ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Γʹ Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εικόνα χρυσή

Τετάρτη 26 Οκτωβρίου 2016

Γʹ Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εικόνα χρυσή




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Γʹ Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βα σιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν. Ὕψος αὐτῆς πηχέων ἑξήκοντα, καὶ εὖρος αὐτῆς πηχέων ἕξ· ἔστησεν αὐτὴν ἐν πεδίῳ ∆εηρᾷ ἐν χώρᾳ Βαβυλῶνος.


Καὶ Ναβουχοδονόσορ ἀπέστειλε εἰσαγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ το πάρχας, ἡγουμένους καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς  εἰκόνος,  ἧς  ἔστησε Ναβουχοδονόσορ ὁ  βασιλεύς.  Ὅρα τὴν  ἀλή  θειαν  τῶν πραγμάτων λάμπουσαν· καίτοι τίς οὐκ ἂν αἰσχυνθῇ τοῦτο ἀποκαλύψαι; Τί λέγεις; ὁ προσκυνή  σας, ὁ  μάννα  σπείσας, ὁ  τὸν  Θεὸν  οὕτω  τιμῶν,  καὶ  θαυμάσας  καὶ ὑπερεκπλαγεὶς, οὗτος, οὐδὲ μακροῦ παρελθόντος χρόνου, εὐθέως ἐπὶ τὴν προτέραν ἐπαν έρχεται πλάνην;  Καλῶς γε. Οὐ γὰρ αὐτὸν  κατεπλή  ξατε τοῖς σημείοις· ἀλλ' οὐδὲν τούτων ἐνενόησαν, ἀλλ' ἓν μόνον ὁρῶσιν, ὅπως γυμνὴν τὴν ἀλήθειαν παρακατάθωνται.


  Ἐπειδὴ  γὰρ  τὴν  πόλιν  εἷλε  (τότε  γὰρ  αὐτὴν  εἷλε,  καὶ  αὐτῆς ἐκράτει), ἔστησε τὴν εἰ κόνα, ἴσως εἰς τῦφον  ἀρθείς. Τινές φασιν, ὅτι τῆς εἰκόνος ἐκείνης μεμνημένος τῆς ἐν τοῖς ὀνείροις αὐτῷ δειχθείσης· ἄλλοι δὲ λέγουσιν, ὅτι εἰς θεοὺς ἑαυτὸν ἀναγαγεῖν  βουλόμενος. Καὶ γὰρ ταύτην εἶχον ἐπιθυ μίαν οἱ παλαιοὶ, ὥστε νομίζεσθαι θεοὶ, καθάπερ ὁ διάβολος. Καὶ ὅρα τὴν ἔκβασιν. Ἀφεὶς ποιῆσαι ἑαυ τὸν προσκυνεῖσθαι, τὴν εἰκόνα ἐποίησε προσκυνεῖσθαι, ἐκ πολλοῦ  τοῦ περιόντος τοῦτο  κατασκευάσαι βουλό  μενος,  καὶ  τῷ  μεγέθει,  καὶ  τῷ  τοῦ  σώματος  ὄγκῳ καταπλῆξαι  θέλων,  καὶ ἀπὸ τοῦ  τόπου  πάλιν.  Ἐν τόπῳ  ∆εηρᾷ, φησί. Ὕπιον [l. ὕπτιον]  ἴσως ἦν  τὸ πε δίον.  Εἰσὶν ἄνδρες  Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα Βαβυλῶνος, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγώ. Οἱ ἄνδρες ἐκεῖνοι οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, καὶ τοῖς θεοῖς σου οὐ λατρεύουσιν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ  προσκυ νοῦσι.  Τότε Ναβουχοδονόσορ ἐν  θυμῷ  καὶ  ὀργῇ  εἶπεν  ἀγαγεῖν  τὸν Σεδρὰχ, Μισὰχ καὶ Ἀβδεναγώ. Πῶς ὁ ∆ανιὴλ  ἐνταῦθα  οὐ φαίνεται; Ἐμοὶ δοκεῖ, φοβούμενος   ἐκείνους   μὴ  καταγγεῖλαι   αὐτὸν,   ἢ  τὸν   βασιλέα  αἰδούμενον   μὴ ἀναγκάσαι, ὥστε μὴ ἔχειν  κατήγορον φανερόν.  Τινὲς δέ φασιν, ἐπειδὴ Βαλτάσαρ ἐκαλεῖτο·  τὸ  δὲ  ὄνομα  τοῦτο  τοῦ  εἰδώλου  τοῦ  παρ'  αὐτοῖς  ἦν.  Ὁ  Θεὸς οὖν ᾠκονόμησε  μὴ ἐμβληθῆναι  εἰς  τὴν  κάμινον,  ὥστε μὴ τῇ  προσηγορίᾳ τὴν  ἰσχὺν ἐπιγράψαι,  καὶ διαφυγεῖν.  Τί οὖν οἱ τρεῖς παῖδες; Μάλιστα μὲν γὰρ ἔμελλον  καὶ αὐτοὶ διελέγχειν τὸ πρᾶγμα. Πλὴν ἐπὶ τῆς προῤῥήσεως πῶς οὐκ ᾠκονό μησε τοῦτο ὁ Θεός; ∆ιέβαλλον αὐτοὺς οἱ Χαλδαῖοι· πολλὰ γὰρ ἡ βασκανία ποιεῖ. Οὐκ ἔφερον τοὺς αἰχμα  λώτους  κρατοῦντας  αὐτῶν  ὁρῶντες.  Ἀλλ'  ὅρα. Καθάπερ  ἐπὶ  τοῦ ∆ανιὴλ, πρότερον ἔμαθον αὐτοῦ τοὺς τρόπους καὶ τὴν ἐπιείκειαν, καὶ τότε τὰ σημεῖα ἑώ ρων· οὕτω καὶ ἐνταῦθα ἄγονται  εἰς μέσον, καὶ πρῶτον αὐτῶν  τὴν προαίρεσιν ἀπεγύμνωσεν ὁ Θεός· κἀκεῖνοί τε οὕτω παρεσκευασμένοι οὐκ ἐπεπήδησαν εἰς τὸ μέ σον. Ἴστε δὲ ὅτι ἄνθρωπος τῆς παρούσης ζωῆς ἀπ εγνωκὼς, καὶ ῥᾳδίως φέρων τὴν τελευτὴν,  οὐδὲν παρ αιτήσαιτο τολμῆσαι, καὶ τῶν  σφόδρα δοκούντων  τολμηρῶν εἶναι. Ἀλλ'  ὅμως καὶ οὗτοι θανάτου  ὑπερορῶντες  ἐπιεικεῖς  ἦσαν, οὐδὲν ἀπὸ τῆς ἀνδρείας  εἰς θρασύτητα παραβλαβέντες,  οὐδὲ φιλοτιμίᾳ  τοῦτο  ποιοῦντες.  Καὶ οἱ ἄνδρες ἐκεῖνοι οἱ τρεῖς, Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, ἔπεσον εἰς μέσον τῆς καμίνου τοῦ πυρὸς  τῆς  καιομένης,  πεπεδημένοι.  Καὶ  πε  ριεπάτουν   ἐν  μέσῳ  τῆς  φλογὸς, ὑμνοῦντες  τὸν Θεὸν, καὶ εὐλογοῦντες  τὸν Κύριον. Ὅρα, οὐ θαυμαστὸν τοῦτο καὶ παράδοξον, τὸ καὶ περιπατεῖν καὶ ὑμνεῖν, καθάπερ ἐν κολυμβήθρᾳ ὑδάτων; Καίτοι οὐδὲν κωλύον ἦν ἐκεῖ, ἐπείπερ Θεὸς ἠβουλήθη. Τοιοῦτον εἶναι ἐμοὶ δοκεῖ κἀκεῖνο  τὸ πῦρ, τὸ τοὺς ἔξω κατακαῦσαν· καὶ τοῦτο πῦρ, κἀκεῖνο τὸ πῦρ· καὶ ταῦτα σώματα, κἀκεῖνα  τὰ  σώματα· καὶ  τῶν  μὲν  ἥψατο,  τῶν  δὲ  ἀπέσχετο. Εἶδες ὅσον ἀγαθὸν προαίρεσις καλλίστη; ἐθαύμασας αὐτῶν  τὴν προαί ρεσιν; Θαύμασον τοῦ ∆εσπότου τὴν εὔνοιαν, καὶ τὴν τιμὴν, ἣν εἰς αὐτοὺς ἐπεδείξατο. Τοὺς δοξάζοντάς με δοξάσω, φησί. Εἱστήκει τὸ  θέατρον  ἅπαν.  Ὑπὲρ τὴν  φύσιν  ἐφθέγξαντο,  ὑπὲρ τὴν  φύσιν αὐτοὺς  τιμᾷ.  Ὅρα τὰ  τοῦ  ∆εσπότου δυναμένους  τοὺς  οἰκέτας.  Τί θαυμάζεις,  εἰ βασιλέως καταγελῶσιν, ὅταν αὐτοὺς τὰ στοιχεῖα αἰδῆται καὶ θαυμάζῃ; Ἐκκλησία γέ γονεν  ἡ κάμινος.  αὐτῷ  ἐῴκει  τῷ  οὐρανῷ.  Ἐνταῦθα  ἤδη  τῆς  ἀφθαρσίας πεῖραν ἔλαβον. Ἐπεὶ καὶ παρὰ τὴν ἀρχὴν παθητὰ τὰ σώματα ἡμῶν ἡ ἁμαρτία πε ποίηκεν· ὅταν  γοῦν  τὰ δίκαια πράττῃ, πάλιν  ἀπαθῆ γίνεται.  Καὶ περιεπάτουν,  φησί. Ἀλλ' ἴδωμεν τί φθέγγονται· τῆς μυστικῆς ἀκούσωμεν φωνῆς μεθ' ἡσυ χίας πολλῆς. Εἶδες ἄτακτον  φωνὴν  καὶ  συγκεχυμένην  τῆς  σαμβύκης, καὶ  τοῦ  ψαλτηρίου,  καὶ  τῆς μουσικῆς; Ἄκουσον φωνῆς  ἀπὸ πυρός. Οὐ θαυμαστὸν ἐδόκει σοι τὸ φωνὴν  ἀπὸ πυρὸς φέρεσθαι Θεοῦ; Ἰδοὺ καὶ τοῖς  δούλοις  αὐτοῦ τοῦτο  ἐχαρίσατο. Ποῖος ἀὴρ πληττόμε  νος τὴν  φωνὴν  ἀπετέλει;  Οὐχὶ τοῦτο ἀεὶ τοῖς μέλ λουσι κατακαίεσθαι παραινοῦσι, διανοίγειν  τὰ στό ματα, ὡς οὐδὲ μικρὸν δυναμένης  τῆς δυνάμεως  ἐν απομεῖναι τῷ σώματι λοιπόν; Ὅρα συμφωνίαν  μουσι κὴν, ὥσπερ ἐξ ἑνὸς στόματος πάντας ὑμνοῦντας.  Καὶ συστὰς Ἀζαρίας προσηύξατο οὕτως· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ  ἐν  μέσῳ  τοῦ  πυρὸς  εἶπεν.  Ἵνα  μὴ  νομίσῃς,  ὅτι  ὑπὲρ  τῶν   παρόντων εὐχαριστοῦσι μό νον, ὑπὲρ τῆς αἰχμαλωσίας, καὶ τῶν δεινῶν ἐκείνων τῶν συμβεβηκότων αὐτοῖς  παρακαλοῦσι τὸν  Θεόν. Ὅρα πῶς ἄρχονται.  Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πα τέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου, καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθ όλου τὸ πῦρ, καὶ  οὐκ ἐλύπησεν  αὐτοὺς,  καὶ  οὐ παρηνώχλησεν.  Οὕτως οὐκ αὐτομάτως  ταῦτα ἐγένετο. Καὶ οὐ μόνον οὐ κατεκαύθησαν, ἀλλ' οὐδὲ παρηνώχλησεν  αὐτοὺς τὸ πῦρ, οὐδὲ ἐλύπησεν, οὐδὲ τὸ τυχὸν  οἷον, οὐδὲ θέρμην ᾔσθοντο. ∆ιὰ τοῦτο δὲ καὶ ἐπὶ τοσοῦτον ἡ φλὸξ ἀνῆλθεν, ὥστε καὶ τοῖς ἔξωθεν φαίνεσθαι. Καὶ ἡ ἐμβαλλομένη δὲ ὕλη ἱκανὴ ἦ αὐτοὺς πιστώσασθαι, καὶ τὸ μὴ δια λείπειν, καὶ τὸ ἐπὶ πολὺ φαίνεσθαι καιομένην, καὶ πάντων  ἔμπροσθεν τοῦτο γενέσθαι. Καὶ Ναβουχοδο νόσορ ἤκουσεν ὑμνούντων  αὐτῶν, καὶ ἐθαύμασε, καὶ ἐξανέστη ἐν σπουδῇ, καὶ εἶπε τοῖς μεγιστᾶσιν αὐτοῦ. Αὐτὸ δὲ τοῦτο ἐπῆλθε πόθεν τῷ Ναβουχοδο νόσορ ἀκοῦσαι; Ἄρα πάντα τὸν χρόνον  παρεκάθητο. ∆ιὰ γὰρ τοῦτο εὐθέως οὐκ εἴασεν αὐτὸν ἀκοῦσαι, ἵνα καὶ ὁ χρόνος αὐτὸς μαρτυρήσῃ τῷ γενομένῳ, ὅτι καὶ πολὺν διατρίψαντες χρόνον, οὐδὲν ἔπαθον δεινόν. Οὐχὶ ἄνδρας τρεῖς ἐνεβάλομεν εἰς μέσον τοῦ πυρὸς πε πεδημένους; Καὶ ἀποκριθέντες λέγουσι τῷ βασι λεῖ· Ἀληθῶς, βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Ὧδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας  ἐν μέσῳ τοῦ πυρός· καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ τοῦ Θεοῦ. Ἀπὸ τῆς θύρας εἶδεν  τὰς ὄψεις. Τότε προσῆλθε Ναβουχοδονόσορ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης, καὶ εἶπεν· Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ  Θεοῦ τοῦ  ὑψίστου,  ἐξέλθετε,  καὶ  δεῦτε  ὧδε.  Καὶ ἐξῆλ  θον  Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ ἐκ μέσου τοῦ πυ ρός. ∆ιὰ τί δ' οὐ πρότερον ἐξῆλθον ἕως ἐκάλεσεν αὐ τούς; Καὶ καλῶς πρότερον ἐρωτᾷ τοὺς ἄρχοντας, ἵνα τῇ ἀποκρίσει προκατασχεθέντες μηδὲν ἐναντίον  ἀπο κρίνωνται,  μηδὲ ὑπὸ τοῦ καιροῦ συναρπαγῶσιν. Ὥσ περ τῷ Μωϋσεῖ ἔλεγεν ὁ Θεός· Τί τοῦτο ἐν τῇ χειρί σου; οὕτω καὶ τούτους Ναβουχοδονόσορ προκατα λαμβάνει τῇ ἐρωτήσει. Ἰδοὺ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός· καὶ διαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς· καὶ ἡ ὅρασις τοῦ  τετάρτου  ὁμοία  υἱῷ  Θεοῦ. Πολὺ  κάλλος  ἴσως  ἐνέφαινε.   Πόθεν  οἶδας,  ὦ Ναβουχοδονόσορ, υἱὸν  Θεοῦ; Ὅρα τοῦτον  προφητεύοντα  τὸν  βάρβαρον ἀπὸ τῆς ὄψεως μόνης. Καὶ προσῆλθε, καὶ ἐκάλεσεν αὐτούς· Σεδρὰχ, Μισὰχ, Ἀβδεναγὼ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε, καὶ δεῦτε. Ὅρα. Οὐκ ἐκέλευσε σβεσθῆναι τὴν κάμινον, ἀλλὰ τί; Ἐκάλεσεν αὐτοὺς ἐξελθεῖν. Εἶδες θαῦμα μέγα καὶ παρά δοξον. Ὃ μάλιστα ᾔδει θεραπεῦσον, τοῦτο ἐκάλεσεν. Οὐδὲν ταύτης  τῆς εὐγενείας  ἴσον. Ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε.  Καὶ Ἰσαὰκ, φησὶ, ὁ δοῦλός σου. Ταύτῃ οἱ ἄγγελοι τῇ προσηγορίᾳ ἀγάλλονται,  καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφίμ. Καὶ οὐχ ὡς ἄν τις φιλόνεικος  ποιή σειεν, ἀναπέμειναν  (ι. ἐναπέμειναν), ἀλλ' εὐθέως ὑπήκουσαν· καὶ συνῆλθον ἅπαντες ἰδεῖν τὸ θαῦμα.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |