ἀνομίας  αὐτῶν.  Οἱ λέγοντες·  Τὸ τάχος  ἐγγισάτω,  ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Τῶν προφητῶν    ἀπειλούντων     συνεχῶς    καὶ    τὰ    φοβερὰ    προαναφωνούντων,    οἱ  ψευδοπροφῆται πρὸς χάριν διαλεγόμενοι καὶ τοῦ δήμου τὸν τόνον ἐκλύοντες τὰ μὲν ἐκείνων  ἔφασκον  εἶναι  ψευδῆ, τὰ δὲ αὐτῶν  ἀληθῆ.  Πολλοὶ τοίνυν  ἀπατώμενοι ἠπίστουν καὶ αὐτοῖς τοῖς ῥήμασιν. Εἶτα ἐπειδὴ αἱ προφητεῖαι οὐχ ὁμοῦ τε ἐλέγοντο καὶ ἐξέβαινον· προφητείας γὰρ ἦν φύσις τὸ πρὸ πολλοῦ χρόνου τὰ μέλλοντα ἐκβήσεσθαι προαναφωνεῖν·  ἐπεὶ οὖν συνεχῶς μὲν ἔλεγον οἱ προφῆται τοὺς λιμούς, τοὺς λοιμούς, τοὺς πολέμους, ἐπὶ δὲ τῶν ἔργων αὐτὰ οὐκ ἐδείκνυον, τέως τὴν τοῦ χρόνου μέλλησιν ἀφορμὴν εἰς ἀπιστίαν λαμβάνοντες  οἱ πολλοὶ τῶν  ἠπατημένων ἔλεγον· Ἐλθέτω τὰ λεγόμενα· εἰ ἀληθεύετε, ἐγγισάτω τὰ πράγματα· δείξατε ἡμῖν ἐπὶ τῶν  ἔργων  τὴν  βουλὴν  τοῦ  Θεοῦ. Ἐπεὶ οὖν  τὴν  αὐτοῦ  μακροθυμίαν  ὑπόθεσιν ἀπιστίας  ἐποιοῦντο  καὶ  ἐντεῦθεν  προσετίθεσαν  αὐτῶν  τοῖς  ἁμαρτήμασι,  τό  τε ἀπιστεῖν, τό τε διὰ τὴν ἀπιστίαν ῥᾳθυμότεροι γίνεσθαι, εἰκότως αὐτοὺς ὁ προφήτης θρηνεῖ λέγων ὅτι καθάπερ σχοινίῳ μακρῷ, οὕτως ἕλκετε καθ' ἑαυτῶν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ αὔξετε ὑμῖν τὴν πονηρίαν. Ἐπειδὴ γὰρ ἀπιστεῖτε τοῖς λεγομένοις ῥήμασιν, λείπεται  λοιπὸν  τὴν  διὰ τῶν  ἔργων  ἐπενεχθῆναι  πεῖραν  ὑμῖν.  Ὥστε οἱ τὰ κακὰ ἐπισπώμενοι ὑμεῖς ἐστε, οἱ τοῖς λεγομένοις ἀπιστοῦντες. ∆ιὰ τοῦτό φησιν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν· τουτέστι, τὴν ἀντίδοσιν τῶν  ἁμαρτημάτων. Ὡς σχοινίῳ  μακρῷ πόρρωθεν  ἕλκετε,  φησί, τὴν  ὡρισμένην  τοῖς  ἁμαρτήμασιν ὑμῶν δίκην  καὶ ὡς  ζυγοῦ ἱμάντι  δαμάλεως  τὰς  ἀνομίας  αὐτῶν,  δαμάλεως  ὑπὸ ζυγὸν οὔσης, ἵνα εἴπῃ τὸ εὔτονον, τὸ μετὰ σπουδῆς. Ὡς ἐάν τις ἱμάντι εὐτόνῳ ἐφελκύσαιτό τι, οὕτως ὑμεῖς διὰ τῆς ἀπιστίας ἐφέλκεσθε καθ'  ὑμῶν τοῦ Θεοῦ τὴν ὀργήν. Εἶτα λέγει καὶ πῶς ἐφέλκονται·  Οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν. Ὃ καὶ ἕτερος προφήτης ἐγκαλεῖ λέγων· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα τί ὑμῖν ἡ ἡμέρα αὕτη; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῆς. Καὶ γὰρ καὶ ἐκεῖνοι ἀπιστοῦντες ἔλεγον· πότε ἥξει ἡ ἡμέρα τῆς κολάσεως καὶ τῆς τιμωρίας; Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες  τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες  τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν  γλυκύ.  Πάλιν  περὶ  τῶν  αὐτῶν  διαλέγεται.  Ἐπειδὴ  τοὺς  μὲν  προφήτας ὕβριζον καὶ ἀπατεῶνας ἔλεγον, τοὺς δὲ ψευδοπροφήτας ἐτίμων καὶ ἀνέστρεφον τῶν πραγμάτων τὴν τάξιν, ταλανίζει αὐτοὺς ἐπὶ τῇ κρίσει τῇ διεφθαρμένῃ. Οὐαί, φησίν, οἱ  λέγοντες  τὸ  πονηρὸν  καλόν,  τουτέστι,  τὴν  ψευδοπροφητείαν   καὶ  τὸ  καλὸν πονηρόν, τὴν προφητείαν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Εἰ γὰρ καὶ φορτικά, φησί, τὰ ῥήματα, ἀλλ' οὐδὲν γλυκύτερον τῶν προφητῶν, τῇ τῶν ῥημάτων ἀπειλῇ τὴν διὰ τῶν πραγμάτων ἀποκρουομένων πεῖραν. Εἰ καὶ γλυκέα τὰ τῶν ψευδοπροφητῶν,  ἀλλ' οὐδὲν αὐτῶν πικρότερον, τῇ χάριτι τῶν λόγων τὴν διὰ τῶν ἔργων ἐπαγόντων ἀπειλήν.. Εἶδες προφήτου σοφίαν, πῶς ἀνέστρεψεν αὐτῶν τὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ τοῖς μὲν ὡς πικρότατα φθεγγομένοις  οὐ προσεῖχον, τοῖς δὲ ὡς προσηνεστάτοις καὶ γλυκύτητα  πολλὴν  ἔχουσιν, ἔφησεν, ὅτι τοὐναντίον  μὲν οὖν ἐστι· πολὺ τῶν προφητῶν τὸ μέλι, πολλὴ δὲ τῶν ψευδοπροφητῶν ἡ πικρία· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους τὸν λόγον μεταχειριστέον ἡμῖν. Οἱ μὲν γὰρ πρὸς τὴν πλάνην ἦγον, οἱ  δὲ  πρὸς τὴν  ἀλήθειαν  ἐχειραγώγουν·  καὶ  οἱ  μὲν  τῷ  ζόφῳ  τῆς  αἰχμαλωσίας μονονουχὶ τὰς χεῖρας δήσαντες παρεδίδοσαν, οἱ δὲ ὅπως ἐν τῷ φωτὶ τῆς ἐλευθερίας ἀγάγωσι, πάντα ἔπραττον. Ἐπεὶ οὖν τὰς ἐναντίας περὶ τούτων δόξας εἶχον καὶ τὰς οὐ προσηκούσας, εἰκότως αὐτοὺς διορθοῦται λέγων· Οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες. Οὐ μικρὸν καὶ τοῦτο ἐλάττωμα, τὸ σοφόν τινα νομίζειν ἑαυτὸν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς τὸ πᾶν ἐπιτρέπειν. Καὶ γὰρ ἐντεῦθεν ἐκεῖνο γίνεται· [λέγω δὴ τὸ φάσκειν τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, καὶ τὰ ἑξῆς]. Τοῦτο καὶ ὁ Παῦλος τοῖς ἔξω φιλοσόφοις ἐγκαλῶν   ἔλεγεν   ὅτι   Φάσκοντες  εἶναι   σοφοί,   ἐμωράνθησαν.   Ἐντεῦθεν   γὰρ  ἐμωράνθησαν, καὶ ὁ παροιμιώδης  λόγος πάλιν  φησίν· Εἶδον ἄνθρωπον  δοκοῦντα εἶναι σοφὸν παρ' ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Τοῦτο καὶ Παῦλος ἐγκαλεῖ πάλιν  λέγων·  Μὴ γίνεσθε φρόνιμοι  παρ'  ἑαυτοῖς· καὶ πάλιν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός. Μὴ τῇ οἰκείᾳ σοφίᾳ, φησί, μηδὲ τοῖς ἑαυτοῦ ἐπιτερπέσθω λογισμοῖς, ἀλλ' ἐκείνους κατευνάσας, ἐκδιδότω τὴν ψυχὴν τῇ τοῦ Πνεύματος διδασκαλίᾳ. Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες  ἦσαν ὑπερορῶντες μὲν τῶν  προφητῶν  ὡς ποιμένων  καὶ αἰπόλων,  βουλόμενοι  δὲ  σοφίζεσθαι  οἴκοθεν,  ὃ  καὶ  ἀπονοίας  αὐτοῖς  ὑπόθεσιςἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως αὐτοὺς θρηνεῖ λέγων· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον  αὑτῶν ἐπιστήμονες. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες  καὶ οἱ δυνάσται, οἱ κιρνῶντες  τὸ σίκερα. Μὴ θαυμάσῃς, εἰ πρὸ  μικροῦ τοσαῦτα κατὰ μέθης εἰπών, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον. Ἐπειδὴ γὰρ  χαλεπὸν  τὸ  ἕλκος  καὶ  δύσεικτον,  διὰ  τοῦτο  καὶ  συνεχῶς  ἐπαντλεῖν   ἔδει. Χαλεπὸν δὲ καὶ δύσεικτον, τῷ μὴ δοκεῖν παρὰ τοῖς πολλοῖς ἁμάρτημα εἶναι, πάντων ἁμαρτημάτων χαλεπώτερον  ὂν καὶ μυρία βλαστάνον νοσήματα. ∆ιό φησιν· Οἱ τὸν οἶνον  πίνοντες  καὶ  οἱ  δυνάσται,  οἱ  κιρνῶντες   τὸ  σίκερα. ∆ιπλοῦς  ὁ  κρημνός, τυραννὶς μέθης καὶ δυναστείας ὑπερβολή. Πᾶσι μὲν γὰρ ἀνθρώποις λογισμοῦ χρεία,  μάλιστα δὲ τοῖς  ἐν ἀξιώμασι καὶ δυναστείαις  οὖσιν, ὥστε μή, καθάπερ ἀτάκτων ὑδάτων ῥύμῃ τινί, τῷ τῆς ἀρχῆς ἐκφερομένους ὄγκῳ κατακρημνίζεσθαι. Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ' αὐτοῦ. ∆ιπλοῦν   τὸ  ἔγκλημα   πάλιν,   τὸ  τὸν   ὑπεύθυνον   ἀφιέναι   καὶ  τὸν   ἀνεύθυνον καταδικάζειν. Ἑκατέρου ἁμαρτήματος ἡ ῥίζα δωροδοκία. ∆ιὰ τοῦτο ὃν τρόπον καυθήσεται   καλάμη   ὑπὸ   ἄνθρακος   πυρὸς   καὶ   συγκαυθήσεται   ὑπὸ   φλογὸς ἀνημμένης.  Τὸ ταχὺ  τῆς τιμωρίας,  τὸ εὔκολον  τῆς κολάσεως παρίστησι, διὰ τῆς εἰκόνος τὴν πανωλεθρίαν αὐτῶν δηλῶν.

Ἅπαντα γὰρ ταῦτα ἡ φλὸξ καὶ οἱ ἄνθρακες καὶ ἡ καλάμη καὶ τὰ ἑξῆς ἡμῖν παρεδήλωσεν. Ἡ ῥίζα αὐτῶν  ὡς χνοῦς  ἔσται καὶ τὸ ἄνθος  αὐτῶν  ὡς κονιορτὸς ἀναβήσεται. Τὰ πεπηγότα καὶ τὰ βέβαια ἀπολεῖται καὶ διαχυθήσεται τὰ λαμπρὰ καὶ τὰ φαιδρὰ οἰχήσε ται καὶ διαρρυήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου παρώξυναν. Λόγιον τὸν νόμον λέγει. Καὶ ἐθυμώθη Κύριος Σαβαὼθ ὀργῇ ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Πόλεμον ἐνταῦθα αἰνίττεται  χαλεπόν, ὃς οὐδὲ ταφῇ τὰ σώματα συγχωρήσει παραδοθῆναι, οὐχ ἵνα ἐκεῖνοι κόλασιν δῶσιν, ἀλλ' ἵνα οἱ ζῶντες ἐν ταῖς ἀλλοτρίαις   συμφοραῖς   τῆς   οἰκείας   ἀποτέμνωνταί    τι   κακίας.   Καὶ  ὅρα   πῶς χαλεπώτερον τὸν λόγον ἐποίησεν. Οὐ γὰρ εἶπεν ὅτι οὐκ ἐτάφησαν, ἀλλ' ὅτι κόπρου πάσης ἀτιμότερον ἐρριμμένοι ἦσαν οἱ τετελευτηκότες,  ὃ τοῖς ζῶσι φρικωδέστερον ἁπάντων  εἶναι δοκεῖ καὶ τῆς τελευτῆς αὐτῆς χαλεπώτερον.  Καὶ τὸ δὴ χεῖρον, ὅτι οὐδὲ   τούτων   γινομένων,   φησίν,   ἐπιεικέστεροι   γεγόνασιν,   ἀλλὰ   τοῖς   αὐτοῖς ἐπιμένουσιν. Ἐπεὶ οὖν οὐδὲν βελτίους ἐγένοντο, ἀπειλεῖ πάλιν αὐτοῖς τὴν χαλεπωτάτην  ἐκείνην πληγὴν τὴν τῶν βαρβάρων. ∆ιὸ καὶ ἐπάγει λέγων· Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν. Ἵνα μὴ τῆς ὁδοῦ τὸ μῆκος εἰς ῥᾳθυμίαν  αὐτοὺς ἐμβάλλῃ, φησὶν ὅτι οὕτω τῷ Θεῷ ῥᾴδιον ἀγαγεῖν αὐτούς, ὡς τῷ τὸ σύσσημον αἴροντι καὶ τοὺς παρεσκευασμένους καὶ ἑτοίμους ἐξάγοντι πρὸς παράταξιν, ὅπερ καὶ ἐπὶ τῶν ἵππων γίνεται τῶν ἁμιλλατηρίων.  Ὁμοῦ τε γὰρ τὸ σύμβολον τῆς ἀφέσεως αἴρεται κἀκεῖνοι τῶν βαλβίδων ἐκπηδῶσιν εὐθέως. ∆ύο τοίνυν ἐνταῦθα ὁ προφήτης αἰνίττεται, ὅτι καὶ εὔκολον αὐτοὺς ἐλθεῖν, τοῦ Θεοῦ καλοῦντος, καὶ πάλαι ἂν ἦλθον, εἰ  μὴ  ἡ  πολλὴ  κατεῖχεν  αὐτοὺς  μακροθυμία.  Εἶτα τῇ  ἐπεξηγήσει  πλείονα  τὴν εὐκολίαν ἐνδείκνυται λέγων. Καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. Μὴ θαυμάσῃς δέ, εἰ περὶ Θεοῦ διαλεγόμενος, οὕτω παχυτάταις κέχρηται λέξεσι· πρὸς γὰρ τὴν ἄνοιαν τῶν ἀκουόντων σχηματίζει τὰ ῥήματα, ἓν βουλόμενος δεῖξαι διὰ πάντων, ὅτι καὶ τῷ Θεῷ ῥᾴδιον τοῦτο καὶ ὅτι πάντως ἀπαντήσονται· διὸ καὶ ἐπήγαγε λέγων· Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται.  Ταῦτα  ὑπερβολικῶς  εἴρηται.  Πῶς  γὰρ  ἐνῆν  μήτε  πεινῇν,  μήτε καθεύδειν, ἀνθρώπους  ὄντας καὶ τὴν κοινὴν  λαχόντας  λῆξιν; Ἀλλὰ τὸ τάχος τῆς στρατιᾶς, τὴν εὐκολίαν, τὴν ταχύτητα, ὅπερ ἔφθην εἰπών, διὰ πάντων ἐνδείκνυται.Οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσι οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν  ἵππων  αὐτῶν  ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν  ἁρμάτων αὐτῶν ὡς καταιγίδες. Ὀργιῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων. Καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ· καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. Καὶ βοήσεται δι'  αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ  θαλάσσης κυμαινούσης. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω· καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. ∆ιὰ πάντων τὸν λόγον ἐξώγκωσε καὶ τὸν φόβον ἐπῇρε, κατὰ μικρὸν ἕκαστα διηγούμενος, τὰ περὶ τῆς γνώμης, τὰ περὶ τῆς ἰσχύος, τὰ περὶ τῶν  ὅπλων,  τὰ  περὶ  τῶν  ἵππων,  τὰ  περὶ  τῶν  ἁρμάτων,  ὥστε  τῷ  πλήθει  τῶν λεγομένων  πολλὴν  ποιῆσαι τὴν ἀγωνίαν,  καὶ τῇ σαφηνείᾳ τῶν εἰκόνων  ἐγγὺς τὰ πράγματα αὐτοῖς ἀγαγεῖν.  ∆ιὸ καὶ λέουσιν αὐτοὺς παραβάλλει  καὶ οὐδὲ ἐνταῦθα ἔστη τοῦ παραδείγματος, ἀλλὰ καὶ φωνὴν  ἀναπλάττει  καὶ ὁρμὴν τοῦ θηρίου καὶ ἐπιμένει τῇ μεταφορᾷ καὶ πολλὴν ποιεῖται τὴν τροπήν. Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων  ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο  μαινομένης  θαλάσσης καὶ κύματα διεγειρούσης· καὶ πάντα  κινεῖ  τρόπον, αὔξων τὸν φόβον, ὥστε μὴ δεηθῆναι αὐτοὺς τῆς διὰ τῶν πραγμάτων πείρας. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ὁ παραστησόμενος ἔσται, φησίν, οὐκ ἀπὸ τῆς γῆς, οὐκ ἀπὸ τῶν οὐρανῶν· ἀλλ' ἔρημοι καὶ τῆς ἄνωθεν  συμμαχίας καὶ τῆς κάτωθεν  βοηθείας, ἐκδοθήσονται τοῖς πολεμίοις. Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον,   οὐχ   ὡς   τῆς   ἀκτῖνος   ἀφανιζομένης,   ἀλλὰ   τῆς   διαθέσεως   τῶν πασχόντων   ἐν  μέσῃ  τῇ  μεσημβρίᾳ  ἀντὶ   φωτὸς   σκότος  ὁρώντων·   ὅπερ  τοῖς ὀδυνωμένοις  καὶ θλιβομένοις συμβαίνειν εἴωθε. Καὶ ἵνα μάθῃς ὅτι οὐ τῆς φύσεως τοῦ ἀέρος τὸ σκότος ἦν, ἀλλὰ τῆς ἐκείνων διαθέσεως, ἐπήγαγε· Σκληρὸν σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |