ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.



Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε. Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται· ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται. Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται. Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γένος, ὅτι ἀνὴρ κατ' εἰκόνα Θεοῦ ἐγένετο, ἡ δὲ γυνὴ ἐκ τῆς εἰκόνος τοῦ ἀνδρὸς, τὸν μὲν ἄνδρα δοξάζουσα, τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα. Καὶ τίς τούτων μάρτυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα; Ἄκουε τοῦ Παύλου βοῶντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός· οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν

.
Αὕτη γὰρ τὴν γυναῖκα τῆς κατάρας ἀπήλλαξεν ἡ γνησία τεκνογονία. Καὶ τίς τούτων μάρτυς; Ὁ αὐτὸς Ἀπόστολος βοῶν· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ηδὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ πάλιν διὰ τεκνογονίας. Ὁρᾷς ὅτι διὰ τῆς τεκνογονίας σώζεται ἡ γυνή; οὐχ ὅτι Εὔα τὸν Κάϊν ἐξέβρασεν, ἀλλ' ὅτι ἡ ἔνδοξος Παρθένος τὸν Ἰησοῦν ἐκυοφόρησε. Μαρία τοίνυν μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ Λάζαρος τῷ Κυρίῳ συνανάκειται, καθὼς ἀρτίως ἤκουσας. Μαρία τὴν Ἐκκλησίαν εἰκονογραφεῖ· ἀνεκλιπὲς γὰρ τῆς Ἐκκλησίας τὸ μύρον. Μάρθα δὲ τὴν συναγωγὴν ὑποδεικνύει· ὀλιγόπιστος γὰρ, καὶ τῶν ἐπιγείων φίλη· Λάζαρος τὸ σκῆπτρον τῆς ἀναστάσεως βαστάζει, ὡς ἤκουσας ἀρτίως τοῦ εὐαγγελιστοῦ βοῶντος· Ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν.
Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν· ἡ δὲ οἰκία ὅλη ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Εἶδες γυναικὸς ἐργασίαν, καὶ πῶς τὴν Ἐκκλησίαν προεικονογράφησεν; Ἡ Μαρία τὰς πολλὰς τῶν γυναικῶν ἀπεσόβησεν ἐκ τῆς κακεργασίας αὐτῶν, καὶ ἐδίδαξε λίτραν μύρου βαστάζειν, καὶ μὴ κεφαλὴν Βαπτιστοῦ ἀποτέμνειν· τὸν Κύριον μυρίζειν, καὶ μὴ τῷ Ἰούδᾳ συγκλέπτειν· τὰς τρίχας ἐκλύειν, καὶ μὴ τὰς ἁμαρτίας συσφίγγειν· ἀδελφὴν Λαζάρου προσαγορεύεσθαι, καὶ μὴ θυγατέρα τοῦ διαβόλου φημίζεσθαι. Ταῦτά μοι διὰ τὴν συναγωγὴν Ἰουδαίων εἴρηται, τὴν τὸν Κύριον μὴ μυρίσασαν, ἀλλ' ὄξος καὶ χολὴν ποτίσασαν, τὴν αἱμάτων φίλην, τὴν ἀεὶ ἐναντίως τοῦ ∆εσπότου Χριστοῦ διαπραττομένην, τὴν σπουδάζουσαν τὸν Λάζαρον θανατῶσαι, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ τίς ἄρα πιστικώτερος; ὁ Κύριος ἐγείρων, ἢ ἐκεῖνοι ἀποκτείνοντες; Ὡς ἀρτίως ἤκουσας τοῦ εὐαγγελιστοῦ λέγοντος· Ἔγνω ὄχλος πολὺς τῶν Ἰουδαίων, ὅτι ἐκεῖ ἐστιν Ἰησοῦς· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Εἶδες τὴν τῶν Ἰουδαίων συναγωγὴν, πῶς ἀνθρωποκτόνος, προφητοκτόνος, ὥστε εἰς Κυριοκτονίαν ἐλάσαι; ᾗ καὶ αὐτὸς ὁ Κύριος αὐτοπροσώπως ὡς φιλοφόνῳ καὶ λῃστρικῇ ἔλεγεν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ἕως πότε φονεύσῃ, καὶ οὐκ ἐπιστρέφεις; Μέθῃ μεθύεις μὴ οἰνοποτοῦσα, ἡ αἱμάτων φίλη. Καὶ ἵνα μάθῃς, ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουε τοῦ Κυρίου λέγοντος διὰ τοῦ προφήτου· Ἀκούσατε ταῦτα πάντα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις; Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ὁ εἰς Βηθανίαν ἐλθὼν Κύριος, αὐτὸς καὶ ὧδε πάρεστιν· ὧδε γὰρ κυρίως Βηθανία ὁ παρὼν οἶκος ὀνομάζεται ἐπεὶ Βηθανία οἶκος εἰρήνης λέγεται, οἶκος δὲ εἰρήνης ὁ παρὼν τοῦ Κυρίου οἶκος, εἰς ὃν ἡμεῖς οἰκήτορες καθ' ἑκάστην ἡμέραν πρὸς τὸν οἰκοδεσπότην βοῶμεν· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὁ εἰς Βηθανίαν ἐλθὼν, αὐτὸς καὶ ὧδε παραγίνεται· παραγίνεται δὲ οὐχ ὡς μὴ παρὼν, ἀλλ' ὡς ὢν, καὶ παρὼν, καὶ ἐρχόμενος.
Ταύτην τὴν τοῦ Κυρίου ἔλευσιν καὶ ὁ προφήτης προθεωρήσας ἔλεγεν· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἀληθὴς ὁ λόγος, Μετὰ ἰσχύος ὁ Κύριος ἔρχεται. Πῶς μετὰ ἰσχύος; Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Τίς γὰρ ἰσχυρότερος τοῦ εἰπόντος, Λάζαρε, δεῦρο ἔξω; Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἔρχεται ὁ μὴ ἀπών· ἤκουσας γὰρ, Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος καὶ ἐρχομένου, οὐ γῆν βαδίζοντες τῇ τῶν ποδῶν μεταστάσει, ἀλλὰ τὰς ψυχὰς καθαίροντες τῇ τῶν τρόπων βελτιώσει. Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος εὐχαριστοῦντες· ποιήσωμεν ὃ ἐποίησεν ἡ ἀδελφὴ Μωϋσέως· δραστικωτέρας ἐκείνης φωνὰς βάλωμεν, ἐπειδὴ καὶ χαλεπώτερος τοῦ Φαραὼ ὁ τῇ λίμνῃ τοῦ ὕδατος καταποντισθεὶς διάβολος. Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων βλαστήματα· βοήσωμεν μετὰ τῶν ὁμοπίστων ἀδελφῶν, ἅπερ ἀρτίως ἠκούσαμεν· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ταύτην τὴν βασιλικὴν τοῦ Κυρίου ἔλευσιν Ἡσαΐας ὁ προφήτης προθεωρήσας ἔλεγε, καθὼς προεῖπον· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὡς νεκροὺς ἐγείρας· καὶ οὐχ ἁπλῶς νεκροὺς, ἀλλὰ σεσηπότας, διαῤῥυέντας, ἰχωροστατήσαντας, τριχορυήσαντας, τεταρταῖον τὸν Λάζαρον ἐκ τῶν τάφων ἀναστήσας, ὡς ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Τί τοιοῦτον Μωϋσῆς ἐποίησεν, οἷον ὁ∆εσπότης ἡμῶν Χριστός; Μωϋσῆς μὲν ἐθανάτωσεν· οὐ γὰρ ἐζωοποίησεν. Αἰσχυνέσθωσαν λοιπὸν Ἰουδαίων παῖδες, οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες, καὶ τὸν ∆εσπότην Χριστὸν λοιδοροῦντες. Ἀλλ' εὐθέως Ἰουδαῖος παρεκπηδᾷ λέγων· Καὶ παρ' ἡμῖν οὐκ ἀνέστη νεκρός; οὐκ ἤγειρεν Ἠλίας ὁ προφήτης τὸν τῆς Σαρεπτίας χήρας υἱόν; ἄνθρωπος δὲ ὁ Ἠλίας.
Πῶς οὖν ἐπὶ τοῦ διδασκάλου ὑμῶν μεγαλοφρονεῖτε, θεοδυναμίαν αὐτῷ μαρτυροῦντες, διότι ἤγειρε Λάζαρον ἐκ νεκρῶν; Τί λέγεις, ὦ Ἰουδαῖε; συγκρίνεις τὸν Ἠλίαν, καὶ τὸν ∆εσπότην Χριστόν; Ἄλλο παιδεία δουλικὴ, καὶ ἄλλο ἐξουσία θεϊκή.Εἰ μὴ γὰρ ἔγνως πρῶτον τὸν τρόπον τῆς νεκρεγερσίας, οὐ μὴ συνίδῃς τὸν λόγον τῆς θεϊκῆς ἐξουσίας. Ἄκουε συνετῶς· ὁ ἐπὶ τοῦ Ἠλία νεκρὸς, ὁ υἱὸς τῆς Σαρεπτίας χήρας, εἰ καὶ θανάτῳ παρεδόθη, ἀλλ' ὅμως οὐ διὰ τὴν φυσικὴν ἔκλειψιν, ἀλλὰ διὰ παιδείαν καὶ θλῖψιν τοῦ Ἠλία, πρὸς τὸ καμφθῆναι τὸν Ἠλίαν ἐκ τῆς σκληροκαρδίας εἰς συμπάθειαν. Ὀργισθεὶς γάρ ποτε ὁ Ἠλίας, καθὼς ἴστε σαφῶς, τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ Ἰσραηλιτικῷ λαῷ διὰ τὴν παρανομίαν τῆς Ἰεζάβελ, μεθ' ὅρκου ἀπεφήνατο λέγων· Ζῇ Κύριος ὁ Θεὸς, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος, ἢ ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου. Ταύτῃ τῇ ἀνύδρῳ ἀποφάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ τὴν τοῦ δούλου ἀπόφασιν. Ἤθελε γὰρ αὐτὸν τὸν δήσαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας. Ὁ δὲ Ἠλίας οὐ προσέθετο τῇ διαλλαγῇ. Ἄλλως γὰρ ὁ Θεὸς σπλαγχνίζεται, καὶ ἄλλως ἄνθρωπος σκληρύνεται. Ὁ Κύριος οὖν ἐπὶ τῇ σκληρίᾳ τοῦ δούλου ἤθελε παρακαλέσαι τὸν δοῦλον, ἵνα δανείσῃ τῇ γῇ ὑετὸν διὰ τοῦ λόγου. Ἀνοίκειον γὰρ τῷ Θεῷ ἦν ἄνθρωπον παρακαλέσαι· διὸ καὶ ὡς Θεὸς ἄλλην μετῆλθε πραγματείαν. Ποίαν ταύτην; Ἄκουε συνετῶς· τῆς ἀβροχίας τοίνυν ἐπιτεινομένης, ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ οὐκ ὠγκώθη πρὸς ὄμβρων τόκον νεφέλη. Ἤρξατο οὖν ὁ Ἠλίας ὀλιγωρεῖν τῇ δίψῃ, ἀλλ' ὅμως ἐκαρτέρει βαστάζων τὴν ἔνδειαν, ἐκ φιλονεικίας τοῦτο ποιῶν· ἤθελε γὰρ καὶ αὐτὸς ἐκτριβῆναι, ἢ διαλλαγῆναι τῷ οἴκῳ Ἀχαάβ. Τί οὖν ὁ Κύριος; Σοφίζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων· Ἀνάστηθι ἐντεῦθεν, καὶ πορεύθητι εἰς τὸν χειμάῤῥουν Χοῤῥὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου, καὶ πίεσαι ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ἵνα θρέψῃ τὸν Ἠλίαν, ἀλλ' ἵνα ὑβρίσῃ· οὐχ ἵνα τιμήσῃ, ἀλλ' ἵνα διὰ τῆς ἐφυβρίστου τροφῆς εἰς συμπάθειαν αὐτὸν ἑλκύσῃ. Ἀνοίκειον γὰρ ἦν τὸν προφήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τράπεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι. Ἴσχυε γὰρ ὁ Κύριος ἢ διὰ περιστερῶν θρέψαι τὸν δίκαιον, ἢ διὰ τῆς τοῦ μάννα δόσεως, καθ' ὁμοιότητα τῶν υἱῶν Ἰσραὴλ, ἢ παραπλησίως τῷ ∆ανιὴλ φακοφόρον ἄνδρα τὸν Ἀμβακοὺμ παραστῆσαι· ἴσχυεν ὁ Κύριος τὸν Ἠλίαν σεμνῶς διαθρέψαι, ἐπειδὴ καὶ ἐν ἄλλῃ καθόδῳ σεμνῶς αὐτὸν διέθρεψεν. Ἡνίκα γὰρ ἄλλοτε Ἠλίας φεύγων τὴν Ἰεζάβελ ἔρημον κατέλαβε, καὶ ἐν τῇ ἐρήμῳ ἐκάθευδε σὺν πολλῷ τῷ λιμῷ καὶ τῇ δίψῃ, ὅτι πολλὴ ἡ τῆς φυγῆς ὁδὸς, τίθησιν οὖν ὁ Κύριος πρὸς κεφαλὴν αὐτοῦ ἄρτον καὶ ὕδωρ, καὶ αὖθις νύττει τὴν πλευρὰν αὐτοῦ, καὶ οὐκ ἄλλο μέρος. ∆ιὰ τί; Ἄκουε συνετῶς· τὴν πλευρὰν αὐτοῦ νύττει, ἐπειδὴ ἀπειλὴν πλευρᾶς ἔφυγε. Καὶ πρὸς αὐτὸν ὁ Κύριος· Ἠλία, ἀνάστηθι, καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Ἀναστὰς δὲ ὁ Ἠλίας καὶ φαγὼν καὶ πιὼν, ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, οὐχ ὡς πεινῶν, ἀλλ' ὡς ἐμπεπλησμένος. Τοιαύτη γὰρ ἡ θεοδώρητος βρῶσις. Ὁ ἐκεῖσε τοίνυν γνησίως διαθρέψας, ἴσχυσε καὶ ἐν τῷ παρόντι οὐρανόθεν αὐτὸν διαθρέψαι· ἀλλὰ παρίστησιν αὐτῷ ἀνοίκειον τράπεζαν, ὅπως διὰ τῆς ἐφυβρίστου τροφῆς καμφθῇ πρὸς συμπάθειαν καὶ οἶκτον. Ὁ δὲ ἔμενεν ἀκαμπής. ∆έον γὰρ τὸν Ἠλίαν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πίεσαι ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μηδαμῶς, Κύριε· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κοινὸν καὶ ἀκάθαρτον· κόρακάς μοι παριστᾷς τοὺς ἐπιβούλους τοῦ Νῶε; κρεοφόρον τράπεζαν εὐτρεπίζεις ὡς ἐθνικῷ καὶ ἀλλοφύλῳ, ἀσκητικοῖς ἔθεσιν ἐξ ἀρχῆς προσεντραφέντι; ἔδει ταῦτα παρακλητικῶς τὸν Ἠλίαν προσενέγκαι τὰ ῥήματα. Ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας· ᾔδει γὰρ, ὅτι ἐὰν αἰτιάσηται τὴν ἀνοίκειον τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; οὐ καταδέχῃ πιεῖν ῥυπαρὸν ὕδωρ, ὑετὸν μὴ ἐάσας κατελθεῖν; ἐπυράκτωσας γὰρ τὴν γῆν τοῦ Ἰσραήλ· οὐκ ἔστιν εὑρεῖν σταγόνα ὕδατος ἐν φρέατι, οὔτε ἐν πηγῇ νοτίδα. Ὃ οὖν ἐποίησας, κατάδεξαι. Οὐ προσδέχῃ κρεοφόρον κοράκων τροφήν; Οὐκ ἔστιν εὑρεῖν ἄρτον, οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει· οὐδὲν ἔστιν εὑρεῖν, εἰ μὴ κρέα μόνα, καὶ ταῦτα νεκριμαῖα, τῶν ζώων τελευτησάντων τῇ ἐκλείψει τῶν τροφῶν. Τί οὖν οὐ προσδέχῃ τὴν τράπεζαν τῶν σῶν καμάτων; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, κατεδέξατο τὴν ἀνοίκειον τράπεζαν.
Εἵλατο γὰρ μᾶλλον ἀνομβρίαν βαστάσαι πολυχρόνιον, ἢ τὸν ὀμβροφόρον δανεῖσαι λόγον. Τί οὖν ὁ πάνσοφος Κύριος; Ὡς εἶδεν αὐτὸν προσμένοντα τῇ σκληρίᾳ, ἄλλην πραγματείαν μετέρχεται ἰσχυροτέραν τῆς πρώτης. Ποίαν ταύτην· Ξηραίνει τὸν ποταμὸν, συστέλλει τοὺς κόρακας, βάλλει φωνὴν πρὸς αὐτόν· Πορεύου εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Ὁρᾷς πῶς ἔσπευδεν εἰς συμπάθειαν αὐτὸν κλῖναι ὁ Κύριος; Οὐ γὰρ ἀπέστειλεν αὐτὸν εἰς οἶκον ἀρχοντικὸν, ἢ εἰς βασιλικὸν, ἢ εἰς εὔπορόν τινα γυναῖκα, ἀλλὰ πρὸς χήραν ἐνδεομένην, ὅπως κἂν οὕτω καμφθῇ πρὸς συμπάθειαν. Ὁ δὲ καὶ οὕτως ἀκαμπὴς ἔμενε. ∆έον γὰρ αὐτὸν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, βοῆσαι, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μὴ καταγάγῃς με εἰς ταπείνωσιν, ὦ ∆έσποτα· Σιδωνίοις με παραπέμπεις, καὶ γυναικὶ χήρᾳ παρενοχλεῖν με προστάττεις, ἧς ὁ ἄρτος δακρύων πεπληρωμένος, ἡ τράπεζα στεναγμῶν ἀνάμεστος, ἡ κλίνη κατάρας προσκεφάλαιον ἔχουσα; ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας. Ἔγνω γὰρ ὅτι, ἐὰν παραιτήσηται τῆς χήρας τὴν τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος· Τί λέγεις, ὦ Ἠλία; παραιτῇ τῆς χήρας τὴν τράπεζαν, ὁ πᾶσαν τὴν γῆν Ἰσραὴλ στειρεύειν παρασκευάσας, χήραν αὐτὴν ἐργασάμενος, στεῖραν καὶ ἄτεκνον, καρποὺς μὴ τίκτουσαν, καὶ σὺ παραιτῇ τῆς χήρας τὴν τράπεζαν; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδωνίους ἀποδημίαν, ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος. Ἄκουσον δὲ πρὸς ταῦτα. Ξενισθεὶς ὁ Ἠλίας ὑπὸ τῆς χήρας εὗρεν ἀδαπάνητον τράπεζαν, γνησίαν, ἁρμόδιον, ἀσκητικὴν, ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια. Τί γὰρ οὖν; δύο ξυλάρια μόνα εἶχεν ἡ χήρα; Ναί. Πῶς; Ἄκουσον, καὶ ἐρῶ σοι.
Αὕτη ἡ μνημονευθεῖσα χήρα εἰκόνα τῆς Ἐκκλησίας ἔφερε· διὸ πρὸς αὐτὴν ἀποστέλλεται ὁ προφήτης. Εἰσελθὼν τοιγαροῦν ὁ προφήτης εἰς τὸν οἶκον τῆς χήρας·εὗρεν ὡς ἀληθῶς τῆς Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην· εὗρεν ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια· ὕδωρ, τὸ βάπτισμα· ἔλαιον, τὸ χρίσμα· ἄλευρον, ὁ ἄρτος· δύο ξυλάρια, τοῦ σταυροῦ τὸ κατόρθωμα. Ἦν δὲ καὶ πρὸς τὴν χήραν βοήσας ὁ Ἠλίας· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει. Ἀνελλιπὲς γὰρ ἡ χάρις τῆς ὀρθοδόξου πίστεως. Εὑρὼν τοιγαροῦν ὁ Ἠλίας τὴν ἀδάπανον τράπεζαν τῆς χήρας, ηὐφράνθη, ἠγαλλιάσατο, λέγων πρὸς ἑαυτόν· Ὧδεδιάξω τοῦ λοιποῦ, ὧδε τὸν ἅπαντά μου χρόνον διατρίβω· ἁρμόδιον γὰρ τὴν τράπεζαν εὗρον, οὐδείς μοι λόγος τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ λαῷ Ἰσραὴλ, καὶ τῇ μανίᾳ τῆς Ἰεζάβελ· ἐχέτωσαν κληρονομίαν, τὴν ἀβροχίαν· ἐγὼ γὰρ τῶν ἐνταῦθα οὐδ' ὅλως χωρίζομαι. Ταῦτα λέγων ὁ Ἠλίας πρὸς ἑαυτὸν εὐφραντικῶς λογιζόμενος, μὴ συνειδὼς, ὡς ἄνθρωπος, ὅτι ἐν τῇ εὐφρασίᾳ τὴν ὀδύνην ἔμελλεν εὑρίσκειν. Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖδας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλίνης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ παραδοθέντα. Εἰ δὲ πέφυκε χήραν ἐπιτηδεύειν ἐπὶ τέκνῳ ἄῤῥενι τελείῳ τελευτῶντι, οὐδεὶς ὑμῶν ἀγνοεῖ· ἐνδοξοτέραν γὰρ ἡγεῖται τὴν τοῦ τέκνου ζωὴν ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου. Οὐ γὰρ προσετέθη κατὰ τὸ εἰωθὸς τῷ νεκρῷ ἡ γυνὴ, οὔτε ἐκήδευσεν, οὔτε πρὸς τὴν ἔξοδον ἠσχολήθη· ἀλλὰ καταλιποῦσα αὐτῆς τὸν νεκρὸν, τοῦ Ἠλία καθήψατο, κρατοῦσα, περιάγουσα, ὀχλοποιοῦσα, κράζουσα ἐπὶ πάντων· Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; ἦλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Τουτέστι, Σὺ αὐτὸν ἐθανάτωσας. Εἶδες πῶς ἡ εὐφροσύνη τοῦ Ἠλία εἰς ὀδύνην μετῆλθεν; Ὡς φονεὺς κατείχετο· οὕτω γὰρ ἔλεγεν ἡ χήρα, Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; Εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, θανατῶσαι τὸν υἱόν μου. Σὺ αὐτὸν ἐθανάτωσας· ἡ σὴ εἴσοδος παρεσκεύασε τοῦτο.
Μὴ εὗρες τὸν παῖδά μου ἀσθενοῦντα; μὴ ἠῤῥώστησεν ἡμέραν μίαν; ἡ σὴ εἴσοδος τὸν θάνατον τοῦ υἱοῦ μου παρέσχε. Τί μοι ἄλευρον ἐχαρίσω, τοῦ ἐσθίοντος μὴ παρόντος; δός μοι τὸν υἱόν μου· σὺ αὐτὸν ἐθανάτωσας κληρονομῆσαι τὸν οἶκόν μου βουλόμενος. ∆έξαι σὺ τὸ ἄλευρον, καὶ δός μοι τὸν υἱόν μου. Ἐμὲ σιτεύεις, καὶ τὸ τέκνον μου φονεύεις; μετὰ ἰδίων λιμώξω, καὶ μὴ μετὰ ξένων πλουτήσω. Τί ἐμοὶ καὶ σοὶ, ὦ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου. Σὺ τὸν υἱόν μου ἐθανάτωσας, σκληρός μοί τις φαίνῃ· οὐκ ἔστιν ἡ εἴσοδός σου εἰθεῖα; Τί διαπράξω, ἀπάγγειλόν μοι. Μὴ ἔφυγες τὸν Θεόν σου; μὴ τὰ τοῦ Ἰωνᾶ διεπράξω πράγματα. Τραχύς τίς μοι φαίνῃ. Πῦρ πνέεις, φόνον ὀρέγῃ, ἀβροχίαν βαστάζεις, πεντηκοντάρχας κατακαίεις· ἐγνώσθη μοι γὰρ οὖν τὰ κατὰ σέ. Οὐκ ἀρκεῖ σοι ὅτι τοὺς ὁμοφύλους σου ἔπνιξας, ἀλλὰ καὶ ὧδε παραγέγονας τὰ ὅμοια διαπράξασθαι; Πολλοὺς ἔπαιξας, ἐμὲ δὲ οὐ παίξεις· δός μοι τὸν υἱόν μου. Τί οὖν ὁ Ἠλίας; Συνεκάμφθη εὐθέως· ἔγνω γὰρ τοῦ Κυρίου τὸ σφύγμα. ∆ιὸ μέγα στενάξας ὡς ἡττηθεὶς, ἐβόησε λέγων· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ οἰκῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς· σὸν τὸ ἔργον· ἐπέγνω γὰρ, ∆έσποτα. Ἰδοὺ ὑπὸ χήρας βιάζομαι· ἀεὶ γὰρ σκληροτάταις γυναιξὶ παραπέμπεις με. Τὴν Ἰεζάβελ ἔφυγα, καὶ εἰς ταύτην περιέπεσα. Πολλοὺς πειρασμοὺς ὑπέμεινα, ταύτης δὲ τὴν γλῶτταν βαστάσαι οὐ δύναμαι. Σὺ εἶ ὁ εἰρηκώς μοι, ∆έσποτα· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἰδοὺ διαστρέφει· οὐ γὰρ διατρέφει. Ὡς φονεὺς κατέχομαι· καὶ καλῶς κατέχομαι· ἀνθηρὸς γὰρ ἦν ὁ παῖς ἐν τῇ εἰσόδῳ μου· πῶς οὖν ἀθρόυς θανάτῳ παρεδόθη, οὐκ οἶδα.
Λύτρωσαί με, Κύριε, τῆς ὀχλήσεως ταύτης· θέατρόν μοι περιέστησεν,αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε. ∆ὸς τὴν ψυχὴν, καὶ παρέχω τὴν βροχήν· πληροφόρησον τὴν χήραν, καὶ ἀρδεύω τὴν χώραν· δὸς τοῦ παιδὸς τὴν παλαιβίωσιν, καὶ κινῶ τὴν γλῶτταν πρὸς ὀμβροδοσίαν. Ταῦτα μέντοι διὰ τὴν προῤῥηθεῖσαν τοῦ Λαζάρου νεκρεγερσίαν, καὶ τὴν τῶν Ἰουδαίων ἀντιλογίαν, ὅτι ἄλλως ∆εσπότης αὐθεντεῖ, καὶ ἄλλως δοῦλος ἐγείρει. Ἠλίας ἤγειρε νεκρὸν, ἀλλ' ὅμως οὐκ ηὐθέντησεν· ὠδυνήθη γὰρ πολλὰ καὶ ἐθλίβη καὶ στενώσει περιέπεσε. ∆ιὸ ἐβόησεν ἐν προσευχῇ λέγων· Οἴμοι! Ὅπου δὲ τὸ, οἴμοι· ἐκεῖ ὀδύνη ψυχῆς. Οὕτω γὰρ καὶ ἀλλαχοῦ εὑρήσεις τὸν προφήτην ὀδυρόμενον καὶ λέγοντα· Οἴμοι! ὅτι κατελείφθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία· καὶ πάλιν ἄλλος, Οἴμοι! ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς. Πανταχοῦ ὀδύνη τὸ Οἴμοι. Οὕτω καὶ Ἠλίας ἐνταῦθα· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίτον. Ὅρα οὖν ἐνταῦθα, πῶς ἐν τῷ νόμῳ τῆς χάριτος τὸ μυστήριον εἰκονογραφεῖται. Τὸ γὰρ, Ἐνεφύσησε τρίτον, τῆς ἀδιαιρέτου Τριάδος τὴν εἴσοδον παριστᾷ. Καὶ ἐπεκαλέσατο τὸν Θεὸν, καὶ εἶπεν· Ἐπιστραφήτω δὴ, Κύριε, ἡ ψυχὴ τοῦ παιδαρίου εἰς αὐτόν. Καὶ ἐγένετο οὕτω.
Τί λέγεις, ὦ Ἰουδαῖε; μήτι τοιοῦτον ὁ Κύριος, οἷον Ἠλίας; μήτι τοιοῦτον Ἠλίας, οἷον ὁ Κύριος; μὴ ἔκλινεν ὁ Κύριος γόνυ; μὴ ἐπλάτυνε τὴν προσευχήν; Αὐτῷ γὰρ πᾶσα προσευχὴ ἀναπέμπεται· φωνὴν ἀφῆκε μόνον, Λάζαρε, δεῦρο ἔξω, ὡς δεσπότης δοῦλον καλῶν. Τί οὖν; ἐξῆλθεν ὡς δοῦλος ὑπακούσας δεσπότῃ; Ἐξῆλθεν, οὐκ ἐβράδυνεν, οὐκ ἀνέμεινεν ὁ ᾅδης, οὐκ ἐστασίασεν ὁ θάνατος, οὐκ ἀνεβάλοντο αἱ κάτω δυνάμεις· ἀλλὰ μᾶλλον κατεπλάγησαν. Ὁ γὰρ ᾅδης ἔχων τὸν Λάζαρον ἤδη τέσσαρας ἡμέρας ἐν τοῖς ἰδίοις χωρίοις πανταχόθεν διαλυθέντα, ὡς ἀγόμφωτον σκάφος, λοιπὸν ἀμέριμνος ἦν· αἱ κάτω δυνάμεις οὐκ εἶχον ἔννοιαν, ὡς Λάζαρος τῶν καταχθονίων ἀνασπασθήσεται λοιπόν. Ὡς δὲ ἀθρόον ἡ ∆εσποτικὴ φωνὴ ἐν τῷ τάφῳ κατελθοῦσα σὺν φωτισμῷ πολλῷ ἤρξατο θᾶττον τὰς μὲν τρίχας τοῦ Λαζάρου ἀντιφυτεύειν τῇ κεφαλῇ, τὸν μυελὸν ἐνθηκιάζειν τῇ κενότητι τῶν καλάμων, τῶν δὲ φλεβῶν τὴν μέστωσιν πρὸς ζωτικὸν κατευθύνειν αἷμα, κατεπλάγησαν αἱ κάτω δυνάμεις πρὸς ἀλλήλας βοῶσαι· Τίς οὗτος ὁ καλῶν; τίς οὗτος ὁ αὐθεντῶν; τίς ὁ ἀναπλάττων διαλελυμένον χοῦν; τίς ὁ ἐξυπνίζων νεκρὸν ὡς ἐξ ὕπνου; τίς ὁ ἀδαμαντίνας πύλας διαῤῥήσσων; τίς ὁ βοῶν, Λάζαρε, δεῦρο ἔξω; ἡ φωνὴ μὲν ἀνθρωπόφθογγος, καὶ ἡ δύναμις θεοδύναμος. Τίς ὁ καλῶν; οὐκ ἔστιν ἄνθρωπος· τὸ μὲν σχῆμα ἀνθρώπου, ἡ δὲ φωνὴ Θεοῦ. Προπέμψωμεν Λάζαρον, ὀξέως αὐτὸν ἀναφορήσωμεν, μὴ κατέλθῃ ὧδε ὁ καλῶν αὐτὸν, μὴ βραδύνοντος τούτου ὧδε κατέλθῃ ὁ καλῶν. Ἤρξαντο σαλεύεσθαι οἱ νεκροὶ καὶ κινεῖσθαι. Ἕνα ζημιωθῶμεν, φησὶ, καὶ μὴ ἅπαντας ἀπολέσωμεν.Οὕτως ὁ Λάζαρος ἐξεπήδησεν ἐκ τοῦ κόλπου τοῦ ᾅδου αἰνῶν καὶ εὐλογῶν καὶ δοξάζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐνταῦθα τὸν λόγον σφραγίσωμεν·τὰ βαΐα τῶν φοινίκων ἀναλεγόμενοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἐξέλθωμεν βοῶντες καὶ λέγοντες· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξακαὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.


Εἰς τὸ, "Ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον."

Ὅσοι τοῦ Ἠλία μαθηταὶ τυγχάνετε, τοῦ τὴν πενιχρὰν τράπεζαν τῆς χήρας μὴ ἐξουθενήσαντος, παρ' ἡμῖν αὐλίσθητε. Τοιαύτη γὰρ καὶ παρ' ἡμῖν λόγων μετρία ἡτοίμασται τράπεζα, ἕνα ἄρτον ἔχουσα ἐπ' αὐτῆς· οὐχ ὃν ὁ μύλος ἐλέπτυνε, καὶ χεῖρες ἐμάλαξαν καὶ πῦρ ἐτελείωσεν, ἀλλ' ὃν παρθένος ἄρουρα ἄνευ ἀρότρου καὶ σπέρματος ἤνθησε, καὶ σταυρὸς ὡρίμασε, καὶ Πατὴρ ἐτελείωσε, καὶ δώδεκα κόφινοι τῶν ἀποστόλων ἐτρύγησαν. Τοῦτον τὸν ἄρτον Μαρία μὲν ἐγέννησεν, ἡ Ἐκκλησία δὲ ὑπεδέξατο, καὶ καθ' ἑκάστην ἡμέραν ὑφ' ἡμῶν ἐσθίεται, καὶ ἀδαπάνητος μένει. Τοῦτον ὑμῖν τὸν ἄρτον ἐπὶ τῆς μετρίας μου τραπέζης ἐπιθεὶς, ἠβουλόμην τῇ σιωπῇ τὸ τῆς γλώττης μου ὄργανον περισφίγξαι· ἀλλ' ἡ τῶν θεομάχων Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἡμῶν ῥαπτομένη ἐπίβουλος ἐνέδρα καὶ τοὺς λίθους λαλεῖν ἀναγκάζει.
Τί γὰρ ἠκούομεν ἀρτίως ἀναγινωσκόμενον; Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι, συμβούλιον ἔλαβον κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ τίς ἡ αἰτία, δι' ἣν βουλεύονται ἀπολέσαι τὸν Κύριον; Ὅτι ἐν ἡμέρᾳ σαββάτων ἄνθρωπον ἐθεράπευσε, καὶ τὴν ἀργὴν καὶ ξηρὰν χεῖρα ἐν ἡμέρᾳ ἀργίας πρὸς ἔργον ἐξέτεινεν. Ὢ ἀναισθησία Ἰουδαίων τῶν μὴ νοούντων, ὅτι ἔδει τὴν ἐν τῷ παραδείσῳ δεξιὰν χεῖρα τοῦ Ἀδὰμ, ἁψαμένην τοῦ ξύλου καὶ ξηρανθεῖσαν τῇ παραβάσει, ταύτην πάλιν ὑπὸ τοῦ ἰδίου κεραμέως ἀναπλασθῆναι! ἢ ὅτι ἔδει τὴν ὑπὸ τοῦ διαβόλου διὰ τὴν τῶν ἀθέων εἰδώλων αἱμοχυσίαν δεξιὰν σπιλωθεῖσαν, διὰ τοῦ ἰδίου δημιουργοῦ πάλιν λαμπρὰν πρὸς οὐρανὸν ἐκταθῆναι! Ἀλλὰ λυποῦνται ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου καὶ σωτηρίᾳ ψυχῆς, καὶ τὴν μὲν ἀργίαν τοῦ σαββάτου ἐκδιδάσκουσι, τὴν δὲ θαυματουργίαν τοῦ Ἰησοῦ ἀγνοοῦσι. ∆ιὰ τί γὰρ, ὦ Φαρισαῖοι, οὐκ ἐλυπήθητε, ἢ τοιαῦτα οὐκ ἐμελετήσατε κατὰ τοῦ Μανασσῆ, ὅτε τὸν Ἡσαΐαν συνέπριζεν, ὅτε τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθυσίαζε τοῖς δαιμονίοις, καὶ τοὺς οἴκους τοῦ Θεοῦ τεμένη τῶν εἰδώλων καθίδρυσε; διὰ τί τοιαύτην βουλὴν οὐκ ἠγάγετε κατὰ τοῦ Ἡρώδου, ὅτε τοὺς νηπίους ἀδίκως ἀπέσφαξε, καὶ μητέρας ἠτέκνωσεν; ὅτε ἦν ἰδεῖν δίκην ἀσταχύων ἀώρων τοὺς νηπίους κατακειμένους ἐν μιᾷ τομῇ σιδήρου, μήπω τὸν κόκκον τῆς καρδίας στερεὸν ἔχοντας, μήτε μὴν τοὺς ἀνθέρικας τῶν τριχῶν ἡβήσαντας, ἀλλ' ἐν αὐτῇ τῇ ἁπαλωτάτῃ τοῦ γάλακτος τροφῇ τυγχάνοντας, βιαίῳ θυμῷ χαλάζης ὑπὸ Ἡρώδου φονευομένους; ὅτε οἰμωγαὶ καὶ κοπετοὶ ἀνδρογύνων ἐν ταῖς τῆς πόλεως πλατείαις καὶ ῥύμαις ἠκούοντο, ἐκεῖ πατέρων λυσιφρένων, καὶ μητέρων λυσικόμων δεινῶς ὀλοφυρομένων ἐπὶ τῇ τῶν ἀώρων τέκνων ἀδίκῳ σφαγῇ; ὅτε τοῖς τῶν νηπίων αἵμασιν ἡ Βηθλεὲμ ἐφοινίσσετο, καὶ ἀώρων βοτρύων γλεῦκος ἄωρον τοῖς τῶν γονέων θερμοῖς δάκρυσι συνεκιρνᾶτο; ὅτε ὄψις πατέρων ὀλολυγμῷ διεστρέφετο, καὶ μητέρων σπλάγχνα τοῖς πόνοις εἱλίσσετο, καὶ γαλακτοφόροι πηγαὶ μαστῶν παρὰ καιρὸν ἐξηραίνοντο; ὅτε ἐν τοῖς τῶν μητέρων στέρνοις τὸ πνεῦμα στενοχώρως εἱλούμενον, περὶ τοὺς μυκτῆρας ἀτάκτως ἐφέρετο; ὅτε πατέρων καὶ μητέρων ὀφθαλμοὶ πηγὰς ὑδάτων ἐμιμοῦντο, καὶ ἀργυροχρόους σταγόνας δακρύων καχλαζόντων ἀπὸ παρειῶν ἐπὶ ἔδαφος ἔῤῥιπτον; ὅτε τρίχωμα γυναικῶν τοῖς αὐτῶν ὄνυξιν ὑπὸ πολλῆς ἀνοίας τῷ σπαραγμῷ κατεξαίνετο, καὶ οὓς ἔδει κρύπτειν πλοκάμους, τούτους τῇ μέθῃ τῆς λύπης ἐπόμπευον;
Ἀλλὰ τοὐναντίον φρονοῦντες, τοὐναντίον καὶ ποιεῖτε· καὶ τοὺς μὲν φονεῖς καὶ ὑπευθύνους θανάτου ἀφίετε, τοὺς δὲ ἀθώους καὶ δικαίους κολάζετε, τοῦ νόμου λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Ὢ τάξις ἄτακτος, καὶ νόμος ἄνομος, παρὰ διαβόλου πεμπόμενος, παρὰ δαιμόνων γραφόμενος, ὑπὸ τῶν Ἰουδαίων μέχρι τοῦ νῦν φυλαττόμενος! Ποῖος οὗτος νόμος, τὸ τοὺς μὲν φονεῖς περισώζεσθαι, τοῦτον δὲ τὸν τοῖς φονευθεῖσι τὴν ζωὴν χαριζόμενον ἀπόλλυσθαι; Τὸν γὰρ Βαραββὰν ἐπὶ στάσει καὶ φόνῳ εὑρεθέντα ἠξίωσαν Πιλᾶτον ἀπολυθῆναι, τὸν δὲ Ἰησοῦν τὸν τοὺς ὑπὸ τοῦ διαβόλου φονευθέντας ζωοποιήσαντα ἠξίωσαν σταυρωθῆναι. Καὶ ἐξελθόντες, φησὶ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμεστωμένης! Ἡ πηγὴ τῶν ἀγαθῶν ποταμηδὸν αὐτοῖς τὰς εὐεργεσίας ἔβλυζεν, οἱ δὲ καὶ ἀντλοῦντες τὴν χάριν, φονοκτόνους βουλὰς ἐν καρδίαις ἐρεύγοντο.Οἱ τὰ τραύματα αὐτῶν ἔχοντες, ἰώμενοι τῶν ὀδυνῶν ἀπηλλάττοντο· ἐκεῖνοι δὲ ἐν μὲν τῷ σώματι μὴ ἔχοντες τραύματα, ὑπὸ τοῦ φθόνου κεντούμενοι ὠδυνῶντο.Οἱ πεινῶντες αὐτῶν ἐπ' ἐρημίαις, εἰς κόρον ἐτρέφοντο· κἀκεῖνοι ἐν εὐθηνίᾳ πίστεως ὑπὸ ἀπιστίας ἐφθείροντο. Τὸ ὕδωρ εἰς οἶνον μετεβάλλετο· κἀκεῖνοι τοῦ οἴνου μὴ γευσάμενοι, τῷ φθόνῳ μεθύοντες περιεφέροντο. Εἶδον τῆς αἱμοῤῥοούσης σταλείσας τὰς τοῦ αἵματος ῥύσεις· κἀκεῖνοι τῇ βασκανίᾳ τηκόμενοι κατέσταζον. Οἱ δαιμονιῶντες αὐτῶν, τῶν δαιμόνων ἐλευθερούμενοι ἐσωφρόνουν, κἀκεῖνοι ὑπὸ τοῦ φθόνου κινούμενοι χειρόνως τῶν δαιμονώντων ἐμαίνοντο· οἱ τυφλοὶ αὐτῶν ὀφθαλμοὺς μὴ ἔχοντες ἐφωτίζοντο, κἀκεῖνοι ὀφθαλμοὺς ἔχοντες ἐσκοτίζοντο. Τῶν κωφῶν, ὡς ἀρτίως ἠκούομεν, ὁ εἷλιξ τῆς ἀκοῆς ἠνοίγετο· κἀκείνων ἡ καρδία ἰλιγγοειδὴς βουλὰς φόνου περιέστρεφεν. Ἡ θάλασσα τὰ ἑαυτῆς κύματα καταστείλασα, πρὸς ἐπίβασιν ἑαυτὴν τοῦ ∆εσπότου ἡτοίμασε· κἀκείνων ἡ καρδία κύματα λογισμῶν θανατηφόρα διὰ στόματος ἤφριζε. Βαρύτατοι ἄνεμοι τὴν βιαίαν τοῦ πνεύματος θύελλαν εἰς πραεῖαν αὔραν ἐγαληνίαζον· κἀκεῖνοι τῇ ζάλῃ τοῦ φθόνου κλονούμενοι, σταυροῦ χειμῶνα ἐσύριζον. Ὦ φθόνε ῥίζα θανάτου, ἡ πολύπλοκος νόσος καρδίας, ὀξύτατε ἧλε! ποῖος γὰρ ἧλος ὀξύτατος οὕτω κεντᾷ, ὡς ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν καρδίαν τιτρώσκει; ποία δὲ νόσος οὕτω τὸ τῆς ὄψεως κάλλος ἀφανίζει, ὡς ὁ φθόνος τὸ τῆς ψυχῆς καλλίπνοον ἄνθος, τὴν ἀγάπην, μαραίνει; Τὸ πῦρ ὕδωρ σβέννυσι, τὸν δὲ φθόνον μυρίαι πηγαὶ διδασκάλων οὐ παύουσι· μία ἀκόνη τὸν ἰὸν τοῦ σιδήρου ἀποσμήχει, οἱ δὲ πέντε λίθοι τοῦ ∆αυῒδ τὸν φθόνον ἐν τῷ Σαοὺλ πλεῖον ἐξήγειραν.
Λέγεται εἶναι ἡ σαῦρα χλωρά· ἀλλ' οὐκ ἔστι τῶν φθονερῶν χλωροτέρα. Ὥσπερ γὰρ σκώληξ τὴν καρδίαν τοῦ δένδρου κατὰ μέρος ἐκτρώγων ξηραίνει, ὡσαύτως ὁ φθόνος τὴν καρδίαν τοῦ ἔχοντος αὐτὸν κατὰ μέρος ἐκβιβρώσκων μαραίνει. Καὶ ὅσα ἂν εἴπωμεν, ἀγαπητὲ, περὶ τοῦ φθόνου, οὔπω ἠρξάμεθα λέγειν αὐτοῦ τὴν κακίαν· κἂν γλῶσσαι ῥητόρων, κἂν λόγοι φιλοσόφων, κἂν ῥήσεις διδασκάλων, ἐξειπεῖν οὐκ ἰσχύσουσι. Πλήρωμα οὖν νόμου ἐστὶν ἀγάπη τοῦ λόγου, καὶ πλήρωμα φόνου ἐστὶν ἡ κακία τοῦ φθόνου. Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς. Τὴν γὰρ ἐνθήκην σοι τῶν κακῶν ὁ διάβολος ἔδωκε· ὁ δὲ ὄφις κυβερνήσας τὸν Ἀδὰμ εἰς ναυάγιον θανάτου κατήνεγκε· Κάϊν δὲ πρωρεὺς, ἐπειδὴ διὰ σὲ, φθόνε, πρῶτος αὐτὸς τὸν φόνον εἰργάσατο. Σοὶ ἱστός ἐστιν ἀπ' ἀρχῆς ἐν παραδείσῳ ἡ τοῦ ξύλου παρακοὴ, σὰ σχοινία εἰσὶν αἱ σειραὶ τῶν ἁμαρτιῶν, σοὶ ἐπιβάται εἰσὶν οἱ φθονεροὶ, ναῦται οἱ δαίμονες, κῶπαι οἱ δόλοι, αὐχὴν ἡ ὑπόκρισις, παρασχαρῖται οἱ φθονεροί. Ὢ πλοῖον μυριοφόρον κακῶν! Ἐὰν ζητήσῃς ὑπόκρισιν, ἐκεῖ εὑρίσκεται· ἐὰν δόλον, ἐκεῖ γεννᾶται. Φθόνος ἐκεῖ πολιτεύεται, ἔχθραι, μάχαι, ἀπάτη, φιλονεικία, λοιδορία, κακολογία, βλασφημία, καὶ ὅσα ἂν εἴπωμεν, καὶ ὅσα ἂν παραλείπωμεν, ταῦτα πάντα τὸ ταρτάρινον πλοῖον τοῦ φθόνου βαστάζει. Τοῦτο τὸ πλοῖον τοῦ φθόνου κατακλυσμὸς μὲν βυθίσαι οὐκ ἴσχυσεν, Ἰησοῦς δὲ αὐτὸ ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐν τῇ πηγῇ τοῦ βαπτίσματος κατεπόντισεν. Εἶχε τοῦτο τὸ πλοῖον καὶ ἀγκύρας σιδηρᾶς, ἀλλ' εἰς τοὺς ἥλους τοῦ Χριστοῦ ἐχωνεύθησαν· εἶχε τοῦτο τὸ πλοῖον καὶ ἱστίον, ἀλλ' ὁ διάβολος λαβὼν αὐτὸ σταυρὸν ἐπελέκισεν· εἶχε τοῦτο τὸ πλοῖον καὶ σχοινία, ἀλλὰ ταῦτα λαβὼν Ἰούδας ἀπήγξατο. Εἰς τοῦτο τὸ πλοῖον ἐμβάντες οἱ Ἰουδαῖοι, τῇ πέτρᾳ προσκρούσαντες περὶ τὴν πίστιν ἐναυάγησαν. ∆ιὰ τοῦτο μέχρι τοῦ νῦν οἱ Ἰουδαῖοι ἐν τῷ βυθῷ τῆς ἀγνωσίας ἐννήχονται. Πλὴν ὅσοι αὐτῶν ἂν ἰσχύσωσι τῆς Χριστοφόρου ὁλκάδος κρατῆσαι, διασώζονται· οἱ δὲ ἄλλοι ἁλμυρῷ θανάτῳ ἀπιστίας ἀπόλλυνται. Καὶ εἴθε κἂν ἐν τῷ βυθῷ ὑπάρχοντες πρὸς Ἰωνᾶν εἰς τὸ κῆτος ἐξέτρεχον· ἴσως γὰρ ἂν παρ' αὐτοῦ μαθόντες τὴν ἐν Χριστῷ εὐσέβειαν, ζῶντες μετὰ τούτου, ὑπὸ τοῦ κήτους ἐν Νινευῒ ἐξεῤῥίπτοντο.Νῦν δὲ τοὺς ὀφθαλμοὺς τῆς καρδίας καμμύσαντες, οὔτε τὸν λαμπροφόρον τῆς εὐσεβείας ἐν μέσῃ τῇ γῇ ἑστῶτα, καὶ τὴν πίστιν ἀστράπτοντα ὁρῶντες, πρὸς αὐτὸν καταφεύγουσιν· οὔτε πρὸς τὸν τῆς μετανοίας κήρυκα Ἰωάννην καταφεύγοντες ζῶσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες, φησὶν, οἱ Φαρισαῖοι. Πόθεν; Οὐκ ἐκ τοῦ φθόνου, ἀλλ' ἐκ τοῦ νόμου. Εἰ μὴ γὰρ ἐξῆλθον ἐκ τοῦ νόμου, οὐκ ἂν τὸν τοῦ νόμου Νομοθέτην ἐνύβριζον. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τοῦ νόμου τοῦ λέγοντος· Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς τοῦ Θεοῦ τῆς φωτιζούσης τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. –Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι. Πόθεν; Ἐκ τῆς ἐντολῆς, ἐκ τοῦ νόμου, ἐκ τῆς ζωῆς. Οἱ γὰρ ἄλλῳ θάνατον μελετῶντες, αὐτοὶ πρῶτοι τὸ τῆς ζωῆς ἀπολείπουσι φέγγος. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Καὶ οὐκ εἶπεν ὁ γράψας παρὰ τίνος, τὸν ἡμέτερον νοῦν ἀνακινῶν πρὸς τὴν ζήτησιν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον. Παρὰ τίνος; Ἦ δῆλον ὅτι παρὰ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου διαβόλου. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Τὸ, Ὅπως, ποίῳ τρόπῳ; ἆρα πέτρᾳ; ἆρα μαχαίρᾳ; ἆρα πυρὶ, ἢ ὕδατι; Ὁ δὲ σύμβουλος αὐτῶν διάβολος, ἀναπολήσας τὸ ξύλον τὸ ἐξ ἀρχῆς, δι' οὗ τὸν Ἀδὰμ ἐθανάτωσεν, εἰς αὐτὸ πάλιν καταφεύγει, καὶ συμβουλεύει ξύλῳ σταυρῶσαι τὸν Ἰησοῦν. Ἠγνόει δὲ ὅτι ἔμελλεν ἐκεῖνο τὸ ξύλον καὶ τὴν ἀρχαίαν τοῦ ξύλου παράβασιν παραλύειν, καὶ τὴν ζωὴν τοῖς ἀνθρώποις ἀνατεῖλαι. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ συμβουλία κακίστη διὰ φθόνου σπειρομένη, καὶ διὰ φθόνου ἐλεγχομένη! ὢ ματαία βουλή! Ἀγνοοῦσι γὰρ, ὅτι Θεὸς οὐκ ἀπόλλυται. Τὸν μὲν γὰρ ὀστράκινον λύχνον τοῦ σώματος διαλύσουσι, τὴν ἄσβεστον αὐτοῦ λαμπάδα τῆς θεότητος σβέσαι οὐ δύνανται. Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὢ θαυμαστοῦ πράγματος, καὶ μυστηρίου καινοῦ! Ἦλθεν ὁ Ἰησοῦς ἀναζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, καὶ οὗτοι τὸν τῶν ἀπολωλότων εὑρέτην ἀπολέσαι ζητοῦσι.∆ιὰ ποίαν αἰτίαν, εἴπατε ἡμῖν, Ἰουδαῖοι, κατ' αὐτοῦ τοιαῦτα βουλεύεσθε; Ἀλλ' ἐκεῖνοι μὲν αἰσχύνονται λέγειν· ἡμεῖς τὴν αὐτῶν αἰσχύνην πανταχῆ στηλιτεύσωμεν. ∆ιὰ τί γὰρ, φησὶ, νεκροὺς ἐγείρει; καὶ διὰ τί ἀσθενοῦντας ἰᾶται; διὰ τί καλὰ λαλεῖ; διὰ τί καλὰ πράττει; διὰ τί καλὰ διδάσκει; ∆ιὰ ταῦτα πάντα τὰ ἐγκλήματα βουλεύονται αὐτὸν ἀπολέσαι. Ὅταν ἐξέρχωνται νήπιοι παῖδες βαΐα λαμβάνοντες, διὰ τῶν βαΐων τὴν νίκην αὐτοῦ προαναφωνοῦντες, καὶ ἐν τῇ εὐφημίᾳ αὐτοῦ λέγοντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ἐκεῖνοι ἀπὸ τῶν ζιβήνων σφαττόμενοι ὑπὸ τοῦ φθόνου κεντοῦνται· οἱ γὰρ ἔπαινοι τῶν φθονουμένων, βέλη εἰσὶ τῶν φθονούντων. Καὶ προσέρχονται τῷ Ἰησοῦ, καὶ λέγουσιν αὐτῷ· Οὐκ ἀκούεις, τί οὗτοι λέγουσι; Καὶ οὐκ ἐγίνωσκον, ὅτι προφητικῶς ἐπληροῦτο τὸ γεγραμμένον, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὅτε Ἰεζάβελ κατὰ τοῦ Ναβουθὲ τὰ πλαστὰ ἐποίει γράμματα, ἡδέως ἀνέχεσθε· ὅτε Πιλᾶτος γράφει ἐπὶ τοῦ τίτλου τὰ χρηστὰ γράμματα, ἀγανακτεῖτε, καὶ κωλύετε γράφεσθαι. Τί γὰρ λέγουσι; Μὴ γράφε, ὅτι Ὁ βασιλεὺς τῶν Ἰουδαίων. Μὴ γράφε, ἀντὶ τοῦ, Τὴν ἀλήθειαν, τοῦ, Μηδεὶς ὠφελείσθω, μηδεὶς ἄρτιος ἔστω πρὸς εὐσέβειαν. Πάντως οὐχ οὕτως ἠγανάκτουν κατὰ τῶν τὰ δράματα τῶν ὀρχηστῶν γραφόντων, οὐδ' ἂν ἔτι καὶ νῦν οἱ πολλοὶ τὰ τῶν δαιμόνων ἀκούωσι ᾄσματα. Καὶ περὶ μὲν ἐκείνων οὐκ ἀλγοῦσι, περὶ δὲ τῶν θεϊκῶν διδαγμάτων ὅτι γράφονται πονοῦσι.
Καὶ ἄρα οὐκ ἔστι παντὸς κακοῦ ὑπέρτερον, τὸ τὰς μὲν μωρολογίας Φιλιστίωνος γράφεσθαι, τὰς δὲ δοξολογίας Ἰησοῦ μὴ γράφεσθαι δι' ὧν εἰς οὐρανὸν ὁδηγούμεθα; Εἰ δὲ καὶ ἦν τις ἄρα διδασκάλων ἰδιώτης τῷ λόγῳ, ὅμως δὲ τὰ τοῦ Θεοῦ λέγων, οὐ μὴν ἄρα βέλτιον τὰ τούτου γράφεσθαι ὑπὲρ τὰς τῶν Ἑλλήνων δαιμονιώδεις μυθολογίας; Συμφέρει γὰρ τοῖς νεωτέροις ἐν ταῖς ῥήσεσι τῶν θεολόγων διδασκάλων, κἂν ἰδιωτικαὶ τυγχάνωσιν, ἐμμελῳδοῦντας παιδεύεσθαι, ἄμεμπτον ἔχοντας φρόνημα, καὶ μὴ ἐν ταῖς τῶν δαιμόνων διδασκαλίαις ἐνασχολουμένους εἰς ἀκολασίαν ἐκμαίνεσθαι. Μὴ γράφε. ∆ιὰ τί, Μὴ γράφε; τί γὰρ ὑμᾶς βλάπτει; ποίων δὲ ὑμᾶς χρημάτων ἀποστερεῖ ἡ τῆς ἀληθείας γραφή; Ἄλλος τῇ προθυμίᾳ τῶν γραφομένων οὐκ ἤλγει τὴν χεῖρα, κἀκεῖνοι τὰ στήθη ἔτυπτον. Ἀλλ' εἰ καὶ Φαρισαῖοι ταῦτα ἔλεγον πρὸς Πιλᾶτον, καὶ ἐκώλυον αὐτὸν γράφειν τὰ τῆς ἀληθείας γράμματα· ὁ δὲ εἰ καὶ ἐθνικὸς ὑπάρχων ἔλεγε πρὸς αὐτούς· Ὃ γέγραφα, γέγραφα. Ἁρμόζει καὶ ἡμῖν αὕτη ἡ διδασκαλία, ἵνα ὅταν οἱ αἱρετικοὶ ἡμῖν συμβουλεύσωσι μεθίστασθαι ἀπὸ τῆς δόξης, λέγωμεν πρὸς αὐτούς· Ὃ γεγράφαμεν, γεγράφαμεν. Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσι. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Γνοὺς, οὐκ ἀπὸ ἄλλου μαθὼν, ἀλλ' ἀφ' ἑαυτοῦ ἐγνωκώς· καρδιογνώστης γὰρ ἦν, καὶ ἔστι, καθὼς καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει· Οὐ γὰρ χρείαν εἶχε, φησὶν, ἵνα τις εἴπῃ αὐτῷ περὶ τοῦ ἀνθρώπου. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν, οὐ τὸν θάνατον φοβούμενος, ἀλλὰ τὸν καιρὸν τοῦ σταυροῦ ἐκδεχόμενος.
Ἔδει γὰρ αὐτὸν πρῶτον νεκροὺς ἀνεγεῖραι, ἀσθενοῦντας ἰάσασθαι, πεινῶντας πολλοὺς ἐμπλῆσαι, πολλοὺς εἰς τὴν πίστιν στηρίξαι, καὶ τότε ἐλθεῖν ἐπὶ τὸν ἀοίδιμον θάνατον, μᾶλλον δὲ θάλαμον. Ἔδει πρῶτον αὐτὸν στῆσαι τὸ ξύλον τὸ τοῦ μυστηρίου τοῦ σταυροῦ, καὶ τότε θερμῷ τῷ πνεύματι ἐπὶ τοὺς ἐν τῷ ᾅδῃ κατακειμένους καταδραμεῖν. Γνοὺς δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν. Ὅπου δόλος οὐ φαίνεται, φεύγει· ὅπου φόνος τεκταίνεται, ἀναχωρεῖ· ὅπου ἀγάπη πλέκεται, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα αὐλίζεται. Πλέξωμεν τοίνυν, ἀγαπητοὶ, τὴν τριπλεκῆ ἀγάπην, μὴ γλώσσαις ἀπατηλαῖς, ἀλλὰ παλάμαις ἐργαστικαῖς· ἵνα ᾖ μεθ' ἡμῶν ὁ Ἐμμανουὴλ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |