ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη

Τετάρτη 26 Οκτωβρίου 2016

Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα  ἐπ εκλήθη  Βαλτάσαρ. Καὶ ἀληθινὸς  ὁ λόγος· καὶ δύναμις  μεγάλη  καὶ σύνεσις ἐδόθη αὐτῷ  ἐν  τῇ ὀπτασίᾳ.

Ἐν ταῖς  ἡμέραις ἐκείναις  ἐγὼ  ∆ανιὴλ  ἤμην πενθῶν  τρεῖς ἑβδομάδας. Ἄρτον ἐπιθυμιῶν  οὐκ ἔφαγον,  καὶ κρέα καὶ οἶνος  οὐκ εἰσῆλθον  εἰς  τὸ στόμα μου, καὶ ἄλειμμα  οὐκ ἠλειψάμην  ἕως  τριῶν  ἑβδομάδων ἡμερῶν. Τίνος ἕνεκεν  πάλιν  πεν θεῖ; Εἰ γὰρ τὸ πρῶτον  ἔτος Κύρου ἀνέβη, τίνος ἕνεκεν πενθεῖ; καὶ πάσας ἡμέρας, εἰκὸς μίαν; πάλιν οὐδὲν ἀκούει, ὑπὲρ ὧν εὔχεται. Ἐμοὶ δοκεῖ, ὅτι εὔχεται ὥστε λυθῆναι τὰ δεινὰ ταῦτα. Ἀλλ' οὐδὲν τοιοῦτον ὁ Θεός· καὶ λέγει σαφέστερον αὐτό. Μᾶλλον δὲ ὥστε πάντας ἀνελθεῖν εὔχεται. Εἰ καὶ μεγάλα τὰ δεινὰ, καὶ ἐβούλετο ἀποβαλεῖν τὴν πατρίδα. Οὕτως δὲ σα φέστερον αὐτὸ λέγει, καὶ ἀκριβέστερον. Ὅρα δὴ παν ταχοῦ τὸν ∆ανιὴλ οὐχ ἁπλῶς  ἐπιτυγχάνοντα  τῶν ὄψεων, ἀλλὰ μετὰ νηστειῶν. Ὅτε ἔδει τὸ ὄναρ μα θεῖν, νηστεία προηγήσατο.


Ὅτε Γαβριὴλ ἐφάνη, νη στεία πάλιν  καὶ σποδὸς καὶ σάκκος. Ὅτε οὗτος φαί νεται, καὶ νηστεία καὶ εὐχή. Ἀλλ' ὅρα καὶ τοῦτον ἀπολογούμενον αὐτῷ σχεδόν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐγὼ ἤμην ἐχόμενος τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον· καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος  Βαδὶμ, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὀφὰζ, καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσεῖς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων  αὐτοῦ ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ ∆ανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ' ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ' ἢ ἔκ στασις μεγάλη  ἐπέπεσεν  ἐπ' αὐτοὺς,  καὶ ἔφυγον  ἐν  φόβῳ.  Καὶ ἐγὼ  ἀπελείφθην μόνος, καὶ εἶδον  τὴν  ὀπτασίαν τὴν  μεγάλην  ταύτην,  καὶ οὐχ ὑπελείφθη  ἐν ἐμοὶ ἰσχὺς, καὶ ἡ δόξα μου μετ εστράφη εἰς διαφθορὰν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν  τῶν λόγων αὐτοῦ· καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσ ωπόν μου, καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. Καὶ εἶπε πρός με·∆ανιὴλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σὲ, καὶ στῆθι ἐν τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην ἐγὼ πρὸς σέ. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρὸς μὲ τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρός με· Μὴ φοβοῦ, ∆ανιὴλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου τοῦ συνεῖ ναι καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Ὁρᾷς ὅπερ ἔφην, καὶ τοῦτον ἀπολογού μενον αὐτῷ σχεδόν; Ἀπὸ πρώτης ἡμέρας, φησὶν,  ἀπεστάλην.  Τίνος οὖν  ἕνεκεν  ἐβράδυνας; Καὶ ὁ ἄρ χων  βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν. Ἤκουσας ὅτι Ἔθηκεν ὅρια ἐθνῶν  κατὰ ἀριθμὸν ἀγγέλων  αὐτοῦ; Καὶ ἕκαστον ἔθνος ἔχει τὸν ἐφεστῶτα, καὶ βούλεται αὐτὸς εἶναι δυνατώτερος. Καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ. Οὐ γὰρ ἤρκει τὰ ῥήματα διδάξαι τὰ λεγό μενα. Ὁρᾷς ἑτέρως παιδευομένους τοὺς προφήτας; Καὶ δύναμις μεγάλη τῆς ὄψεως. Ὄντως γὰρ με γάλη, τὸ τοὺς ἠσθενηκότας ἐκείνου τοῦ τοσαῦτα πε ριγενομένου περιγενέσθαι Ἀντιόχου. Καὶ ἀληθινὸς ὁ λόγος. Ἐπειδή τινες ἔμελλον ἀπιστεῖν. Οὗ τὸ ὄνομα Βαλτάσαρ. Ἀναμιμνήσκει σε τῶν πρώτων, ἵνα ἀξιόπιστος φανῇ. Ἰδοὺ καὶ τὸ πάσχα ἔλυσεν. Εἰ γὰρ ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα γίνεται, οὗτος δὲ μέχρι τῆς τετάρτης εἰκάδος τοῦ μηνὸς ἐνήστευσεν. Ἐμπίπτει δὲ εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἐπὶ τὴν πρώτην εἰκάδα, καὶ ἑτέ ρας δύο ἡμέρας. Ὅρα τὰ νόμιμα ἤδη καταλυόμενα. Οὐκ ἐνέτρεψέ σε ὁ φόβος, ὦ ∆ανιήλ; Οὐχὶ, φησί. Ὅρα ποῦ τὴν ὀπτασίαν βλέπει· ἐπὶ τῆς ἐρήμου, καθάπερ καὶ Μωϋσῆς. Αἱ γὰρ πόλεις θορύβων γέμουσι, καὶ ταραχῆς. Οὕτω καὶ ὁ Χριστὸς ἐπὶ τοῦ ὄρους μετα μορφοῦται. Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόν των πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατ έλιπον  ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περ σῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται  τῷ λαῷ σου ἐπ' ἐσχάτων  τῶν  ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ πάντας τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην.  Καὶ ἰδοὺ ὡς ὁμοίωμα υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου. Καὶ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησα, καὶ εἶπον πρὸς τὸν ἑστῶτα ἐναντίον  μου· Κύριε, ἐν τῇ ὁράσει σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοὶ, καὶ ἰδοὺ οὐκ ἔχω ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τού του; Καὶ ἐγὼ, ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχὺς, καὶ πνοὴ οὐχ ὑπελείφθη  ἐν  ἐμοί.  Καὶ προσ έθετο,  καὶ  ἥψατό  μου  ὡς  ὅρασις ἀνθρώπου,  καὶ ἐνίσχυσέ με, καὶ εἶπέ μοι· Μὴ φοβοῦ, ἀνὴρ ἐπι θυμιῶν,  εἰρήνη σοι, ἀνδρίζου, καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ' ἐμοῦ, ἐνίσχυσα, καὶ εἶπον· Λαλήτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν, Εἰ οἶδας τί ἦλθον πρὸς σέ; Καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος  Περσῶν. Καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ ἄρχων  τῶν Ἑλλήνων ἤρχετο. Ἀλλ' ἢ ἀναγγελῶ σοι τὸ τεταγμένον ἐν γραφῇ ἀληθείας· καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος  μετ' ἐμοῦ περὶ τούτων,  ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων  ὑμῶν. Καὶ ἰδοὺ ἀνὴρ ἐνδεδυμένος στολήν. Ἴσως ἱερατικήν. Ἡ ὄψις αὐτοῦ ὡς ἀστραπὴ ἦν πυρὸς ἀπὸ ὀφθαλμῶν αὐτοῦ. Πῶς ἐν ἀστραπῇ ἐκείνοις ἔφαινε; τίνος ἕνεκεν οὕτω φαίνεται ὁ ἄγγελος οὗτος; ἆρ' ἵνα ἐκπλήξῃ τὸν δῆμον; καὶ τί τὸ κέρδος; Ἵνα πείσῃ μηκέτι πενθεῖν  τὸ  (f. τῷ)  πολλάκις  ταῦτα  λέγεσθαι·  μαρτυρῶν  μαρτυρεῖ  δυνάμει  τῶν ἐσομένων· ἢ ἵνα πιστώσηται αὐτόν. Καὶ ἡ φωνὴ  μεγάλη. Ὥστε καὶ τούτῳ καταπλήξασθαι. Ἐξίσταται, καὶ πάλιν  ὁμιλοῦντος  ἐξίσταται, συγχωροῦντος  ἴσως, οὐκ ἀδυνατοῦντος· ἐπεὶ πρότερον εἶπεν· Ἀνδρίζου. Καὶ ἔστη. Εἶδες τί ἐστιν ὄψις ἀγγέλου; Μὴ νομίσῃς χαλκὸν εἶναι τὸ ὁρώμενον, μηδὲ χρυσίον. Τίς γὰρ οὐκ ἂν ἐνέγκοι  τούτων  τὴν ὄψιν; Πανταχοῦ γὰρ τὸ φῶς  κεῖται. Ἐπεὶ τοίνυν  ἀπεστάλην, προσημαίνω τοῦτο μόνον, φησὶ, μὴ διαφθείρῃς  τὴν χάριν. Ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Τί γὰρ παρεκάλει, καὶ τί ἐδεῖτο; Καὶ μὴν οὐχὶ ταῦτα  αὐτῷ  λέγεις,  οὐδὲ  τοιοῦτον  οὐδέν.  Τάχα  ἐβούλετο  μαθεῖν  ἀκριβῶς  τὸν χρόνον, καὶ τὸ μετὰ ταῦτα. Καὶ ὁ ἄρχων τῆς βασιλείας, φησὶ, Περσῶν εἰστήκει ἐξ ἐναντίας  μου.  Ἆρα μὴ  τὸν  τῶν  ἀνθρώπων  λέγων  ἄρχοντα;  Οὐδαμῶς.  Καὶ γὰρ ἀλλαχοῦ λέγει· Ὁ ἄρχων τῶν Ἑλλήνων  ἐξῆλθεν. Ἐμοὶ δοκεῖ οὗτος οὐκ εἶναι τῶν ἀρχόντων, οὐδὲ τῶν ἐπιτεταγμένων  ἔθνος, ἀλλὰ τῶν ἄνω δυνάμεων. Εἶτα ἐπειδὰν οὐκ ἴσχυον οἱ ἄγγελοι ἄλλοι ἀντιστῆναι αὐτῷ, τούτῳ λέγεται. Ἀπελύθησαν, φησί· τί πάλιν ζητεῖς; Καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων  τῶν πρώτων ἦλθε βοηθῆσαί μοι· καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ ἄρχοντος βασιλέως Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσεται  τῷ λαῷ σου ἐπ' ἐσχάτων  τῶν  ἡμερῶν, ὅτι ἰδοὺ ἡ ὅρασις εἰς ἡμέρας. Τίνος ἕνεκεν  πρὸ τῶν  εἴκοσι ἡμερῶν οὐκ ἦλθεν  ὁ Μιχαήλ; Ἐμοὶ δοκεῖ, δεῖξαι βούλεται  τῷ προφήτῃ,  ὅτι κεκωλυμένα  πράγματα αἰτεῖ  καὶ παράνομα καὶ κατηναγκασμένα, μονονουχὶ καὶ τοῖς ἀγγέλοις βίαν ποιῶν. ∆ιὰ τοῦτο οὐδὲ Μιχαὴλ εὐθέως ἐν ἀρχῇ βοηθεῖ, ἀλλ' ὕστερον, ἵνα μάθωσιν ὅτι οὐκ ἦσαν ἄξιοι ἀνελθεῖν οἱ μετὰ  ταῦτα.  Ἀδικοῦνται  οἱ  ἄγγελοι.  Καὶ αὐτὸν  ἀφῆκαν  ἐκεῖ,  ὥστε  ἢ  πεῖσαι, ἢ κωλῦσαι.  Καὶ τίς  ἄγγελος  τοιοῦτος,  ὡς  ἀκούσας  τοῦ  Θεοῦ δόντος  τὴν  χάριν, ἀντιστῆναι;  Σωματοποιεῖ,  ὡς  οἶμαι,  τὸ  πρᾶγμα,  ὥσπερ  ἐκεῖ  [f. ἐπεὶ]  ἔλεγε·  Τίς ἐξελεύσεται, καὶ ἀπατήσει μοι τὸν Ἀχαάβ; Καὶ πάλιν· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Οὐ κωλύεται ὁ Θεὸς, οὐδὲ ἀνάγκην πάσχει, κατεχόμενος ὑπὸ τοῦ προφήτου. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἀλλαχοῦ φησι· Ἄφες με, ὅτι ἀνέβη ὁ ὄρθρος. Καὶ πάλιν ἐπὶ τοῦ ἀγγέλου  καὶ τῆς ὄνου· Εἰ μὴ πρόσωπόν σου ἔλαβον,  φησίν.  Οὐκ ἄρα τοῦτο δείκνυσιν  αὐτὸν  ἀνθιστάμενον  τῷ Θεῷ, ἀλλ' ἓν μόνον, ὅτι ἀδικοῦνται.  Τοσαῦτα ἴσχυσεν ὁ ∆ανιήl. Κατῆλθον συνετίσαι σε ὅσα ἀπαντήσεται τῷ λαῷ σου. Ὅρα πῶς ἀναγκαῖον  πρᾶγμα ἀφεὶς, ἀπολογεῖται  τῷ προφήτῃ. Πάλιν ἐξίσταται· πάλιν  αὐτὸν ἀνίστησι, καί φησι· Ἐγὼ πορεύομαι τοῦ πολεμῆσαι μετὰ τοῦ ἄρχοντος Περσῶν. Καὶ ἐγὼ   ἐξεπορευόμην,   καὶ   ὁ   ἄρχων   τῶν   Ἑλλήνων   ἤρχετο.   Ἴσως   ἑνὸς   τῶν ἐναντιουμένων ἐπὶ  τοῖς  ἐσομένοις, ὥστε τοῖς  κατὰ  Μακεδονίαν  πολεμῆσαι. Καὶ οὔπω  πείθεται.  Πόλεμος ἐν  ἀγγέλοις  ἐστὶ, μάχη περὶ ἀνθρώπων;  Ναί. Πάνυ γὰρ αὐτῶν   κήδονται.   Οὔπω   ἐπείσθη.   Ὥσπερ  ἂν   εἴποι   τις·   Ἀναγκάζομαι   τῷδε φιλονεικῆσαι.

ΙΑʹ.Καὶ ἐγένετο ἐν ἔτει πρώτῳ Κύρου, ἐγὼ ἔστην εἰς κράτος καὶ ἰσχύν. Καὶ νῦν ἀναγγελῶ σοι ἀλήθειαν.  Καὶ τότε, φησὶ, σώσας ἐγώ εἰμι.

Ινα γὰρ μὴ λέγῃ τις· Τί οὖν πολεμεῖς; τί οὖν, ἂν μὴ νικήσῃς; Οὐχὶ, φησί. Καὶ τότε ἐγὼ αὐτῶν προέστην. Καὶ οὐκ ἔστι γὰρ, φησὶ, εἷς ἀντεχόμενός  μοι περὶ τούτων, ἀλλ' ἢ Μιχαὴλ ὁ ἄρχων αὐτῶν. Ταῦτα λέγει ἵνα πείσῃ αὐτὸν, ὅτι οὐ πολέμιός ἐστιν αὐτῷ καὶ ἐχθρὸς, καὶ ὅτι πράγματα αἰτεῖ κεκωλυμένα. Οὐχ ὅτι βοηθῶν δεῖται. Πῶς γάρ; ∆είκνυται ὅτι οὗτος οὐκ ἦν τῶν ἀρχόντων.  Εἶτα λέγει πάντα μετὰ ἀκριβείας, καὶ λέγει πόθεν αἱ ἧτται. Εἶτα λέγει τὴν σωτηρίαν τοῦ λαοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς καὶ τὸ δόκιμον.

ΙΒʹ. Ἐν τῷ συντελεσθῆναι  διασκορπισμὸν χειρὸς λαοῦ ἡγιασμένου, γνώσονται ἅγιον, καὶ συντελεσθήσεται ταῦτα πάντα

Καὶ ἐγὼ ἤκουσα, καὶ οὐ συνῆκα, καὶ εἶπον· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· ∆εῦρο, ∆ανιὴλ, ὅτι καὶ ἐμπεφραγμένοι οἱ λόγοι ἕως καιροῦ πέρατος. Ἕως ἐκλεγῶσιν, καὶ ἐκλευκανθῶσιν, καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ οὐ συνήσωσι πάντες ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆ-ναι βδέλυγμα ἐρημώσεως, ἡμέραι χίλιαι διακόσιαι ἐννενήκοντα. Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριακονταπέντε.  Καὶ σὺ δεῦρο, καὶ ἀναπαύου· ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν  συντελείας· καὶ ἀναπαύσεις τὸν καιρόν σου εἰς συντέλειαν  ἡμερῶν. Καὶ σὺ, φησὶ, κάθισον· μετὰ γὰρ χρόνον πολὺν ταῦτά ἐστιν. Ἄρα οὐ περὶ τῆς ἀνόδου θρηνεῖ, ἀλλὰ μετὰ τὸ ἀνελθεῖν περὶ τῶν ἀνελθόντων.

 ΙΓʹ. Καὶ  ὁ  βασιλεὺς  Ἀστυάγης  προσετέθη  πρὸς  τοὺς   πατέρας   αὐτοῦ·  καὶ παρέλαβεν  Κῦρος ὁ Πέρσης τὴν  βασιλείαν  αὐτοῦ. Καὶ ἦν ∆ανιὴλ  συμβιώτης τοῦ βασιλέως, καὶ  ἔνδοξος  ὑπὲρ πάντας  τοὺς  φίλους  αὐτοῦ.


Τὰ κατὰ  τὸν  Βὴλ ἡμῖν ἀνέγραψεν ὁ ∆ανιήl. Οὐχ ὁρᾷς, φησὶ, πόσα ἐσθίει καὶ πίνει; Βαβαὶ, ἡλίκον τεκμήριον θεοῦ, καὶ γνώρισμα, τὸ πολλὰ ἐσθίειν καὶ πίνειν. Ὁ ∆ανιὴλ οὐκ εἶπε τοῦτο· Τοῦτο οὖν Θεὸς, εἰπέ μοι; ἀσθενὴς γὰρ ἦν ἐκεῖνος· ἀλλ' ἐκ περιουσίας ἐνίκησεν. Ἐγώ σοι τὸν  Θεὸν [τὸν]  κτίσαντα  τὸν  οὐρανὸν  λέγω  καὶ  τὴν  γῆν·  σὺ  δέ  μοι  γαστέρα μαινομένην  παράγεις  εἰς  μέσον; Τοῦτο μάλιστα  οὐκ  ἂν  εἴη  Θεοῦ· Θεὸς γὰρ  οὐ πεινάσει, οὐ κοπιάσει. Ἀλλ' οὐ βούλεται ἀπὸ λογισμῶν, ἀλλὰ ἀπὸ πραγμάτων νικᾷν. Καὶ τιμωρίαν ὥρισεν αὐτὸς ὁ βασιλεύς. Τίνος ἕνεκεν οὐχὶ παρόντων ἐσθίει, ἀλλ' ἐν νυκτί;  Πῶς ἐκεῖνοι  τοῦτο  οὐ  συνεῖδον,  ὅτι  ἤμελ   λον  διὰ  τῆς  βοηθείας ἐλέγχεσθαι; Ὅταν Θεὸς οἰκονομῇ, μηδὲν θαυμάσῃς. Καὶ ἀπέκτεινεν αὐτοὺς, φησί. Τί οὖν πάλιν ἐπὶ τοῦ δράκοντος; θηρίον τις προσκυνεῖ; Καὶ τοῦτον ἀνεῖλεν. Ὁρᾷς πῶς ἀνόητοι, πῶς ἄνανδροι οἱ βασιλεῖς τῶν Περσῶν; Ἐκδίδωσι τὸν ∆ανιήl. Τίνος ἕνεκεν, μετὰ τὴν νίκην τὴν οὕτω λαμπράν; Ὁ δὲ Ἀμβακοὺμ, φησὶ, ἄριστον ἤνεγκε τῷ ∆ανιήl. Ὅρα τὸ θαῦμα. Μὴ γὰρ οὐκ ἦν δυνατὸν αὐτῷ ἄλλοθεν  ἐνεχθῆναι, ἀλλ' ἀπὸ τῆς Ἰουδαίας; Τοῦτο φίλον ἦν τῷ προφήτῃ, ἵνα μὴ τὰ αὐτὰ ποιήσῃ πάλιν, καθάπερ ἐπὶ τοῦ εὐνούχου,  ἵνα μὴ νομίσας ἠλισγῆσθαι τὴν τράπεζαν, τὸν λιμὸν  ἐπιτείνῃ. Πόθεν ἔγνω  τὸν  Ἀμβακούμ; Ἀπὸ τῆς συγγενείας  τῆς κατὰ τὴν  φωνήν.  Ἔμελλεν αὐτὸς κήρυξ γίνεσθαι τοῖς κατὰ τὴν Ἰουδαίαν θαύματος μεγίστου. Πῶς οὐκ ἐφοβήθη τὰ θηρία ὁ ἄνθρωπος; Οὗτος μὲν ἤσθιεν, ἐκεῖνα δὲ ἐνήστευον. Ἔστω, τοῦ σώματος ἀπείχετο τοῦ δικαίου· τίνος ἕνεκεν καὶ τῆς τροφῆς; Ὥσπερ κημός τις καὶ χαλινὸς κατεῖχεν ἐκεῖνα.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |