ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ι΄ Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

Τετάρτη 26 Οκτωβρίου 2016

Ι΄ Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Ιʹ. Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου, ἐπισκόπου ὀλίγα προομιλήσαν τος, εἰς τὸ, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

αʹ. Εἴδετε τὸν  γέροντα  καὶ  νέον,  γέροντα  μὲν  τῷ  σώ ματι,  νέον  δὲ  τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν  καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης  εἰς ταύτην  ἐλθὼν  τὴν  ἡλικίαν,  οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι,  οὔτε τείχεσι  προσβαλεῖν,  οὔτε  ἄλλο   τοιοῦτον   οὐδὲν  ἐργά  σασθαι  δύναται·  καὶ  ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται.


Πάλιν ὁ γηπόνος  ἐν τούτῳ  τῆς ἡλικίας  ὢν, οὐ ζεῦξαι βοῦς, οὐκ ἄροτρον ἑλκύσαι, οὐκ ἀναῤῥῆξαι καὶ ἀνατεμεῖν αὔλακας, οὐ θεραπεῦσαι δέν δρον, οὐ χορῷ θεριζόντων  ἑαυτὸν  ἐγκαθίσαι, οὐκ ἄλλο  τι τῶν  τοιούτων  πράττειν  ἰσχύσει· ἀλλ' ἕκαστος τού των  οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας  ἀτέλειαν  ἔχων,  καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδη μένος. Ἀλλ' οὐχ ὁ τῆς Ἐκκλησίας διδάσκαλος   οὕτως·   ἀλλὰ   τότε   μάλιστα   ἀγωνιεῖται,   καὶ   λόγων   ἅψεται,   καὶ διδασκαλίαν  προθήσει, καὶ λαὸν  ῥυθμίσαι πειράσεται. Τὸ γὰρ γῆρας ἐν  μὲν  τοῖς ἄλλοις ἄχρηστον, ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ τοῖς τῆς ἀρετῆς πόνοις χρησιμώτατον. Ἐπεὶ καὶ ὁ μακάριος Ἀβραὰμ τὸ μέγιστον ἆθλον τότε ἤρατο, ὅτε ταύτην ἦγε τὴν ἡλικίαν· τότε γὰρ, τότε τῆς φύσεως τὴν τυραννίδα  κατέλυσε, καὶ τὸν παῖδα κατέσφα ξεν· ἔσφαξε γὰρ, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· εἰ καὶ μὴ τῷ τέλει, ἀλλὰ τῇ προθέσει· εἰ καὶ μὴ τῷ ἔργῳ, ἀλλὰ τῇ διανοίᾳ· τότε τῶν ἰδίων σπλάγχνων γέ γονεν ἱερεὺς, καὶ ἐξ αὐτῆς σχεδὸν τῆς φύσεως ἑαυτὸν μετοικίσας, καὶ πρὸς τὸν οὐρανὸν μεθορμισάμενος, τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἔργον ἤνυσε. Καὶ Παῦ λος, ὁ τῆς  οἰκουμένης  διδάσκαλος, ἐν  βαθυτάτῃ  πολιᾷ  πρὸς τοὺς θαυμαστοὺς ἐκείνους ἀγῶνας ἀπεδύετο, καὶ δεσμὰ καὶ ἁλύσεις καὶ δεσμωτήρια ἐν γεγηρακότι τῷ σώματι μετὰ  πολλῆς  ἔφερε  τῆς  εὐτονίας·  καὶ  τοῦτο  δη  λῶν  αὐτὸς  ἔλεγεν·  Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ.

Καὶ ταῦτα λέγω, οὐχὶ τὴν νεότητα ἀτιμάζων· ἐπεὶ καὶ οἱ τὴν κάμινον κατα πατήσαντες παῖδες, νέοι σφόδρα καὶ μειράκια ἦσαν κο μιδῇ, καὶ ὁ τὴν προφητείαν δεξάμενος Ἱερεμίας· καὶ ∆ανιὴλ δὲ, ὅτε τοὺς λέοντας ἐχαλίνου, καὶ διὰ τὴν ἄφα τον αὐτοῦ παῤῥησίαν τὰ ἀπόῤῥητα ἐκεῖνα τῶν τοῦ βα σιλέως ὀνειράτων εἰς μέσον ἐξῆγε καὶ δῆλα ἐποίει τῷ θεασαμένῳ, σφόδρα νέος ἦν· καὶ οὐδὲν ἡ νεότης ἐμπόδιον γέγονε πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν, ὅπερ ἔφθην εἰπὼν, καὶ γῆρας ἔξωρον καὶ νεό της ἄωρος μέγιστα κωλύματα γένοιτ' ἄν· ἐπὶ δὲ τῶν παλαισμάτωντῆς ἀρετῆς οὐκ ἔτι, ἀλλ' ἑνὸς χρεία, γνώ μης μόνον καὶ ψυχῆς παρεσκευασμένης, καὶ οὔτε νεότης ἄχρηστος, οὔτε γῆρας ἀνεπιτήδειον, ἀλλ' ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ ὥριμον ἴδοι τις ἂν βρύοντα τὸν καρπὸν, μόνον, ὅπερ ἔφθην  εἰπὼν,  εἰ ψυχήν  τις ἂν ἔχοι νήφουσαν καὶ φιλοσοφεῖν  ἐπισταμένην, καὶ διὰ τῆς πολλῆς ἀρετῆς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπωμένην. Μὴ τοίνυν μηδεὶς προ βαλέσθω μήτε νεότητα μήτε γῆρας εἰς ἀπολογίαν  ῥᾳθυ μίας· ἐπεὶ καὶ νῦν πολλοὶ παρ'  ἡμῖν νέοι τὸ πνευματι  κὸν τοῦτο πληροῦσι θέατρον, οἱ δὲ γεγηρακότες ἐν ἱππο δρομίαις ἀσχημονοῦσι· ἕτεροι δ' αὖ πάλιν γέροντες μετὰ τῆς πολιᾶς [καὶ] τῇ ἀκροάσει κοσμοῦνται, νέοι δὲ τὴν νεότητα διὰ τῆς θεωρίας τῆς ἐκεῖσε ἀλογωτέραν  κατα σκευάζουσιν. Εἰ γὰρ καὶ πολλοὶ  οἱ παρόντες ἡμῖν, ἀλλ' οὐκ ἔχω κόρον· οὐ γὰρ πολλοὺς ἐβουλόμην παρεῖναι μό νον, ἀλλὰ πάντας, καὶ μηδένα τῆς ἐκκλησίας ἀπολιμπά νεσθαι· ὥστε, ἕως ἂν φάνηται κἂν εἷς ἀποβουκολούμε νος, διαῤῥήγνυμαι καὶ διακόπτομαι ταῖς ὀδύναις.

Ἐπεὶ  καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐνενηκονταεννέα  πρόβατα κατα λιπὼν,ἐπὶ τὸ ἓν τὸ πεπλανημένον  κατηπείγετο, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὸ πρὸς τὴν ἀγέλην ἐπ ανήγαγε, καὶ πολλὴν ὑπὲρ αὐτοῦ σπουδὴν ἐποιεῖτο· καὶ γὰρ ἐχώλευεν ὁ τῶν ἑκατὸν ἀριθμὸς, ἕως ἀπέλαβε τὸ ἓν, καὶ τὰ ἑκατὸν τότε ἑκατὸν ἐγένετο, ὅτε καὶ τοῦτο διεσώ θη. Μὴ δή μοι λέγε ὅτι εἷς ἐστιν ὁ ἀδελφὸς ὁ ἀπο λωλώς·  ἀλλ' ἐννόησον ὅτι ἀδελφὸς, τὸ περισπούδαστον τῷ Θεῷ ζῶον, ὑπὲρ οὗ τοσαῦτα ἐγένετο, ὑπὲρ οὗ τὸ τί μιον αἷμα ἐχύθη καὶ τιμὴ κατεβλήθη τοσαύτη, δι' ὃν οὐ ρανὸς ἐτάθη, καὶ ἥλιος ἀνήφθη, καὶ σελήνη τρέχει, καὶ ποικίλος ἀστέρων καταλάμπει χορὸς, καὶ ἀὴρ ἡπλώθη,  καὶ θάλασσα ἐξεχύθη,  καὶ γῆ  ἐθεμελιώθη,  καὶ πηγαὶ  βρύουσι, καὶ ποταμοὶ ῥέουσι, καὶ ὄρη πέπηγε· δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν  γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς· δι' ὃν οἱ μυρίοι τῶν ἰχθύων δῆμοι, δι' ὃν τὰ ποικίλα τῶν τετραπόδων γένη, δι' ὃν τὰ παντοδαπὰ τῶν ὀρνίθων φῦλα, δι' ὃν νόμος, δι' ὃν προφῆται, δι' ὃν ἀπό στολοι, δι' ὃν τὰ μυρία θαύματα γέγονε· τί δεῖ τὰ πολλὰ λέγειν; δι' ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέ γονε, καὶ γενόμενος ἐσφάγη. βʹ. Ἐννόησον ὅση τῷ Θεῷ πραγματεία ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας, καὶ μὴ καταφρονήσῃς μηδενὸς ἀν θρώπου, ἀλλὰ διαλυθέντος  τοῦ θεάτρου τούτου τοῦ πνευ ματικοῦ, ἀναζήτησον τὸν ἀπολειφθέντα,  καὶ μὴ πρότε ρον ἀποστῇς ἕως ἂν αὐτὸν ἐπαγάγῃς, καὶ τῇ μητρὶ συνάψῃς, καὶ τῆς πονηρᾶς ἀπαγάγῃς συνηθείας, καὶ τὸν αἰχμάλωτον  διασώσῃς καὶ τὸν καταποντι σθέντα ἀνιμήσῃ, καὶ τὸν θηριάλωτον τῶν χαλεπῶν ἀπαλλάξῃς θηρίων.
Τίνα γὰρ ἂν σχοίης συγγνώμην,  τίνα  ἀπολογίαν;  Εἰς ἀποστόλων παραγινόμεθα θή κας· ὁρῶμεν αὐτῶν τὰ τραύματα καὶ τὰ στίγματα, τὸ αἷμα τὸ ῥέοντὸ   χρυσίου   τιμιώτερον,    τὰς   ἁλύσεις,   τὰς   μάστιγας,   τοὺς   θανάτους    τοὺς καθημερινοὺς, οὓς ὑπὲρ τῆς Ἐκκλησίας ἔπαθον· τὸν Παύλου μαθητὴν μετὰ Παύλου πανταχοῦ  περιτρέχοντα,  καὶ  τῷ  διδασκάλῳ  παρ  ισούμενον,  καὶ  τὸν  μόσχον  τῷ ταύρῳ συμβεβλημένον· τὸν τοῦ πρώτου τῶν  ἀποστόλων ἀδελφὸν,  τὸν ἁλιέα τὸν σαγήνην ἁπλώσαντα καὶ ἀνθρώπους ἀντὶ ἰχθύων ἁλιεύ σαντα, τὸν τοῦ Εὐαγγελίουκήρυκα· καὶ καθάπερ ἐν λειμῶνι  τοῖς τούτων  ἐντρυφῶμεν  κατορθώμασιν.  Οἱ δὲ ἀφέντες  ἡμᾶς, ἵππων ἀλόγων  κάθηνται  γιγνόμενοι  θεαταὶ, λοιδορίαις καὶ ὕβρεσιν ἀλλήλους   πλύνοντες,   θυμὸν   καὶ  μάχην   οὐκ  ἔχουσαν  πρόφασιν   ἀνάπτοντες,χαίροντες χα ρὰν λύπης ἀθλιωτέραν, ὑπὲρ ἡνιόχων νικώντων,  ὑπὲρ ἵπ πων διακλωμένων·  οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Τί γὰρ χαίρεις, εἰπέ μοι; τί δὲ σκιρτᾷς καὶ  πηδᾷς  καὶ  φαι  δρὸς  καταβαίνεις  ἐκεῖθεν;  Σὺ  δὲ  τίνος  ἕνεκεν  ἀλγεῖς  καὶ ἐγκαλύπτῃ καὶ κάτω κύπτεις καὶ τὴν σαυτοῦ ψυχὴν ὀδυ νᾷς, ὅτι ὁ δεῖνα ἐκράτησε, καὶ ἐκρατήθη θάτερος; καὶ τί ταῦτα πρὸς σέ; ποῖον ἡ λύπη αὕτη, ἢ ἡ ἡδονὴ αὕτη λόγον ἂν ἔχοι; τίνος δὲ οὐκ ἂν εἴη κολάσεως ἑκάτερος ὑμῶν ἄξιος, τῆς μὲν ἑαυτοῦ ψυχῆς καθ' ἑκάστην ἡμέραν ὑπὸ τῶν παθῶν παρασυρομένης οὐδένα ποιούμενος λό γον, ὑπὲρ δὲ ἀλόγων ζώων καὶ ἀνθρώπων ἑτέρων ἀλόγων χαίρων, ἢ ὀδυνώμενος; Ἀλλ' ἵνα μὴ πάλιν τὴν ἅπασαν διάλεξιν εἰς ταῦτα καταναλώσαντες,  δαπανήσωμεν τὸν  καιρὸν, τὴν  διόρθωσιν  ἐκείνων  ἐπιτρέψαντες  ὑμῶν  τῇ ἀγάπῃ, τῶν  σήμερον ἀναγνωσθέντων ἁψώμεθα, καὶ εἰς  τὸν λειμῶνα  ὑμᾶς εἰσάξαι πειρασόμεθα τῶν θείων Γρα φῶν· καὶ γὰρ λειμῶνι  ἔοικε τὰ ἐκεῖθεν. Ὥσπερ γὰρ ἐν τῷ λειμῶνι διάφορα  μὲν  τὰ ἄνθη,  πάντα  δὲ ἐφεξῆς  κάλ λιστα ἀνθέλκοντα  πρὸς ἑαυτὰ τῶν ὁρωμένων ἕκαστα τοῦ θεατοῦ τὴν ὄψιν· οὕτω δὴ καὶ ἐν ταῖς θείαις Γρα φαῖς ἔστιν ἰδεῖν. Καὶ γὰρ ὁ μακάριος ∆αυῒδ πρὸς ἑαυτὸν ἀνθέλκει τὴν διάνοιαν τὴν ἡμετέραν, καὶ ἡ ἀποστολικὴ ῥῆσις ἡ περὶ Τιμοθέου λεχθεῖσα· ἔτι μὴν καὶ ὁ τολμη τὴς Ἡσαΐας περὶ  τῆς  ἀνθρωπίνης  φύσεως  φιλοσοφῶν,  καὶ  ὁ  τούτων  ∆εσπότης Ἰησοῦς τοῖς μαθηταῖς διαλεγό μενος καὶ λέγων· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐρ γάται ὀλίγοι. Φέρε οὖν, εἰ δοκεῖ, ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγόντες, ἀναπτύξωμεν αὐτῆς τὰ νοήματα·  εἰ γὰρ καὶ  βραχεῖά  τίς  ἐστι τῷ  μέτρῳ,  ἀλλὰ  πέλαγος  ἡμῖν  νοημάτων δείκνυσιν  ἀχανές.  ∆ιὸ δὴ  καὶ  ἐπ' αὐτὴν  μετὰ  πολλῆς  βαδιούμεθα  τῆς  σπουδῆς. Ἐπειδὴ γὰρ εἶδε, φησὶ, τὰ πλήθη ἐσκυλμένα, λέγει τοῖς μαθηταῖς· Ὁ μὲν θερι σμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.Ποῖος θερισμὸς, εἰπέ μοι, καὶ τίνος ἕνεκεν οὕτως ὠνόμασε τὴν διδασκα λίαν ταύτην; καίτοι γε ὁ θερισμὸς τέλος ἐστὶ τοῦ πράγματος. Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας  τῆς  γῆς  καταβληθὲν  ἀπολαύσῃ νοτίδος,  εἶτα  γενόμενον  διάβροχον  καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας  πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ  τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον,  τῇ ἐκ φύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄστα χυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέ ρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι. Τότε δὴ λοιπὸν ὁ γηπόνος, δρεπάνην  ἀκονήσας, θεριστὰς καταλέγει,  καὶ συναγαγὼν  τὸν  καρπὸν  ἀποτίθεται οἴκοι. Ὅθεν δὴ τέλος παντὸς πόνου καὶ τῆς γεωργίας ἐστὶν ὁ θερισμός. Πῶς οὖν, εἰπέ μοι, θερισμὸν καλεῖ, τῶν  πραγμάτων  ἐν προοι μίοις ὄντων  ἔτι; Καὶ γὰρ ἀσέβεια πανταχοῦ   τῆς  οἰκου  μένης  ἐκράτει,  καὶ  βωμοὶ  ἀνεκαίοντο,  καὶ  εἴδωλα  προσ εκυνεῖτο,  καὶ  Ἰησοῦς ἠτιμάζετο,  καὶ  βαθεῖα  νὺξ  πάντα  κατεῖχε,  καὶ  χειμὼν  ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινο μένης, τῶν ἀγρίων πνευμάτων  διακοπτόντων  τὸν ἀνθρώ πινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων. Πανταχοῦ γὰρ πορνεία καὶ μοιχεία καὶ ἀσέλγεια· πανταχοῦ πλεονεξίαι καὶ ἁρπαγαὶ καὶ πόλεμοι· καὶ αἵματα μὲν ἐν γῇ, αἵματα δὲ ἐν θαλάττῃ, τῶν καταποντιστῶν  καὶ ἐκεῖ τοὺς φόνους εἰσαγόντων, καὶ πόλεμοι συνεχεῖς καὶ μάχαι καὶ ἐμφύλιοι σφαγαὶ καὶ φόνοι φόνων ἁπάντων ἐναγέστεροι· καὶ γὰρ τέκνα ἐσφάζετο τοῖς εἰδώλοις· καὶ ἡ φύσις ἠγνοεῖτο  καὶ ἡ συγ γένεια ἀνετρέπετο, καὶ πανταχοῦ  κρημνοὶ καὶ σκόπελοι καὶ ὕφαλοι πέτραι καὶ σπιλάδες βαρεῖαι, καὶ κυβερνή της οὐδεὶς ἄνθρωπος· μᾶλλον δὲ κυβερνῆται ὀλίγοι ἐν τῷ Ἰουδαίων ἔθνει, ὁ δὲ ἀκούων οὐδεὶς, τῶν ναυτῶν πρὸς αὑτοὺς διαστασιαζόντων, καὶ ἀλλήλους κατακοπτόν των καὶ καταποντιζόντων. Σκύθαι μὲν γὰρ καὶ Θρᾷκες καὶ Μαῦροι καὶ Ἰνδοὶ καὶ Πέρσαι καὶ Σαυρομάται, καὶ οἱ τὴν Ἑλλάδα καὶ οἱ τὴν Ἤπειρον οἰκοῦντες, καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ ὑφ' ἡλίῳ τοῖς δαίμοσιν ἐτελεῖτο,  καὶ ὑπὸ τῶν  ἀλαστόρων ἐκείνων  ἐξεβακχεύετο καὶ χώρα καὶ πόλις καὶ ἔρημος, καὶ γῆ καὶ θάλαττα, καὶ βάρβαρος καὶ Ἑλλὰς, καὶ ὄρη καὶ νάπαι καὶ βουνοί· μόνον δὲ τὸ Ἰουδαίων ἔθνος τὸ δοκοῦν εὐσεβεῖν προφήτας εἶχε  καὶ θεογνωσίας σπέρματα μικρά· ἀλλὰ καὶ ταῦτα χρόνῳ κατεχώννυτο,  καὶ οἱ διδάσκαλοι τοῦ γένους ἐκείνου κατ ήγοροι πικροὶ τῶν ἁμαρτανομένων αὐτοῖς ἐγίνοντο· καὶ τοσοῦτον ἀπεῖχον τοὺς ἄλλους παιδεύειν καὶ πρὸς εὐσέβειαν χειραγωγεῖν,  ὅτι δὴ καὶ τοῖς  ἄλλοις  σκανδάλων  αἴτιοι  τότε ἐγίνοντο·  καὶ τοῦτο δηλῶν ὁ προφήτης ἔλεγε· ∆ι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.


γʹ. Πῶς οὖν τοσούτων κατεχόντων τὴν οἰκουμένην κα κῶν, καὶ οὐδέπω τῶν σπερμάτων καταβληθέντων (παν ταχοῦ γὰρ ἄκανθαι καὶ τρίβολοι καὶ βοτάναι πονηραὶ),  οὐδέπω  τῆς  χώρας  ἐκκαθαρθείσης, οὐδὲ  ἀρότρου ἑλκυ  σθέντος,  οὐδὲ αὔλακος ἀνατμηθείσης, περὶ θερισμοῦ διαλέγεται καί φησιν· Ὁ θερισμὸς πολύς; καὶ τίνος ἕνεκεν  οὕτω καλεῖ τὸ Εὐαγγέλιον; Τίνος ἕνεκεν; ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς παντα χοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυ βεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζε σθαι Καὶ λέγειν· Καὶ πῶς ἂν γένοιτο δυνατὸν ἕνδεκα ὄν τας (ὁ γὰρ εἷς θηριάλωτος γέγονεν), ἰδιώτας, ἀγραμ μάτους,  πένητας,  ἀσήμους, γυμνοὺς,  μονοχίτωνας,   ἀνυποδέτους,  μὴ  ζώνην,  μὴ ῥάβδον, μὴ ὀβολὸν ἐπιφερομέ νους, διιέναι τὴν οἰκουμένην ἅπασαν τὴν οὕτω διακει μένην, καὶ τῆς μὲν παλαιᾶς ἀποσπᾷν συνηθείας, εἰς τὰ τῆς νέας δὲ δόγματα εἰσάγειν αὐτοὺς, καὶ ξένην  τινὰ  διδασκαλίαν  αὐτοῖς  ἐνηχεῖν;  πότε γὰρ ἀνασπάσομεν τὰς ἀκάνθας; πότε κατασπείρομεν τὰ σπέρματα; πότε γεωργήσομεν αὐτῶν τὴν διάνοιαν; πότε ἀναδοθήσεται ὁ σπόρος; τίς δὲ ἡμᾶς οὐ διασπάσεται; τίς δὲ οὐ κατακρη μνίσει; πῶς   ὅλως   δυνησόμεθα  διᾶραι  στόμα,  στῆναι,  διαλεχθῆναι,   φανῆναι   μυριάσι τοσαύταις; πῶς καταλύ σομεν τυράννων  θυμὸν, δήμων ἐπαναστάσεις, φιλοσόφων κατασκευὰς, ῥητόρων δεινότητα, προλήψεως τυραννίδα, συνηθείας παλαιᾶς ἰσχὺν, δαιμόνων  ἐπιβουλὰς,  ψυχὰς  μυρίοις  νοσήμασι προκατειλημμένας;  ἡμεῖς  οὖν  οἱ ἕνδεκα τοὺς εἰς τὴν οἰκουμένην ἅπαντας πῶς διορθώσο μεν, οἱ ἰδιῶται τοὺς σοφοὺς, οἱ γυμνοὶ τοὺς ὡπλισμένους, οἱ ἀρχόμενοι τοὺς ἄρχοντας, οἱ μίαν γλῶτταν  κεκτη μένοι πρὸς μυρίας φωνὰς διαλεγόμενοι, καὶ ἔθνη βάρ βαρα καὶ ἀλλόγλωσσα; τίς δὲ ἡμῶν ἀνέξεται, ὧν μηδὲ τῆς φωνῆς ἐπακούειν δύναιτ' ἄν; ἵνα μὴ ταῦτα λογιζό μενοι θορυβῶνται,  θερισμὸν τὸ Εὐαγγέλιον  ἐκάλεσε, μονονουχὶ  λέγων·  Πάντα ηὐτρέπισται,  πάντα  παρεσκεύα  σται·  πρὸς  ἑτοίμην  ὑμᾶς  τῶν   καρπῶν   πέμπω συλλογήν· ἐν τῇ αὐτῇ ἡμέρᾳ καὶ σπείρειν καὶ θερίζειν  δυνήσεσθε. Ὥσπερ οὖν ὁ γηπόνος   πρὸς   ἄμητον   ἐξιὼν   χαίρει   καὶ   φαι   δρός   ἐστι   καὶ   γέγηθεν,   οὐκ ἀναλογιζόμενος πόνους, οὔτε δυσκολίαν τινὰ, ἀλλ' ὡς ἐπὶ πρόσοδον ἑτοίμην ἐπειγόμενος, καὶ ἐπὶ τῶν ἐνιαυσίων καρπῶν τρέχων, καὶ οὐδὲν οὐδα μοῦ κώλυμα, οὐδὲν ἐμπόδιον, οὐδεμία τοῦ μέλλοντος ἀδηλία, ἐπομβρίαι, χάλαζαι καὶ αὐχμοὶ, καὶ τὸ  πονηρὸν  τῶν  ἀκρίδων  στρατόπεδον· ὁ  γὰρ  τοῦ  θερίζειν  ἁπτόμε  νος,  οὐδὲν ὑφορᾶται  τοιοῦτον·  διὰ  δὴ  τοῦτο  καὶ  χορεύον  τες  καὶ  σκιρτῶντες  τῶν  πόνων ἅπτονται· οὕτω δὴ καὶ ὑμᾶς, καὶ πολλῷ  πλέον, μετὰ πολλῆς  τῆς ἡδονῆς εἰς τὴν οἰκουμένην  ἐξιέναι  ἀναγκαῖον.  Θερισμὸς γάρ  ἐστι τὸ  πρᾶγμα,  θερισμὸς πολλὴν εὐκολίαν ἔχων, θερισμὸς παρεσκευασμένα παρέχων ὑμῖν τὰ λήϊα· εἰπεῖν δεῖ μό νον, οὐ καμεῖν. ∆ανείσατέ μοι, φησὶ, τὴν γλῶτταν, καὶ ὄψεσθε τὸν καρπὸν ὥριμον εἰς τὰ βασιλικὰ σιτο  δοχεῖα εἰσαγόμενον.


∆ιὰ δὴ τοῦτο καὶ μετὰ ταῦτα πέμ πων αὐτοὺς ἔλεγεν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἦν ὁ τὰ δύσκολα ῥᾴδια ποιῶν, καὶ ὅπερ ὁ προφήτης ἔλεγεν, ὅτι Ἐγὼ ἔμπροσθέν σου πορεύομαι καὶ ὄρη ὁμαλιῶ· ταῦτα  ἐπὶ  τῶν  ἀποστόλων  αἰσθητῶς  συν έβαινε· προωδοποίει  γὰρ αὐτοῖς ὁ Χριστὸς καὶ ῥᾳδίαν ἐποίει τὴν ὁδόν. Τοῦτο καὶ ὁ μεγαλοφωνότατος  Ἡσαΐας δηλῶν  ἔλεγε·  Πᾶσα φάραγξ  πληρωθήσεται,  καὶ  πᾶν  ὄρος καὶ  βουνὸς ταπεινωθήσεται·  οὐ περὶ ὀρῶν λέ γων καὶ βουνῶν· οὐδὲ γὰρ συνέβη τοῦτο· ἀλλὰ τοὺς  ἀπο  νενοημένους  καὶ  φυσωμένους  καὶ  μεγαλοφρονοῦντας   τῷ  τῶν  ὀρῶν ὀνόματι καλῶν. Ἀλλ' ἐταπείνωσε πάντας ὁ Χριστὸς ταπεινότητα  ὕψους γέμουσαν, καὶ τὰ ὄρη πεδία ἐποίησεν· οὕτω δὲ καλεῖ τοὺς ἀπονενοημένους,  οὐ διὰ τὸ ὕψος αὐτῶν τῆς διανοίας, ἀλλὰ διὰ τὸ ἄκαρπον τῆς ἀπονοίας, καὶ τὸ ἄγονον τῆς ψυχῆς, καὶ τὸ ἀναίσθητον τῶν λόγων. Ὥσπερ γὰρ τὸ ὄρος οὐκ ἂν ἐνέγκῃ καρ πὸν, οὕτως οὐδὲ ἀπόνοια· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον. Τὸ μὲν γὰρ ὄρος
οὐκ ἂν ἐνέγκῃ καρπὸν, ἡ δὲ ἀπόνοια οὐ μόνον οὐ δίδωσί τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα καταμαραίνει καὶ τὸν βλαστήσαντα ξηραίνει· ὥσπερ οὖν ἡ ταπεινοφροσύνη οὐ μόνον θάλπει τὸν ὄντα, ἀλλὰ καὶ τὸν οὐκ ὄντα τίκτειν εἴωθε. δʹ. Καὶ τῶν εἰρημένων μέγιστα παραδείγματα ὅ τε φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ ἀνελθὼν μετὰ ἀπο νοίας, οὐ μόνον οὐκ ἔτεκέ τινα καρπὸν, ἀλλὰ καὶ τὸν ὄντα  ἀπώλεσε· ὁ δὲ τελώνης  ἔρημος ὢν  καὶ οὐδὲν  ἀγα θὸν  ἔχων,  ποιεῖ  ἑαυτῷ κατόρθωμα· ἐπειδὴ γὰρ μόνον ἐστέναξε καὶ κάτω κύψας ἑαυτὸν ἐταλάνισε, κατῆλθε πολλῇ βρύων τῇ δικαιοσύνῃ καὶ παραδραμὼν κατὰ τοῦτο τὸν φαρισαῖον. Ἵνα δὲ καὶ ἀπ' αὐτῶν ἴδητε τῶν πραγ μάτων, καὶ ἐπὶ ὡρισμένων προσώπων μάθητε ποῦ ὄρος καὶ βουνὸν ἐταπείνωσεν ὁ Χριστὸς, εἰσαγέτω πάλιν ἡμῖν τὸν Παῦλον ὁ λόγος. Οὗτος γὰρ ὁ σκηνοποιὸς (ἡδέως γὰρ τὴν τέχνην  αὐτοῦ περιστρέφω, ἵνα μάθῃς ὅτι οὐκ ὄνειδος  ἡ τέχνη,  ἀλλ' ἡ ἀργία κατηγορία  καὶ ἔγκλημα)· οὗτος τοίνυν  ὁ Παῦλος, γενόμενος ἐν Σαλα μῖνι, συνέτυχέ τινι ἀνθυπάτῳ καὶ μάγῳ μετ' ἐκείνου. ∆ιπλοῦς ὁ κρημνὸς, ἥ τε ἀπὸ τῆς ἀρχῆς ἀπόνοια, ἥ τε ἀπὸ τοῦ μάγου διδασκαλία. Καὶ ἐπειδὴ ἑώρα  τὸ  μιαρὸν  ἐκεῖνο  καὶ  ἀναίσχυντον   θηρίον  ἐμποδίζον  τῷ  ἀνθυπάτῳ  καὶ διακόπτον αὐτοῦ τὴν διδασκαλίαν, ἄκουσον τί φησι πλησθεὶς Πνεύματος ἁγίου· Ὢ παντὸς δόλου καὶ πά σης ῥᾳδιουργίας γέμων, υἱὲ διαβόλου.Οὐ γὰρ τὸ ὑβρίζειν πανταχοῦ κακὸν, ἀλλὰ τὸ εἰκῆ ὑβρίζειν· τούτῳ γὰρ καὶ κόλασιν ὁ Χριστὸς ἔθηκεν· ὡς ὅ γε μετὰ και ροῦ τοῦ προσήκοντος τοῦτο ποιῶν,ἰατρὸν  μιμεῖται  τέμνοντα  μετὰ  τοῦ  καιροῦ  τοῦ  προσήκοντος, καὶ  τῇ  τομῇ  τὴν σηπεδόνα ἐκβάλλοντα.  Τοῦτο δὴ καὶ ὁ Παῦλος ποιεῖ· Οὐ παύσῃ διαστρέφων  τὰς ὁδοὺς τοῦ Κυρίου τὰς εὐθείας; Ἀλλ' οὐκ ἀνέχεταί  σου τῶν  ῥημάτων,  ὦ Παῦλε· ἐπάγαγέ  τινα  συλλογισμὸν  ἀποστολικὸν,  ἀπό  στρεψον  τὴν  γλῶτταν,  ἔμφραξον αὐτοῦ τὸ στόμα, στῆσον τὰ πονηρὰ ῥεύματα. Τί οὖν ποιεῖ; ∆εικνὺς ὅτι οὐ πρὸς τοὺς ἀνθρώπους  ὁ πόλεμος αὐτῷ, φησί· Καὶ νῦν  ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Αὐτὸς γὰρ ὁ εἰπὼν,  Μεθ'  ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, παρῆν καὶ τῷ Παύλῳ τότε, καὶ ταύτην ἔχων  τὴν  ὑπόσχεσιν  καλεῖ  τε  αὐτὸν  καὶ   ἀξιοῖ  γενέσθαι  τιμωρὸν,  καὶ συνεφάψασθαι τῶν προκει μένων, καὶ τὰ κωλύματα ἀνασπάσαι. Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ. Πόση τοῦ Χριστοῦ ἡ συγκατάβα σις· πόση τοῦ Παύλου ἡ παῤῥησία· πῶς ἐν ἀποφάσει τὴν πληγὴν ἐπάγει, καὶ ὁ Χριστὸς εὐθέως ἐπινεύει τῷ λεγομένῳ. Τί ἐστιΧεὶρ Κυρίου; ∆ύναμις  ἐναντία  πλη  κτική.  Παρῆν γὰρ αὐτοῖς  πανταχοῦ,  ἑτοίμως ὑπακούων, καὶ θερισμὸν τὸ πρᾶγμα ποιῶν, οὐκ ἀφιεὶς πονεῖν οὐδὲ ταλαιπωρεῖσθαι, ἀλλὰ τὰ παρ' ἑαυτοῦ συνεισάγων. Καὶ ἔστη τυφλὸς, μὴ βλέπων ἕως καιροῦ. Εἶδες καὶτὴν τιμωρίαν μετὰ φιλανθρωπίας; νουθεσία γὰρ, οὐ κόλα σις ἡ ἀπόφασις, διόρθωσις,οὐκ ἀφανισμός. ∆ιὰ δὴ τοῦτο οὐ χεῖρα ἐξήρανεν, οὐ γλῶτταν  τὰ πονηρὰ ῥήματα φθεγγομένην  ἐξέκοψεν, οὐ σκέλη ἐπήρωσεν, ἀλλὰ τοὺς ὀφθαλμοὺς αὐτούς. Ἐπειδὴ γὰρ αὐτὸς ἐντεῦθεν  ἰάθη καὶ τῆς πεπλανημένης  ὁδοῦ καὶ τῶν  δρόμων ἀπηλλάγη τῶν βλαβερῶν, καὶ τούτῳ τὸ αὐτὸ φάρμακον ἐπιτίθησι, μονονουχὶ λέγων· Ἔτρεχον κἀγὼ  κακῶς, καὶ ἔβλεπον  θανάσιμα· διὰ τοῦτο ἐπηρώθην  καλῶς,  ἵνα ἀναβλέψω ἄμεινον· τοῦτο καὶ σοὶ τὸ φάρμακον ἐπιτίθημι  καὶ πηρῶ τοὺς ἔξωθεν ὀφθαλμοὺς, ἵνα ἀνοίξω τὰ ἔνδοθεν ὄμματα.Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγενημένον, ἐπί στευσεν. Εἶδες τὸ ὄρος ἰσόπεδον γενόμενον, καὶ τὸν βου νὸν ταπεινωθέντα,  καὶ τὸν θερισμὸν ἀπαρτισθέντα, καὶ τὸν ἄμητον παρεσκευασμένον, καὶ τὸν καρπὸν ὥριμον συναγόμενον, καὶ τὸν Παῦλον οὐδὲν καμόντα οὐδὲ ταλαι πωρηθέντα, ἀλλὰ ῥήματι ψιλῷ  σαγηνεύσαντα τὸν ἀνθ ύπατον;  ∆ιὰ  τοῦτο  θερισμὸν  τὸ  Εὐαγγέλιον  καλεῖ,  διὰ  τὴν  ταχυτῆτα  καὶ  τὴν εὐκολίαν, ἣν αὐτοῖς παρεῖχεν. Οὕτω καὶ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος καὶ ἀλλό φυλος καὶ ἐν δυναστείᾳ μεγάλῃ καθεστὼς, ἐσαγηνεύετο, οὐδὲ ἐκεῖ χρόνου τινὸς ἢ πόνου δαπανηθέντος· ὁμοῦ τε γὰρ ἐπέβη τοῦ ἅρματος καὶ κατηχεῖν ἤρξατο· μᾶλλον δὲ πρὸ τῆς ἐπιβάσεως ἐκεῖνο θαύμασον, πῶς ὁ βάρβαρος καὶ ἀλλόφυλος καὶ φλεγμαίνων ἀπὸ τῆς δυναστείας (οὐ γὰρ μικρὰν ἀρχὴν μετεχείριζε), τὸν πένητα, τὸν πτω χὸν, τὸν ἀγνῶτα, τὸν οὐδέποτε αὐτῷ οὔτε εἰς ὄψιν οὔτε εἰς συνουσίαν ἐλθόντα, τότε πρῶτον φανέντα, τοῦτον καὶ ἐκάλεσε καὶ ἀνεβίβασε καὶ ἑαυτῷ συνεκάθισε. Τίς ταῦτα εἰργάσατο; Ἐκεῖνος ὁ εἰπὼν, Ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἐκεῖνος ἡμερωτέραν τὴν πρόσοδον ἐποίησε, καὶ βάρβα ρον φιλοσοφεῖν παρεσκεύασε, καὶ τὸ ὄρος ἐταπείνωσε, καὶ τὸν ἀγνῶτα γνωρίμου παντὸς οἰκειότερον κατέστησε. Μὴ δὴ παραδράμῃς ἁπλῶς, μηδὲ ἱστορίαν τὸ πρᾶγμα νομίσῃς ψιλὴν, ἀλλ' ἐννόησον τὸ μέγεθος τοῦ κατορθώ ματος. Εἰ γὰρ οἱ νῦν ἄρχοντες, πιστοί τε ὄντες καὶ ταπεινοφρονεῖν  παιδευόμενοι  καὶ οὐδὲν βάρβαρον ἔχον τες, οὐκ ἂν ἕλοιντο, οὐ λέγω ἀγνῶτα  καὶ ξένον, ἀλλὰ τῶν γνωρίμων  τινὰ ταχέως ἐπ' ἀγορᾶς αὐτοῖς  συ γκαθίσαι· πῶς  ἐκεῖνος  τὸν  ξένον; οὐ γὰρ παύσομαι ταῦτα  λέγων·  τὸν ξένον, τὸν οὐδέποτε φανέντα,  τὸν εὐτελῆ, τὸν  εὐκαταφρόνητον  ἀπὸ τῆς ὄψεως, τοῦτον καὶ ἀνεβί βασε καὶ ἐκάθισε. καὶ τῇ γλώττῃ τῇ ἐκείνου τὴν ἑαυτοῦ σωτηρίαν ἐξέδωκε, καὶ μαθητὴς γενέσθαι ἠνέσχετο καὶ παρακαλεῖ καὶ δεῖται καὶ ἱκετεύει,∆έομαί σου, λέγων,  περὶ τίνος ὁ προφήτης  λέγει τοῦτο; καὶ δέ χεται μετὰ πολλῆς προσοχῆς τὰ λεγόμενα. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δεξάμενος οὐκ ἠμέλησεν, οὐκ ἀνεβάλετο. οὐκ εἶπεν, Εἰς τὴν πατρίδα ἐπανέλθω τὴν ἐμαυτοῦ, ἴδω τοὺς φίλους, τοὺς οἰκείους καὶ συγγενεῖς, ὃ πολλοὶ τῶν  Χριστιανῶν λέγουσι νῦν ἐπὶ βάπτισμα καλούμενοι· Ἐπαν  έλθω εἰς τὴν πατρίδα, ἴδω τὴν γυναῖκα, ἴδω τὰ παιδία μετὰ τῶν ἐμῶν συγγενῶν· παρόντων ἐκείνων καὶ συνεορταζόντων ἐμοὶ, οὕτως ἀπολαύσομαι τοῦ βαπτίσματος, οὕτω μεθέξω τῆς χάριτος. Ἀλλ' οὐχ ὁ βάρβαρος τότε ἐκεῖνος ταῦτα εἶπε τὰ ῥήματα, καὶ ταῦτα Ἰουδαῖος ὢν καὶ πολλὴν τῶν τόπων ποιεῖν τὴν παρατήρησιν πεπαιδευμένος,  καὶ μάλιστα συνεχῶς  ἐνηχοῦντος  αὐτῷ, ὅτι δεῖ τηρεῖν τοῦ τόπου τὴν φυλακὴν, καὶ διὰ τοῦτο μακρὰν ἀποδημίαν στειλάμενος, ἵνα ἐν  τῷ  τόπῳ  ᾧ  ἐκέλευσεν  ὁ Θεὸς προσκυνήσῃ· ἀλλ' ἀθρόον  πᾶσαν ἐκείνην  τὴν συνήθειαν ἐκβαλὼν καὶ ἀποστὰς τῆς τοιαύτης παρατηρήσεως· ἐπειδὴ ἀπηρτίσθη ὁ λόγος, καὶ πηγὴν εἶδε παρὰ τὴν ὁδὸν, φησίν· Ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι; Εἶδες τὸν θερισμὸν πάλιν  ἀπαρτιζόμενον; εἶδες οὐδένα χρόνον ἀναλωθέντα,  ἀλλ' ὁμοῦ τὴν γῆν δεξαμένην, καὶ τὸν στάχυν κομῶντα ἐκβαλοῦσαν, καὶ πέπειρον τὸν βότρυν γενόμενον; Ἰδοὺ ὕδωρ, φησίν. Οὐ τοίχους ἐζήτησεν, οὐκ ὄροφον χρυσοῦν, οὐχ  ἱματίων  κατασκευὴν,  οὐχ  ὑποδήματα·  ἀλλ'  ἐπειδὴ  γνώμην  εἶχε παρεσκευασμένην καὶ ἔζεε τῷ πόθῳ καὶ ἀνήφθη τῇ προθυμίᾳ, ἐπὶ τὴν χάριν εὐθέως ἔδραμε, καὶ κατεπείγει τὸν διδάσκαλον πρὸς τὴν μυσταγωγίαν αὐτὸν χειραγωγῆσαι, καὶ  μεταδοῦναι  τῶν  ἀθανάτων  ἐκείνων  καὶ  φρικτῶν  μυστηρίων.  ∆ιὸ κἀκεῖνος εὐθέως  ἐπένευσε, τὴν  προθυμίαν  ἀποδεξάμενος, καὶ ἐβάπτισεν αὐτόν.  ∆ιὰ τοῦτο θερισμὸν τὸ Εὐαγγέλιον καλεῖ, διὰ τὴν εὐκολίαν ἣν παρεῖχεν αὐτοῖς. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι προσεῖχον τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· καὶ γὰρ ὁ Κύριος διήνοιξε  τὴν  καρδίαν  αὐτῶν  προσέχειν  τοῖς  λαλουμένοις  ὑπ'  αὐτοῦ.  Ὅταν  δὲ ἀκούσῃς, ὅτι ὄρη ταπεινοῖ, καὶ θερισμὸν ἐργάζεται, καὶ ὥριμον ποιεῖ τὸν καρπὸν, καὶ πολλὴν κατασκευάζει τὴν εὐκολίαν, μὴ ἀποστε  ρήσῃς τοὺς πιστεύοντας τῶν μεγίστων κατορθωμάτων· οὐδὲ γὰρ ἐβιάζετο τὴν ἐλευθερίαν τῆς γνώμης, οὐδὲ ἐλυμαίνετο τὸ αὐτεξούσιον, ἀλλὰ συνέπραττε καὶ ἐβοήθει καὶ χεῖρα ὤρεγεν.Εἰ γὰρ τὸ πᾶν αὐτοῦ ἦν, οὐδὲν ἐκώλυεν  ἅπαντας σώζεσθαι· νῦν δὲ τὸ μὲν αὐτοῦ  ἐγίνετο,  τὸ δὲ τῶν  προσιόντων·  τῶν  μὲν  προσιόντων  τὸ βουληθῆναι  καὶ ἑλέσθαι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν προθυμίαν καὶ γενναίαν τὴν πίστιν, τοῦ δὲ τὸ παρέχειν τὰ δῶρα, καὶ εὔσημον ποιῆσαι τὸν λόγον καὶ σαφῆ τὴν διδασκαλίαν, καὶ τὰσπέρματα καταβαλεῖν, καὶ βοηθῆσαι πρὸς τὸ ὥριμον γενέσθαι τὴν ἀκρόασιν. Ταῦτ' οὖν  ἅπαντα  ἐννοοῦντες,   καὶ  εἰς  τὸν  ὑπὲρ  τῆς  ἀρετῆς  πόνον  αὐτὸν  λάβωμεν σύμμαχον καὶ βοηθὸν, τὰ παρ' ἑαυτῶν πάντα εἰσφέροντες. Εἰ γὰρ πρᾶγμα τοσαύτην ἔχον δυσκολίαν, οὕτω ῥᾳδίως κατώρθωσεν, οὐκ ἐν μιᾷ καὶ δύο καὶ εἴκοσι πόλεσιν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, λέγω δὴ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν, καὶ εἰς ὅσην ἥλιος  ἐφορᾷ  γῆν  ἅπασα αὕτη  κατέσπαρται καὶ  βρύει τῷ  καλλίστῳ  τούτῳ καρπῷ· εὔδηλον ὅτι καὶ εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας συνεφάψεται ἡμῖν, μόνον ἐὰν μὴ ὕπτιοι καὶ ἀναπεπτωκότες ὦμεν ἡμεῖς, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέρωμεν, προθυμίαν,  σπουδὴν, βούλησιν, γνώμην,  ἀγρυπνίαν,  φροντίδα,  τὸ τῶν  βιωτικῶν ἀπαλλαχθῆναι  πραγμάτων, τὸ ζητεῖν τὰ μέλλοντα, τὸ καθ' ἑκάστην ἡμέραν αὐτῶν ἐρᾷν. Ἂν γὰρ ταῦτα μετὰ ἀκριβείας παρέχωμεν, καὶ τὰ παρ' αὐτοῦ πάντα ἕψεται· καὶ γενομένων  ἐκείνων  τευξόμεθα τῶν  οὐρανίων  ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |