Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63
Γʹ.Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ ∆ρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος.
αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν, βίου δὲ ἐπίδειξις διαλάμπει μόνον καὶ ἀρετῆς καρποί.
Εἰ δὲ ἐνταῦθα τοσαύτη τῶν μαρτύρων ἡ δύναμις, ἐννόησον ἐν οὐρανοῖς ἡλίκη· εἰ ἐν τῷ καιρῷ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων τοιαῦται αὐτῶν αἱ τιμαὶ, ἐν τῷ καιρῷ τῆς ἀντιδόσεως ἡλίκα ἔσται τὰ βραβεῖα; Καὶ γὰρ καὶ τὰ ἡμέτερα οὐ μέχρι τοῦ παρόντος καταλύει, ἀλλὰ πρὸς ἑτέραν ἀμείνω ζωὴν τῆς παρούσης ὁδεύομεν, καὶ πρὸς μακροτέρας βαδίζομεν ἐλπίδας καὶ ἀγαθῶν ἀπόλαυσιν ἀθάνατον οὐκ ἐχόντων τέλος.Εἰς δύο γὰρ τούτους αἰῶνας τὴν ζωὴν ἡμῶν διεῖλεν ὁ Θεὸς, καὶ τὸν μὲν παρόντα ἐπίπονον ἐποίησε, τὸν δὲ μέλλοντα ἡδὺν καὶ ἀκήρατον, ἵνα ὀλίγα πονήσαντες ἐνταῦθα, τῶν ἀκηράτων ἀπολαύσωμεν ἐκεῖ στεφάνων. Ἐβούλετο μὲν γὰρ καὶ ἐκ προοιμίων εὐθέως ἐπ' ἐκείνην ἡμᾶς ἀγαγεῖν τὴν ζωὴν, ἀλλ' ἡμεῖς οὐκ εἰάσαμεν, τῇ ῥᾳθυμίᾳ πολλὴν ἐργασάμενοι τὴν ἀναβολὴν καὶ διὰ τῆς ἀγνωμοσύνης κατασκευάσαντες τὴν μέλλησιν ταύτην τὴν μακράν. Καὶ τοῦτο ἐκ τῶν ἐξ ἀρχῆς ἡμῖν γενομένων πειράσομαι ποιῆσαι δῆλον. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ὅταν μέλλῃ τι παρέχειν ἡμῖν χρηστὸν, κἂν ἀνάξιοι φαινώμεθα τῆς αὐτοῦ φιλοτιμίας, ὅμως ἐνδείκνυται διὰ πάντων ὅτι αὐτὸς μὲν ἐβούλετο, παρὰ δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν τὸ ἐκπεσεῖν ὧν ἐβούλετο γέγονε. Τοῦτο δὴ καὶ ἐξ ἀρχῆς ἐποίησε. Πλάττων γὰρ τὸν ἄνθρωπον, εὐθέως οὐ μετὰ πόνων, οὐ μετὰ ταλαιπωρίας, οὐ μετὰ λύπης αὐτὸν ἔπλασεν, οὐ θνητὸν εἰργάσατο, ἀλλὰ καὶ ἀθυμίας καὶ ἱδρώτων καὶ θανάτου τέως ἐκτὸς ἦν. Οὐ γὰρ ἂν, εἴπερ ἐξ ἀρχῆς αὐτῷ ταῦτα συνεκλήρωσεν, ὕστερον μετὰ τὴν παράβασιν ἐν τάξει κολάσεως καὶ τιμωρίας τούτοις ἂν αὐτὸν κατεδίκασε. Γενόμενος τοίνυν τούτων χωρὶς, ὑπὲρ τὸν ἥλιον αὐτὸν ἔλαμπε, γυμνὸς μὲν ἱματίων ὢν, δόξῃ δὲ περιβεβλημένος. Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ' ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον. Οὐ ταύτῃ δὲ μόνον μακάριος ἦν, ἀλλ' ὅτι καὶ πρὸ τούτου τῆς πρὸς Θεὸν ἀπέλαυεν ὁμιλίας, καὶ τῇ παῤῥησίᾳ τῇ πρὸς αὐτὸν ἐνετρύφα. Καὶ ἄγγελοι μὲν ἔτρεμον, καὶ τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· αὐτὸς δὲ ὡσανεὶ φίλος φίλῳ διελέγετο. Καὶ γὰρ ἡνίκα τὰ τῶν ἀλόγων ἐποίησε γένη, πρὸς αὐτὸν ἤγαγε, καὶ τὰ ὀνόματα πᾶσιν αὐτὸς ἐπέθηκε, καὶ ἔμεινεν ἀκίνητα τὰ ὀνόματα. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τῆς τοῦ Θεοῦ τιμῆς τεκμήριον, οὐχ ὅτι αὐτῷ τὰ ὀνόματα ἐπιθεῖναι ἐκέλευσεν, ἀλλ' ὅτι, τοῦ ἀνθρώπου τὸν δοθέντα αὐτῷ νόμον κινήσαντος, ὁ Θεὸς τὴν τιμὴν, ἣν ἔδωκεν αὐτῷ πρὸ τοῦ νόμου, οὐκ ἐκίνησεν, ἀλλὰ Πᾶν ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες πῶς οὐδὲν τῆς παρούσης ἐκεῖ ζωῆς σύμβολον; οὐ τέχνας, οὐκ ἐμπορίας, οὐκ οἰκοδομὰς, οὐκ ἐνδύματα, οὐχ ὑποδήματα, οὐ στέγην, οὐ τράπεζαν, οὐ πόνον, οὐ λύπην, οὐ θάνατον, οὐ τὸν τῶν ἄλλων παθῶν ἑσμὸν, ἀλλὰ λαμπρὰ τὰ προοίμια, καὶ φαιδρὰ τὰ προπύλαια, καὶ τὴν ἀρχὴν ἐπὶ βελτίονα ζωὴν ὁδεύουσαν.
Ἀλλ' οὐκ εἴασεν ὁ Ἀδὰμ, ῥᾳθυμίᾳ ἀφάτῳ τῶν ἐπιταχθέντων ὑπερβὰς τοὺς ὅρους, καὶ μηδὲ ἑνὸς ἀποσχέσθαι καρτερήσας ξύλου· ἀλλ' ὅμως καὶ οὕτω πολλὴ ἡτοῦ Θεοῦ φιλανθρωπία δείκνυται. Καὶ γὰρ ἔθος τῷ Θεῷ τοιοῦτον, ὅταν τινὸς ἐκπέσωμεν διὰ ῥᾳθυμίαν, μὴ πρότερον ἀφίστασθαι πάντα ποιοῦντα καὶ πραγματευόμενον, ἕως ἂν ἡμᾶς ἐπὶ πολλῷ μείζονα ὧν ἐξεπέσαμεν ἐπαναγάγῃ· ὃ δὴ καὶ τότε συνέβη. Ἐξεπέσαμεν γὰρ παραδείσου, καὶ ἐλάβομεν οὐρανόν· διὸ καὶ μείζων τῆς ζημίας ἡ πραγματεία γέγονε. Ἀλλ' οὐκ εὐθέως εἰλήφαμεν· καὶ τοῦτο τῆς αὐτοῦ κηδεμονίας. Ἐπειδὴ γὰρ εἶπεν ὁ ἐχθρὸς, ὅτι Ἔσεσθε ὡς θεοὶ, καὶ ταύταις αὐτοὺς ἐφύσησε ταῖς ἐλπίσι, καὶ ἰσοθεΐαν προσδοκῆσαι παρεσκεύασε, καὶ εἰς ἀπόνοιαν ἤλειψε, καὶ μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν ἐποίησεν· ἐκ πολλοῦ τοῦ περιόντος τὸ ἕλκος τοῦτο θεραπεύων, εὐθέως ἀφίησιν ἐγχρονίσαι τῷ θανάτῳ, ὥστε τῇ πείρᾳ μαθεῖν τοῦ διαβόλου τὴν συμβουλὴν, καὶ παιδευθεῖσαν καλῶς τὴν ψυχὴν μετριάζειν, τότε ἀθάνατον ἀπολαβεῖν τὸ σῶμα. Τέως μέντοι τοῦ θανάτου τὸν φόβον ἐνακμάζειν ἠβούλετο τῇ διανοίᾳ, καὶ φοβερὸν τὸ πρᾶγμα φαίνεσθαι.βʹ. ∆ιά τοι τοῦτο καὶ τὸν Ἄβελ συνεχώρησεν ἀποθανεῖν πρῶτον, ἵνα ὁ παραβὰς διὰ τῆς ὄψεως αὐτῆς μάθῃ, τί ποτέ ἐστι θάνατος, καὶ πῶς βαρὺ πρᾶγμα καὶ ἐπαχθές. Εἰ μὲν γὰρ αὐτὸς ἐτελεύτησε πρῶτος, οὐκ ἂν ἔγνω τοῦ πράγματος τὴν φύσιν, μηδέποτε ἄλλον ἰδὼν νεκρόν· νυνὶ δὲ αὐτὸς μὲν ζῶν, ἐν ἑτέρῳ δὲ σώματι ὁρῶν τὸν θάνατον κρατοῦντα, τῷ τοῦ παιδὸς, ἀκριβέστερον καὶ σαφέστερον ἐμάνθανε τῆς κολάσεως τὸ μέγεθος. ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ἐν ἀλλοτρίῳ σώματι, ἀλλ' ἐν τῷ τοῦ παιδὸς αὐτὸν εἶδεν, ἔνθα μετὰ τῆς τοῦ πράγματος φύσεως ἡ τυραννὶς χαλεπωτέραν ἐποίει τὴν ὀδύνην, καὶ μετὰ τῆς φύσεως ἡ ἀρετὴ τοῦ παιδὸς, καὶ μετὰ τῆς ἀρετῆς τὸ τῆς ἡλικίας ἄνθος· οὐ γὰρ ἐν γήρᾳ, ἀλλ' ἐν αὐτῇ τῇ ἀκμῇ τῆς νεότητος τὴν τελευτὴν ἐδέξατο· καὶ πρὸς τούτοις ἅπασι τὸ παρὰ ἀδελφοῦ ταῦτα παθεῖν, καὶ παρὰ ἀδελφοῦ παρανόμως καὶ ἀδίκως. ∆ιὰ γὰρ ἁπάντων τούτων φοβερὸν τὸ προσωπεῖον τοῦ θανάτου κατεσκευάζετο καὶ τῇ ὄψει ἀλγεινότερον, καὶ ἡ ὀδύνη τῷ Ἀδὰμ ἠγείρετο χαλεπωτέρα, ἑκάστου τῶν εἰρημένων μεγάλην ἀνάπτοντος κάμινον καὶ δριμυτέραν τὴν φλόγα ἐργαζομένου, καὶ παιδεύοντος εἰς ὅσον κακὸν αὐτὸν ἐνέβαλεν ὁ διάβολος. Εἰ γὰρ ἡμεῖς καθ' ἑκάστην ἡμέραν ὁρῶντες νεκροὺς θορυβούμεθα,ταραττόμεθα, συστελλόμεθα, καὶ οὐχ ἡμεῖς μένον, ἀλλὰ καὶ οἱ τὰς ὀφρῦς ἀνασπῶντες καὶ ἐπὶ τῶν μεγάλων ὄντες ἀξιωμάτων καὶ πεφυσιωμένοι, εἰ παραγίνονται ἐπ' ἐκφορᾷ καὶ τοῦ τυχόντος νεκροῦ, τῇ ὄψει συστέλλονται, καὶ γίνονται παντὸς ταπεινότεροι· τί εἰκὸς ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον; τί πάσχειν εἰκὸς ἦν ὁρῶντα μὴ φωνῆς αἰσθανόμενον, μὴ ἁφῆς, μὴ δακρύων, μὴ κωκυτῶν, μὴ κινούμενον, μὴ συναλγοῦντα τῷ πενθοῦντι πατρὶ, μὴ τὰ συνήθη πράττοντα; Μὴ γὰρ δὴ τὴν παροῦσαν κατάστασιν ἴδῃς, ἀλλ' ἐννόησον, ὅτι τότε πρῶτον ἐκεῖνον νεκρὸν εἶδεν ὁ ἄνθρωπος, καὶ πολλοῦ μὲν τοῦ δέους, πολλῆς δὲ ἐπληροῦτο τῆς ταραχῆς. Ἀλλ' ὅμως μετὰ τούτου καὶ τὰ τῆς παρακλήσεως ἐπενόησεν ὁ Θεός· οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβούλετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσασθαι. Ποίαν δὴ ταύτην; Τὴν ἀπὸ τῆς ἀναστάσεως. Ἀλλ' εὐθέως μὲν αὐτὴν οὐκ ἔδωκεν, εὐθέως δὲ αὐτῆς τὰς ἐλπίδας ἀμυδρῶς καὶ ὡς ἐν αἰνίγματι διήνοιξεν. Ἐπειδὴ γὰρ ὁ φόβος ηὐξήθη καλῶς, καὶ τοῦ ἀνθρώπου τὴν διάνοιαν κατέσεισε, καὶ ἐδείχθη τί ποτε ἦν ὁ θάνατος, πῶς βαρὺ καὶ ἐπαχθὲς καὶ φορτικὸν, οὐκ ἀπὸ τῆς ὄψεως τῆς τότε γενομένης μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μετὰ τὴν ὄψιν, τῶν σκωλήκων, τῆς δυσωδίας, τοῦ ἰχῶρος, τῆς τέφρας, τῶν ἄλλων ἁπάντων τῶν τῷ νεκρῷ παρακολουθούντων σώματι· ἐπειδὴ οὖν ὁ φόβος ηὐξήθη, καὶ κατέσεισε τὴν διάνοιαν, ὅρα πῶς καὶ τὴν ἀπὸ τῆς ἀναστάσεως εἰσάγει λοιπὸν ἐλπίδα, ἀμυδρὰν μὲν καὶ ἀσαφῆ, εἰσάγει δὲ οὖν ὅμως. Τὸν γὰρ Ἐνὼχ μετὰ ταῦτα γενόμενον οὐκ ἀφῆκεν ἀποθανεῖν· καί φησι Παῦλος· Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Μετέθηκεν, καὶ οὐκ ἀφῆκεν ἀποθανεῖν· οὐ μὴν ἀθάνατον τέως ἐποίησεν, ὥστε μὴ ἐκλῦσαι τὸν φόβον, ἀλλὰ μένει μὲν οὐκ ἀποθανὼν, οὐ μήν ἐστιν ἀθάνατος, ἀλλ' ἐν τῷ θνητῷ σώματι μῆκος ζωῆς ἐχαρίσατο· παρανοίγων, ὡς εἶπον, ἀμυδρῶς πρὸ τῆς ἀναστάσεως τὰς ἐλπίδας. ∆ιά τοι τοῦτο καὶ πρῶτον δίκαιον συνεχώρησεν ἀποθανεῖν· μετὰ γὰρ τῆς εἰρημένης αἰτίας οὐκ ἄν τις ἁμάρτοι καὶ ταύτην εἰπών. Ποίαν δὴ ταύτην; Τὴν τῆς ἀναστάσεως. Ἐπειδὴ γὰρ οὐκ ἔμελλε διηνεκῶς ὁ θάνατος κρατεῖν, διὰ τοῦτο τὸν πρῶτον αὐτοῦ θεμέλιον καὶ τὴν πρώτην ῥίζαν ἐν δικαιώματι παγῆναι ἐποίησεν, ἵνα σαθρὸς ὁ θεμέλιος γένηται.Ὥσπερ γὰρ ἁμαρτία θανάτου τροφὴ, οὕτω δικαιοσύνη θανάτου ἀναίρεσις καὶ ἀφανισμός. Συνεχώρησε τοίνυν τὸν πρῶτον μέλλοντα τελευτᾷν δίκαιον εἶναι, ἐκ προοιμίων ἡμῖν διαλεγόμενος, καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας καὶ δεικνὺς, ὅτι οὐκ ἀφήσει τὸ γένος ἡμῶν ἐναπομεῖναι τῇ τελευτῇ· διὸ δὴ καὶ σαθρότερον κατεβάλετο αὐτῷ τὸν θεμέλιον.
γʹ. Εἶτα μετὰ τὸν Ἐνὼχ ἐπὶ τοῦ Νῶε ἑτέρῳ πάλιν τρόπῳ ἀναστάσεως ὄψιν ἡμῖν ἔδειξε. Τί γὰρ τῶν τετελευτηκότων ἄμεινον διέκειτο ἐν τοσούτῳ βυθῷ καὶ σκότῳ καὶ δεσμωτηρίῳ κατακεκλεισμένος ὁ Νῶε; Ἀλλ' ὅμως τὰ πελάγη ἐκεῖνα τὰ ἄπειρα, τὰ καλύψαντα τὰς κορυφὰς τῶν ὀρῶν, τὸν ἐν τῇ κιβωτῷ οὐ κατεπόντισεν· ἀλλ' ὥσπερ ἐκ θανάτου ἀναστὰς, οὕτως ἐκ τοῦ μακροῦ χειμῶνος ἐξῄει τότε ἐκείνου ὁ Νῶε, τῆς ἀναστάσεως τὴν ὄψιν ἐπὶ τῆς οἰκείας δεικνὺς σωτηρίας. Πάλιν μετ' ἐκεῖνον (ὅσῳ γὰρ ὁ χρόνος προῄει, τοσούτῳ τρανότεραι καὶ αἱ εἰκόνες τῆς ἀναστάσεως ἐδείκνυντο) καὶ ἐπὶ τοῦ Ἰωνᾶ τὸ αὐτὸ τοῦτο εἰργάσατο. Αἱ γὰρ τρεῖς ἡμέραι αἱ ἐν τῷ κήτει τῶν τριῶν ἡμερῶν τῶν ἐν τῷ θανάτῳ σύμβολον ἦσαν, καὶ ἡ ἀπαλλαγὴ τοῦ κήτους τῆς ἀναστάσεως τοῦ ∆εσποτικοῦ σώματος προανακήρυξις ἦν· διὸ καὶ αὐτὸς ἔλεγε, Σημεῖον ἐπιζητεῖ ἡ γενεὰ αὕτη, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον τοῦ Ἰωνᾶ· ὥσπερ γὰρ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐποίησεν· οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Καὶ τὴν γέννησιν δὲ τοῦ Ἰσαὰκ οὐκ ἄν τις ἁμάρτοι ἀναστάσεως τύπον προσειπών.∆ιά τοι τοῦτο καὶ ὁ Παῦλος διηγησάμενος τὰ κατὰ τὰς γονὰς αὐτοῦ ἀπὸ τῆς στείρας, καὶ εἰπὼν ὅτι ὁ πατὴρ αὐτοῦ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσε, καὶ ὅτι Μὴ ἀσθενήσας τῇ πίστει, κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς ὅτι καθ' ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐπήγαγεν· Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν. ∆ῆλον οὖν ὅτι ἡ γέννησις τοῦ Ἰσαὰκ τύπος ἦν τῆς ἀναστάσεως τοῦ Χριστοῦ. Εἰ γὰρ μὴ τύπος ἦν, οὐκ ἂν ἐπήγαγε καὶ εἶπεν· Οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον, ἀλλὰ καὶ δι' ἡμᾶς, οἷς μέλλει λογίζεσθαι. Οἱ γὰρ τύποι οὐ διὰ τοὺς δεχομένους κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν γίνονται γράφονται, ἀλλὰ καὶ διὰ τοὺς μέλλοντας ἀπ' αὐτῶν κερδαίνειν ἐν τῷ μετὰ ταῦτα χρόνῳ. ∆ιὸ καὶ ἀλλαχοῦ φησι· Ταῦτα δὲ τύπος συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καὶ ὁ Ἠλίας δὲ ἀναληφθεὶς ταύτην ἡμῖν ἤνοιγε τὴν ἐλπίδα τὴν τῆς ἀναστάσεως. Ἀλλ' ἐκεῖνα μὲν ὡς ἐν τύποις· ἐπειδὴ δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς παρεγένετο μετὰ πολλοὺς καὶ ἀπείρους χρόνους, ἐν αὐτῷ τῷ ἔργῳ τὴν ἀνάστασιν ἡμῖν ἔδειξε διὰ τοῦ οἰκείου σώματος, ἀπολύσας αὐτὸ τῆς τοῦ θανάτου τυραννίδος· διὸ καί φησι, Χριστὸς ἀποθανὼν καὶ ἐγερθεὶς ἐκ νεκρῶν, οὐκ ἔτι ἀποθνήσκει· ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.
δʹ. Ἀλλ' ἐν προοιμίοις μὲν ἀμυδρῶς ταῦτα ἐγένετο· τῆς τε γὰρ ἀναστάσεως ἡ ἐλπὶς ὡς ἐν αἰνίγματι παρεδείκνυτο ἡμῖν διὰ τοῦ Ἐνὼχ, τοῦ τε θανάτου ἡ κατάλυσις διὰ τοῦ Ἄβελ· ἀμφότερα δὲ ταῦτα σαφῶς καὶ δήλως καὶ ὁλοσχερῶς καὶ ἐν ἀληθείᾳ διὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ γέγονεν. Ὅθεν δὴ καὶ δῆμοι μαρτύρων ἡμῖν ἐβλάστησαν, τοῦ θανάτου καταλυθέντος, τῆς δὲ ἀναστάσεως λαμπούσης. ∆ιὰ τοῦτο καὶ ὁ παρὼν ἐπίπονος γέγονε βίος καὶ πολλῶν ἱδρώτων γέμων, ἵνα κἀντεῦθεν οἱ παχύτεροι τῶν ἀνθρώπων καὶ τοῖς παροῦσιν ἐμφιλοχωροῦντες ὠθούμενοι, καὶ πρὸς τὸ ἐπαχθὲς τῆς ζωῆς ταύτης ναρκῶντες, φεύγωσι μὲν ἡδονὰς καὶ τὴν πρὸς τὸν παρόντα βίον συμπάθειαν, πρὸς δὲ τὸν τῶν οὐρανῶν τρέχωσιν ἔρωτα, καὶ πρὸς ἐκείνην ἐπείγωνται τὴν ἡμέραν. Ὁ μὲν γὰρ φιλόσοφος καὶ ὑψηλὸς οὐ δεήσεται τῆς ἐντεῦθεν παραινέσεως, ἀλλ' ἐννοήσας ἡλίκον ἐστὶ βασιλεία οὐρανῶν, μᾶλλον δὲ πρὸ τῆς βασιλείας τῷ Θεῷ συγγίνεσθαι καὶ μετὰ Χριστοῦ εἶναι (τοῦτο γὰρ βασιλείας ἁπάσης μεῖζον), οὐδενὸς αἰσθήσεται τῶν παρ όντων ἡδέων, ἀλλ' ἀτιμάσει ταῦτα, τῆς σκιᾶς αὐτὰ μᾶλλον παρατρέχων. Ἐπειδὴ δὲ πολλοὶ τῇ σαρκὶ δουλεύοντες, καὶ ὑπὸ τῆς τυραννίδος τῶν βιωτικῶν κατεχόμενοι, καθάπερ τὰ φωλεύοντα τῶν θηρίων, ἐμφιλοχωροῦσιν αὐτοῖς· διακόπτων αὐτῶν τὴν πρὸς ταῦτα συμπάθειαν, συνεκλήρωσεν αὐτοῖς πολλὰ τὰ λυπηρὰ, καὶ φόβους καὶ μερίμνας καὶ φροντίδας καὶ ἀγωνίας καὶ κινδύνους καὶ δειλίαν, καὶ τὸν πολὺν τῶν σωματικῶν παθῶν ἑσμὸν, καὶ τὴν ἀπὸ τῶν σωμάτων πολιορκίαν, καὶ ἕτερα πολλὰ, ἅπερ εἰπεῖν οὐκ ἔνι τῷ λόγῳ· ἵνα κἂν τὸ νέφος τῶν κακῶν τούτων φρίττοντες, ἐπιθυμήσωσιν εἰς τὸν ἀκύμαντον καταπλεῦσαι λιμένα. καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά. Τὰ μὲν γὰρ ἐνταῦθα δοκοῦντα εἶναι καλὰ, οἷον πλοῦτος καὶ δόξα καὶ δυναστεία, ὀνόματα μέν ἐστι καλῶν καὶ τοῖς ἐναντίοις ἀναμεμιγμένα· τὰ δὲ ἐκεῖ εἰλικρινῆ καὶ καθαρὰ, οὐκ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασι τὴν μακαριότητα ἔχοντα. Ἵν' οὖν τούτων ἐπιτύχωμεν, ζηλώσωμεν τῶν μαρτύρων τὴν ἀρετὴν, τὴν ἀνδρείαν, τὸν ζῆλον, τὴν πίστιν, τὴν τῶν παρόντων ὑπεροψίαν, τὴν τῶν μελλόντων ἐπιθυμίαν. Ἔστι γὰρ ταῦτα καὶ χωρὶς διωγμοῦ πάντα κατορθοῦν. Κἂν γὰρ πυρὰ μὴ προκέηται, ἀλλ' ἐπιθυμία πρόσεστι σφοδροτέρα· κἂν ὀδόντες θηρίων μὴ ὦσιν, ἀλλὰ θηρίου χαλεπώτερος ἐπίκειται θυμός· κἂν δήμιοι μὴ παρεστήκοιεν πλευρὰς καταξαίνοντες, ἀλλὰ φθόνος ἔγκειται δημίου παντὸς χαλεπώτερον κατεσθίων τὴν διάνοιαν. ∆εῖ τοίνυν ἡμᾶς πρὸς τὰ πάθη ταῦτα ἀποδυσαμένους, καὶ τὴν ἀπὸ τῶν φιλοσόφων λογισμῶν ἰσχὺν αὐτοῖς ἐπιτειχίσαντας, οὕτω τὸν παρόντα διανύειν βίον, καὶ πᾶσαν τὴν ζωὴν ἐναγωνίους εἶναι· ἵνα ὀλίγον χρόνον πονήσαντες, διηνεκῶς στεφανωθῶμεν, καὶ τῶν ἀκηράτων ἀπολαύσωμεν ἀγαθῶν, καὶ πάντοτε σὺν Κυρίῳ ὄντες, καὶ τῆς συνουσίας ἐκείνης ἀπολαύοντες τῆς πάντα ὑπερβαινούσης λόγον καὶ διάνοιαν· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου