ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περὶ αὐχμοῦ.

Τετάρτη 26 Οκτωβρίου 2016

Περὶ αὐχμοῦ.



Ιωάννης Χρυσόστομος
Τόμος 61

Περὶ αὐχμοῦ.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Ἐπιδαψιλευέτω μοι τὸ τοῦ λόγου προοίμιον ὁ τῶν προφητῶν συμπαθέστατος. Ἀλλ' ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν ὠδύρετο· ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι καὶ δάκρυα. Ἐκλείσθη γὰρ ὁ οὐρανὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ ἡλιακῷ αἱ νεφέλαι, Ὡσεὶ φρύγιον συνεφρύγησαν· αἱ τῶν ὑδάτων ἀπεξηράνθησαν πίδακες, καὶ ποταμῶν ἀεννάων ἐξέλιπε ῥεύματα· ἡ δὲ γῆ πυρακτωθεῖσα τῷ καύσωνι τοὺς συνήθεις αὐτῆς δοῦναι καρποὺς ἀπαναίνεται. Φεῦ τῶν ἡμετέρων κακῶν.Καὶ αὐτὰ γὰρ τὰ ἄλογα ζῶα κινδυνεύει διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀπεξηράνθη ἡ γῆ καὶ ὁ χόρτος αὐτῆς, μᾶλλον δὲ οὐκ ἐβλάστησε, καὶ τῷ λοιμῷ διαφθείρεται! Καὶ βοῦς μὲν ἐλεεινὸν μυκᾶται, καὶ οἷον ἐπιθανάτιον· τὰ δὲ ποίμνια βληχᾶται γοερῷ τῷ βληχήματι, ὡς φλογώδη κρατῆρα τὴν τῶν ὑδάτων πόσιν προκειμένην θεώμενα, καὶ πρὸ καιροῦ τὰ λήϊα ξηραινόμενα· ὡς καὶ τὴν Ἰωὴλ προφητείαν πεπληρῶσθαι νῦν ἐν ἡμῖν·


Ἔκλαυσε βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ ποίμνια τῶν προβάτων ἠφανίσθη, ὅτι ἐξηράνθησαν ἀφέσεις ναμάτων. Τοσοῦτον τὰ ἡμέτερα πταίσματα τὴν ἵλεων τοῦ Θεοῦ φύσιν καὶ ἥμερον εἰς δίκαιον θυμὸν παρεκίνησαν. Καὶ ἐπειδὴ καθ' ἑκάστην οὐ παυόμεθα τὸ πῦρ τῶν ἁμαρτιῶν ὑφάπτοντες, εἰκότως αὐχμῷ καὶ καύσωνι τιμωρούμεθα. Τάχα που καὶ πρὸς ἡμᾶς ὁ προφήτης βοᾷ· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς μὲν οὖν Ἰσραηλίταις διὰ τοῦ προφήτου ἐπήγγελτο ὁ Θεὸς, εἰ φυλάττοιεν τὰς αὐτοῦ ἐντολὰς, Ἐπιβρέξω εἰς ὑμᾶς ὑετὸν πρώϊμον καὶ ὄψιμον· καὶ πληθυνθήσονται ὑμῶν αἱ ἅλωνες σίτου, καὶ αἱ ληνοὶ οἴνων· ἡμῖν δὲ ἡ ἐπαγγελία αὕτη εἰς τοὐναντίον μετέστραπται· μᾶλλον δὲ ἡμᾶς ἡ τοῦ Ἱερεμίου κατάρα κατείληφεν· Ἔστω σοὶ, φησὶν, ὁ ὑπὲρ τὴν κεφαλὴν οὐρανὸς χαλκοῦς· τὴν παντελῆ ξηρασίαν καὶ ἐπίλειψιν τῶν ὑδάτων τῇ ἀπειλῇ τοῦ λόγου σημαίνοντος. Ἢ οὐ τοῦτο ἡμῖν ἀρτίως πεπλήρωται; Ἡ μὲν γῆ χαραδρωθεῖσα αὐχμῷ καὶ οἷον ἀπολιθωθεῖσα, τῶν γεωργῶν τὸν πόνον ἠμάλδυνεν, οὔτε τὴν ἄροσιν παραδεχομένη, οὔτε τὴν σκάφησιν· τὰ δὲ λήϊα μικρὸν ἐκβλαστήσαντα, καὶ χρηστὰς ἐλπίδας παρασχόντα, πρὸ τοῦ ἐγκυμονῆσαι τὸν ἄσταχυν, ἀπεμαράνθη καὶ ᾤχετο. Μόνη δὲ λέλειπται τῶν ἀμπέλων καὶ φυτῶν ὑπετάλωσις, τάχα καὶ αὐτὴ τὸν μετ' ὀλίγον ἐσόμενον μαρασμὸν ὑπεμφαίνουσα. Τοιοῦτος τῶν ἁμαρτιῶν ὁ καρπὸς, τοιαῦτα τῆς κακίας τὰ ὄργια, ἀνθ' ὧν οὐκ ἐπορεύθημεν ἐν ταῖς ὁδοῖς αὐτοῦ, ἤτοι τοῦ Θεοῦ, ἀλλὰ ταῖς πονηραῖς ἐδουλώθημεν πράξεσιν, ἀλλήλων φθονοῦντες, τῶν ἐλαττόνων κατεπαιρόμενοι, ἐπιθυμοῦντες κορεσθῆναι τῶν ἀλλοτρίων, χαίροντες τῇ δυσπραγίᾳ τοῦ γείτονος, ἀλλήλους κατεσθίοντες τῇ συκοφαντίᾳ, ἀτόποις ἐπιθυμίαις δουλαγωγούμενοι, Ἵπποι θηλυμανεῖς γεγονότες, ὅ φησιν ἡ Γραφὴ, καὶ λύκοι ἅρπαγες, καὶ μνησικακοῦντες ὡς κάμηλοι, οὐκ ἐλεοῦντες τοὺς πένητας, οὐ συμπαθοῦντες τοὺς πταίοντας, ἀμελοῦντες τῶν ἐν τῇ Ἐκκλησίᾳ συνάξεων, καταφρονοῦντες τῶν ἁγίων, τὰς μνήμας αὐτῶν μὴ σεβόμενοι, φεύγοντες τὴν ἐξομολόγησιν, ὡς περὶ f. ὥσπερ οἱ ἐν φρενίτιδι ὄντες τοὺς θεράποντας. Οἱ ἱερεῖς κακὸν ὑπόδειγμα γεγόνασι τῷ λαῷ, ὑβρίζοντες, μνησικακοῦντες, ἐχθραίνοντες, ἐπιβουλεύοντες, εἰς πρόσωπα βλέποντες, οὐκ ἐλέγχοντες καὶ διορθοῦντες τοὺς πταίοντας, ἀλλὰ τῇ σιωπῇ κοινωνοῦντες τῆς ἀδικίας, ὡς ὁ παλαιὸς ἐκεῖνος Ἠλεῖ· οἱ λαϊκοὶ, ἀφέντες τὰ ἑαυτῶν, ἕκαστος περισκοπεῖν τὰ τῶν ἱερέων περιεργάζονται, καὶ δικαστής ἐστιν ἀπαραίτητος. Ἆρα οὐκ ἀλήθειαν λέγω; οὐ τούτων ἔμπλεος τῶν κακῶν ἡ πόλις ἡμῶν; καὶ οὐ καθ' ἑκάστην ταῦτα μαρτύρομαι; οὐκ ἐκοπίασα κράζων, τῶν ὅρκων ἀπέχεσθαι; οὐ προέλεγον, οὐ παρόψεται Κύριος ὁρῶν οὕτω καταφρονούμενον τὸ ἱερὸν εὐαγγέλιον, καὶ ταῖς πλεονεκτικαῖς χερσὶν ἀναιδῶς καὶ ἀνυποστόλως κρατούμενον; Κόμιζε τοίνυν τοὺς καρποὺς τοῦ ἀγροῦ, τοὺς ἐκ πλεονεξίας κτισθέντας σοι, ὡς οὐδὲ τὰ καταβληθέντα παρέξει σπέρματα· ἀλλ' οὐδὲ τὸν ἀμπελῶνα τρυγήσεις, ὃν πλεονεκτήσας ἀφήρπασας. Ἃ γὰρ τοῖς Ἰουδαίοις πάλαι διὰ Μιχαίου ἠπείλησεν ὁ Θεὸς, ταῦτα νῦν πεπλήρωκεν ἐν ἡμῖν· Σὺ σπείρεις, καὶ μὴ ἀμήσῃς· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον· καὶ οἶνον οὐ μὴ πίῃς. Τί οὖν, εἴποι τις ἴσως, καὶ μὴν οὐ πάντες πλεονέκται, οὐδὲ πάντες ἐπίορκοι· πῶς οὖν ὀλίγων ἁμαρτανόντων κοινῇ πᾶσι κεκέρασται τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ἀψίνθιον; ἐχρῆν γὰρ μόνοις τοῖς κακοῖς ἐπενεχθῆναι τὴν κόλασιν. Ἀλλ' ὡς ἐφ' ἑνὸς σώματος, εἴπερ ἐν ἑνὶ μορίῳ ῥεύματος ἐπείσρυσις γίνεται, τὸ πᾶν σῶμα ἐδεῖτο καθάρσεως· οὕτω καὶ ἐφ' ἡμῖν, ἐπειδὴ ἓν σῶμά ἐσμεν, καὶ μέλη πάντες τοῦ Χριστοῦ, ἑνὸς μέρους νενοσηκότος, κοινωνοὶ τῆς ἀλγηδόνος πάντες γινόμεθα. Οὕτω ποτὲ τοῦ παιδὸς Σαοὺλ ἁμαρτήσαντος, ἅπαν τὸ στρατόπεδον ἐμαστίζετο, καὶ τοῦ ∆αυῒδ παρὰ τὸ δοκοῦν τῷ Θεῷ τὸν λαὸν ἀριθμήσαντος, κοινῶς ὄλεθρος ἐπεισέφρησε. Τοῦτο δὲ καὶ ἡ ἔξωθεν παιδεία φησὶν, ὅτι πολλάκις καὶ σύμπασα πόλις ἑνὸς ἀνδρὸς κακίας ἀπέλαυσε. ∆ιὰ τοῦτο τῆς ὀργῆς τοῦ Θεοῦ τὸ ποτήριον κεκέρασται ἡμῖν ἄκρατον. Ποτήριον γὰρ, φησὶν, ἐν χειρὶ Κυρίου πλῆρες κεράσματος οἴνου ἀκράτου. Ὁρᾷς πῶς ἡ τοῦ ποτηρίου τούτου φύσις παρήλλακται. Εἰ γὰρ ἄκρατόν ἐστι, πῶς πλῆρες κεράσματος; τὸ γὰρ κεκερασμένον οὐκ ἄκρατον. Ἐνταῦθα δὲ ἀμφότερα λέγεται· καὶ ἄκρατον μὲν, ὡς ἀμιγὲς θείων οἰκτιρμῶν τοῖς ἀδιόρθωτα πταίουσι, διὰ τὸ τῆς κρίσεως δίκαιον· κεκερασμένον δὲ, ὡς ἐκ διαφόρων μαστίγων καὶ τιμωριῶν, αἷς εἴωθε κολάζειν Θεὸς τοὺς μὴ ἐν ἀπεγνωσμένοις γενομένους κακοῖς. Ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ δύνασθαι θεραπεύειν τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς ὕδασι καὶ δριμέσι φαρμάκοις ἀποκαθαίρουσι, καὶ τῆς ἐνούσης αὐτῆς ἀκαθαρσίας τὸ πάθος ἀπολεπτύνουσι τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασιν· οὕτω καὶ ὁ τὰ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας πληγαῖς, ὧν βέλτιον ἂν εἴη παραιτεῖσθαι πρὸ τῆς πείρας τὴν ἔφοδον. Τί οὖν εἴποιμεν πρὸς τὰ ὑπαρχόμενα;∆ικαία ἡ κρίσις τοῦ Θεοῦ, μᾶλλον δὲ καταπολὺ τῆς δικαίας ὀργῆς ὁ φιλάνθρωπος ∆εσπότης τὴν τιμωρίαν ἐκούφισεν, οὐχ ὅσον, ὧν ἐσμεν ἄξιοι, πεῖραν λαβεῖν, ἀλλ' ὅσον αἴσθησιν λαβεῖν, ὧν ἡμάρτομεν. Σκόπει γὰρ τοῦ Θεοῦ τὸ μακρόθυμον· ἡμάρτομεν ἡμεῖς, καὶ τὰ στοιχεῖα κολάζεται· πταίομεν, καὶ ἡ γῆ τιμωρεῖται· φαῦλον βίον ζῶμεν ἡμεῖς, καὶ μαστίζεται τὰ ἄψυχα· ὑβρίζομεν τὸν πλάστην διὰ τῶν αἰσχρῶν ἡμῶν πράξεων, καὶ δέχεται τὴν πληγὴν τὰ μηδὲν ἁμαρτήσαντα· ὥσπερ ἂν εἴ τις τοῦ παιδὸς σφαλέντος, κατὰ τοῦ δούλου ἐκφέρει τὴν βάσανον. Τοιοῦτον ἔχομεν ἀγαθὸν ∆εσπότην, οὕτως ἡμᾶς νουθετεῖ, ἐπανάγων πρὸς τὴν διόρθωσιν· καὶ τείνει μὲν τὸ τόξον τῆς ἀπειλῆς, ἐπέχει δὲ τὸ βέλος τῆς ὀργῆς. Οὐ γὰρ βούλεται τὸν ψυχικὸν ἡμῶν θάνατον, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένει καὶ τὴν μετάνοιαν. Γενώμεθα οὖν, ἀδελφοὶ, ἐν αἰσθήσει τοῦ πρέποντος, ἱλεωσώμεθα τὸν εὔσπλαγχνον Κύριον, μὴ χείρονες ὀφθῶμεν τῶν Νινευϊτῶν. Ἐκεῖνοι ἐθνικοὶ ὄντες καὶ ἄπιστοι, ἐπειδὴ παρὰ τοῦ προφήτου τὴν καταστροφὴν τῆς πόλεως ἔμαθον, τοσαύτην ἐπεδείξαντο μετάνοιαν, ὡς καὶ τὰ νήπια καὶ τὰ κτήνη νηστεύειν ἠνάγκασαν, καὶ σποδὸν καὶ σάκκον περιεβάλοντο, καὶ οὕτω τῆς δικαίας ὀργῆς τοῦ Θεοῦἀπηλλάγησαν. ∆ακρύσωμεν οὖν καὶ ἡμεῖς, ἐξομολογησώμεθα ἕκαστος τὰ ἴδια πταίσματα, προληψώμεθα πρὸς Θεὸν μεσίτας τοὺς ἁγίους, τούς τε ἄλλους καὶ κατ' ἐξαίρετον τὴν ὑπέραγνον δέσποιναν, τὴν ταχεῖαν προστασίαν καὶ ἄμαχον· προσπέσωμεν αὐτῇ, μετὰ δακρύων δεόμενοι· Κυρία δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, ἡ τὴν φύσιν ἡμῶν τῷ σῷ τόκῳ θεώσασα, ἡ Θεῷ καὶ ἀνθρώποις τῷ τόκῳ σου μεσιτεύσασα, ἐλέησον τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου· σπλαγχνίσθητι ἐπὶ ταύτῃ τῇ πόλει σου, τῇ ἐν τῷ σῷ καυχωμένῃ ὀνόματι· μεσίτευσον ὑπὲρ ἡμῶν τῶν ἀναξίων δούλων σου· δυσώπησον τὸν μονογενῆ σου Υἱὸν ἐπὶ τοῖς ἡμετέροις μακροθυμῆσαι πταίσμασι, καὶ λῦσαι τὴν καθ' ἡμῶν ταύτην δικαίαν ὀργὴν, καὶ ταῖς νεφέλαις ἐπιτάξαι τὸν ὑετὸν ἐπομβρίσαι συνήθως, καὶ τὸν αὐχμὸν διαλῦσαι, καὶ τῆς γῆς δροσίσαι τὸν καύσωνα.Ναὶ, δέσποινα, δέσποινα, ἡ τοῦ κόσμου ἀντίληψις, ἐλέησον, θήλασσον τὰ νήπια, γέροντας κεκμηκότας, πένητας πεφρυγμένους· μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι ταῖς ἁμαρτίαις ἡμῶν· ἡμάρτομεν, ἠνομήσαμεν, τὸν καθαρὸν τοῦ βαπτίσματος χιτῶνα κατεῤῥυπώσαμεν, τὰς δεσποτικὰς ἐντολὰς ἠθετήσαμεν· ἀλλὰ κἂν ὀλισθαίνωμεν, οὐκ ἐπετάσαμεν τὰς χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, ἀλλ' εἰς τὸν μονογενῆ σου Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι προσκυνούμενον καὶ συνδοξαζόμενον, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.


Εἰς τὸν Ἰορδάνην ποταμόν.

∆ιὰ τί παρὰ πάντας τοὺς ἐπὶ γῆς ποταμοὺς ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπιτελεῖ Χριστὸς τὸ μυστήριον τοῦ βαπτίσματος; Ἀναγκαῖον ἱστορῆσαι τοῦ ποταμοῦ τὴν φύσιν, ἵνα ἐξ αὐτοῦ μάθῃς τὴν τῆς μυσταγωγίας ἀκολουθίαν. Ὁ Ἰορδάνης παρὰ πάντας τοὺς ποταμοὺς δύο ῥίζας ἔχει πηγῶν· οὐ γὰρ ἀπὸ μιᾶς πηγῆς προέρχεται ὁ Ἰορδάνης. Ἔχει δὲ τὴν μὲν μίαν πηγὴν εἰς τὴν Πανιάδα, τὴν δὲ ἄλλην πλησίον τῆς Πανιάδος· καὶ ἡ μὲν μία πηγὴ καλεῖται Ἰὸρ, ἡ δὲ ἄλλη ∆άν· καὶ κατ' ὀλίγον προερχόμεναι καὶ μεριζόμεναι ἀπ' ἀλλήλων αἱ πηγαὶ, κατά τινα τόπον συνέρχονται ἀλλήλαις, καὶ ἕνα ἀποτελοῦσι ποταμόν.
Ἀπέδωκαν δὲ αὐτῷ οἱ ἀρχαῖοι ὄνομα πρὸς τὰς ῥίζας, Ἰορδάνης, ὁ ἀπὸ τοῦ Ἰὸρ καὶ τοῦ ∆ὰν τεχθεὶς ποταμὸς, παρὰ τὰς ἀρχὰς σχιζομένας ἔχων τὰς ῥίζας, καὶ ἐπὶ τέλει συναπτομένας. Παρὰ πάντας πάλιν τοὺς ποταμοὺς οὗτος εἰς ζῶσαν θάλασσαν οὐ τρέχει, καὶ ὕδωρ αὐτὸν θαλάσσης ζῶν οὐ δέχεται, ἀλλὰ δέχεται αὐτὸν ἡ νεκρὰ θάλασσα. Οὗτος μόνος παρὰ πάντας τοὺς ποταμοὺς νεκροῖς καὶ ἀργοῖς ὕδασι συνάπτεται. Ἔστι δὲ ὁ Ἰορδάνης τοῦ ἡμετέρου θνητοῦ γένους τύπος, καὶ ὅπως ἄκουε. Ἀπ' ἀρχῆς τὸ γένος τὸ ἡμέτερον δύο ἔχει ῥίζας, τὸν Ἀδὰμ ἐκ γῆς πλασθέντα, τὴν Εὔαν ἀπὸ πλευρᾶς προελθοῦσαν· καὶ οὐκ ἔστιν εἷς τόπος καὶ εἷς τρόπος τῆς καταστάσεως. Ὁ μὲν γὰρ ἀπὸ γῆς ἐπλάσθη, πηγὴν ἔχων τὴν γῆν· ἡ δὲ ἀπὸ πλευρᾶς ἐγένετο, ῥίζαν ἔχουσα τὴν πλευράν· ἄλλη ἀρχὴ ἐκείνου, καὶ ἄλλη ταύτης. Καὶ ἦσαν ἀπ' ἀλλήλων τέως μεριζόμενοι κατὰ τὸν τρόπον τῆς διαπλάσεως· συνῆλθον δὲ εἰς συνάφειαν γαμικὴν, ἀπετελέσθη τὸ ἐξ ἀμφοτέρων ἓν σῶμα, καὶ οὐκέτι οἱ τικτόμενοι ἢ ἀπὸ πλευρᾶς ἢ ἀπὸ γῆς, ἀλλ' ἀπὸ συνουσίας ἐτίκτοντο. Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Τοῦτο γοῦν τὸ ἡμέτερον πλάσμα, δραμὸν εἰς ἀκολουθίαν φύσεως, τέλος ἔσχε τὸν θάνατον. Ἤρξατο μὲν ἡμῶν τὸ πλάσμα ἀπὸ γῆς, καὶ ἔληγεν εἰς θάνατον· καὶ ἐδέξατο τὸ πλάσμα τοῦτο ἡ νεκρὰ θάλασσα, ὁ βαθὺς, ὁ καταχθόνιος, ἡ ἄβυσσος τῶν νεκρῶν. Ὃ γάρ ἐστι νεκρὰ θάλασσα τοῖς ζῶσιν ὕδασι, τοῦτό ἐστιν ὁ ᾅδης τοῖς ἀποθνήσκουσι. ∆ιὸ λέγει Παῦλος· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς καταβήσεται εἰς τὸν ᾅδην; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Περὶ τοῦτον οὖν τὸν Ἰορδάνην τὸν ἀπὸ ζωσῶν πηγῶν προερχόμενον, καὶ εἰς νεκρὰν θάλασσαν καταλήγοντα, πᾶσα ἡ τοῦ Θεοῦ ἐπετελεῖτο θαυματουργία, ἵνα μηκέτι τὸ ζῶν ὕδωρ τρέχῃ πρὸς θάνατον. Τρίτον αὐτὸν τὸν Ἰορδάνην διέκοψεν ὁ Θεὸς, ὡς μηκέτι αὐτῷ τὴν ἀκολουθίαν εἶναι εἰς τὴν νεκρὰν θάλασσαν, ἀλλ' ἀνατρέχειν ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας. Ἐτμήθη ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ· ἐτμήθη καὶ ἐπὶ Ἠλία, ὅτε τῇ μηλωτῇ αὐτὸν ἔτεμεν· ἐτμήθη ὑπὸ Ἑλισσαίου, ὅτε ὑποστρέφων ἔτεμεν αὐτόν. Πρῶτος Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτεμε τὸν Ἰορδάνην· καὶ ὅπως ἔτεμεν, ἄκουε. Οὐκ ἔστητε τὰ ῥεῖθρα τῶν πηγῶν, ἀλλ' ἀπέστρεψε τὸ ὕδωρ εἰς τὰ ὀπίσω, ὡς μαρτυρεῖ ὁ ψαλμῳδὸς λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ δὲ ὀπίσω ἦσαν αἱ πηγαί. Ἀναχαιτίζων τοίνυν ὁ Σωτὴρ τὸ γένος τὸ ἡμέτερον τὸ τρέχον εἰς θάνατον, ποιεῖ μηκέτι τρέχειν εἰς θάνατον, ἀλλ' ἐπὶ τὰς ἀρχαίας ῥίζας τὰς ζώσας ἐπανιέναι, οὐκ εἰς τὴν νεκρὰν θάλασσαν καταλήγειν. Ἀποκαθίσταται τοίνυν ἡ θνητὴ φύσις εἰς τὸ ἀρχαῖον σχῆμα.
Οὔτε εἷς δὲ φαίνεται τεμὼν τὸν Ἰορδάνην ἄνευ τινὸς συμβόλου. Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔχων κιβωτὸν ἔτεμεν. Ἠλίας ἔχων μηλωτήν. Ἑλισσαῖος ἔχων πάλιν τὴν μηλωτὴν τοῦ διδασκάλου ἔτεμεν. Ἐπειδὴ γὰρ ἡ θνητὴ φύσις οὐκ ἤρκει καθ' ἑαυτὴν στῆσαι τὸ ῥεῖθρον, εἰσέρχεται Ἰησοῦς πρῶτος φέρων μὲν τοῦ ∆εσπότου τὴν προσηγορίαν, ἐπαγόμενος δὲ μεθ' ἑαυτοῦ τὴν κιβωτὸν, τὸ σύμβολον τοῦ δεσποτικοῦ σώματος. Καὶ φαίνεται ὁ Ἰορδάνης οὔτε τὸν Ἰησοῦν τιμήσας, τὸν ψιλὸν ἄνθρω πον ἐκεῖνον, λέγω τὸν τοῦ Ναυῆ, οὔτε τοὺς Ἰουδαίους αἰδεσθεὶς, οὔτε τοὺς ἱερεῖς ἐντραπείς. Καὶ ἵνα δειχθῇ ὅτι οὐ τῷ λαῷ ὑποχωρεῖ, ἀλλὰ τὴν κιβωτὸν αἰδεῖται, λέγει Ἰησοῦς· Ἰδοὺ ἡ κιβωτὸς τοῦ κυριεύοντος πάσης τῆς γῆς διέρχεται τὸν Ἰορδάνην. Καὶ ἔσται, ὅταν εἰσέλθωσιν οἱ πόδες τῶν ἱερέων τῶν βασταζόντων τὴν κιβωτὸν, ὁ Ἰορδάνης ἐκλείψει, οὐ τοὺς ἱερεῖς αἰδούμενος, ἀλλὰ τὴν κιβωτόν. Καὶ πόθεν τοῦτο, ἄκουε. Ἐρωτᾷ αὐτὸν ὁ ∆αυῒδ λέγων· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Πρὸς ταῦτα ἀποκρίνεται ἡ δημιουργία λέγουσα· Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Πρόσωπον δὲ Κυρίου ἦν τὸ σχῆμα τῆς κιβωτοῦ.
Ὃ γὰρ ἦν ἡ κιβωτὸς τῷ νόμῳ καὶ ταῖς πλαξὶ καὶ τῇ στάμνῳ καὶ τῇ ῥάβδῳ, τοῦτο ἦν τῆς ἀκαταλήπτου θεότητος ἡ σὰρξ ἡ δεσποτικὴ, ὡς ἐν κιβωτῷ φέρουσα τὴν θεότητα. Περὶ ταύτης τῆς ἁγίας κιβωτοῦ ἔλεγεν ὁ μακάριος ∆αυΐδ· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Καὶ ὅρα τί ποιεῖ· ὅτι ἐξηράνθη ὁ Ἰορδάνης, οὐκ ἀπολέσας τὰ ῥεῖθρα, ἀλλ' εἰς τὰς ἀρχαίας ῥίζας ἀναποδήσας, Ἐπῆρε, φησὶν, Ἰησοῦς ἀπὸ τοῦ Ἰορδάνουδώδεκα λίθους μεγάλους, καὶ ἔστησεν αὐτοὺς πέραν τοῦ ποταμοῦ· ἔθηκε δὲ ἀντ' αὐτῶν ἄλλους δώδεκα λίθους ἐν τῷ ποταμῷ. Τί βούλεται τοῦτο εἶναι τὸ περιαιρεθῆναι δώδεκα λίθους, καὶ τεθῆναι ἀντ' αὐτῶν ἄλλους δώδεκα; Ἐπειδὴ, ὡς ἔφθην εἰπὼν, τὴν θνητὴν φύσιν ἀνεχαίτιζε· μᾶλλον δὲ βούλεται δεῖξαι ὅτι ἀνασπᾷ τὴν ἀνθρωπότητα ἐκ τῶν βυθῶν, καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Τοὺς γὰρ λίθους τοὺς μηδέποτε θεασαμένους ἡλιακὴν ἀκτῖνα, μήτε φωτὸς δεξαμένους ὄψιν, ἥπλωσεν εἰς φῶς, καὶ ἦσαν εἰς γῆν ἐκ βυθοῦ ἀνασπασθέντες. ∆ιὰ τί δὲ δώδεκα λίθους ἔλαβεν ἐκεῖθεν; Ἐπειδὴ διὰ τῶν δώδεκα ἀποστόλων ἔμελλεν ἀνασπᾷν τὴν ἀνθρωπότητα ἀπὸ τῆς θνητῆς φύσεως. Ἔστω δὲ, τοὺς ὄντας κάτω λίθους περιεῖλεν, ἵνα δείξῃ τῷ ἡλίῳ καὶ τῷ φωτὶ καὶ τοῖς μετὰ ταῦτα ἀνθρώποις ἐναργῆ ὄψιν, πῶς διέβησαν τὸν Ἰορδάνην· καὶ γὰρ καὶ τὴν αἰτίαν ἐσήμανεν· Ἐὰν ἐρωτήσῃ σε, φησὶν, ὁ υἱός σου, λέγων· Τί εἰσιν οἱ λίθοι οὗτοι; εἰπὲ αὐτῷ, ὅτι, Ἐπὶ ξηρᾶς διέβημεν τὸν Ἰορδάνην, κωλύσαντος τοῦ Θεοῦ τὸ ὕδωρ πρὸ προσώπου ἡμῶν. Ἀλλ' ἔστω, οἱ ἀνενεχθέντες λίθοι ἐτέθησαν, ἵνα φανῶσι τοῖς μετὰ ταῦτα· οἱ ἀντιτεθέντες διὰ τί ἀντετέθησαν; Ἔλαβεν ἐκ τῶν βυθῶν τοὺς βεβυθισμένους, καὶ ἔδωκε τῷ βυθῷ πάλιν ἐνέχυρα σωτηρίας. Οἱ τεθέντες λίθοι ἐνέχυρα, οἱ ληφθέντες ἀσφάλεια.Καὶ πολλὴ ἡ περὶ τούτων θεωρία, καὶ διὰ τί ἐτέθησαν λίθοι, καὶ διὰ τί περιῃρέθησαν λίθοι. Χριστὸς καὶ λαμβάνει, καὶ δίδωσιν. Ἦλθεν εἰς τὸν κόσμον, καὶ ἀνέλαβε τὸ σῶμα τὸ ἡμέτερον, δεδωκὼς ἡμῖν τὴν ἑαυτοῦ δύναμιν. ∆ιὰ τῶν ἀποστόλων ἀντιτίθησι τῷ ποταμῷ δώδεκα λίθους, ἐνέχυρον σωτηρίας, καὶ ἀῤῥαβῶνα τῶν μελλόντων. Ὁ γὰρ δεδωκώς τινί τι εἴς τι πρᾶγμα, ἐνεχυριάζει αὐτῷ εἰς τὸ μέλλον. Ἐπειδὴ οὖν ἔμελλε τοῦτο τὸ ὄνομα πάλιν αὐτῷ τηρεῖσθαι, ὅτε ἔμελλε βαπτίζεσθαι ὑπὸ Ἰωάννου, προλαβὼν ἀπέθετο τὰ ἐνέχυρα τῆς ἐπιφανείας, καὶ ἔστησε τοὺς λίθους, οὓς μὲν ἔλαβεν ἐκεῖθεν, τοὺς πατριάρχας, οὓς ἤγειρε τότε· οὓς δὲ ἀντέθηκε, τοὺς ἀποστόλους, οὓς ἔδωκεν ἀντ' ἐκείνων. Ἀντὶ γὰρ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Οὕτω διέβη τὸν Ἰορδάνην, καὶ γίνεται ὁ Ἰορδάνης Ἰησοῦ τῷ τοῦ Ναυῆ ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς. Ἕως ὅτε παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἐκληρονόμησε τὴν ἐπηγγελμένην γῆν· ἕως ὅτε Χριστὸς παρῆλθε τὸν Ἰορδάνην, οὐκ ἤρξατο κηρύσσειν τὴν βασιλείαν. Ἀρχὴ τῆς κατασχέσεως τῆς γῆς ὁ Ἰορδάνης, ἀρχὴντῆς κατασχέσεως τῆς βασιλείας τῶν οὐρανῶν ὁ Ἰορδάνης. ∆ιὰ τοῦτο ὁ προφήτης λέγει· Μνησθήσομαί σου, Κύριε, ἐκ γῆς Ἰορδάνου. Μνήμη γάρ ἐστιν ἀνεξάλειπτος. Ὁ μὲν Ἰησοῦς οὕτω διαβὰς ἔτεμε τὸν Ἰορδάνην, τὴν κιβωτὸν αὐτῷ δείξας· Ἠλίας δὲ τῇ μηλωτῇ ἔτεμε, δέρματι νεκρῷ, καὶ τὰ ζῶντα ὕδατα τῇ νεκρώσει τῆς μηλωτῆς ὑπήκουσεν. Ἔτεμεν Ἠλίας τῇ μηλωτῇ τὸν Ἰορδάνην· καὶ οὕτω διέβη ἐπὶ τῷ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. Ὑπέστρεψεν ὁ μακάριος Ἑλισσαῖος λαβὼν τὴν μηλωτὴν τοῦ διδασκάλου, ὡς ἠξίου αὐτὸν λέγων· Τὸ πνεῦμα τὸ ἐπὶ σοὶ γενέσθω διπλοῦν ἐπ' ἐμοί. Λέγει αὐτῷ, Σκληρῶς ᾔτησας· πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι. Ἀντὶ τοῦ καταξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν.
Εἶτα ἀνελήφθη. Ἐμετεωρίσθη ἡ μηλωτὴ, καὶ ἐπέπεσε τῷ μαθητῇ· ἔλαβεν ἐνέχυρον, καὶ ἔφθασεν ἐπὶ τὸν ποταμόν· ἐπείρασε τεμεῖν τὸν Ἰορδάνην, καὶ οὐχ ὑπήκουσε τὸ ὕδωρ. Ἀπορίᾳ ληφθεὶς ὁ Ἑλισσαῖος λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; καὶ μετὰ τὸ εἰπεῖν, ἐπάταξεν ἐκ δευτέρου τὸ ὕδωρ, καὶ ἐμερίσθη ὁ Ἰορδάνης. ∆ιὰ τί δὲ οὐχ ὑπήκουσεν αὐτῷ ἐν πρώτοις τὸ ὕδωρ; Ἵνα μὴ νομίσῃ, ὅτι διὰ τὴν προτέραν αὐτοῦ ἀξίαν, ἣν εἶχε, διὰ τοῦτο ὑπήκουσεν· ὅτι μέντοι ἐκάλεσε τὸν Θεὸν καὶ λέγει· Ποῦ ὁ Θεὸς Ἠλία ἀπφώ; ∆ιὰ τί δὲ εἶπε, Ποῦ ὁ Θεός; οὐκ ᾔδει ὁ προφήτης, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ πανταχοῦ ἐστιν; Ἀλλ' ἐπειδὴ εἶπεν αὐτῷ ὁ Ἠλίας· Ἐὰν ἴδῃς με ἀναλαμβανόμενον, ἔσται σοι οὕτως.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |