Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56
Ἔπαινος τῶν ἀπαντησάντων ἐν τῇ ἐκκλησίᾳ, καὶ περὶ εὐταξίας ἐν ταῖς δοξολογίαις καὶ εἰς τό· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου."
Πολλὴν ὁρῶ τὴν σπουδὴν ἐνδεικνυμένους ὑμᾶς εἰς ἔργον ἀγαγεῖν τὰ πρῴην ἡμῖν εἰρημένα. ∆ιὰ τοῦτο τοίνυν ἀόκνως τὰ τῆς διδασκαλίας κἀγὼ καταβάλλομαι σπέρματα, χρησταῖς ἐντεῦθεν ταῖς ἐλπίσι τρεφόμενος. Καὶ γὰρ ὁ γεωργός, ὁπόταν πόνῳ μὲν τὰ σπέρματα καταβάλῃ εὐφοροῦσαν δὲ τὴν γῆν καὶ τὰ λήϊα κομῶντα θεάσηται, τῶν πρῴην ἐπιλανθάνεται κόπων καὶ πρὸς τὴν ἑξῆς ἐργασίαν τε καὶ συντήρησιν τῷ προσδοκωμένῳ διανίσταται κέρδει. Καίτοι πόσον ποριμωτέρα καὶ ἐπικερδὴς αὕτη καθέστηκεν ἡ γεωργία; Ἐκείνη μὲν γὰρ τῶν καρπῶν τῶν αἰσθητῶν περιποιουμένη τὴν ἀφθονίαν,
σώμασιν ἐναποτίθεται τροφήν· αὕτη δὲ τὴν τῶν λόγων καταβαλλομένη διδασκαλίαν καὶ τὰ τοῦ Πνεύματος πλεονάζουσα χαρίσματα, τὸν ψυχικὸν ἐναποτίθεται πλοῦτον, τὴν ἀδαπάνητον καὶ ἀκήρατον τροφὴν τὴν μὴ διαλυομένην, μηδὲ φθειρομένην κατ' ἀκολουθίαν, ἀλλὰ ἀρρήτῳ τινὶ συντηρουμένην προνοίᾳ καὶ νοητὴν τὴν ἀπόλαυσιν ἔχουσαν. Αὕτη τῶν ἐμῶν πόνων ἡ ἐπικαρπία, οὗτος ὁ ἐναποτιθέμενος τῇ ὑμῶν ἀγάπῃ πλοῦτος. Τοῦτον οὖν αὐξανόμενον ἐν ὑμῖν κατανοῶν, χαίρω διὰ παντὸς ὡς μὴ εἰκῇ τὰ σπέρματα καταβαλλόμενος, ὡς μὴ μάτην τοὺς πόνους ὑπομείνας, ὡς εἰς εὔφορον καὶ λιπαρὰν ἐπισπείρων γῆν καὶ πρὸς καρποφορίαν ἐπιτηδείαν. Πόθεν οὖν τὸ τοιοῦτον καταστοχάζομαι κέρδος; πόθεν εἰς ἔργον τοὺς λόγους προκόπτοντας κατανοῶ; Ἐκ τῆς παρούσης δηλονότι συνδρομῆς, ἐκ τοῦ τὴν μητέρα πάντων τὴν ἐκκλησίαν μετὰ σπουδῆς ὑμᾶς καταλαβεῖν, ἐκ τῆς παννύχου ταύτης καὶ διηνεκοῦς στάσεως, ἐκ τοῦ τὴν ἀγγελικὴν χοροστασίαν μιμουμένους ἀκατάπαυστον τῷ κτίστῃ τὴν ὑμνολογίαν προσφέρειν. Ὢ τῶν τοῦ Χριστοῦ δωρημάτων. Ἄνω στρατιαὶ δοξολογοῦσιν ἀγγέλων· κάτω ἐν ἐκκλησίαις χοροστατοῦντες ἄνθρωποι τὴν αὐτὴν ἐκείνοις ἐκμιμοῦνται δοξολογίαν. Ἄνω τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναβοᾷ· κάτω τὸν αὐτὸν ἡ τῶν ἀνθρώπων ἀναπέμπει πληθύς· κοινὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων συγκροτεῖται πανήγυρις· μία εὐχαριστία, ἓν ἀγαλλίαμα, μία εὐφρόσυνος χοροστασία. Ταύτην γὰρ ἡ ἄφατος τοῦ ∆εσπότου συγκατάβασις συνεκρότησεν, ταύτην τὸ Πνεῦμα συνέπλεξεν τὸ ἅγιον, ταύτης τὴν ἁρμονίαν τῶν φθόγγων ἡ πατρικὴ εὐδοκία συνήρμοσεν, ὥστε ἄνωθεν ἔχει τὴν τῶν μελῶν εὐρυθμίαν καὶ ὑπὸ τῆς Τριάδος, καθάπερ ὑπὸ πλήκτρου τινὸς κινουμένη, τὸ τερπνὸν καὶ μακάριον ἐνηχεῖ μέλος, τὸ ἀγγελικὸν ᾆσμα, τὴν ἄληκτον συμφωνίαν. Τοῦτο τῆς ἐνταῦθα σπουδῆς τὸ πέρας, οὗτος ὁ τῆς συνελεύσεως ὑμῶν καρπός. ∆ιὰ τοῦτο χαίρω τὴν τοιαύτην καθορῶν εὐδοκίμησιν· χαίρω τὴν ἐν ταῖς ψυχαῖς ὑμῶν εὐφροσύνην κατανοῶν, τὴν χαρὰν τὴν πνευματικήν, τὴν κατὰ Θεὸν ἀγαλλίασιν. Οὐδὲν γὰρ οὕτω περιχαρῆ τὴν ἡμετέραν διατίθησι ζωὴν ὡς ἡ ἐν ἐκκλησίᾳ θυμηδία. Ἐν ἐκκλησίᾳ ἡ τῶν χαιρόντων συντηρεῖται χαρά, ἐν ἐκκλησίᾳ ἡ τῶν ἀθυμούντων εὐθυμία, ἐν ἐκκλησίᾳ ἡ τῶν λυπουμένων εὐφροσύνη, ἐν ἐκκλησίᾳ ἡ τῶν καταπονουμένων ἀναψυχή, ἐν ἐκκλησίᾳ ἡ τῶν κοπιώντων ἀνάπαυσις. "∆εῦτε γάρ, φησί, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς." Τί ταύτης τῆς φωνῆς γένοιτ' ἂν ποθεινότερον; τί τῆς κλήσεως ταύτης ἡδύτερον; Πρὸς εὐωχίαν σε καλεῖ ἐν ἐκκλησίᾳ καλῶν ὁ ∆εσπότης, εἰς ἀνάπαυσιν ἀντὶ τῶν κόπων προτρέπεται, εἰς ἄνεσιν ἐκ τῶν ὀδυνηρῶν μετατίθησιν, τὸ βάρος τῶν ἁμαρτημάτων κουφίζων· τρυφῇ τὴν ἀθυμίαν καὶ εὐφροσύνῃ τὴν λύπην ἰᾶται. Ὢ τῆς αὐτοῦ κηδεμονίας, ὢ κλήσεως ἐπουρανίου; Σπεύσωμεν τοίνυν, ἀγαπητοί, αὐτὴν μὲν ἐπιτεινομένην ἐνδείκνυσθαι τὴν σπουδήν, μετὰ δὲ τῆς προσηκούσης εὐταξίας καὶ τοῦ πρέποντος σκοποῦ ταύτην ἀποπληροῦν. Καὶ γὰρ τὸν περὶ τούτου λόγον ὑμῖν σήμερον κινῆσαι βούλομαι, φορτικὸν μὲν εἶναι δοκοῦντα, ἀνεπαχθῆ δὲ καὶ ὠφέλιμον ὄντα τῇ ἀληθείᾳ. Οὕτω γὰρ καὶ φιλόστοργοι πατέρες ποιοῦσιν· οὐ μόνον τὰ πρὸς ὀλίγον χαροποιοῦντα, ἀλλὰ καὶ τὰ λυποῦντα παρεγγυῶνται τοῖς τέκνοις· καὶ οὐ τὰ αὐτόθεν ἐνδεικνύμενα τὴν ὠφέλειαν παραινοῦσιν αὐτοῖς, ἀλλὰ καὶ ὅσα δοκοῦσιν μὲν εἶναι φορτικά, σωτήρια δέ ἐστιν ἀποπληρούμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς ἐπιμελείας διδάσκουσιν καὶ ἀσφαλῶς τὴν αὐτῶν ἀπαιτοῦσιν συντήρησιν. Τάχα καὶ ἡμεῖς. ∆ιὰ τοῦτο τοῦτον προτείνομεν τὸν λόγον, ἵνα μὴ μάτην τὸν ἐνταῦθα καταβαλλώμεθα πόνον, ἵνα μὴ τὴν τῆς ἀγρυπνίας ὑπομένοντες ἀνάγκην, ἀνονήτως πυκτεύωμεν, ἵνα μὴ εἰς ἀέρα διαλυόμεναι αἱ φωναὶ ἐπὶ ζημίᾳ μᾶλλον ἐνηχοῖντο καὶ οὐκ ἐπὶ κέρδει. Οὐδὲ γὰρ ἔμπορος μακρὰς μὲν ἐμπορίας στελλόμενος, πολλὴν δὲ τὴν τῶν πνευμάτων ἐμβολὴν καὶ τὴν τῶν κυμάτων ἐπανάστασιν ὑπομένων, καταδέξοιτο ἂν εἰκῇ καὶ μάτην τοὺς τοιούτους ὑπομένειν κόπους· ἀλλὰ διὰ τοῦτο καὶ πελάγη τέμνει καὶ κινδύνων κατατολμᾷ καὶ τόπους ἐκ τόπων μεταμείβει καὶ ἀΰπνους πάσας διατελεῖ νύκτας, ἵνα τὰ τῆς ἐμπορίας αὐτῷ πλεονάζῃ. Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν κινδύνους.
Τοῦτο τοίνυν εἰδότες, μετὰ τῆς προσηκούσης εὐλαβείας ἐνταῦθα παραγινώμεθα, ὅπως μὴ ἀντὶ ἁμαρτημάτων ἀφέσεως προσθήκην τούτων ποιησάμενοι, οἴκαδε πορευσώμεθα. Τί δέ ἐστι τὸ ζητούμενον καὶ ὃ παρ' ἡμῶν ἀπαιτεῖται; Τὸ τοὺς θείους ἀναπέμποντας ὕμνους, φόβῳ πολλῷ συνεσταλμένους καὶ εὐλαβείᾳ κεκοσμημένους, οὕτω προσφέρειν τούτους. Καὶ γάρ εἰσί τινες τῶν ἐνταῦθα, οὓς οὐδὲ τὴν ὑμετέραν ἀγάπην ἀγνοεῖν οἶμαι, οἵτινες καταφρονοῦντες μὲν τοῦ Θεοῦ, τὰ δὲ τοῦ Πνεύματος λόγια ὡς κοινὰ ἡγούμενοι, φωνὰς ἀτάκτους ἀφιᾶσι καὶ τῶν μαινομένων οὐδὲν ἄμεινον διάκεινται, ὅλῳ τῷ σώματι δονούμενοι καὶ περιφερόμενοι καὶ ἀλλότρια τῆς πνευματικῆς καταστάσεως ἐπιδεικνύμενοι τὰ ἤθη. Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι· σὺ δὲ τὰ μίμων καὶ ὀρχηστῶν ἐνταῦθα παράγεις, ἀτάκτως μὲν τὰς χεῖρας ἐπανατείνων καὶ τοῖς ποσὶν ἐφαλλόμενος καὶ ὅλῳ περικλώμενος τῷ σώματι. Καὶ πῶς οὐ δέδοικας, οὐδὲ φρίττεις τοιούτων κατατολμῶν λογίων; Οὐκ ἐννοεῖς, ὅτι αὐτὸς ἀοράτως ἐνταῦθα πάρεστιν ὁ ∆εσπότης καὶ ἑκάστου τὴν κίνησιν ἀναμετρεῖ καὶ τὸ συνειδὸς λογοθετεῖ; οὐκ ἐννοεῖς, ὅτι ἄγγελοι ταύτῃ τῇ φρικτῇ παρίστανται τραπέζῃ καὶ φόβῳ ταύτην περιέπουσιν; Ἀλλὰ σὺ ταῦτα οὐ κατανοεῖς, ἐπειδὴ ὑπὸ τῶν ἐν τοῖς θεάτροις ἀκουσμάτων τε καὶ θεαμάτων τὸν νοῦν συνεσκοτίσθης καὶ διὰ τοῦτο τὰ ἐκεῖσε πραττόμενα τοῖς τῆς ἐκκλησίας ἀναφύρεις τύποις, διὰ τοῦτο ταῖς ἀσήμοις κραυγαῖς τὸ τῆς ψυχῆς ἄτακτον δημοσιεύεις. Πῶς οὖν συγγνώμην ἐξαιτήσῃ τῶν οἰκείων ἁμαρτημάτων; πῶς εἰς οἶκτον ἐπισπάσῃ τὸν ∆εσπότην, οὕτω καταπεφρονημένως τὴν δέησιν προτεινόμενος; "Ἐλέησόν με, ὁ Θεός", λέγεις, καὶ τοῦ ἐλέους ἀλλότριον τὸ ἦθος ἐπιδείκνυσαι. "Σῶσόν με", βοᾷς, καὶ ξένον τῆς σωτηρίας τὸ σχῆμα διατυποῖς. Τί συντείνουσι πρὸς ἱκεσίαν χεῖρες ἐπὶ μετεωρισμῷ συνεχῶς ἐπαιρόμεναι καὶ ἀτάκτως περιφερόμεναι, κραυγή τε σφοδρὰ καὶ τῇ βιαίᾳ τοῦ πνεύματος ὠθήσει τὸ ἄσημον ἔχουσα; Οὐχὶ τὰ μὲν αὐτῶν τῶν ἐν ταῖς τριόδοις ἑταιριζομένων γυναικῶν, τὰ δὲ τῶν ἐν τοῖς θεάτροις φωνούντων ἐστὶν ἔργα; Πῶς οὖν τολμᾷς τῇ ἀγγελικῇ ταύτῃ δοξολογίᾳ τὰ τῶν δαιμόνων ἀναμιγνύειν παίγνια; πῶς δὲ οὐκ αἰδῇ ταύτην τὴν φωνήν, ἣν ἐκφέρεις, "∆ουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, λέγων, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ"; Τοῦτό ἐστιν, ἐν φόβῳ δουλεύειν, τὸ διακεχῦσθαί τε καὶ συντείνεσθαι καὶ μηδὲ σεαυτὸν ἐπίστασθαι περὶ τίνων διαλέγῃ τῇ ἀτάκτῳ τῆς φωνῆς ἐνηχήσει; Τοῦτο καταφρονήσεώς ἐστιν, οὐ φόβου, ἀλαζονείας, οὐ ταπεινώσεως· τοῦτο παιζόντων μᾶλλον ἢ δοξολογούντων. Τί οὖν ἐστι τὸ δουλεύειν τῷ Κυρίῳ ἐν φόβῳ; Τὸ πᾶσαν ἐντολὴν ἀποπληροῦντας φόβῳ καὶ συστολῇ ταύτην κατεργάζεσθαι, τὸ συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῳ νοῒ τὰς ἱκεσίας προβάλλεσθαι. Καὶ οὐ μόνον δουλεύειν ἐν φόβῳ, ἀλλὰ καὶ ἀγαλλιᾶσθαι ἐν τρόμῳ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παρακελεύεται. Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν. Πῶς δὲ ἔσται, φησίν, ἀγάλλεσθαι ἐν τρόμῳ; Καὶ γὰρ οὐδὲ δυνατὸν κατὰ ταὐτὸν τὰ δύο συμβαίνειν, πολλῆς οὔσης τῆς μεταξὺ αὐτῶν διαφορᾶς. Χαρὰ γάρ ἐστι καταθυμίων πλήρωσις καὶ ἡδέων ἀπόλαυσις καὶ ἀνιαρῶν λήθη· φόβος δὲ ἐλπιζομένων κακῶν ἐπίτασις, ἐπὶ κατεγνωσμένῳ συνιστάμενος συνειδότι. Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ' ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον; πῶς δέ, φησί, τοῦτο γενήσεται; Αὐτά σε τὰ Σεραφὶμ διδάσκουσιν ἔργῳ, τὴν τοιαύτην ἀποπληροῦντα διακονίαν. Καὶ γὰρ ἐκεῖνα τῆς ἀφάτου δόξης ἀπολαύοντα τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος· οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ' ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσιν καταλάμπεσθαι. Ἐπειδὴ γὰρ διηνεκῶς λειτουργοῦσιν κύκλῳ τοῦ βασιλικοῦ θρόνου, ἐν διηνεκεῖ χαρᾷ διατελοῦσιν, ἐν ἀϊδίῳ εὐφροσύνῃ, ἐν ἀγαλλιάσει ἀκαταπαύστῳ, χαίροντα, σκιρτῶντα, ἀσιγήτως δοξολογοῦντα. Τὸ γὰρ ἐνώπιον ἑστάναι τῆς δόξης ἐκείνης καὶ ἀπὸ τῆς ἐξ αὐτῆς ἀπαστραπτούσης καταφωτίζεσθαι αἴγλης, τοῦτο αὐτοῖς καὶ χαρά, τοῦτο καὶ ἀγαλλίασις, τοῦτο καὶ εὐφροσύνη, τοῦτο καὶ δόξα. Τάχα τι πρὸς ἡδονὴν ἐπάθετε καὶ ἐν ἐπιθυμίᾳ τῆς δόξης ἐκείνης γεγόνατε
Ἀλλ' εἴ γε βουληθείητε παραινοῦντος ἀκοῦσαι καὶ μετ' εὐλαβείας τὴν παροῦσαν δοξολογίαν ποιεῖσθαι, οὐκ ἀποληφθήσεσθε τῆς τοιαύτης χαρᾶς· αὐτὸς γάρ ἐστιν ἐκεῖνος ὁ ∆εσπότης, ὁ καὶ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς δοξαζόμενος· "Πλήρης γὰρ ὁ οὐρανός, φησί, καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ." Πῶς οὖν ἐκεῖνα τῆς τοσαύτης εὐφροσύνης ἀπολαύοντα, φόβῳ ταύτην ἀναμιγνύουσιν; Πῶς; Ἄκουσον τί φησιν ὁ προφήτης· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Τίνος ἕνεκεν τὸ ὑψηλὸν εἰπών, καὶ τὸ ἐπῃρμένον προσέθηκε; μὴ γὰρ οὐκ ἤρκει διὰ τοῦ ὑψηλοῦ τὸ πᾶν σημᾶναι τοῦ πράγματος καὶ δεῖξαι τὸ τῆς ἀξίας ὑπερανεστηκός; διὰ τί οὖν τὸ ἐπῃρμένον ἐπήγαγεν; Ἵνα τὸ τῆς καθέδρας ἀκατάληπτον ἐνδείξηται. Ἐπειδὴ γὰρ παρ' ἡμῖν τὸ ὑψηλὸν ἔννοιάν τινα παρέχεται συγκρίσεως πρὸς τὰ χαμαίζηλά τε καὶ ταπεινότερα (οἷον, ὑψηλὰ μὲν τὰ ὄρη πρὸς τὰς πεδιάδας καὶ τὰ κοῖλα τῆς γῆς, ὑψηλὸς δὲ ὁ οὐρανὸς ὁ πάντων ὑπεραρθεὶς τῶν γηΐνων), τὸ δὲ ἐπῃρμένον καὶ ἐξῃρμένον μόνης ἐστὶν ἐκείνης τῆς ἀκαταλήπτου φύσεως, ἣν μήτε ἐννοῆσαι, μήτε ἑρμηνεῦσαί ἐστιν δυνατόν· διὰ τοῦτό φησι· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Καὶ τί ἕτερον εἶδες, ὦ προφῆτα; τί περὶ αὐτὸν ἐθεάσω; "Καὶ τὰ Σεραφὶμ εἱστήκεισαν, φησί, κύκλῳ αὐτοῦ." Τί ποιοῦντα, εἰπέ μοι, καὶ τί λέγοντα; ποίας παρρησίας ἀπολαύοντα; Παρρησίας μέν, φησίν, οὐδεμιᾶς, φόβου δὲ καὶ καταπλήξεως γέμοντα, καὶ δι' αὐτοῦ τοῦ σχήματος τὸ ἄφατον ἐπιδεικνύμενα τοῦ δέους. "Ταῖς γὰρ δυσὶ πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα", ὁμοῦ μὲν ἀποτειχίζοντα τὴν ἐκπεμπομένην ἀκτῖνα τοῦ θρόνου, διὰ τὸ μὴ δύνασθαι φέρειν τὴν ἄστεκτον αὐτῆς δόξαν, ὁμοῦ δὲ καὶ τὴν οἰκείαν εὐλάβειαν ὑποφαίνοντα, ἣν ἔχουσι πρὸς τὸν ∆εσπότην. Τοιαύτῃ χαρᾷ χαίρουσιν ἐκεῖνα, τοιαύτῃ εὐφροσύνῃ ἀγάλλονται. Εἶδες πῶς οὐ μόνον τὰ πρόσωπα καλύπτουσιν, ἀλλὰ καὶ τοὺς πόδας. Τίνος ἕνεκεν τοῦτο ποιοῦσιν; Τὰς μὲν γὰρ ὄψεις εἰκότως διὰ τὸ φοβερὸν τοῦ θεάματος καὶ τὸ μὴ δύνασθαι ἀντοφθαλμεῖν τῇ ἀπροσίτῳ δόξῃ· τοὺς πόδας δὲ διὰ τί συγκαλύπτουσιν; Καὶ ἐβουλόμην μὲν ὑμῖν τοῦτο καταλιπεῖν, ὥστε πεῖσαι καὶ ὑμᾶς πονεῖν περὶ τὴν αὐτοῦ λύσιν καὶ ἐγρηγορέναι πρὸς τὴν τῶν πνευματικῶν ἔρευναν· ἵνα δὲ μὴ ἀσχολουμένην τὴν ὑμετέραν διάνοιαν εἰς τὴν αὐτοῦ ζήτησιν καταλιπών, ἀμελεῖν τῆς παραινέσεως παρασκευάσω, ἀναγκαῖον αὐτὸ ἐπιλύσασθαι. ∆ιὰ τί οὖν τοὺς πόδας κατακαλύπτουσιν; Ἄπληστον τὴν πρὸς τὸν κτίστην εὐλάβειαν ἐνδείκνυσθαι σπεύδουσιν, πολλὴν τὴν ἀγωνίαν καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τῆς ὄψεως, καὶ δι' αὐτῆς τῆς στάσεως. Ἐπειδή γε καὶ οὕτω τοῦ ἐπιθυμουμένου καὶ τοῦ προσήκοντος ἀποτυγχάνουσιν, τῷ συγκαλύπτεσθαι πανταχόθεν τὸ ἐλλεῖπον περικρύπτουσιν. Ἆρα ἐνοήσατε τὸ εἰρημένον, ἢ πάλιν ἀναλαβεῖν αὐτὸ δίκαιον; Ἀλλ' ἵνα σαφέστερον τοῦτο γένηται, ἐκ τῶν παρ' ἡμῖν παραδειγμάτων, φανερὸν αὐτὸ ποιῆσαι πειράσομαι. Παρίσταταί τις τῷ ἐπιγείῳ βασιλεῖ, διὰ πάντων μηχανᾶται, ὥστε πολλὴν τὴν πρὸς αὐτὸν εὐλάβειαν ἐπιδείξασθαι, ἵνα διὰ τούτου πλείονα τὴν ἐξ αὐτοῦ ἐπισπάσηται εὔνοιαν. Τούτου χάριν καὶ διὰ τοῦ τῆς κεφαλῆς σχήματος καὶ διὰ τῆς φωνῆς καὶ διὰ τοῦ δεσμοῦ τῶν χειρῶν καὶ τῆς τῶν ποδῶν συζεύξεως καὶ τῆς συστολῆς τοῦ ὅλου σώματος τὴν τοιαύτην εὐλάβειαν ἐπιτηδεύει. Τοῦτο καὶ ἐπὶ τῶν ἀσωμάτων ἐκείνων γίνεται δυνάμεων. Πολλὴν γὰρ ἔχοντα τῆς πρὸς τὸν κτίστην εὐλαβείας τὴν ἐπιθυμίαν καὶ ταύτην πανταχόθεν μηχανώμενα περιποιεῖσθαι, εἶτα τῆς ἐφέσεως ἀποτυγχάνοντα, τὸ ὑστεροῦν τῆς ἐπιθυμίας τῷ καλύμματι ἐπικρύπτουσιν. ∆ιὰ τοῦτο τοίνυν τάς τε ὄψεις καὶ τοὺς πόδας κατακαλύπτεσθαι λέγονται. Εἰ καὶ ἄλλη τίς ἐστι μυστικωτέρα θεωρία ἡ περὶ τούτου θεωρουμένη· οὐ γὰρ ἵνα βοήσωμεν ὅτι πόδας καὶ πρόσωπα ἔχουσιν, τοῦτο ἐπισημαίνεται ὁ προφήτηςἀσώματα γάρ ἐστιν, ὥσπερ καὶ τὸ θεῖον, ἀλλ' ἵνα διὰ τούτων ἐπιδείξῃ πανταχόθεν αὐτὰ συνεστάλθαι, φόβῳ τε καὶ εὐλαβείᾳ λειτουργεῖν τῷ ∆εσπότῃ. Οὕτω δεῖ καὶ ἡμᾶς παρίστασθαι τὴν τοιαύτην αὐτῷ δοξολογίαν προσφέροντας, δεδοικότας καὶ τρέμοντας καὶ ὡς αὐτὸν ἐκεῖνον τοῖς τῆς διανοίας ἐνορῶντας ὀφθαλμοῖς. Πάρεστι γὰρ ἐνταῦθα πάντως καὶ οὐδαμοῦ περιγράφεται καὶ τὰς φωνὰς ἁπάντων ἀπογράφεται. Οὕτω τοίνυν συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῃ τὴν αἴνεσιν ἀναπέμποντες, εὐπρόσδεκτον αὐτὴν ποιήσωμεν καὶ ὡς εὐῶδες θυμίαμα πρὸς οὐρανὸν ἀναπέμψωμεν. "Καρδίαν γάρ, φησί, συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει." Ἀλλ' ὁ προφήτης, φησίν, ἀλαλαγμῷ ποιεῖσθαι τὴν δοξολογίαν προτρέπεται· "Ἀλαλάξατε γὰρ τῷ Κυρίῳ, πᾶσα ἡ γῆ." Ἀλλ' οὐδὲ ἡμεῖς τὸν τοιοῦτον διακωλύομεν ἀλαλαγμόν, ἀλλὰ τὴν ἄσημον βοήν· οὐδὲ τὴν φωνὴν τῆς αἰνέσεως, ἀλλὰ τὴν φωνὴν τῆς ἀταξίας, τὰς πρὸς ἀλλήλους φιλονεικίας, τὰς εἰκῇ καὶ μάτην ἐπαιρομένας χεῖρας ἐν τῷ ἀέρι, τοὺς ἱππαζομένους πόδας, τὰ ἄκοσμα καὶ διακεκλασμένα ἤθη, ἅπερ τῶν ἐν τοῖς θεάτροις καὶ ταῖς ἱπποδρομίαις σχολαζόντων ἐστὶ παίγνια. Ἐκεῖθεν ἡμῖν τὰ ὀλέθρια ταῦτα παρεισφέρονται διδάγματα, ἐκεῖθεν αἱ ἀνευλαβεῖς αὗται καὶ δημοτικαὶ φωναί, ἐκεῖθεν αἱ τῶν χειρῶν ἀταξίαι, αἱ ἔριδες, αἱ φιλονεικίαι, τὰ ἄτακτα ἤθη.
Οὐδὲν γὰρ οὕτω καταφρονεῖν τῶν τοῦ Θεοῦ παρασκευάζει λογίων, ὡς οἱ τῶν ἐκεῖ θεαμάτων μετεωρισμοί. ∆ιὰ τοῦτο παρεκάλεσα πολλάκις μηδένα τῶν ἐνταῦθα παραγινομένων καὶ τῆς θείας διδασκαλίας ἀπολαυόντων καὶ τῆς φρικτῆς καὶ μυστικῆς μετεχόντων θυσίας πρὸς ἐκεῖνα βαδίζειν τὰ θέατρα, καὶ τὰ θεῖα τοῖς δαιμονικοῖς ἀναμιγνύειν μυστήρια. Ἀλλ' οὕτω τινὲς μεμήνασιν, ὥστε καὶ σχῆμα εὐλαβείας ἐπιφερόμενοι καὶ εἰς πολιὰν ἐληλακότες βαθεῖαν, ὅμως αὐτομολοῦσιν πρὸς ἐκεῖνα μήτε τοῖς ἡμετέροις προσέχοντες λόγοις, μήτε τὴν οἰκείαν αἰσχυνόμενοι μόρφωσιν. Ἀλλ' ὅταν αὐτοῖς τοῦτο προτείνωμεν καὶ τὴν πολιὰν καὶ τὴν εὐλάβειαν αἰδεῖσθαι παραινῶμεν, τίς αὐτῶν ὁ ψυχρὸς καὶ καταγέλαστος λόγος; Ἄκουσον. Παράδειγμα, φησί, τῆς ἐκεῖσε νίκης καὶ τῶν στεφάνων εἰσὶ καὶ πλείστην ἐντεῦθεν καρπούμεθα τὴν ὠφέλειαν. Τί λέγεις, ἄνθρωπε; Ἕωλος οὗτος ὁ λόγος καὶ ἀπάτης ἀνάμεστος. Πόθεν τὴν ὠφέλειαν καρποῦσαι; ἐκ τῶν μυρίων ἐκείνων φιλονεικιῶν καὶ τῶν εἰκῇ καὶ μάτην καταβαλλομένων ὅρκων ἐπὶ κακῷ τῶν λεγόντων; ἢ ἐκ τῶν ὕβρεων καὶ βλασφημιῶν καὶ σκωμμάτων, οἷς ἀλλήλους καταντλοῦσιν οἱ θεαταὶ τῶν τοιούτων; Ἀλλ' ἐκ τούτων μὲν οὐχί· ἐκ δὲ τῶν ἀτάκτων φωνῶν καὶ τῆς ἀσήμου βοῆς καὶ τῆς κόνεως τῆς ἀναπεμπομένης καὶ τῶν ὠθούντων καὶ βιαζομένων καὶ τῶν ἀκκιζομένων κατέναντι γυναικῶν τὰ τῆς ὠφελείας συλλέγεις; Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Καὶ ἐνταῦθα μὲν αὐτὸν τὸν ∆εσπότην τῶν ἀγγέλων προφῆται πάντες καὶ διδάσκαλοι ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου καθήμενον ὑποδεικνύουσιν καὶ τοῖς μὲν ἀξίοις τὰ βραβεῖα καὶ τοὺς στεφάνους ἀπονέμοντα, τοῖς δὲ ἀναξίοις γέενναν καὶ πῦρ ἀποκληροῦντα· καὶ αὐτὸς δὲ ὁ Κύριος τοῦτο διαβεβαιοῖ. Εἶτα τούτων μὲν καταφρονεῖς, ἐν οἷς καὶ ὁ τοῦ συνειδότος φόβος καὶ ὁ τῶν πεπραγμένων ἔλεγχος καὶ ἡ τῶν εὐθυνῶν ἀγωνία καὶ τὸ τῆς κολάσεως ἀπαραίτητον· ἵνα δὲ πρόφασιν ἄλογον τῶν σῶν ἐφεύρῃς μετεωρισμῶν, ὠφελεῖσθαι λέγεις, ἐν οἷς τὴν ἀπαραμύθητον ὑπομένεις ζημίαν; Μή, δέομαι καὶ ἀντιβολῶ, μὴ προφασιζώμεθα προφάσεις ἐν ἁμαρτίαις· σκῆψις γὰρ ταῦτα καὶ ἀπάτη ἡμῖν αὐτοῖς τὸ ἐπιζήμιον προξενοῦσα. Ἀλλὰ περὶ τούτου μὲν τοσαῦτα· ὥρα δὲ λοιπὸν εἰς προτέραν ἀναδραμεῖν παραίνεσιν καὶ βραχέα περὶ ταύτης εἰπόντα, τὸ προσῆκον τέλος ἐπιθεῖναι τῷ λόγῳ. Καὶ γὰρ οὐ μόνον τὰ τῆς ἀταξίας ἐνταῦθα, ἀλλὰ καὶ ἕτερόν τι χαλεπὸν περινοστεῖ νόσημα. Ποῖον δὴ τοῦτο; Τὸ πρὸς Θεὸν τὴν διάλεξιν ποιεῖσθαι προθεμένους καὶ αὐτῷ τὴν δοξολογίαν ἀναπέμποντας, εἶτα ἀφέντες τοῦτον, τὸν πλησίον ἕκαστος ἀπολαβών, τὰ κατ' οἶκον διατίθεται, τὰ ἐν ταῖς ἀγοραῖς, τὰ ἐν τῷ δήμῳ, τὰ ἐν τοῖς θεάτροις, τὰ ἐν τῷ στρατῷ καὶ πῶς μὲν ταῦτα διῳκήθη, πῶς δὲ ἐκεῖνα παρεωράθη καὶ τί τὸ πλεονάζον ἐν ταῖς πραγματείαις, τί δὲ τὸ ἐλλεῖπον· καὶ ἁπλῶς περὶ πάντων τῶν κοινῶν καὶ ἰδίων ἐνταῦθα διαλέγονται. Καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Καὶ βασιλεῖ μέν τις τῷ ἐπιγείῳ διαλεγόμενος, περὶ ἐκείνων μόνων ποιεῖται τὸν λόγον, περὶ ὧν ἃ ἐκεῖνος βουληθείη καὶ ὧν προτείνει τὰς ἐρωτήσεις· εἰ δὲ καὶ ἕτερόν τι παρὰ τὴν ἐκείνου γνώμην ὑποβαλεῖν τολμήσειε, τὴν ἐσχάτην τιμωρίαν ὑποστήσεται· σὺ δὲ τῷ βασιλεῖ τῶν βασιλευόντων προσομιλῶν, ᾧ φρίττοντες λειτουργοῦσιν ἄγγελοι, ἀφεὶς τὴν πρὸς αὐτὸν διάλεξιν, περὶ πηλοῦ καὶ κόνεως καὶ ἀράχνης διαλέγῃ; Ταῦτα γάρ ἐστι τὰ παρόντα πράγματα. Καὶ πῶς οἴσεις τὴν τῆς καταφρονήσεως δίκην; τίς δέ σε τῆς τοιαύτης ἐξαιρήσεται τιμωρίας; Ἀλλὰ κακῶς, φησί, τὰ τῶν πραγμάτων καὶ τὰ τῆς πολιτείας διάκεινται καὶ πολὺς ἡμῖν περὶ τούτου ὁ λόγος, πολὺς ὁ ἀγών. Καὶ τίς ἡ αἰτία; Ἡ τῶν κρατούντων, φησίν, ἀβουλία. Οὐχ ἡ τῶν κρατούντων ἀβουλία, ἀλλὰ ἡ ἡμῶν ἁμαρτία, ἡ τῶν πλημμελημάτων εἴσπραξις. Ἐκείνη τὰ ἄνω κάτω πεποίηκεν, ἐκείνη πάντα τὰ δεινὰ εἰσήγαγεν, ἐκείνη τοὺς πολέμους ἐξώπλισεν, ἐκείνη τὴν ἧτταν ἐνήργησεν. Οὐκ ἄλλοθεν ἡμῖν ὁ τῶν ἀνιαρῶν ἑσμὸς ὑπερεσχέθη, ἀλλ' ἢ ἐκ ταύτης τῆς αἰτίας. Ὥστε κἂν Ἀβραάμ τις ᾖ ὁ κρατῶν, κἂν Μωϋσῆς, κἂν ∆αυίδ, κἂν Σολομῶν ὁ σοφώτατος, κἂν ἁπάντων ἁμαρτωλότερος ἀνθρώπων, ἡμῶν κακῶς διακειμένων, ἀδιάφορον ἔχει τὴν πρὸς τὰ κακὰ αἰτίαν. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι εἰ μὲν τῶν παρανομωτάτων εἴη καὶ τῶν ἀβουλήτως καὶ ἀτάκτως φερομένων, ἡ ἡμῶν ἀβουλία καὶ ἀταξία τὸν τοιοῦτον ἐκαρποφόρησεν, τὰ ἡμέτερα ἁμαρτήματα τὴν πληγὴν προεξένησεν. Τὸ γὰρ κατὰ τὰς καρδίας ἡμῶν λαμβάνειν ἄρχοντας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ τοῦτο, ὅτι προημαρτηκότες τοιούτου τοῦ προεστηκότος ἐτύχομεν, κἄν τε τῶν ἱερωμένων ᾖ τις, κἄν τε τῶν τὰς κοσμικὰς διεπόντων ἐξουσίας. Εἰ δὲ καὶ λίαν δίκαιος εἴη καὶ οὕτω δίκαιος, ὥστε μέχρι τῆς Μωϋσέως ἀρετῆς ἐληλακέναι, οὐχ ἡ αὐτοῦ μόνου δικαιοσύνη τὰ ἄμετρα τῶν ὑπηκόων συγκαλύψαι δυνήσεται πταίσματα. Καὶ τοῦτο ἐξ αὐτοῦ ἄν τις ἀκριβῶς καταμάθοι τοῦ Μωϋσέως, τοῦ πολλὰ μὲν κακοπαθήσαντος ὑπὲρ τοῦ Ἰσραήλ, πολλὴν δὲ τὴν ὑπὲρ αὐτοῦ ἱκεσίαν πρὸς τὸν Θεὸν ἐνστησαμένου, τοῦ τὴν ἐπηγγελμένην αὐτὸν κατακληρονομῆσαι γῆν· ἀλλ' ἐπεὶ ξένον ἑαυτὸν οὗτος τῆς κατασχέσεως ταῖς οἰκείαις κατέστησεν παρανομίαις, οὐκ ἴσχυσεν ἡ αὐτοῦ δέησις τὴν τοῦ Θεοῦ δικαίαν ψῆφον μεταποιῆσαι παντὸς τοῦ λαοῦ ἐν τῇ ἐρήμῳ κατεστρωμένου. Καίτοι τίς τοῦ Μωϋσέως δικαιότερος; ἢ τίς παρρησιαστικώτερος πρὸς τὸν Θεόν; "Ἰσχύειν" μὲν οὖν δὴ "λέγεται δικαίου δέησις", ἀλλ' "ἐνεργουμένη", τουτέστι, βοηθουμένη τῇ μεταμελείᾳ καὶ ἐπιστροφῇ, ὑπὲρ ὧν καταβάλλεται. Οἷς δὲ ἀμετανόητος καὶ ἀνεπίστροφός ἐστιν ὁ τρόπος, πῶς ἂν ἐπαμῦναι δυνήσεται, αὐτῶν ἐκείνων τοῖς ἔργοις ἀντικοπτόντων;
Καὶ τί λέγομεν ἐπὶ ὁλοκλήρου λαοῦ παρανομοῦντος τοῦτο συμβαίνειν, ὅπου γε καὶ τῶν ὀλίγων ὑπηκόων ἁμαρτία, ἢ πολλάκις καὶ τοῦ ἑνός, τὴν τῶν δικαίως κρατούντων ὑπερακοντίζει παρρησίαν; Καὶ τοῦτο πάλιν ἐξ αὐτοῦ ἄν τις κατανοήσειε τοῦ Ἰσραήλ, ὃς ὑπὸ Μωϋσέως δημαγωγούμενος, ἡνίκα πρὸς τὴν τῶν ἀλλοφύλων παρέβαλε γῆν καὶ τὴν πρὸς αὐτοὺς συνῇρε μάχην, πῶς τινες τῶν αὐτοῦ μανέντες εἰς τὰς ἐκείνων γυναῖκας, τὴν πάνδημον ἐκείνην θραῦσιν καὶ τὸν ὄλεθρον κατειργάσαντο. Ἐπὶ ἑνὸς δὲ τὸ τοιοῦτο συμβέβηκεν· ὡς ἐπὶ Ἄχαρ τοῦ τὴν ποικίλην στολὴν ἀφελομένου τοῦ ἀναθήματος καὶ κατὰ τοῦ λαοῦ τὴν τοῦ Θεοῦ ἐκκαύσαντος ὀργήν. Ἀλλ' ἴσως τινὲς τῶν παρόντων τὰ τῆς ἱστορίας ταύτης ἀγνοοῦσιν. ∆ιὰ τοῦτο δεῖ βραχέα περὶ ταύτης εἰπόντα ὑπομνῆσαι μὲν τοὺς εἰδότας, διδάξαι δὲ τοὺς ἀγνοοῦντας. Οὗτος τοίνυν ὁ Ἄχαρ εἷς ἐτύγχανε τῶν μετὰ Ἰησοῦ τοῦ Ναυῆ διαβάντων τὸν Ἰορδάνην, Ἰησοῦ ἐκείνου τοῦ ψήφῳ Θεοῦ διαδόχου Μωϋσέως προκεκριμένου, τοῦ εἰκόνα καὶ τύπον ἐπέχοντος τοῦ ἀληθινοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥσπερ γὰρ ἐκεῖνος ἐκ τῆς ἐρήμου διὰ τοῦ Ἰορδάνου εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν διεβίβασεν, οὕτω καὶ ὁ Σωτὴρ ἡμῶν ἐκ τῆς ἐρήμου τῆς ἀγνωσίας καὶ εἰδωλολατρείας διὰ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἡμᾶς μετεποίησεν, εἰς τὴν μητέρα τῶν πρωτοτόκων, ἐν ᾗ τῆς ἀληθινῆς καταπαύσεως ηὐτρεπίσθησαν αἱ μοναί, ἔνθα ἡ ἀστασίαστος καὶ εἰρηνικὴ διατριβή. Οὗτος τοίνυν τῇ τοῦ προστάττοντος δυνάμει τὸν λαὸν διαβιβάσας, προσέβαλε τῇ Ἱεριχὼ καὶ τὴν ξένην ἐκείνην πολιορκίαν ἐνεργῶν, ἤδη τῶν τειχῶν καταπίπτειν μελλόντων, τί φησι πρὸς τὸν λαόν; "Ἔσται ἀνάθημα ἡ πόλις αὕτη καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ Κυρίῳ Σαβαώθ, πλὴν Ῥαὰβ τὴν πόρνην, περιποιήσασθε αὐτήν. Φυλάξασθε οὖν ἀπὸ τοῦ ἀναθήματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς λάβητε ἀπ' αὐτοῦ, καὶ ἐκτρίψητε ἡμᾶς." Ἀφιερώθη, φησίν, ἅπαντα τὰ ἐν τῇ πόλει τοῦτο γὰρ τὸ ἀνάθημα δηλοῖ, Μή τις οὖν νοσφίσηται τῶν ἀνατεθέντων Κυρίῳ τῷ Θεῷ καὶ ἐξολοθρεύσῃ ἡμᾶς ἐκ τῆς γῆς. Ἐπικίνδυνος ἡ ἐντολή, πολὺ τὸ τῆς ἀκριβείας τοῦ τε προστάσσοντος Θεοῦ καὶ τοῦ νομοθετοῦντος Ἰησοῦ. Πῶς γὰρ οὐκ ἦν ἐν τοσούτῳ πλήθει μὴ παραβαθῆναι τὸν νόμον τοῦτον, πολλῶν ὄντων τῶν συνωθούντων πρὸς τοῦτο; Ἢ γὰρ τὸ ἀστάθμητον καὶ τὸ φιλοκερδὲς τοῦ δήμου, ἢ τὸ μὴ πάντας κατηκόους γενέσθαι τῆς προτεθείσης ἐντολῆς, ἢ ἡ ποικιλία τῶν σκύλων καθάπερ δέλεαρ προκειμένη καὶ τοὺς φιλοκτήμονας δελεάζουσα, εὐκόλως ἂν πρὸς τὴν παράβασιν παρώρμησεν. Ἀλλ' ὅμως ὁ νόμος οὗτος ἐτέθη καὶ ὑπὲρ κεφαλῆς ὁ τῆς παραβάσεως αὐτοῦ κίνδυνος ἐπεκρεμάσθη. Τί οὖν μετὰ τοῦτο; Κατέπεσεν τὰ τείχη καὶ ἐν χερσὶ τῶν πολιορκούντων τὰ τῆς πόλεως ἐγένετο πάντα. Παντὸς τοίνυν τοῦ λαοῦ τὴν ἐντολὴν ταύτην διατηροῦντος, ἡ τοῦ ἑνὸς παράβασις εἰς ἅπαν τὸ πλῆθος τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. "Ἐπλημμέλησαν γάρ, φησίν, οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο καὶ ἔλαβον ἀπὸ τοῦ ἀναθήματος καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμεῖ ἀπὸ τοῦ ἀναθήματος καὶ ἐθυμώθη ὀργῇ Κύριος τοῖς υἱοῖς Ἰσραήλ." Καὶ μὴν εἷς ἦν ὁ πλημμελήσας. Πῶς οὖν, φησίν, "ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ" καὶ "ἐθυμώθη Κύριος τοῖς υἱοῖς Ἰσραήλ"; Ὁρᾷς πῶς ἡ τοῦ ἑνὸςἁμαρτία παντὶ τῷ λαῷ τὴν τιμωρίαν προεξένησεν; πῶς πρὸς τὸ πλῆθος τὸν Θεὸν ἐξεπολέμωσεν; Ἐπεὶ οὖν τὸ παράνομον ἐπράχθη καὶ οὐδεὶς ἦν ὁ συνειδώς, πλὴν μόνου τοῦ τὰ κρύφια γινώσκοντος Θεοῦ, ἡ μὲν τιμωρία ἔμελλεν, ὁ δὲ πράξας τοῦτο, κἂν ἐδόκει λανθάνειν, ἀλλ' ὅμως ὑπὸ τοῦ συνειδότος, ὡς ὑπὸ πυρὸς κατεκαίετο. Ἦλθε τοίνυν καὶ τῆς ἀπειλῆς ὁ καιρὸς καὶ τοῦ φανερὸν γενέσθαι τὸ ἁμάρτημα. "Ἀπέστειλε γάρ, φησίν, Ἰησοῦς ἄνδρας ἀπὸ Ἱεριχὼ εἰς Γαῖ. Καὶ ἀνέβησαν ἐκεῖ ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαῖ καὶ ἀπέκτειναν ἀπ' αὐτῶν τριάκοντα καὶ ἓξ ἄνδρας καὶ ἀπεδίωξαν αὐτοὺς καὶ συνέτριψαν αὐτοὺς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ."
Ὅρα μιᾶς ἁμαρτίας εἴσπραξιν, ὅρα πληγὴν ἀπαραμύθητον. Εἷς ἐπλημμέλησεν καὶ εἰς ἅπαντα τὸν δῆμον ὁ θάνατος καὶ ἡ δειλία ἐπέπεσεν. Τί τοῦτο, ὦ φιλάγαθε∆έσποτα; Σὺ εἶ μόνος δίκαιος καὶ εὐθεῖς αἱ κρίσεις σου. Σὺ ἑκάστῳ κατὰ τὰ οἰκεῖα ἔργα ἀπονέμεις τὴν κρίσιν. Σὺ ἔφης, φιλάνθρωπε, ἐν τῇ ἰδίᾳ ἕκαστον ἀποθανεῖσθαι ἁμαρτίᾳ καὶ μὴ ἄλλον ἀντιτιμωρηθήσεσθαι ἑτέρου. Τίς οὖν αὕτη ἡ δικαία σου ψῆφος; Καλά σου τὰ πάντα, Κύριε, καὶ λίαν καλὰ καὶ πρὸς τὸ συμφέρον ἡμῖν οἰκονομούμενα. Λύμη τίς ἐστιν, φησίν, ἡ ἁμαρτία· οὐκοῦν ἐκπομπευέσθω διὰ τῆς τιμωρίας εἰς πάντας, ἵνα μὴ τοὺς πάντας καταλυμήνηται, ἵνα γνόντες πόσην ἀπειλὴν μία παράβασις ἔτεκεν, φύγωσιν τὴν ἐκ πλειόνων ἀτελεύτητον κόλασιν. Ἰδὼν οὖν, φησίν, ὁ Ἰησοῦς τὴν ἀνυπόστατον φυγήν, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, ἐκείνους τοὺς θρήνους τραγῳδῶν, οὓς ἡ θεία σημαίνει Γραφή. Τί οὖν πρὸς αὐτὸν ὁ ∆εσπότης; "Ἀνάστηθι· ἵνα τί οὕτω συμπέπτωκας; Ἡμάρτηκεν ὁ λαός σου καὶ παρέβη τὴν διαθήκην μου καὶ οὐ μὴ δυνήσονται οἱ υἱοὶ Ἰσραὴλ στῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθημα ἐξ ὑμῶν αὐτῶν." Ἐκηρύχθη τοίνυν ἐν τῷ λαῷ τοῦτο, μηνύεται ὑπὸ Θεοῦ ὁ τὴν παράβασιν πράξας, συγκατατίθεται οὗτος. "Ἀπεκρίθη γάρ, φησίν, Ἄχαρ τῷ Ἰησοῦ καὶ εἶπεν·Ἀληθῶς ἥμαρτον ἐναντίον τοῦ Κυρίου Θεοῦ Ἰσραήλ· οὕτω καὶ οὕτως ἐποίησα. Εἶδον ἐν τῇ προνομῇ στολὴν ποικίλην, λίαν καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων, καὶ ἐνθυμηθεὶς ἔλαβον καὶ ἰδοὺ ταῦτα ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου." Πάντα λοιπὸν εἰς φανερὸν ἄγει, ἐπειδὴ ἀψευδῆ τὸν ταῦτα καταμηνύσαντα ἑώρα ἀσφαλῆ τε εἶχε τὸν ἐλέγχοντα μάρτυρα. Ὅρα δὲ τὸν ἐπονείδιστον καὶ ὀλέθριον αὐτοῦ θάνατον· "Ἀνήνεγκε, φησίν, αὐτὸν Ἰησοῦς εἰς φάραγγα Ἄχαρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα ὅσα ὑπῆρχεν αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὰ πᾶς Ἰσραὴλ ἐν λίθοις." Αὕτη τῆς παρανομίας ἡ ἀνταπόδοσις, οὕτως ἡ τοῦ Θεοῦ ἀδέκαστός ἐστι δίκη. Τοῦτο τοίνυν εἰδότες, οἰκείων ἁμαρτημάτων εἴσπραξιν τὴν τῶν ἀνιαρῶν ἔφοδον λογιζώμεθα καὶ καθ' ἑκάστην τὰ ἑαυτῶν ἐξετάζοντες ἐγκλήματα, μὴ ἑτέροις, ἀλλ' ἡμῖν αὐτοῖς τὴν τούτων περιάπτωμεν αἰτίαν. Οὐ γὰρ ἡ τῶν ἀρχόντων μόνον ἀπροσεξία, ἀλλὰ πολλῷ μᾶλλον τὰ ἡμέτερα πταίσματα τὰ κακὰ ἐπεσώρευσεν. Οὕτω τοίνυν ἐνταῦθα παραγινόμενος ἕκαστος καὶ τὰ οἰκεῖα λογιζόμενος παραπτώματα, οὔτε ἕτερον μέμψοιτο καὶ μετὰ τῆς προσηκούσης εὐταξίας τὴν παροῦσαν ἀναπέμψοι δοξολογίαν. Ἔστι δὲ ἡ παρ' ἡμῶν ἀπαιτουμένη εὐταξία τοιαύτη· πρῶτον μὲν συντετριμμένῃ καρδίᾳ προσέρχεσθαι τῷ Θεῷ, ἔπειτα καὶ τὸ τῆς καρδίας ἦθος διὰ τοῦ φαινομένου σχήματος ὑποδεικνύειν, διὰ τῆς στάσεως, διὰ τῆς τῶν χειρῶν εὐταξίας, διὰ τῆς πραείας καὶ συνεσταλμένης φωνῆς. Εὔκολον γὰρ τοῦτο καὶ παντὶ τῷ βουλομένῳ δυνατόν. Πῶς οὖν εἰς πάντας κατορθωθήσεται; Θῶμεν ἑαυτοῖς νόμον καὶ εἴπωμεν ὅτι κοινωφελὴς ἐντολὴ κατεβλήθη καὶ δεῖ πάντας ἡμᾶς τῆς τοιαύτης μετασχεῖν ὠφελείας. ∆ιὰ τοῦτο καὶ τὰς ἀτάκτους κατασιγάσωμεν φωνὰς καὶ τὰ τῶν χειρῶν καταστείλωμεν ἤθη, δεδεμένας ταύτας παριστάνοντες τῷ Θεῷ καὶ μὴ τοῖς ἀκόσμοις ἐπαιρομένας νεύμασιν. Μισεῖ γὰρ τοῦτο καὶ ἀποστρέφεται, ὥσπερ τὸν συνεσταλμένον ἀγαπᾷ καὶ προσίεται. "Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;" Εἴπωμεν ἀλλήλοις ὅτι οὐ βούλεται αὐτῷ προσδιαλεγομένους ἡμᾶς καὶ ἑαυτοῖς προσομιλεῖν, οὐδὲ ἀφέντας τὴν πρὸς αὐτὸν διάλεξιν, τὰς τῶν παρόντων ἀνακινεῖν συντυχίας καὶ τῷ βορβόρῳ τοὺς μαργαρίτας ἀναφύρειν. Ὕβριν γὰρ οἰκείαν καὶ οὐ δοξολογίαν τὸ τοιοῦτον ἡγεῖται. Κἄν τις βουληθείη ταύτην παραβῆναι τὴν ἐντολήν, ἐπιστομίσωμεν, ὡς ἐπίβουλον τῆς ἡμετέρας σωτηρίας ἀποδιώξωμεν, ἔξω τῶν περιβόλων τῆς ἁγίας ἐκκλησίας ἐκβάλωμεν. Οὕτω γὰρ ποιοῦντες, τὰ μὲν πρότερα ἁμαρτήματα ῥᾳδίως ἀπονιψόμεθα, αὐτὸν δὲ τὸν ∆εσπότην εἰς μέσον ἕξομεν μετὰ τῶν ἁγίων ἀγγέλων συγχορεύοντα καὶ ἑκάστῳ τοὺς τῆς εὐταξίας ἀπονέμοντα στεφάνους. Ἐπεὶ γάρ ἐστι φιλάνθρωπος καὶ μεγαλόδωρος καὶ χαίρει ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ, ἐπιτερπόμενος τοῖς καλοῖς ἡμῶν· διὰ τοῦτο καὶ βασιλείαν οὐρανῶν ἐπηγγείλατο καὶ ζωῆς ἀκηράτου μέθεξιν, καὶ πάντα τὰ ἀγαθὰ προητοίμασε, βουλόμενος ἡμᾶς ἐν τούτοις κατασκηνῶσαι. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ πρέπει δόξα, κράτος, προσκύνησις τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαίρω μὲν συντρέχοντας ὑμᾶς ὁρῶν πρὸς τὴν ἀκρόασιν τῶν θείων λογίων, [καὶ τεκμήριον μέγιστον τοῦτο ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς]. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς ἐστιν εὐεξίας σημεῖον, οὕτω τὸ λόγων ἐρᾶν ψυχικῆς ὑγιείας σημεῖόν ἐστιν. Χαίρω μὲν οὖν διὰ τοῦτο· δέδοικα δὲ μήποτε τῆς ἐπιθυμίας ταύτης οὐδὲν ἄξιον δυνηθῶ παρασχεῖν. Οὕτω που καὶ μήτηρ ὀδυνᾶται φιλόστοργος, ὅταν ὑπομάζιον ἔχουσα παῖδα τὰς τοῦ γάλακτος πηγὰς μὴ δύνηται ἀφθόνως παρασχεῖν αὐτῷ· ἀλλ' ὅμως καὶ ἐνδεῶς ἔχουσα τὸν μαστὸν ἐπιδίδωσιν, ὁ δὲ λαβὼν ἕλκει καὶ κατατείνει, καὶ τῷ στόματι κατεψυγμένην θερμαίνων τὴν θήλην, πλείω τῆς οὔσης ἐκκαλεῖται τὴν τροφήν· ἡ δὲ μήτηρ ἀλγεῖ μὲν κατατεινομένων αὐτῆς τῶν μαζῶν, οὐκ ἀπωθεῖται δὲ τὸ παιδίον· μήτηρ γάρ ἐστιν, καὶ πάντα ἂν ἥδοιτο παθοῦσα μᾶλλον ἢ λυπῆσαι τὸ τεχθέν. Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω διακεῖσθαι χρή. Τῶν γὰρ τῆς φύσεως θερμότεραι αἱ τοῦ Πνεύματος ὠδῖνές εἰσιν. Ὥστε εἰ καὶ πολλῆς ἡμῖν πενίας ἡ τράπεζα γέμει, οὐδὲ οὕτως αὐτὴν ἀποκρύψομεν, ἀλλὰ πάντα εἰς μέσον τὰ παρ' ἡμῶν φέροντες καταθήσομεν ὑμῖν. Εἰ δὲ μικρὰ ταῦτα καὶ εὐτελῆ, ἀλλ' ὅμως παρέχομεν. Ἐπεὶ κἀκεῖνος ὁ τὸ τάλαντον ἐμπιστευθείς, οὐχ ὅτι μὴ πέντε προσήνεγκε τάλαντα, διὰ τοῦτο ἐνεκαλεῖτο, ἀλλ' ὅτι καὶ τὸ ἓν κατέχωσεν, ὅπερ ἔλαβεν, διὰ τοῦτο δίκην ἔδωκεν. Τὸ γὰρ ζητούμενον παρὰ Θεῷ καὶ ἀνθρώποις, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδαμοῦ τῆς ὑπαρχούσης δυνάμεως ἐλάττω τὴν εἰσφορὰν ἐνεγκεῖν. Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχθῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγινωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρεκελεύετο τὸν τῶν ὅλων Θεόν. Βούλεσθε οὖν καὶ σήμερον αὐτοῦ τοῦ μυστικοῦ μέλους ἀκούσωμεν, ἐγγύς που παραστάντες ἐκεῖ; Ἐμοί γε δοκεῖ. Εἰ γὰρ ἄνθρωποι μιαροὶ χοροὺς ἱστάντες ἐπὶ τῆς ἀγορᾶς, ἐν σκότει βαθεῖ καὶ ἀωρίᾳ τῶν νυκτῶν πορνικὰ ᾄσματα καὶ κατακεκλασμένα ᾄδοντες μέλη, πᾶσαν ἀναπτε ροῦσι τὴν πόλιν ἡμῶν, καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν· ἡμεῖς τῶν ἐπουρανίων δήμων, τῶν ἄνω χορῶν τὸν βασιλέα τοῦδε τοῦ παντὸς ἀνυμνούντων οὐ συνδραμούμεθα, οὐκ ἀκουσόμεθα τῆς θείας ἐκείνης καὶ μακαρίας φωνῆς; Καὶ τίς ἂν ἡμῖν γένοιτο συγγνώμη; Καὶ πῶς ἔστιν ἀκοῦσαι; φησίν. Εἰς αὐτὸν ἀνελθόντας τὸν οὐρανὸν, εἰ δυνατόν, εἰ καὶ μὴ τῷ σώματι, ἀλλὰ τῷ φρονήματι· εἰ καὶ μὴ τῇ παρουσίᾳ, ἀλλὰ τῇ διανοίᾳ. Τὸ μὲν γὰρ σῶμα, γεῶδες ὂν καὶ βαρύ, κάτω πέφυκε μένειν· ἡ δὲ ψυχὴ τῆς ἀνάγκης ταύτης ἀπήλλακται, καὶ τοῖς ὑψηλοτάτοις καὶ τοῖς πορρωτάτοις χωρίοις θρασέως ἐφίπταται. Κἂν εἰς αὐτὰς θελήσῃ τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἐλθεῖν καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι, τὸ κωλῦον οὐδέν· οὕτως αὐτῇ κοῦφα τὰ πτερὰ τοῦ λογισμοῦ δέδωκεν ὁ Θεός. Οὐ πτερὰ δὲ κοῦφα δέδωκε μόνον, ἀλλὰ καὶ ὀφθαλμοὺς ἐχαρίσατο πολλῷ τοῦ σώματος ὀξύτερον βλέποντας. Ἡ μὲν γὰρ τοῦ σώματος ὄψις, ἂν μὲν διὰ κενοῦ φέρηται τοῦ ἀέρος, μέχρι πολλοῦ τοῦ διαστήματος πρόεισιν· ἂν δὲ μικρῷ προσπταίσῃ σώματι, καθάπερ ῥεῦμα φερόμενον ἀναχαιτισθέν, εἰς τοὐπίσω πάλιν ἀποστρέφεται· οἱ δὲ τῆς ψυχῆς ὀφθαλμοί, κἂν τοίχους, κἂν τείχη, κἂν ὁρῶν μεγέθη, κἂν αὐτὰ τῶν οὐρανῶν εὕρωσιν αὐτοῖς ἀπαντῶντα τὰ καμαρώματα, πάντα παραδραμοῦνται ῥᾳδίως. Ἀλλ' ὅμως οὕτω καὶ ταχυτῆτος καὶ ὀξυωπίας ἔχουσα ἡ ψυχή, οὐκ ἔστιν αὐτάρκης πρὸς τὴν τῶν οὐρανίων κατανόησιν αὐτὴ καθ' ἑαυτήν, ἀλλὰ τοῦ χειραγωγήσοντος αὐτὴν δεῖται. Ποιήσωμεν οὖν ὅπερ οἱ τὰς βασιλικὰς αὐλὰς ἐπιθυμοῦντες ἰδεῖν ποιοῦσιν. Τί δαὶ ἐκεῖνοι ποιοῦσιν; Ζητήσαντες τὸν τὰ κλεῖθρα τῶν θυρῶν ἐγκεχειρισμένον, ἐκείνῳ προσέρχονται καὶ διαλέγονται καὶ ἱκετεύουσιν, πολλάκις δὲ καὶ ἀργύριον καταβάλλουσιν, ὥστε δοῦναι αὐτοῖς τὴν χάριν. Προσέλθωμεν οὖν καὶ ἡμεῖς ἑνί τινι τῶν τὰς πύλας ἐπιτετραμμένων τὰς οὐρανίους, καὶ διαλεχθῶμεν, ἱκετεύσωμεν, ἀντ' ἀργυρίου προαίρεσιν ἐπιδειξώμεθα καὶ διάθεσιν εἰλικρινῆ. Κἂν τοῦτον ἐκεῖνος λάβῃ τὸν μισθόν, τῆς χειρὸς ἡμᾶς λαβόμενος, πανταχοῦ περιηγήσεται, οὐκ αὐτὰ δεικνὺς τὰ βασίλεια, ἀλλ' αὐτὸν καθήμενον τὸν βασιλέα, τῶν στρατευμάτων παρόντων, καὶ τῶν ἀρχιστρατήγων παρεστώτων, τῶν μυριάδων τῶν ἀγγελικῶν, τῶν χιλιάδων τῶν ἀρχαγγελικῶν· πάντα ἡμῖν ἐπιδείξει μετ' ἀκριβείας, ὡς ἡμῖν ἰδεῖν δυνατόν. Τίς οὖν ἐστιν οὗτος; τίς ὁ τὸ μέρος τοῦτο ἐμπεπιστευμένος, καθ' ὃ βουλόμεθα νῦν εἰσελθεῖν; Ἡσαΐας, ὁ τῶν προφητῶν μεγαλοφωνότατος. Οὐκοῦν ἀνάγκη τούτῳ διαλεχθῆναι. Ἀλλ' ἕπεσθε κατεσταλμένῳ ῥυθμῷ βαδίζοντες μετὰ ἡσυχίας πολλῆς. Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν. [Εἰς βασίλεια γὰρ εἰσερχόμεθα τῶν οὐρανῶν, ἀστραπτόντων ἐπιβαίνομεν χωρίων.] Πολλῆς τὰ ἔνδον γέμει σιγῆς καὶ μυστηρίων ἀπορρήτων.
Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· ἡ γὰρ τῶν Γραφῶν ἀνάγνωσις τῶν οὐρανῶν ἐστιν ἄνοιξις. "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου." Εἶδες εὐγνώμονος οἰκέτου φιλοφροσύνην; Εὐθέως ἡμᾶς παρὰ τὸν θρόνον εἰσήγαγε τὸν βασιλικόν, οὐ μακρὰς πρότερον περιαγαγὼν εἰσόδους, ἀλλ' ὁμοῦ τε τὰς πύλας ἀνέῳξεν, καὶ καταντικρὺ τὸν βασιλέα καθήμενον ἔδειξεν. "Καὶ τὰ Σεραφὶμ, φησίν, εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα καὶ ταῖς δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ." Ὄντως ἅγιος, ὅτι τοσούτων καὶ τηλικούτων μυστηρίων κατηξίωσε τὴν ἡμετέραν φύσιν, ὅτι τοιούτων ἡμᾶς ἐποίησεν ἀπορρήτων κοινωνούς. Φρίκη με καὶ τρόμος μεταξὺ ἔλαβε τῆς ᾠδῆς ταύτης. Καὶ τί θαυμαστόν, εἰ ἐμὲ τὸν πήλινον καὶ τὸν ἀπὸ γῆς, ὅπου γε καὶ αὐτὰς τὰς ἄνω δυνάμεις διαπαντὸς μεγίστη ἔκπληξις κατέχει; ∆ιὰ τοῦτο γοῦν ἀποστρέφουσι τὰς ὄψεις καὶ τὰς πτέρυγας ἀντὶ τείχους προβάλλονται, τὰς ἐκεῖθεν ἀκτῖνας μὴ φέρουσαι. Καίτοι, φησί, συγκατάβασις ἦν τὸ φαινόμενον. Πῶς οὖν οὐκ ἤνεγκαν; Ἐμοὶ ταῦτα λέγεις; Εἰπὲ τοῖς τὴν ἀπόρρητον καὶ μακαρίαν πολυπραγμονοῦσι φύσιν, τοῖς τὰ ἀτόλμητα τολμῶσιν. Τὰ Σεραφὶμ οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἰδεῖν, ἄνθρωπος δὲ ἂν τολμῴη εἰπεῖν, μᾶλλον δὲ ἄνθρωπος εἰς νοῦν λαβέσθαι δύναιτο ἂν ὅτι τὴν φύσιν τὴν ἀκραιφνῆ δύναται μετ' ἀκριβείας ἰδεῖν καὶ σαφῶς; Φρίξον, οὐρανέ, ἔκστηθι, γῆ· μείζονα ταῦτα ἐκείνων τὰ τολμήματα. Ἃ μὲν γὰρ τότε ἠσέβουν ἐκεῖνοι, καὶ νῦν ἀσεβοῦσιν οὗτοι. Τὴν γὰρ κτίσιν προσκυνοῦσιν ὁμοίως· ὃ δὲ ἐπενόησαν οὗτοι νῦν, οὐδεὶς τῶν τότε ἀνθρώπων οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι ἐτόλμησεν. Τί λέγεις; Συγκατάβασις ἦν τὸ φαινόμενον; Ναί, ἀλλὰ Θεοῦ συγκατάβασις. Εἰ γὰρ ὁ πολλὴν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν ∆ανιὴλ ἄγγελον συγκαταβάντα αὐτῷ ἰδεῖν οὐχ ὑπέμεινεν, ἀλλ' ἔπεσε καὶ πρηνὴς ἔκειτο, τῶν συνδέσμων τοῦ σώματος αὐτοῦ λυθέντων, τί θαυμαστόν, εἰ τὰ Σεραφὶμ ἐξεπλάγη, οὐκ ἐνεγκόντα τὴν δόξαν ἐκείνην ἰδεῖν; Οὐ γὰρ τοσοῦτον τοῦ ∆ανιὴλ πρὸς τὸν ἄγγελον τὸ μέσον, ὅσον τοῦ Θεοῦ πρὸς τὰς δυνάμεις ἐκείνας. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς ἐπὶ πλεῖον τοῖς θαύμασι τούτοις ἐνδιατρίβοντες, εἰς θάμβος ἀγάγωμεν ὑμῶν τὰς ψυχάς, φέρε ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας ἐπιστρέψωμεν, ἀφελεστέροις ὑμᾶς ψυχαγωγοῦντες διηγήμασιν. "Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς." Ἄξιον πρῶτον ἐπιζητῆσαι, τίνος ἕνεκεν τοὺς χρόνους ἡμῖν ὁ προφήτης ἐπισημαίνεται· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο ποιεῖ. Τὰ γὰρ τῶν προφητῶν στόματα τοῦ Θεοῦ ἐστι στόμα· τὸ δὲ τοιοῦτον στόμα οὐδὲν ἂν εἴποι παρέργως. Μὴ τοίνυν μηδὲ ἡμεῖς παρέργως ἀκούσωμεν. Εἰ γὰρ οἱ τὰ μέταλλα ἀνορύττοντες οὐδὲ τὰ μικρὰ ψήγματα παρατρέχουσιν, ἀλλ' ὅταν χρυσίτιδος ἐπιλάβωνται φλεβός, τὰς ἶνας ἀκριβῶς περισκοποῦσιν· πόσῳ μᾶλλον ἐπὶ τῶν Γραφῶν τοῦτο ποιεῖν ἡμᾶς χρή; Καίτοι γε ἐπὶ τῶν μετάλλων σφόδρα δυσθήρατος ἡ τῶν ζητουμένων ἐστὶν εὕρεσις. Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται· καίτοι γε ὁρῶντες ἴσασιν, τί μὲν ὄντως γῆ, τί δὲ ὄντως χρυσίον. Ἐπὶ δὲ τῆς Γραφῆς οὐκ ἔστιν οὕτως. Οὐ γὰρ μετὰ τῆς γῆς ἀναμεμιγμένον πρόκειται τὸ χρυσίον, ἀλλὰ καθαρὸν χρυσίον ἐστίν, "ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ". Οὐ γάρ ἐστι μέταλλα κατεργασίας δεόμενα αἱ Γραφαί, ἀλλὰ θησαυρὸν ἕτοιμον παρέχουσι τοῖς ζητοῦσι τὸν πλοῦτον τὸν ἐξ αὐτῶν. Ἀρκεῖ γὰρ παρακῦψαι μόνον καὶ πάσης ἐμπλησθέντας ὠφελείας ἀπελθεῖν· ἀρκεῖ μόνον ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ' ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν· ὀνόματα μόνον ἐστὶ καὶ οὐδὲν χρήσιμον ἔχει. Τί λέγεις; Ὁ Θεὸς φθέγγεται καὶ σὺ τολμᾷς εἰπεῖν ὅτι οὐδὲν χρήσιμον τῶν εἰρημένων ἐστίν; Εἰ γὰρ ἐπιγραφὴν μόνον ἴδοις ψιλήν, οὐ στήσῃ μετὰ σπουδῆς, εἰπέ μοι, καὶ τὸν κείμενον ἀνερευνήσεις πλοῦτον; Καὶ τί λέγω χρόνους καὶ ὀνόματα καὶ ἐπιγραφάς; Μάθε ὅσον ἰσχύει καὶ στοιχείου προσθήκη ἑνὸς μόνου, καὶ παῦσαι ὁλοκλήρων καταφρονῶν ὀνομάτων. Ὁ πατριάρχης ἡμῶν Ἀβραάμ ἡμῖν γὰρ μᾶλλον ἢ τοῖς Ἰουδαίοις προσῆκεν οὗτος Ἀβρὰμ τὸ πρῶτον ἐκαλεῖτο, ὅπερ ἑρμηνευόμενόν ἐστι περάτης· μετὰ δὲ ταῦτα, Ἀβραὰμ μετονομασθεὶς πατὴρ ἐγένετο πάντων τῶν ἐθνῶν, καὶ ἑνὸς προσθήκη στοιχείου τοσαύτην τῷ δικαίῳ τὴν ἀρχὴν ἐνεχείρισεν. Καθάπερ γὰρ οἱ βασιλεῖς τοῖς ἑαυτῶν ὑπάρχοις χρυσᾶς ὀρέγουσι δέλτους, σύμβολον τῆς ἀρχῆς· οὕτω καὶ Θεὸς τότε τῷ δικαίῳ ἐκείνῳ σύμβολον τῆς τιμῆς δέδωκε τὸ στοιχεῖον.
Ἀλλὰ περὶ μὲν ὀνομάτων ἐν ἑτέρῳ καιρῷ διηγήσομαι· ὅσον δὲ τῶν χρόνων τὸ κέρδος ἐστὶ γινωσκομένων καὶ ὅσον τὸ βλάβος ἀγνοουμένων, ἀναγκαῖον εἰπεῖν. Καὶ πρῶτόν γε ἀπὸ τῶν βιωτικῶν ὑμῖν ἐπιδείξομαι πραγμάτων. Αἱ διαθῆκαι καὶ τὰ γραμματεῖα τὰ περὶ γάμων, τὰ περὶ ὀφλημάτων, τὰ περὶ τῶν ἄλλων συμβολαίων, ἐὰν μὴ τῆς ὑπατείας τοὺς χρόνους ἄνωθεν ἔχῃ προγεγραμμένους, πάσης ἔρημα τῆς οἰκείας ἐστὶ δυνάμεως. Τοῦτο γάρ ἐστιν ἐν ἐκείνοις τὸ ἰσχυρόν, τοῦτο τὰς ἀμφισβητήσεις ἀναιρεῖ, τοῦτο δικαστηρίων ἀπαλλάττει καὶ τοὺς ἐχθροὺς φίλους ποιεῖ. ∆ιὰ τοῦτο οἱ ταῦτα γράφοντες, ὥσπερ λύχνον ἐπὶ λυχνίας, οὕτως ἐπὶ τοῦ μετώπου τῶν γραμμάτων προτυποῦσι τὴν ὑπατείαν, ἵνα πάντα τὰ κάτω φαίνῃ γεγραμμένα. Κἂν ταῦτα ἀνέλῃς, ἀνεῖλες τὸ φῶς καὶ πάντα σκότους καὶ πολλῆς ἐνέπλησας ταραχῆς. ∆ιὰ τοῦτο πᾶσα δόσις καὶ λῆψις, κἂν πρὸς φίλους, κἂν πρὸς ἐχθρούς, κἂν πρὸς οἰκέτας, κἂν πρὸς ἐπιτρόπους καὶ οἰκονόμους γίγνηται, ταύτης δεῖται τῆς ἀσφαλείας, καὶ πανταχοῦ καὶ μῆνας καὶ ἐνιαυτοὺς καὶ ἡμέρας κάτωθεν παραγράφομεν. Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα. Τὰς γὰρ προφητείας τοῦτο δείκνυσι προφητείας. Οὐδὲ γὰρ ἄλλο τί ποτέ ἐστι προφητεία, ἀλλ' ἢ τῶν μελλόντων πραγμάτων προαναφώνησις. Ὁ τοίνυν τοὺς καιροὺς ἀγνοῶν τῶν εἰρημένων ἢ τῶν ἐκβάντων, πῶς δυνήσεται δεῖξαι τῷ φιλονεικοῦντι τὸ τῆς προφητείας ἀξίωμα; Ἐντεῦθεν ἡμῖν καὶ ὁ πρὸς Ἕλληνας ἀγῶνες καὶ νῖκαι, ὅταν πρεσβύτερα ἀποφαίνωμεν τὰ ἡμέτερα τῶν παρ' ἐκείνοις· ἐντεῦθεν ἡμῖν καὶ πρὸς Ἰουδαίους ἀποδείξεις πολλαὶ περὶ τῆς ἀληθείας εἰσίν· πρὸς Ἰουδαίους τοὺς ἀθλίους καὶ ταλαιπώρους, οἳ διὰ τὴν τῶν χρόνων ἄγνοιαν τὸ μέγιστον σφάλμα ἐσφάλησαν. Εἰ γὰρ ἤκουσαν τοῦ πατριάρχου λέγοντος· "Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται" καὶ εἰ παρετήρησαν μετ' ἀκριβείας τοὺς τῆς παρουσίας καιρούς, οὐκ ἔμελλον, ἐκπεσόντες τοῦ Χριστοῦ, τῷ Ἀντιχρίστῳ περιπίπτειν· καθάπερ οὖν καὶ αὐτὸς αὐτοῖς ὁ Χριστὸς τοῦτο αἰνιττόμενος εἶπεν, ὅτι "Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε." Εἶδες πόσον παράπτωμα ἀπὸ τῆς τῶν χρόνων γέγονεν ἀγνοίας; Μὴ τοίνυν ἀμελήσῃς ὠφελείας τοσαύτης. Καθάπερ γὰρ ὅροι καὶ στῆλαι ἐν τοῖς ἀγροῖς τὰς μοίρας οὐκ ἐῶσι συγχεῖσθαι, οὕτως οἱ χρόνοι καὶ οἱ καιροὶ τὰ πράγματα οὐκ ἐῶσιν ἀλλήλοις συμπίπτειν, ἀλλὰ διείργοντες ἀπ' ἀλλήλων αὐτὰ καὶ κατὰ τὴν προσήκουσαν ἕκαστα διατιθέντες τάξιν, πολλῆς ἀπαλλάττουσιν ἡμᾶς ταραχῆς. Ἄξιον τοίνυν εἰπεῖν πρὸς ὑμᾶς τίς ἦν οὗτος ὁ Ὀζίας καὶ πότε ἐβασίλευσεν καὶ τίνων ἐβασίλευσεν καὶ πόσος αὐτῷ γέγονεν ὁ τῆς ἀρχῆς χρόνος καὶ πῶς τὸν βίον κατέλυσεν· μᾶλλον δὲ ἄξιον σιγῆσαι λοιπόν. Ἀνάγκη γὰρ εἰς ἄπειρον πέλαγος ἱστοριῶν ἀφιέναι τὸν λόγον. Τοὺς δὲ τοιοῦτον μέλλοντας πορεύεσθαι πέλαγος, οὐ κεκμηκότων τῶν πλωτήρων, ἀλλ' ἀκμαζόντων, ἅπτεσθαι χρὴ τῆς ὁδοῦ. ∆ιὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος· διὰ τοῦτο καὶ πανδοχεῖα καὶ καταγώγια πανταχοῦ τῶν ὁδῶν ἐπινενόηται, ἵνα καὶ ὑποζύγια καὶ ὁδοιπόροι τῶν πόνων λήγωσιν. ∆ιὰ τοῦτο καὶ τῷ λόγῳ τῆς διδασκαλίας καιρὸς σιωπῆς ὥρισται, ἵνα μήτε ἑαυτοὺς κατατρίβωμεν τῷ πλήθει τῶν λεγομένων, μήτε ὑμᾶς ἀποκναίωμεν. Καὶ τούτους οἶδε τοὺς καιροὺς καὶ Σολομῶν, οὕτω λέγων· "Καιρὸς τοῦ σιγῆσαι καὶ καιρὸς τοῦ λαλῆσαι." Γενέσθω οὖν ἡμῖν καιρὸς τοῦ σιγῆσαι, ἵνα γένηται καιρὸς τῷ διδασκάλῳ τοῦ λαλῆσαι. Τὰ μὲν γὰρ ἡμέτερα ἔοικεν οἴνῳ προσφάτως τῶν ὑποληνίων ἐξαντληθέντι, τὰ δὲ τούτου προσέοικεν οἴνῳ πεπαλαιωμένῳ καὶ γεγηρακότι, πολλὴν παρέχοντι καὶ τὴν ὠφέλειαν καὶ τὴν ἰσχὺν τοῖς δεχομένοις· καὶ τὸ τοῦ εὐαγγελίου ἐκεῖνο γέγονε σήμερον· μετὰ τὸν ἐλάττονα γὰρ οἶνον ὁ βελτίων εἰσκομίζεται. Καὶ καθάπερ ἐκεῖνον οὐκ ἄμπελος ἔτεκε τότε, ἀλλ' ἡ δύναμις ἐποίησε τοῦ Χριστοῦ, οὕτω καὶ τούτου τὸν λόγον οὐκ ἀνθρωπίνη προχέει διάνοια, ἀλλ' ἡ τοῦ Πνεύματος χάρις. Ἐπὶ οὖν δαψιλῆ καὶ πνευματικὰ τὰ νάματα, μετὰ σπουδῆς ὑποδεξώμεθα, μετ' ἀσφαλείας τηρήσωμεν, ἵνα τούτοις ἀρδόμενοι διηνεκῶς, ὥριμον φέρωμεν τὸν καρπὸν τῷ ταῦτα χαρισαμένῳ Θεῷ· μεθ' οὗ δόξα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου