ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.




Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸ, Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὑτοῦ.

Ἡ παρθένος ἄρουρα ὑπὸ ἐμπείρων γεωργῶν τῇ τῶν βοῶν συνεργείᾳ τοῖς ἀρότροις αὐλακισθεῖσα, δέχεται τὰ σπέρματα, καὶ ταῖς βώλοις περιπτύξασα, πρῶτον βλαστάνει τὴν πόαν, εἶτα μηκύνει τὸν στάχυν, εἶτα πλήρη ἐν τῷ στάχυϊ τοῦ σίτου τὸν κόκκον προβάλλεται. Τότε οἱ γεωργοὶ λαμπρὸν ὁρῶντες τῶν ἀσταχύων τὸ λήϊον, τῶν οἰκείων πόνων τὰς ἐλπίδας σεμνύνουσι, τὸν Θεὸν δὲ ἱκετεύειν εἰλικρινῶς σπεύδουσιν, ἵνα τῶν φαινομένων ἀγαθῶν τοὺς καρποὺς ἀβλαβεῖς διασώσῃ. Πολλάκις γὰρ ἐγγιζούσης τῆς τοῦ θέρους ἀκμῆς, καὶ εὐλήπτου τῆς ἐλπίδος τυγχανούσης, καὶ περιχαροῦς ὄντος τοῦ γεωργοῦ, ἢ θερμὸς ἐπιπνεύσας τὸν ἄσταχυν ἐλίκμησεν, ἢ ἐρυσίβη κατέσηψεν, ἢ βροῦχος κατέφαγεν, ἢ χάλαζα κατέξανε, καὶ ἄωρον τῆς ἐλπίδος τὸ τέλος ἐμάρανεν· ὡς τὸν γεωργὸν ὑπὸ πολλῆς ἀθυμίας πιασθέντα, τὴν δρεπάνην τῇ σκηνῇ ἐγκοιμίσαντα, τῷ ἀώρῳ τέλει τοῦ θέρους ἑαυτὸν συμμαραίνειν τῇ λύπῃ.


Ὁπόταν δὲ ἡ τῶν ἀέρων εὐκρασία λαμπρὸν καὶ πέπειρον τὸν στάχυν ἀπεργάσηται, καὶ οἷον ἐν εἰκόνι γερόντων τὸ λήϊον λευκανίζον κεκύρτωται, τὴν τοῦ θέρους τομὴν ἀπεκδεχόμενον, τότε ἄγροικοι, καὶ παλάμαι σὺν δρεπάνοις ὀξέσιν ἁπλωθεῖσαι, πόνοις πόνους προσάγουσι, καὶ τὸν πόθον προσκοιμίζουσιν, αὐτῷ τῷ τέλει τὰς ἐλπίδας χορτάζοντες. Τότε τῶν ἄλλων ζώων οἴκαδε ἡσυχαζόντων, μόνος ὁ βοῦς ἱλαρῷ τῷ βήματι, βλοσυρῷ τῷ βλέμματι ἐπὶ τὴν ἅλω πορεύεται. Καὶ τὰ μὲν ἄλλα ζῶα, αἶγες καὶ χοῖροι καὶ πρόβατα ὅσα τὸν ἑαυτῶν αὐχένα τῷ ζυγῷ τοῦ ἀρότρου οὐχ ὑπέταξαν, οἰκείᾳ συνειδήσει ἀγχόμενα, δουλικαῖς προσόδοις τῇ ἅλῳ προσεγγίζοντα, τῶν ἀσταχύων τὸ δράγμα λῃστεύουσι· μόνος δὲ ὁ βοῦς ἐλευθέραν τὴν γλῶσσαν ἁπλώσας, τῶν οἰκείων πόνων τοὺς καρποὺς θαρσαλέως ἀρύεται.Εἶδες ἐκεῖ τοὺς δρεπανιστὰς, εἶδες ἐκεῖ τὴν σταχυοφόρον ἄρουραν, τὴν ἅλω, τὸν βοῦν· μετάβα μοι ἐκεῖθεν τῷ λόγῳ ἐπὶ τὴν ἐκκλησιαστικὴν εὐταξίαν, καὶ ὄψει τῶν προειρημένων τὴν γεωργίαν τῷ μυστηρίῳ τῆς Ἐκκλησίας. Ἐξῆλθε, φησὶν, ὁ σπείρων τοῦ σπεῖραι. Τοῦτο γὰρ ἀρτίως ἠκούσαμεν ἐν τῷ εὐαγγελίῳ. Ἐξῆλθε, τίς; Χριστὸς, ἀπ' οὐρανοῦ εἰς τὸν κόσμον παραγενόμενος. Σπορεὺς γὰρ ὁ Χριστὸς, σπέρμαὁ θεῖος λόγος, ἄρουρα ἡ ἀνθρωπότης, βόες οἱ ἀπόστολοι, ἄροτρον ὁ σταυρὸς, ζυγὸς ἡ ὁμόνοια, ζεύγλη ἡ περισφίγγουσα τοὺς τῶν ἀποστόλων αὐχένας γλυκεῖα ἀγάπη. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. Ἐξῆλθεν ὁ Χριστὸς, οὐχ ἵνα θερίσῃ, ἀλλ' ἵνα σπείρῃ·οὔπω γὰρ ἦν τὰ τῆς ἀναστάσεως σπέρματα ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις κατεσπαρμένα. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, οὐ σῖτον, οὐ κριθὰς, οὐ κέγχρον, οὐδ' ἄλλο τι τῶν γηΐνων, ἀλλὰ πίστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἐλπίδα ἀναστάσεως, ἀγάπην εἰς Θεὸν καὶ ἀνθρώπους ἀνυπόκριτον καὶ ἀδιάκριτον. Ἐξῆλθε σπείρων Χριστὸς ἐκ πατρικῶν λαγόνων, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἧκεπρὸς ἡμᾶς, καθὼς αὐτὸς φάσκων λέγει· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Ἀλλ' ἐξῆλθεν ἐκ τοῦ Πατρὸς αὐτοῦ μὲν μὴ χωριζόμενος, μεθ' ἡμῶν δὲ τυγχάνων. Ἐξῆλθεν ὁ σπείρων, ἵνα τὰ ὑπὸ τοῦ διαβόλου ἐπισπαρέντα κακῶς ἐν ταῖς τῶνἀνθρώπων ψυχαῖς ζιζάνια ἐκριζώσῃ. Πᾶσα γὰρ φυτεία, φησὶν, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐξῆλθεν ὁ ἥλιος τῆς δικαιοσύνης, ἵνα τὰς φεγγοβόλους αὐτοῦ ἀκτῖνας τῆς θεότητος ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐῤῥάνῃ. Ἐξῆλθεν ὁ ποιμὴν τῶν προβάτων, ἵνα τὸ ἅλας τῆς εὐσεβείας σπείρας, νόστιμον τὸν χόρτον τοῦ νομικοῦ γράμματος τοῖς προβάτοις ἀρτύσῃ· ἐξῆλθεν ὁ σπείρων, ἔχων τὰ δέκα ζεύγη τῶν βοῶν, ἵνα ποιήσῃ τὸ κεράμιον τὸ ἓν, καὶ σπείρας ἀρτάβας ἓξ, ποιήσῃ μέτρα τρία. Λάλει νῦν, Ἠσαΐα, μὴ σιώπα. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν. ∆έκα ζεύγη βοῶν εἴκοσι βόες εἰσί· δέκα ζεύγη βοῶν λογικὰ τοῦ Χριστοῦ οἱ ἀπόστολοι τυγχάνουσιν οἱ δώδεκα, καὶ ἑπτὰ οὓς ἐξελέξαντο οἱ ἀπόστολοι. Τίνας τούτους; Στέφανον, Φίλιππον, Πρόχορον, Νικάνορα, Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα· καὶ τὸν ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ γεωργήσαντα τὸν ἀπόστολον.Ταῦτα δέκα ζεύγη τῶν βοῶν εἰς τὴν τῆς ἀνθρωπότητος ἄρουραν ἐποίησε τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸν τὸ ἡμέτερον ὀστράκινον τοῦ σώματος σκεῦος ἐνδυσάμενον. Ὅτι δὲ κεράμιον λέγει τὴν ἔνσαρκον τοῦ Χριστοῦ ἐπιδημίαν ὁ θεῖος λόγος, ἄκουε. Ὅτε ἔμελλεν ἀπέρχεσθαι ἐπὶ τὸ παθεῖν, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ποιῶμεν τὸ πάσχα; Ὁ δὲ πρὸς αὐτοὺς, Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, καὶ εἴπατε αὐτῷ· Ὁ∆ιδάσκαλος ἡμῶν εἶπε· Πρὸς σὲ ποιῶ τὸ πάσχα. Καὶ δείξει ὑμῖν ἀνώγεον ἐστρωμένον, καὶ ἐκεῖ ἡμῖν ἑτοιμάσατε τὸ πάσχα. Τίς δέ ἐστιν ὁ ἄνθρωπος ὁ φέρων τὸ κεράμιον τοῦ ὕδατος, ἢ τίς ἡ πόλις εἰς ἣν αὐτοὺς πέμπει, ἢ τί τὸ ἀνώγεον τὸ ἐστρωμένον, ἀναγκαῖον ζητήσαντας ὑμᾶς καταμαθεῖν. Ὁ ἄνθρωπος ὁ βαστάζων τὸ κεράμιον τοῦ ὕδατος, Ἰωάννης ἐστὶν ὁ πρόδρομος τοῦ Χριστοῦ, καταγγέλλων τὸνἸησοῦν τὸν τὸ ἡμέτερον κεράμιον τοῦ σώματος ἐνδυσάμενον, ἔχοντα ἐν ἑαυτῷ τὸ τοῦ βαπτίσματος ὕδωρ. Ἀνώγεων δὲ ἐστρωμένον τὴν εἰς οὐρανοὺς μετὰ τὴν ἀνάστασιν τοῖς ἁγίοις ἀνάπαυσιν ἐσομένην λέγει. Ἀπέλθετε εἰς τήνδε τὴν πόλιν· μὴ εἰς τὴν παλαιὰν συναγωγὴν τῶν Ἰουδαίων, ὅπου ὁ παλαιὸς νόμος ἐν τοῖς παλαιοῖς ἀσκοῖς ὤξισεν· ὄξος γὰρ σὺν χολῇ μίξαντες προσήνεγκαν τῷ Κυρίῳ. ἀλλ' ἀπέλθετε εἰς τὴν καινὴν πόλιν, εἰς τὴν νέαν Ἱερουσαλὴμ, ὅπου ὁ νέος λόγος, ὅπου ἡ καινὴ τοῦ Πνεύματος χάρις ἐν τοῖς καινοῖς ἀσκοῖς τὸ τῆς πίστεως γλεῦκος πηγάζει· οὐχ ὅπου τὸ παλαιὸν πάσχα, ἀλλ' ὅπου ἡ καινὴ ἀνάστασις· οὐχ ὅπου ὁ ἀμνὸς θύεται, ἀλλ' ὅπου ὁ Χριστὸς ῥύεται· οὐχ ὅπου ἡ παλαιὰ ζύμη, ἀλλ' ὅπου ὁ οὐράνιος ἄρτος ἐπὶ σταυροῦ τελειοῦται. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν.Ὅπου ἐργάζονται δέκα ζεύγη βοῶν, τῶν ἀποστόλων (βουσὶ γὰρ ὡμοιώθησαν οἱ ἀπόστολοι, ὡς Παῦλος ἐμοὶ μαρτυρεῖ λέγων· Γέγραπται, φησὶν, ἐν τῷ νόμῳ, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. Μὴ γὰρ, φησὶ, τῶν βοῶν μέλει τῷ Θεῷ; Ἀλλὰ δι' ἡμᾶς λέγει)· ὅπου οὖν ἐργάζονται ταῦτα τὰ δέκα ζεύγη τῶν βοῶν, ποιοῦσι τὴν εἰς τὸν Ἰησοῦν ὁμολογίαν, τὸ κεράμιον τοῦ σώματος ἡμῶν ἐνδυσάμενον. Καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μόνον μέτρα τρία. Ἆρα τοσαύτη ἀφορία γεωργῶν γέγονε πώποτε, ὥστε σπαρῆναι ἀρτάβας ἓξ, ποιῆσαι μόνον μέτρα τρία; Ἀλλὰ ζητήσωμεν τὸν νοῦν τῆς Γραφῆς, ἀγαπητοὶ, εἰσέλθωμεν εἰς τὸ ἐνδότερον καταπέτασμα τοῦ γράμματος, καὶ ἀπαντήσει ἡμῖν ἡ θεία τοῦ Πνεύματος γνῶσις. Ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία. Ἓξ ἀρτάβαι εἰσὶν ἡ καινὴ ∆ιαθήκη. τουτέστιν, οἱ τέσσαρες εὐαγγελισταὶ, καὶ Πράξεις, καὶ ἀπόστολοι.Ταύτας τὰς ἓξ ἀρτάβας ὁ σπείρας ἔν τινι ψυχῇ, ποιεῖ τὰ τρία μέτρα τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, οὐ σίτον ἀρτοποιῶν, ἀλλὰ πίστιν ζωοποιῶν· οὐ κριθὰς εἰς τὰς τῶν ἀλόγων τροφὰς, ἀλλὰ τροφὰς εἰς τὰς τῶν ἀνθρώπων πνοάς· οὐ κέγχρον ὀρνεοτρόφον, ἀλλὰ θεῖον λόγον, διάπυρον, κόκκῳ σινάπεως παρεικαζόμενον, σφοδρῶς πρὸς εὐσέβειαν καὶ φρόνησιν τὰς ψυχὰς ἡμῶν ἐκθερμαίνοντα. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ κατεπατήθη, καὶ ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτά· ἄλλα ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ συνέπνιξαν αἱ ἄκανθαι τὴν βλάστην· ἄλλα ἔπεσεν ἐπὶ τὰ πετρώδη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, φυὲν εὐθέως ἐξηράνθη. Τὰ παρὰ τὴν ὁδόν εἰσιν Ἀρειανοὶ, τὰ ἀκανθώδη εἰσὶν Εὐνομιανοὶ, τὰ ἐπὶ τὰ πετρώδη εἰσὶ Μαραθώνιοι. Καὶ κατάμαθε ἀκριβῶς, ἀγαπητέ. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν. Οὐκ εἶπεν, Ἐν τῇ ὁδῷ, ἀλλὰ, Παρὰ τὴν ὁδόν. Τίς ἐστιν ἡ ὁδὸς, ἢ πάντως ὁ Χριστὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια; Τὰ μὲν οὖν παρὰ τὴν ὁδόν εἰσιν οἱ Ἀρειανοί. Οὐκ εἰσὶν ἐν τῇ ὁδῷ· οὐ γάρ εἰσιν ὀρθόδοξοι· οὐδὲ πάλιν πόῤῥω τῆς ὁδοῦ, ὡς Ἕλληνες ἢ Ἰουδαῖοι, ἀλλὰ παρὰ τὴν ὁδόν· τουτέστι, παρὰ τὸν Χριστὸν, παρὰ τὴν πίστιν τὴν ὀρθήν. Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ· τὸ ἀρνεῖσθαι αὐτοὺς Χριστὸν εἶναι Υἱὸν Θεοῦ, τοῦτ' ἔστι τὸ κωλῦον αὐτοὺς μὴ εἶναι ἐν τῇ ὁδῷ. ∆ιὰ τοῦτο κατελθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τουτέστι, τὰ πνευματικὰ τῆς πονηρίας συνάγουσι τὸν θεῖον λόγον ἐκ τῶν καρδιῶν αὐτῶν, καὶ παντελῶς κενοὺς πίστεως ὀρθῆς αὐτοὺς ἀποτελοῦσι. Τὰ δὲ ἀκανθώδη εἰσὶν Εὐνομιανοί· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὰς τῶν βλασφήμων ἀκάνθας· καὶ βλαστάνουσι μὲν τὴν πόαν τῆς πίστεως, οὐ μὴν τελεσιουργοῦσι τὸν ἄσταχυν τῆς ὁμολογίας. Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτο ποιεῖ αὐτοὺς βλαστάνειν τὴν πόαν τῆς πίστεως· τὸ δὲ πάλιν λέγειν αὐτοὺς κτίσμακαὶ ποίημα, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτῶν ἄωρον μαραίνεσθαι τὸν τῆς πίστεως στάχυν. Τοῖς γὰρ Ἑλληνικοῖς δόγμασι τῆς κτισματολατρείας νύττοντες καὶ συμπνίγοντες τὸν τῆς ἀληθείας λόγον, ἄκαρπον αὐτὸν καὶ ἄγονον παντελῶς πίστεως ὀρθῆςἀποτελοῦσιν. Οἱ δὲ ἐπὶ τὰ πετρώδη, οὗτοί εἰσι Μαραθωνιανοί. Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι, Τὰ μὲν ἔπεσεν ἐπὶ τὴν πέτραν· ἡ γὰρ πέτρα ἦν ὁ Χριστός· ἀλλ' Ἐπὶ τὰ πετρώδη. Οὔτε γῆ εἰσιν ἀγαθή· οὐ γάρ εἰσιν ὀρθόδοξοι· οὔτε πέτρα εἰσὶν, ἵνα ὑπὸ διδασκάλωνλαξευθέντες τὸν ναὸν τοῦ Θεοῦ οἰκοδομήσωσιν· ἀλλὰ τί; Πῶρός εἰσιν. Ἔστι τις λίθου φύσις, πῶρος ὀνόματι· οὔτε γῆ ἐστιν, οὔτε λίθος στερέμνιος· ἁπαλὸς μὲν παρὰ τὸν λίθον, σκληρὸς δὲ παρὰ τὴν γῆν. Τὸ ὁμολογεῖν αὐτοὺς τὸν Υἱὸν τοῦ Θεοῦ κατ'οὐσίαν ὅμοιον τῷ Πατρὶ, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἁπαλωτέρους τυγχάνειν· τὸ ἀρνεῖσθαι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτο αὐτῶν ποιεῖ τὰς καρδίας πεπωρωμένας τυγχάνειν. Οὔτε τοίνυν γῆ εἰσιν ἀγαθὴ, ἵνα βλαστήσωσιν εὐθαλῆ, καὶκατακοσμῶνται πίστεως κόσμον· οὔτε πέτρα στερέμνιος, ἵνα ἄσειστον καὶ ἀσάλευτον τὴν εἰς τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ὁμολογίαν φυλάττωσι. Καὶ δέχονται μὲν τὸν λόγον τοῦτον, καὶ βλαστάνουσιν· εὐθέως δὲ αὐτὸν ξηραίνουσι καὶ ψύγουσι, διὰ τὸ μὴ ἔχειν αὐτοὺς τὰς ῥίζας τῶν λογισμῶν ἐν τῷ βάθει τοῦ πνεύματος. Οὗτοι κἂν ὁμολογῶσι τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἀρνούμενοι, οὐδὲ τὸν Υἱὸν ἔχουσι, τοῦ ἀποστόλου μοι μαρτυροῦντος καὶ λέγοντος· Εἴ τις πνεῦμα τοῦ Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Τὰ ἄλλα, φησὶν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀγαθὴν, καὶ ἐδίδου καρπόν, καὶ τὰ μὲν τριάκοντα ἐποίει,τὰ δὲ ἑξήκοντα, τὰ δὲ ἑκατόν.Αὕτη ἐστὶν ἡ γῆ ἡ ἀγαθὴ, ἡ τῶν ὀρθοδόξων καρδία, ἡ ἐκτὸς οὖσα τῶν αἱρετικῶν ἀκανθῶν, ἡ τελείοις διδασκάλοις πονηθεῖσα καὶ οἱονεὶ αὐλακισθεῖσα, καὶ τοὺς τοῦ Εὐαγγελίου λόγους σπέρματα ψυχῆς τυγχάνοντας δεχομένη. Ἡ τοιαύτη καρδία πρῶτον βλαστάνει τὴν πόαν τῆς πίστεως, εἶτα μηκύνει τὸν στάχυν τῆς ἐλπίδος, εἶτα ὥριμον καρπὸν τῆς τελείας ἀγάπης ἀποδείκνυσι. Τούτων τῶν τριῶν καρπῶν τῆς ψυχῆς μέμνηται καὶ ὁ μακάριος Παῦλος λέγων· Πίστις, ἐλπὶς, ἀγάπη. Ὁ πιστεύων ποιεῖ τὰ τριάκοντα, ὁ ἐλπίζων ποιεῖ τὰ ἑξήκοντα, ὁ τελειούμενος ἐν ἀγάπῃ, ποιεῖ τὰ ἑκατόν· ὁ χριόμενος ποιεῖ τὰ τριάκοντα· ὁ κατερχόμενος εἰς τὸ ὕδωρ, ποιεῖ τὰ ἑξήκοντα· ὁ τελειούμενος ἐν τῷ μυστηρίῳ, ποιεῖ τὰ ἑκατόν. Οὕτως ἐξ ἑνὸς σπέρματος τρισσῶς ἀναφέρει καρπόν· Θεὸν δοξάζει, Ἐκκλησίαν ὑψοῖ, ἑαυτὸν διασώζει. Οὗτος Τριάδος ἀγαθῆς κομιεῖται μισθούς· πνεύματι συνιὼν, ψυχῇ προορῶν, σώματι ὑπομένων. Οὗτος τρισσῶς εὐλογεῖται· ἐπὶ γῆς δοξάζεται, ἐκ νεκρῶν ἀνίσταται, ἐν οὐρανοῖς ἀναπαύεται. Ὁ τοιοῦτος ἐν τρισὶ τάξεσιν ὑπερεχούσαις σεμνύνεται· τριάκοντα, ὡς ἐν οὐρανοῖς· ἑξήκοντα, ὡς ἐν ἀγγέλοις· ἑκατὸν, ὡς παρὰ Θεῷ. Ὁ τοιοῦτος πραΰς ἐστιν, ἡσύχιος, ταπεινόφρων, ἐλεήμων, συμπαθὴς, δίκαιος, κόσμου ξένος, βίου ἀλλότριος, εἰκόνι μόνῃ φαινόμενος ἐπὶ τῆς γῆς, καρδίᾳ δὲ καὶ πράξεσιν ἐν οὐρανοῖς αὐλιζόμενος. Ἄλλοι δέ τινες τῶν αἱρετιζόντων, κατὰ τὴν ἑαυτῶν ἀγνώμονα γνώμην, κλίμακα βλασφημίας τοῖς λόγοις λεπτουργοῦσι· τί λέγοντες; Ἡ εἰς τὸ Πνεῦμα πίστις ποιεῖ τὰ τριάκοντα· ἡ εἰς τὸν Υἱὸν ποιεῖ τὰ ἑξήκοντα· ἡ εἰς τὸν Πατέρα ποιεῖ τὰ ἑκατόν· ἀγνοοῦντες ὅτι ὡς βούλονται σμικρῦναι, τὸ Πνεῦμα τὸ ἅγιον μεγαλύνουσι.
Προτάττουσι γὰρ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, λέγοντες· Ὁ εἰς τὸ Πνεῦμα πιστεύων, ποιεῖ τὰ τριάκοντα· καὶ πρῶτον προτάττουσι τοῦ Πατρὸς τὸ Πνεῦμα, εἶτα τὸν Υἱὸν, εἶτα τὸν Πατέρα. Ἡμεῖς δὲ τὰ ἐναντία αὐτοῖς φρονοῦντες, τὸ ἐναντίονλέγομεν. Ὁ γὰρ πιστεύων, οὐκ εἰς τὸ Πνεῦμα πρῶτον πιστεύει, ἀλλ' εἰς τὸν Πατέρα· ὁ πιστεύων εἰς τὸν Πατέρα, ποιεῖ τὰ τριάκοντα· ὁ προσλαμβάνων εἰς τὸν Υἱὸν, διπλασιάζει τὸν ἀριθμὸν, καὶ ποιεῖ τὰ ἑξήκοντα· ὁ καὶ ἐνδυσάμενος τὸ Πνεῦμα τὸ ἅγιον, τὴν ἑκατοντάδα ἐπλήρωσεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, εἰς τὴν δραχμὴν, καὶ εἰς τὸ, "Ἄνθρωπός τις εἶχε δύο υἱούς."

Πάλιν οἱ κόλποι Χριστοῦ ἄπαυστον νᾶμα τῆς ἀγάπης μέλιμα βλαστάνουσι· πάλιν ἡ τοῦ Χριστοῦ λαμπαδοῦχος σοφία ἅψασα λύχνον, καὶ ἐπὶ τὴν λυχνίαν τοῦ σταυροῦ ἐπιθεῖσα, πᾶσαν τὴν οἰκουμένην δᾳδουχεῖ πρὸς εὐσέβειαν. Τούτῳ τῷ λύχνῳ χρησαμένη ἡ τοῦ Θεοῦ σοφία, τὴν μίαν τῶν δραχμῶν ἀπολωλυῖαν ζητήσασα, καὶ εὑραμένη, ταῖς ἐννέα δραχμαῖς τῶν ἀγγέλων συνέζευξε. Τίς δὲ ἂν εἴη ἡ γυνὴ ἡ ἔχουσα τὰς δέκα δραχμὰς, ἀναγκαῖον, ἀγαπητοὶ, εἰπεῖν. Αὕτη ἐστὶν ἡ τοῦ Θεοῦ σοφία, ἔχουσα τὰς δέκα δραχμάς. Ποίας; Ψήφισον· ἀγγέλους, ἀρχαγγέλους, Ἀρχὰς, Ἐξουσίας, ∆υνάμεις, Θρόνους, Κυριότητας, Χερουβὶμ, Σεραφὶμ, καὶ Ἀδὰμ τὸν πρωτόπλαστον. Ταύτην τὴν δραχμὴν τοῦ Ἀδὰμ ὑπὸ τῆς τοῦ διαβόλου κακίας ἐκβοσκηθεῖσαν, καὶ εἰς τόνδε τὸν βυθὸν τοῦ βίου καθελκυσθεῖσαν, καὶ ταῖς πολυφθόγγοις ἡδοναῖς τῶν ἁμαρτημάτων χωσθεῖσαν, ἐλθοῦσα ἡ τοῦ Θεοῦ σοφία ἀνεύρατο. Πῶς εὕρατο, ἀγαπητοί; Ἦλθεν ἐξ οὐρανῶν, λαμβάνει τὸν ὀστράκινον λύχνον τοῦ σώματος, ἅπτει τῷ φωτὶ τῆς θεότητος, ἐπιτίθησι τῇ λυχνίᾳ τοῦ σταυροῦ, ζητεῖ τὴν δραχμὴν, εἰς τὴν αὐλὴν καὶ τῶν ἀγγέλων νομὴν ἐμάνδρευσεν αὐτήν. Ἀλλ' ἴσως ἐροῦσί τινες τῶν ἐνθάδε ἑστώτων, οἵτινες μετὰ τὸ βάπτισμα ἥμαρτον, λέγοντες· Τί πρὸς ἡμᾶς, εἰ Ἀδὰμ ἐσώθη; πῶς ἡμεῖς ἐλεηθῶμεν; πῶς σωθῶμεν, ὅτι μετὰ τὸ βάπτισμα ἠνομήσαμεν; Πρὸς οὓς λέγομεν· Οἱ τοιοῦτοι, μὴ φοβεῖσθε, μὴ θροεῖσθε, μὴ ταράσσεσθε, μὴ ἀθυμεῖτε· οὐ γὰρ περὶ μὲν τοῦ Ἀδὰμ ἐμέλησε τῷ Θεῷ, ὑμῶν δὲ κατεφρόνησεν· ἀλλ' ἐκείνῳ μὲν εἰ ἐγένετο γυνὴ ἔχουσα δραχμὰς δέκα, σοὶ δὲ γίνεται πατὴρ εὔσπλαγχνος, ἔχων δύο υἱοὺς, καὶ τὸν πεπλανημένον πάλιν ἐναγκαλιζόμενος.
Τοῖς γὰρ πᾶσι τὰ πάντα γέγονεν, ἵνα τοὺς πάντας κερδήσῃ. Ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου λέγοντος· Ἄνθρωπός τις εἶχε δύο υἱούς· καὶ προσελθὼν ὁ νεώτερος αὐτῶν τῷ πατρὶ εἶπε· Πάτερ, δός μοι τὴν οὐσίαν. Ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ οὐ μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν· κἀκεῖ ἀνήλωσε τὸν βίον αὑτοῦ, ζῶν ἀσώτως. ∆απανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην· καὶ προσῆλθεν ἑνὶ τῶν πολιτῶν, καὶ πέμπει αὐτὸν ὁ πολίτης εἰς ἀγροὺς βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ γενόμενος ἔφη· Πόσοι νῦν μίσθιοι παρὰ τῷ πατρί μου ἄρτων περισσεύουσιν, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου· καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν, καὶ ἐνώπιόν σου, καὶ οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Τούτου δὲ τὸν νοῦν οὐκ ἔξω δεῖ περιζητεῖν, ἀλλ' ἐν ἡμῖν αὐτοῖς. ∆ιὰ γὰρ ἡμᾶς εἴρηνται αἱ παραβολαὶ, καὶ δι' ἡμᾶς ἀναγινώσκονται, ἵνα μηδεὶς ἑαυτὸν ἀπελπίσῃ, κἂν σφόδρα ἁμαρτωλὸς τυγχάνῃ· ἀλλὰ προσέλθῃ τῷ Θεῷ μετανοῶν καὶ ζητῶν παρ' αὐτοῦ ἱλασμὸν, μάλιστα εἴ τις ὑμῶν διὰ τῆς πίστεως τῆς εἰς τὸν Κύριον γέγονε τοῦ Θεοῦ υἱός. Ὅσον γὰρ ἐδέξαντο αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Εἴ τις οὖν ὑμῶν διὰ τῆς εἰς τὸν Κύριον ἡμῶν πίστεως γέγονεν αὐτοῦ υἱὸς, καὶ ἐμακρύνθη ἀπ' αὐτοῦ, οὐ τόπῳ, ἀλλὰ τρόπῳ· εἴ τινος ἥψατο ὁ λιμὸς, οὐ τοῦ κοινοῦ ἄρτου, ἀλλὰ τοῦ ἐπουρανίου (Ἄρτον γὰρ, φησὶν, οὐρανῶν ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος)· καταλιπέτω τὰς μαχλώσας ἡδονὰς χοίροις ἐοικυίας, καὶ μηκέτι ἐπιθυμείτω κεράτια ἐσθίειν. Τί ἐστι τὰ κεράτια; Ξύλου καρπός. Τὰ κεράτια τῇ ἁμαρτίᾳ ἀπείκασται· ὥσπερ γὰρ τὰ κεράτια παρὰ τὴν ἀρχὴν τῆς γεύσεως γλυκαίνει, μετὰ δὲ τὴν γεῦσιν τραχύνει τὸν φάρυγγα· οὕτω καὶ ἡ ἁμαρτία ἐν μὲν τῇ ἀρχῇ τῆς γεύσεώς ἐστι γλυκεῖα, μετὰ δὲ τὴν γεῦσιν τραχεῖα. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὑπὸ τοῦ σοφοῦ Σολομῶντος· Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρίσκεται, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Εἴ τινος ἥψατο λιμὸς τοῦ ἄρτου τοῦ οὐρανίου, προσελθέτω, ζητείτω. Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ ὁ αἰτῶν λαμβάνει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Κροῦσον τῆς μετανοίας τὴν θύραν τοῖς ἀλαλήτοις σου στεναγμοῖς· μὴ φοβηθῇς αὐτὴν, οὐκ ἔστι σου ξένη ἡ θύρα· ὑπὲρ σοῦ ἀπέθανε. Κἂν εἴπῃς ἐν σεαυτῷ· Τίς ἐστιν; ἀποκρίνεταί σοι Χριστὸς καὶ λέγει· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Εἰπὲ καὶ σύ· Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Εἴ τις τὸ οὐράνιον βάπτισμα λαβὼν ἥμαρτεν, εἰς οὐρανὸν ἥμαρτεν. Ὁ γὰρ πρὸ τοῦ βαπτίσματος ἁμαρτάνων, ἐν γῇ ἁμαρτάνει· Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, τῷ Ἀδὰμ ἐῤῥέθη. Εἴ τις δὲ Χριστὸν ἐνεδύσατο ἐν τῷ βαπτίσματι, οὐκ ἔτι γῆ τυγχάνει, ἀλλ' οὐρανός· Οἷος γὰρ ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Εἴ τις οὖν ἥμαρτε μετὰ τὸ βάπτισμα, εἰς οὐρανὸν ἥμαρτε. ∆ιὸ προσερχέσθω καὶ λεγέτω· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. ∆ιὰ τί; λέγε τὴν αἰτίαν. Τὴν τῷ αἵματι Ἰησοῦ καρδίαν μου ἐῤῥαντισμένην,ῥοδοειδῶς ἀνθοῦσαν, ταῖς ἡδοναῖς ἐβορβόρωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Σὲ παρώξυνα, τὸ Πνεῦμά σου τὸ ἅγιον παρεπίκρανα, τὴν ἐξαστράπτουσαν στολὴν τῆς πίστεως τῇ ἁμαρτίᾳ ἐσπίλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Τὴν ἐλευθερωθεῖσάν μου ψυχὴν τῷ βαπτίσματι, καὶ χιονωθεῖσαν τῷ φωτίσματι, σκοτίσας τῇ ἁμαρτίᾳ, ἐδούλωσα· Οὐκ ἔτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Αἱ τοῦ σώματός μου αἰσθήσεις τῇ κραιπάλῃ μεθυσθεῖσαι, καθάπερ παράφοροι θεραπαινίδες, τὴν ἑαυτῶν δέσποιναν ψυχὴν τῇ ἀκολασίᾳ προέδωκαν· νυνὶ δὲ διὰ τῆς νηστείας ταύτας παιδεύσας, τὴν ψυχήν μου σωφρονίσω· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οἶδα λοιπὸν τὴν πλάνην τοῦ Ἐχθροῦ, οἶδα αὐτοῦ τὰ σκελίσματα, οἶδα τὴν τῆς γαστριμαργίας αὐτοῦ βελοστασίαν, φεύγω κραιπάλην, δι' ἧς λύει τοὺς τόνους τῆς σωφροσύνης, διώκω τὴν νηστείαν τὴν τὸ νήφειν μοι παρέχουσαν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐργάσομαι κἀγὼ εἰς τὸν ἀμπελῶνά σου· περιτεμῶ κἀγὼ τῇ δρεπάνῃ τοῦ Πνεύματος τῆς ἔνδοθέν μου κειμένης ἀμπέλου λογικῆς τὰ περιττὰ κλήματα, μᾶλλον δὲ ἐγκλήματα· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Γεωργήσω κἀγὼ τὸν βότρυν τῆς ἀγάπης γλυκύτατον· ὑπερείσω κἀγὼ καθάπερ χάρακας τῇ ψυχῇ μου τὰς ἐντολὰς τοῦ Κυρίου, ἵνα μὴ εἰς γῆν συρομένη ὑπὸ ὄφεως συλαγωγῆται· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Εἰς οὐρανοὺς αὐτὴν βλέπειν κατεργάσομαι· ἕλικας φιλαδελφίας αὐτὴν ἐκτείνειν παρασκευάσω, ἵνα τοὺς εἰς γῆν συρομένους πένητας ἐναγκαλιζομένη διαβαστάζῃ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. ∆ός μοι πάλιν, πάτερ, τὸ ἄροτρον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων· γεωργήσω τὴν αὔλακα τῆς ψυχῆς μου, ἐξαρῶ τὰ ἀκανθηφόρα καὶ βλαβοποιὰ τοῦ Πονηροῦ βλαστήματα, ἐπισπερῶ αὐτῇ τὰ οὐράνια σπέρματα. Σοῦ γὰρ ἐπομβροῦντος ἄνωθεν τὸν ἔλεον, ἡ αὖλαξ τῆς ψυχῆς μου καρποφορήσει, ἡ μὲν τριάκοντα, ἡ δὲ ἑξήκοντα, ἡ δὲ ἑκατόν· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μὴ ἀπώσῃς με, πάτερ· οὐ γὰρ παντελῶς με Ἐχθρὸς ἐκνευρίσας, τὴν στολὴν τῆς πίστεως ἀπέδυσεν. Εἰ γὰρ τὸ τῆς σωφροσύνης μου κάλλος ἐσπίλωσεν, ἀλλ' οὖν γε τοῖς εἰδώλοις με αὐτοῦ λατρεύειν οὐδέποτε ἔκαμψε· σὲ οὐκ ἠρνησάμην, Κύριέ μου. Εἰ καὶ ἥμαρτον ἐν τῇ ἀκμῇ τῆς νεότητός μου, ἀλλ' οὖν γε κνίσσαν εἰδώλων κατεπάτησα, εἰκόνας δαιμόνων κατέστρεψα, ξόανα εἰδώλων ἐξῄσχυνα, διάβολον ἐνεφύσησα, δαίμοσιν ἐνέπτυσα. Νυνὶ δὲ τοῖς σοῖς ἴχνεσι προσπίπτω, ὁ Κύριός μου, καὶ ὁ Θεός μου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Ἐὰν οὕτω μετανοήσῃς, ἐὰν οὕτως ἐξομολογήσῃ· ἔτι πόῤῥω σοῦ ἀπέχοντος προστρέχει ὁ οὐράνιος Πατὴρ, πνεύματι ἐπιπίπτων σου τῷ τραχήλῳ τῆς ψυχῆς, τὸ τῆς χάριτός σοι ζυγὸν ἐπιτιθεὶς, καὶ τῇ ζεύγλῃ τῆς ἀληθείας τὸν αὐχένα τῆς καρδίας σου περισφίγγων· φιλήματι λύει σου τὴν ἔχθραν, καὶ λέγει τοῖς ἑαυτοῦ δούλοις τοῖς ἱερεῦσι· Φέρετε τὴν πρώτην στολήν. Οὐκ εἶπε, Φέρετε μίαν στολὴν, ἀλλὰ, Φέρετε τὴν πρώτην στολὴν, ἵνα δείξῃ τὴν πρώτην τοῦ βαπτίσματος ἀξίαν σοι διδομένην. Φέρετε αὐτῷ τὴν πρώτην στολὴν, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον, τὸ δεῖγμα τοῦ πλούτου, τὸν τοῦ θησαυροῦ φύλακα, τὸν ἀῤῥαβῶνα τῆς χάριτος, τὴν σφραγῖδα τοῦ Πνεύματος.  Καὶ ὑποδήματα εἰς τοὺς πόδας αὐτοῦ· τουτέστι, Τοῖς τοῦ Εὐαγγελίου λόγοις τὸ ἴχνος τῆς ψυχῆς αὐτοῦ περισφίγξατε· ἵνα μὴ πάλιν ὁ ὄφις τὴν πτέρναν ὑπολείξας, εἰς τὴν προτέραν αὐτὸν πλάνην τῆς ἁμαρτίας κατασύρῃ. Καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν. Τίς ἐστιν οὗτος, ἢ πάντως Χριστὸς, μετὰ τὸ βάπτισμα διδόμενος τοῖς ἀξίοις, καθὼς λέγει ὁ Ἀπόστολος· Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς; Φέρετε, φαγόντες εὐφρανθῶμεν. Τίς ἄρα ἐν Ἰουδαίοις καὶ Ἕλλησι πιστεύσει, ὅτι μόσχος ἐσφάγη, καὶ κόσμος ἐστάθη; Ὢ μόσχος Παρθένου δαμάλιδος, τέκνον ἱερὸν ἀνηρότου μήτρας! ὢ μόσχος ὁ σφαγεὶς καὶ ζῶν, καὶ πάντοτε ὑφ' ἡμῶν ἑστιώμενος, καὶ ἀδαπάνητος μένων! ∆ιὸ, ἀγαπητοὶ, εἰς τὸν εὐσταθῆ καὶ εὔδιον λιμένα τὴν ἄγκυραν τοῦ λόγου ἡμῶν χαλάσαντες, παραπέμψωμεν ὑμᾶς τῇ τοῦ ἁγίου Πνεύματος ἐμβολῇ, καὶ τῇ εὐρύθμῳ αὐτοῦ γλώσσῃ διατεμόντες πέλαγος τῶν θείων Γραφῶν, εἰς οὐράνιον πόλιν χειραγωγήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ, σὺν τῷ ἁγίῳ καὶ προσκυνητῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |