ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν




Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον.


Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ' ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ' ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβηκεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θεραπεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ' ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ' εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπέδειξεν.


Ὅσους ποτὲ ἐσυλαγώγει ἡ Ἄρτεμις, τούτων πλείονας συνάγει ὁ ἀπόστολος.Ἐκείνη κύνας τρέφουσα, θηρεύουσα, τὴν πλάνην κατέσπειρεν· Ἰωάννης πτωχοὺς οἰκονομῶν καὶ λαοὺς συγκροτῶν, τὴν θεογνωσίαν ἐπέσπειρεν· ἐκείνη πομπαῖς εἰδώλων τὸν ἀέρα ἐσκότισεν, Ἰωάννης μνήμαις ἁγίων τὴν Ἀσίαν ἐφώτισεν· Αἴγυπτος μνημονεύει τὰ Μωϋσέως θαύματα, Ἔφεσος ἐξαγγέλλει τὰς Ἰωάννου εὐεργεσίας· Μωϋσῆς δέκα πληγαῖς τὴν Αἴγυπτον ἐμαστίγωσεν, Ἰωάννης δὲ τῷ θεοπνεύστῳ Εὐαγγελίῳ Ἔφεσον κατεκόσμησε, μᾶλλον δὲ καὶ πάντας ἠλέησε· Μωϋσῆς διὰ ῥάβδου τὴν θάλασσαν ἔσχισεν, Ἰωάννης διὰ σταυροῦ τὴν Ἄρτεμιν κατέστρεψε· τῆς θαλάσσης σχισθείσης Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ κατεποντίσθησαν· τῆς Ἀρτέμιδος καταπεσούσης, ὁ ἱερεὺς αὐτῆς καὶ τὰ βδελύγματα συνετρίβησαν. Ἐκδιηγεῖται ὁ ∆αυῒδ καὶ λέγει, Ἡ θάλασσα εἶδε, καὶ ἔφυγε· σήμερον ἡ Ἐκκλησία τὸν αὐτὸν τρόπον βοᾷ καὶ λέγει, ἡ Ἄρτεμις εἶδε καὶ ἔπεσεν. Εἶδε τὸν θεολόγον καὶ θεοκήρυκα, εἶδε τὸν θεοφόρον, καὶ ἔπεσεν ἡ ἁμαρτωλὸς, ἡ ἀλίτιμος, εἰς τὸ ἔδαφος. Εἶδεν ὃν ἠγάπα ὁ Ἰησοῦς, καὶ μένειν οὐκ ἴσχυσε. Τί σοί ἐστιν, Ἄρτεμις, ὅτι ἔπεσες; Εἶδον τὸν υἱὸν τῆς βροντῆς, καὶ κατεῤῥάγη μου τὸ ἱερὸν τῆς μεσιτείας· εἶδον τὸν θεϊκὸν φίλον, καὶ διελύθην· εἶδον τὸν ἐπὶ τὸ θεϊκὸν στῆθος ἀνακλιθέντα, καὶ κατηνέχθην ἐπὶ τὸ εἰδωλικόν μου στῆθος. Θαυμαστὸς ὁ Ἠλίας, ἀγαπητοὶ, ὅτι τὸν Βάαλ κατέστρεψε· θαυμασιώτερος ὁ Ἰωάννης, ὅτι τὴν Ἄρτεμιν ἐξώρισεν. Ἠλίας
τετρακοσίους καὶ πεντήκοντα ἀπέκτεινεν· Ἰωάννης τὸν ὑπὸ τοῦ κίονος φονευθέντα ἱερέα ζωοποιήσας ἐν Χριστῷ ἀνέστησεν. Ὢ τοῦ θαύματος! Στῦλος λίθινος τὸν ἰσόλιθον ἐθανάτωσεν ἱερέα, ὃν διὰ τῆς χάριτος ἐξανέστησεν ὁ Ἰωάννης. Ἄραντες γὰρ αὐτοῦ, φησὶ, τὸ σῶμα βαστάζοντες ἤνεγκαν, θέντες πρὸς τὴν θύραν τοῦ Ἰωάννου· καὶ ὃν οὐκ ἤθελε ζῶν θεωρῆσαι, τοῦτον ἀποθανὼν ἐπεζήτει, ζωὴν καὶ πίστιν αἰτούμενος. Οὕτω ποτὲ καὶ οἱ παμπόνηροι Ἰουδαῖοι ἐποίησαν· ζῶντα τὸν Χριστὸν ἀπηρνήσαντο, καὶ ἀποθανόντα Υἱὸν Θεοῦ ὡμολόγησαν· ἀπηρνήσαντο αὐτὸν ἐπὶ τοῦ τυφλοῦ εἰπόντες, Ἡμεῖς τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀνέβλεψεν ὁ τυφλὸς, καὶ ἐσκοτίσθη ὁ ἀσύνετος λαός. Υἱὸν Θεοῦ ὡμολόγησαν ἐπὶ τοῦ σταυροῦ, ὅτε κλίνας τὴν κεφαλὴν ἀφῆκε τὸ πνεῦμα, καὶ λόγχῃ τὴν ἀοίδιμον αὐτοῦ ἐξεκέντησαν πλευρὰν, καὶ ἐξῆλθε πλῆθος αἵματος καὶ ὕδατος· ἔκραζον δὲ μεγάλῃ τῇ φωνῇ Ἰουδαίων παῖδες, καὶ ἔλεγον,Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. Ἰωάννης, ὁ ζῶν, ὁ κήρυξ τῆς θεογνωσίας, ὁ Πνεύματος ἁγίου χάριν λαβὼν, ὁ ῥήτωρ τῆς Ἐκκλησίας, ὁ φωστὴρ τῆς εὐσεβείας, ὁ ὀφθαλμὸς τῆς Ἀσίας, τὴν μὲν δαίμονα Ἄρτεμιν κατέστρεψε, τὸν δὲ Θεὸν Λόγον ἐν ὅλῳ τῷ κόσμῳ μεγαλοφώνως ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐρωτήσωμεν τὸν ἁλιέα τῶν ἰχθύων, καὶ συγγραφέα τῶν ἁγίων εὐαγγελίων, τίς αὐτὸν τοῦτο ἐδίδαξε; ποῖος πατὴρ τοῦτο συνεβούλευσεν ἀποφθέγξασθαι, εἰς ποίαν βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν;Ἀλλ' οὔτε τις ἐδίδαξεν αὐτὸν, οὔτε εἰς βίβλον ἐγκύψας εὗρε καὶ ἐξεφώνησεν· ἀλλ' εἰς τὸ δεσποτικὸν στῆθος τοῦ Σωτῆρος ἀνέπεσε, καὶ εἰς τὸ βάθος τῆς σοφίας καὶ τῆς γνώσεως τὸν νοῦν φωτισθεὶς ἐβόησεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τί πλέον τῶν γεγραμμένων ἔχω εἰπεῖν; Ἤκουσας ὅτι Ἐν ἀρχῇ ἦν, τουτέστιν, ἐν Πατρὶ καὶ σὺν Πατρὶ, καὶ Θεὸς ἦν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀῤῥήτως καὶ ἀπαθῶς γεγεννημένος πρὸ αἰώνων. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὴν μεταμόρφωσιν.


Ἥλιος ἀνίσχων τὰς οἰκείας ἀκτῖνας εἰς πάντα κόσμον ἐκτείνει· καὶ τοῦ ∆εσπότου Χριστοῦ ἡ κατὰ σάρκα γενέθλιος ἀνατολὴ τοὺς αὐτῆς μαθητὰς, ὥσπερ τινὰς ἀκτῖνας, εἰς τὴν οἰκουμένην ἅπασαν ἐξέπεμψε. ∆ιὰ τοῦτο καὶ σήμερον φωστήρων δίκην τὸ ἱερὸν τοῦτο λαμπρύνουσι σύστημα Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ τῶν ἀπίστων σαγηνευταὶ, καὶ τῶν πεπλανημένων πρῴην εἰς θεογνωσίαν ἁλιεῖς, οἱ ἀντὶ μὲν καλάμου τῷ σταυρῷ χρώμενοι, ἀντὶ δὲ ἱμονιᾶς τῇ τριπλόκῳ ὁμολογίᾳ τοὺς λογικοὺς ἀνασπῶντες ἰχθύας ἐκ τοῦ βυθοῦ τῆς κακίας· οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι. Πέτρος ὁ διὰ τὴν πίστιν πέτρα κληθεὶς, καὶ ἐφ' ἑαυτῷ τῆς Ἐκκλησίας ἀνέχων τὴν οἰκοδομήν. Σὺ γὰρ εἶ, φησὶ, Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἀλλὰ ἴδωμεν, εἰ δοκεῖ, διὰ τίνα καὶ ποίαν αἰτίαν τούτου τετύχηκε τοῦ ἐπάθλου ὁ κορυφαῖος. Ἠρώτα ποτὲ τοὺς μαθητὰς ὁ Σωτὴρ τίνα ἄρα περὶ αὐτοῦ ἔχοιεν δόξαν. Τῶν οὖν ἄλλων τέως σιγώντων, προπηδήσας ὁ γενναῖος οὗτος, φησὶν, οὐκ εἶπε· Σὺ ἐγένου, σὺ ἐκτίσθης· ἀλλὰ, Σὺ εἶ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι· καὶ διὰ ταύτην τὴν ὁμολογίαν λαμβάνει τῶν οὐρανῶν τὰς κλεῖς. Ὅσα γὰρ, φησὶν, ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.Ὢ παραδόξου καὶ φύσιν ὑπερβαίνοντος ἀξιώματος! Ἐπὶ γῆς βαδίζων νόμους ταῖς οὐρανίοις ἐξέπεμπε δυνάμεσι, καὶ τούτους ἐκεῖναι ἐφύλαττον. Καὶ κάτω μὲν ἐκεῖνος τὰ δοκοῦντα ὑπηγόρευεν, ἄνωθεν δὲ Θεὸς τὴν ψῆφον τῶν λεγομένων ἐβεβαίου. Ἐμακαρίζετό ποτε Ἰωσὴφ ἐκεῖνος, τὰ σιτοδοχεῖα πιστευθεὶς τοῦ Φαραώ. Πῶς οὐ ζηλωτὸς καὶ τρισμακάριος ὁ Πέτρος, τοὺς θησαυροὺς πιστευόμενος αὐτῶν τῶν οὐρανῶν; Ἀλλ' οὐχ ὅτι τοῦ δεσμεύειν ἔλαβε τὴν ἐξουσίαν τοσοῦτον μακαρίζω, οὐδ' ὅτι καὶ σκιαὶ τῶν ἱματίων αὐτοῦ προκύπτουσαι νόσους ἤλαυνον, οὐδ' ὅτι τὴν Ταβιθὰ ἐκ νεκρῶν ἀνέστησεν ἐκπλήττομαι· ταῦτα γὰρ τοῦ ἐνεργοῦντος Πνεύματός ἐστιν ἐκ τοῦ πλείστου τὰ χαρίσματα· ἐγὼ δὲ Πέτρον μακαρίζω ἐκεῖνον τῆς ἀληθοῦς ἕνεκεν ὁμολογίας τῆς ἀπὸ πάντων τέως πρῶτον ἐπιβεβηκότα· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ τὸ φαινόμενον ὁμολογεῖ, Σὺ εἰ ὁ Χριστός· τοῦτο τῆς μετὰ Πατρὸς συνυπάρξεως τὸ μήνυμα. Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοῦ τρισμακαρίου Ἰωάννου τὰ ἰδιάζοντα πλεονεκτήματα· οὐκ ἀφ' ὧν τῆς ἐνθέου πενίας ἐκοινώνει τῷ Πέτρῳ· συνῆν γὰρ τῷ λέγοντι, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, καὶ τῇ σιωπῇ τὴν συγκατάθεσιν ἐμήνυσεν· ἀλλ' ὅτι εἰς τὰ στέρνα τὰ δεσποτικὰ πεσὼν, ἐκεῖθεν ἐχάλκευσε τὴν ἱερὰν ἐκείνην καὶ μεγαλόφωνον σάλπιγγα, δι' ἧς, ἃ μὴ εἶπεν οὐρανὸς, μὴ ἐνενόησαν ἄγγελοι, μὴ τῶν λοιπῶν εὐαγγελιστῶν τις κατέλαβε, μόνος τολμηρᾷ καὶ πιστῇ ἐφανέρωσε γλώσσῃ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Τίνος οὖν ἕνεκα, καὶ διὰ ποίαν αἰτίαν, πρότερος ὢν τῶν λοιπῶν εὐαγγελιστῶν, ἔσχατος ἔγραψε τὸ εὐαγγέλιον; Ἀναγκαῖον καὶ τοῦτο ζητῆσαι. Ματθαῖος τῇ τῶν Ἑβραίων γλώσσῃ τὰ εὐαγγελικὰ συνέταξε θαύματα· Μάρκος, τοῦ Πέτρου μαθητὴς γενόμενος, τὰ διὰ τοῦ ∆εσπότου Χριστοῦ συμβεβηκότα γεγράφηκε, λέγω δὴ τὴν ἄμικτον γέννησιν, τὴν ἄμεμπτον ἀναστροφὴν, τὰ παράδοξα σημεῖα, τὸν Ἰουδαϊκὸν φθόνον, τὸ σωτήριον πάθος, τὸν ζωοποιὸν ἡμῖν θάνατον, τὴν ἐπ' ἀφθαρσίᾳ ἀνάστασιν, τὴν πρὸς τὸν πατρικὸν κόλπον ἀνάληψιν. Ὁμοίως δὲ καὶ Λουκᾶς, Παύλου τυγχάνων μαθητὴς, τὴν αὐτὴν τοῖς πρὸ αὐτοῦ ἔτριψεν ὁδόν. Ἰωάννης τοίνυν μόνος, ὡς ἁλιεύς τις ἐξ ἀπόπτου καθήμενος, καὶ ἑτέρων ἁλιευόντων θεατὴς γενόμενος, ὡς εἶδεν αὐτῷ τῆς γνώσεως τὸ κεφάλαιον παραλειφθὲν, μεταχειρίζεται τὸν ἁλιευτικὸν τοῦ Εὐαγγελίου κάλαμον, καὶ ἐξ αὐτοῦ τὸν ζητούμενον ἰχθὺν θηρεύει, καὶ τοῦτον ἀπράτως τοῖς πιστοῖς πιπράσκει βοῶν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Οὐκ ἀφ' οὗ Μαρία, φησὶν, ἡ νομισθεῖσα μήτηρ, ἀρχὴν ἔλαβεν ὁ Χριστός· οὐκ ἀφ' οὗ Ἰωσὴφ πατὴρ αὐτοῦ ἐχρημάτισε, τὴν ὕπαρξιν ἔχει· οὐδ' ἀφ' οὗ Μωϋσῆς, οὐδ' ἀφ' οὗ Ἀβραὰμ, ὁ πρὸ νόμου πάντων πατήρ· ἀλλ' Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχῆς δὲ οὐδὲν ἀρχαιότερον, ἀρχῆς οὐδὲν πρεσβύτερον· πᾶν ποίημα ἄρχεται, καί ἐστιν ὑπὸ ἀρχήν· πάντων δὲ ἀρχὴ Υἱὸς, καὶ πάντων ἐστὶν ὡς ποιητὴς ἀρχή. Πᾶν τῇ ἀρχῇ παραλαμβανόμενον, νεώτερον· μόνη δὲ τὰ πρεσβεῖα τῆς ἀϊδιότητος κατέχει ἡ ἀρχή. Ἀλλ' ἴδωμεν δίκαιον Ἰάκωβον· εἰ γὰρ καὶ τὴν τοῦ δικαίου ἐπίκλησιν ἐξαίρετον ὁ ἄλλος Ἰάκωβος ἔλαχεν, ὁ χρηματίζων ∆ίκαιος, ἀλλ' οὐ φθονήσει τοῦ τοιούτου γέρως τῷ συναποστόλῳ. Πολλοῖς τοίνυν καὶ ὁ υἱὸς Ζεβεδαίου πλουτεῖ τοῖς τοῦ Εὐαγγελίου κατορθώμασιν· ἀρκεῖ δὲ πρὸς τὸ παρὸν εἰς ἐγκωμίου λόγον, τὸ ὑπὲρ τοῦ δεσποτικοῦ φίλτρου ἡδέως τὴν κεφαλὴν ἀποτμηθῆναι. Τοῦτον γὰρ Ἡρώδης, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ἀναιρεῖ. Οὗτοι τῆς εὐσεβείας οἱ ἀθληταὶ, οὗτοι τῶν εὐαγγελικῶν κηρυγμάτων οἱ διάκονοι. Ἀλλ' ἕνα μὲν ἐξ Ὀλυμπιακῶν ἐπανελθόντα στεφανίτην δῆμοι καὶ πόλεις ἰδεῖν συντρέχουσι, καὶ ταῦτα φύλλοις δάφνης ἐστεφανωμένον· ἡμεῖς δὲ οὐχ ἕνα, ἀλλὰ τρεῖς ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀγωνιστὰς, ὑπὲρ Τριάδος ἀθλήσαντας καὶστεφανωθέντας, πρὸς ἡμᾶς παραγενομένη ἐλεάσονι συνδρομὴ τεθεάμεθα. Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν βιαζομένη·ἀλλ' ὅμως ἐπεχειρήσαμεν, τῆς εὐγνωμοσύνης ἐπιδεικνύμενοι τοῖς πατράσι τὸν καρπόν. Πρὸ δύο ἡμερῶν γενεθλιακὴ τοῦ παμβασιλέως Χριστοῦ πανήγυρις διηνύσθη· εἰκότως τοιγαροῦν οἱ λαμπροὶ ἀγῶνες οὗτοι εἰς τιμὴν τῆς ∆εσποτικῆςγεννήσεως ὑπὸ τῶν πεντάθλων ἀγωνιστῶν ἐξετελέσθησαν. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε· τὰς γὰρ βασιλικὰς γεννήσεις ἐν ταῖς πόλεσιν οἱ ἄρχοντες τιμῶσιν· ἀλλ' ἐκεῖ μὲν ὁ νενικηκὼς, σκιᾶς καὶ προσκαίρου χαρᾶς ἐτρύγησεν ἡδονήν·ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ' ἀγγέλων χαρὰ, ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης.Ταῦτα τούτοις ἀπόκειται τοῖς ἀγωνίσμασι τὰ προνόμια· ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς διαφυλαχθείημεν, καὶ ὁ καλὸς οὗτος ποιμὴν εἰς πολλὰς δεκάδας ἡμῖν ἐνιαυτῶν χαρισθείη ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μὴ ἐχόντων καὶ αὐτῶν ἀποδοῦναι διὰ κατορθωμάτων καλῶν πράξεων, ἀμφοτέροις ἐχαρίσατο πίστιν λαβὼν, καὶ σχίσας τὸ χειρόγραφον. Εἰπὲ, τίς αὐτὸν πλεῖον ἀγαπήσει; Εἶτα ὁ Φαρισαῖος, Ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο, Καὶ δικαστὴς ἑαυτοῦ ὁ ὑπεύθυνος ἐγίνετο, καὶ τὸν ∆εσπότην ἐπαινέτην εὕρισκε λέγοντα· Ὀρθῶς ἔκρινας. Ἄκουε λοιπόν· Βλέπεις ταύτην τὴν γυναῖκα τὴν ὀλιγότερά σου χρεωστήσασαν, καὶ πλείονα ξένια καὶ δῶρα προσκομίσασαν; βλέπεις ταύτην τὴν γυναῖκα τὴν πολλῶν ἀπώλειαν γενομένην; τὸν ἔμψυχον τάφον· τὸν περιφερόμενον θάνατον; Εἰσῆλθόν σου εἰς τὸν οἶκον· ὕδωρ, τὸ εὔωνον καὶ πᾶσι προκείμενον, ἐπὶ τοὺς πόδας μου οὐκ ἤνεγκας· αὕτη δὲ πηγὰς δακρύων ἐξ ὀμμάτων τοῖς ποσί μου προσήνεγκε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ τὰ χείλη αὐτῆς τοῖς ἐμοῖς ποσὶν ὑπέστρωσεν. Ἐλαίῳ τὴν κεφαλήν μου, ὡς ἐλεηθεὶς παρ' ἐμοῦ, οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ τὸ σῶμα, τῇ δὲ πίστει τὴν θεότητά μου ἐμύρισεν. Οὗ χάριν λέγω σοι, ἀφέωνταιαὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί· ἵνα πληρωθῇ τὸ ἐν ψαλμοῖς εἰρημένον, Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, καὶ τὸ ὑπὸ Ἰωάννου κηρυχθὲν, Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |