ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.




Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς. Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα.


Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνατροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κακοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κληρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Ἀλλ' ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιοσύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρτίας ἀνήλωσεν. Ὁ δρυμὸς παράδεισος γέγονεν, ἡ λέαινα ἀρνίον, ἡ δυσωδία μύρον, ἡ ἀπώλεια θησαυρὸς, ἡ κορώνη περιστερὰ, ἡ πόρνη παρθένος, ἀδελφὴ Χριστοῦ, νύμφη τοῦ Λόγου. Στᾶσα γὰρ ὄπισθεν τοῦ Ἰησοῦ ἡ τῆς αἱμοῤῥοούσης μαθήτρια, δάκρυσι τοὺς πόδας ἔβρεξε, καὶ ταῖς θριξὶν ἐξέμαξε, καὶ τοῖς χείλεσικατεφίλει τὰ ἴχνη, καὶ μύρῳ πολυτίμῳ ἤλειφεν.Ὅλα τὰ ὅπλα τῆς ἁμαρτίας τῷ βασιλεῖ προσήνεγκεν, εἰρήνην αἰτῶν· καὶ τὴν πανοπλίαν τῶν κακῶν τοῖς ποσὶ τοῦ ∆εσπότου προσήγαγε. Καὶ ἐπειδὴ πάλαι ἠναγκασμένοις δάκρυσι πολλοὺς εἰς πάθος ἐξέλυσεν, ἀληθινοῖς νῦν δάκρυσι τὸν ∆εσπότην δυσωπήσασα, ἑαυτὴν ἀπέλυσε· καὶ ἡ τὰς τρίχας κακομηχάνως πλέξασα, καὶ ἀσέμνως πυργώσασα ταῖς θριξὶν ὡς ὀθόνῃ, τοῦ Χριστοῦ τοὺς πόδας ἐξέμασσεν οὐ τὸν ∆εσπότην λευκαίνουσα, ἀλλ' ἑαυτὴν ἁγιάζουσα. Ἐξωμολογεῖτο γὰρ διὰ τῶν τριχῶν, ὅσους δι' αὐτῶν ἀγκιστρεύσασα εἰς θάνατον ἡλίευσε. Καὶ μύρῳ ἤλειφε πολυτίμῳ. ∆ιὰ τί; Ἐπειδὴ πάλαι μυριζομένη πολλοὺς ἐβορβόρωσεν· ὁμοίως καὶ τοῖς ἀρώμασι κακῶς χρησαμένη, εἰς κύνας ῥινηλάτας τοὺς ἐραστὰς μετεσκεύαζε. Νῦν δὲ τῷ μύρῳ καλῶς χρησαμένη, καὶ τῷ ἀληθινῷ τὸ μύρον προσκομίσασα, τὰ σατανικὰ μυρίσματα ἀπενίψατο. Εἶτα ὡς ὁ Κύριος αὐτὴν προσεδέξατο ταῦτα πράττουσαν, ὁ Σίμων ἐψιθύριζε, ∆εσποτικῆς ἀγαθότητος λογοθέτης γινόμενος. Λέγει αὐτῷ ∆εσπότης· Σίμων, ὁ ἐπὶ τιμῇ καλέσας με, καὶ ἀτιμάσας με, ὡς οὐ προσεδόκησα· ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, –σὺ ὁ Φαρισαῖος, ὁ βαρύτερα, καὶ πλείονα ἔχων τὰ ψυχικὰ ἁμαρτήματα· Ἐπειδὴ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· –ὁ δὲ ἕτερος πεντήκοντα, ὁ ὑπεύθυνος τῆς πόρνης τρόπος.

Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Τὸ τῆς ἁμαρτίας κατὰ τῆς ἁμαρτίας ἀντέστραπται τέχνημα. Τέχνη μὲν γὰρ τῆς ἁμαρτίας σταυρὸς, καὶ τὸ σῶμα θανάτῳ περιβαλεῖν ἀναμάρτητον· γέγονε δὲ ὁ σταυρὸς τῇ σταυρωθείσῃ σαρκὶ τῆς εἰς οὐρανὸν ἀνόδου μηχάνημα, καὶ τὸ περὶ τῆς ἁμαρτίας ῥηθὲν μεταβέβληται. Πρότερον μὲν γὰρ ὁ Παῦλος ἐκήρυττεν, Ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι' αὐτῆς ἀπέκτεινε· νῦν δὲ τῆς δικαιοσύνης τὸ ῥῆμα μηχανήματι πρέπον· ἡ γὰρ δικαιοσύνη ἀφορμὴν λαβοῦσα διὰ τῆς ἁμαρτίας, ἐξηπάτησεν αὐτὴν καὶ ἀπέκτεινε. Τοῦτο τὸν Παῦλον ἐκπλῆξαν, εἰς ἐκείνην τὴν φωνὴν ἐνεκίνησε, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον. Ἀνάστασις γὰρ ἐν τῷ σταυρῷ κεκρυμμένη, γέννησις δὲ ἀθανάτου ζωῆς· ἀθανασίαν ἀνθήσασαν τικτόμενος ἐξ ᾅδου τοῖς ἀνθρώποις ὁ βασιλεύς. Ἀληθῶς μυστήριον παμμέγα. Πῶς οὖν γνωστὸν τὸ μυστήριον; Ἐφανερώθη, φησὶν, ἐν σαρκί. Καὶ τίς ἡ φανέρωσις; Ἐδικαιώθη ἐν πνεύματι. Ποῖον τὸ τῆς δικαιοσύνης τεκμήριον; Ὤφθη ἀγγέλοις. Ἔγνωσαν ἄγγελοι, φησὶ, τὴν τοῦ φανέντος ἀξίαν· προσῆλθον καὶ διηκόνουν αὐτῷ.Ἀξιόπιστοι μὲν, Παῦλε, τῆς δικαιοσύνης οἱ θεσπισταὶ, καὶ τὴν τοῦ Χριστοῦ σεμνύνουσι δύναμιν· δεῖξον μέντοι ἀνθρώποις τῆς ἰσχύος τῆς ἐκείνου σημεῖον.Ἐκηρύχθη, φησὶν, ἐν ἔθνεσιν. Ἔδραμε λόγος περὶ αὐτοῦ θεολόγος, καὶ ταῦτα παρὰ πάντων ἐμποδιζόμενος· ἐπλατύνθη κωλυόμενον κήρυγμα. Τί οὖν εἰ μέχρις ἀκοῆς τὸ κηρυττόμενόν ἐστι, καὶ κηρυχθὲν ἔθνεσι γέγονε τοῖς ἀκούσασι λῆρος; Ἐκηρύχθη, φησὶ, καὶ ἐπιστεύθη ἐν κόσμῳ. Εἶτα καὶ τούτου πιστευθέντος δεικνὺς ἀκώλυτον, Ἀνελήφθη, φησὶν, ἐν δόξῃ. Ἐκηρύχθη ἡ τῆς Ἐκκλησίας ἰσχὺς, μᾶλλον δὲ πάσης ὁμοῦ τῆς οἰκουμένης ἐπίστασις. Κοινὴ γὰρ τῆς τῶν ἀνθρώπων φύσεως βοήθεια, ἡ σήμερον ἀνθρωπότης ἀναληφθεῖσα· τὰ γὰρ τῶν κολάσεων μετ' αὐτὴν μετριώτερα. Καί μοι σκόπει τὰς παλαιὰς τῶν ἀνθρώπων ἐκ Θεοῦ τιμωρίας, καὶ τὸ τῆς ἀναλήψεως εὑρήσεις δημωφελές. Ἐξ ἑνὸς ἁμαρτήματος ἔῤῥιπτο προσκρούσας Ἀδάμ· μακρῷ σώματος τρόμῳ κατεκέκριτο Κάϊν· ἔβρεξε πῦρ οὐρανὸς, ὡς σηπεδόνα τῆς γῆς, καυστηριάζων τὰ Σόδομα· μετεπλάττετο πρὸς στήλην γυνὴ δρόμου παραχαράξασα νόμον. Αἱ δὲ εἰς δήμους ὁποῖαι διαφοραὶ, ἄκουσον τῆς Γραφῆς, ὡς θρηνῳδίᾳ διηγουμένης· Ἐπείρασαν, φησὶ, τὸν Θεὸν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Ἐγόγγυσαν, φησὶ, καὶ ἀπώλοντο ἀπὸ τοῦ ὀλοθρευτοῦ. Ἐπόρνευσαν, φησὶ, καὶ ἔπεσαν ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Ἔδωκε, φησὶ, Κύριος θάνατον ἐπὶ Ἰσραὴλ ἀπὸ πρωΐθεν, καὶ ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. Τί ἄν σοι τὰς τοῦ Θεοῦ πρὸς βασιλέα τότε διηγοίμην προτάσεις; Τάδε λέγει Κύριος, φησίν· Αἴτησαι σεαυτῷ τρία ἔτη λιμὸν ἐπὶ τὴν γῆν, ἢ τρεῖς μῆνας τοὺς ἐχθρούς σου καταδιώκειν σε, ἢ τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου. Τραγῳδοῦσι καὶ γραφεῖς Ἑλλήνων τὴν τῶν παλαιῶν χρόνων κακοπραγίαν, κατακλυσμῶν ἀμετρίαν, ὑπερβολὴν ἐκπυρώσεως, πολυετίαν λιμῶν, σεισμῶν ὄλεθρον πάνδημον, αἱμάτων ἐμφυλίους ἐκχύσεις, κύματα πολέμων ἐπαλλήλων. Οὐκ ἦν τότε τῶν ἐξ οὐρανοῦ καὶ γῆς παρατάξεων, οὐχ Ἕλλησιν, οὐ βαρβάροις, οὐκ Ἰουδαίοις εἰρήνη. Ἔμενε γὰρ τὸν εἰρηνοποιοῦντα τὰ ἄνω καὶ τὰ κάτω μεσίτην· περὶ οὗ Παῦλός φησιν· Αὐτός ἐστιν εἰρήνη ἡμῶν, ὁ κωλύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Πόσοι νῦν Σοδομιτῶν ἀσελγέστεροι; καὶ πῦρ ἐπ' αὐτοὺς ὁ ἀὴρ, ὡς τὸ πρὶν, οὐκ ἐκχέει.Ἐδέξατο γὰρ τὸν τῆς εἰρήνης περιόντα μεσίτην καὶ τῷ τῶν ἀνθρώπων προημέρωσε γένει. Πόσοι τῆς ἐπὶ τοῦ Νῶε γενεᾶς μοχθηρότεροι; καὶ κατακλυσμῷ τούτους οὐκ ἐκπλύνει οὐρανός. Πόσοι τῆς Κάϊν θηριωδέστεροι γνώμης; καὶ τοῖς τοῦ Κάϊν αὐτοὺς οὐ τιμωρεῖται ὁ Θεός. Ὅταν γὰρ παροξυνθῇ παρ' ἡμῶν, πρὸς τὴν σύνθρονον ἰδὼν ἀπαρχὴν, διαλλάττεται· ὅταν τοῖς κάτω θυμωθῇ παροινοῦσι, τὴν ἄμωμον ἀνθρωπότητα βλέπων ἐκ δεξιῶν, δυσωπεῖται· ὅταν κινήσῃ τὴν ὀργὴν τὸ κάτω πονηρευόμενον γένος, ἄνω πραΰνει τὸν θυμὸν ὁ τοῦ γένους συγγενὴς συγκαθήμενος. Τοῦτό σοι Παῦλος γυμνῶν, Χριστὸς, φησὶν, ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, οὐχ ὡς χρώμενος δικαζομένου φωναῖς· εἰς βασιλείαν γὰρ ἀνῆλθεν ὁ Χριστός· οὐκ ἰδικὴν, ἀλλ' αὐτὴν τῆς ἀπαρχῆς τὴν ἀνάληψιν εἰς ἐντυχίαν ἐσχημάτισε Παῦλος τὰς διαλλαγὰς ἐκδικοῦσαν. Ὢ τῆς φρικτῆς σήμερον θεωρίας τοῖς δαίμοσι! φρικτὴν γὰρ αὐτοῖς θεωρίαν ἑώρων, ἀνθρώπου κατὰ τὸ φαινόμενον φύσιν, ὁδοιπόρον ἀέρος, ὑψηλοτέραν αὐτῶν ἀναβαίνουσαν, ἀνωτέραν οὐρανοῦ γενομένην. Ἀλλ' ἐκεῖνοι μὲν ἔστενον, ἄγγελοι δὲ τοῖς μαθηταῖς παριστάντες περιχαρῶς ἐπεβόων· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς οὐρανόν. Τὸ τῆς ἀναλήψεως πιστοῦται μυστήριον.Ἔμενον γὰρ οἱ μαθηταὶ πρὸς οὐρανὸν κεχηνότες καὶ συντεταγμένοι τῷ βλέμματι· τῆς σαρκὸς δὲ κατὰ μικρὸν ὑψηλοτέρας τῶν ὀφθαλμῶν γενομένης, ἐσείοντο λογισμοῖς ἀπορίας. Οὐδαμοῦ, φησὶ, τὸ θεωρούμενον σῶμα· τάχα σχήματος ἁπλῶς ἡ ἀνάληψις· τάχα φαντασίας θέα· τάχα πλάνην ὑπεμείναμεν βλέμματος· ἢ πλάνην μὲν ἡμεῖς οὐχ ὑπέστημεν, εἰς ἀέρα δὲ διελύθη τάχα τὸ σῶμα, καὶ φύσιν οὐκ ἔχει λοιπὸν τοῖς ἐπὶ γῆς ὁρατήν. Μετὰ τοιαύτης ὁρῶντες εἰς οὐρανὸν ἀπορίας ἤκουον τῶν ἀγγέλων ἐξαίφνης· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Τί βούλεται, φησὶν, ὑμῖν ἡ περίεργος ὄψις; τί τὸ βλέμμα τοῖς οὐρανοῖς ἐπικέχηνε; ζητεῖτε πάντως ἐν τοῖς οὐρανοῖς; Εἰσφέρει τὸν Ἰησοῦν ἡ νεφέλη. Ἦ πάλιν τις αὐτὸν ἐνσώματον ὄψεται· ὡς περὶ βεβαίων ἀμφοτέρων θαῤῥεῖτε. Κἂν γὰρ νῦν εἰς οὐρανὸν ἀναληφθῇ, καὶ πάλιν ἐλεύσεται, Ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Ἀλλ' ἐπὶ πολὺ τῆς γλώσσης ἡ νευρὰ μὴ τεινέσθω· χαυνώσωμεν τὴν τῶν λόγων αὐτὴν κεκμηκυῖαν κιθαρῳδίαν· δῶμεν καὶ ταῖς λοιπαῖς κιθάραις ἀκρόασιν· κροτείτω τὴν ἀνάληψιν εὐφημία πολύστομος· ᾀδέτω σήμερον κοινῇ πάντων ἀνθρώπων τὸ γένος, Μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· ὤφθη ἀγγέλοις, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |