Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56
Βʹ Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς.
Ἐντεῦθεν δῆλον ὡς οὐ πάσας ὑφ' ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας ἀπήγγελλον, αἳ συντεθεῖσαι ὕστερον ὑφ' ἓν ὁλόκληρον βιβλίον ἐποίησαν. ∆ιὸ καὶ οὕτως ἄρχεται. Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον ἔσται καὶ σαφὲς ἡμῖν, ἀλλ' ἐξ ὧν προϊὼν καὶ τοὺς καιροὺς ἐπισημαίνεται, νῦν μὲν λέγων· Τοῦ ἐνιαυτοῦ, οὗ εἰσῆλθε Νάθαν εἰς Ἄζωτον· νῦν δὲ λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. Οὐ γὰρ ὥσπερ αἱ Ἐπιστολαὶ αἱ Παύλου καὶ τὰ Εὐαγγέλια ὑφ' ἓν συνετέθησαν, οὕτω δὴ καὶ αἱ προφητεῖαι, ἀλλ' ὅπερ ἔφθην εἰπών, ἐν διαφόροις καιροῖς. Ὅθεν καὶ ἀπ' ἀρχῆς ἑτέρας ἄρχεται τοῦ λόγου. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ τὴν ὑπόθεσιν, περὶ ἧς μέλλει διαλέγεσθαι, σφόδρα ἀπηρτῆσθαι τῶν προειρημένων καὶ ὑψηλοτέραν εἶναι.
Περὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τῆς τοῦ κηρύγματος περιφανείας καὶ τῆς πανταχοῦ τῆς οἰκουμένης ἐκταθείσης γνώσεως καὶ τῆς καταληψομένης τὴν γῆν εἰρήνης ἡμῖν διαλέγεται. Εἰ δὲ μέλλων τοιούτων ἅπτεσθαι δογμάτων, Ἰουδαίας μέμνηται καὶ Ἱερουσαλήμ, ξένον οὐδέν. Προφητεία γὰρ ἦν τὸ λεγόμενον, συνεσκιασμένη τέως τῇ τῶν ὀνομάτων προσηγορίᾳ. Ἐπεὶ καὶ τὸν ψαλμὸν τὸν ἑβδομηκοστὸν πρῶτον ὁ ∆αυῒδ συντιθέναι μέλλων ἐπέγραψεν αὐτὸν τῷ Σολομῶντι, καὶ προϊὼν πολλῷ μείζονα τῆς Σολομῶντος ἀξίας, μᾶλλον δὲ καὶ τῆς ἁπάντων ἀνθρώπων φύσεως ᾖδεν. Τὸ γάρ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ καὶ ὅσα τοιαῦτα, οὐδεὶς ἂν οὐδὲ τῶν σφόδρα ἀνοήτων περὶ ἀνθρωπίνης εἴποι λέγεσθαι φύσεως. Καὶ ὁ Ἰακὼβ δέ, ἡνίκα ταῦτα, ἃ μέλλει νῦν ὁ Ἡσαΐας λέγειν, καὶ πλείονα τούτων προανεφώνει· μετὰ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τὸν θάνατον εἶπε καὶ τὴν ἀνάστασιν καὶ τὸν καιρὸν καθ' ὃν ἔμελλε παρέσεσθαι· οὐδὲ ἐκεῖνος ἀπογυμνώσας αὐτὰ τέθεικεν, ἀλλὰ τῷ προσωπείῳ τῆς προσηγορίας τοῦ υἱοῦ κρύψας ἅπερ ἔμελλεν ἐρεῖν, οὕτως αὐτὰ προανεφώνησε, τῷ μὲν δοκεῖν τὰ συμβησόμενα τῷ Ἰούδᾳ προλέγων· καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν <ὁ Χριστὸς> προαναφωνῶν. Οὔτε γὰρ προσδοκία ἐθνῶν Ἰούδας γέγονεν, οὔτε τότε ἔλαμψεν ἡ φυλή, ὅτε ἐξέλιπεν αὐτῶν ἡ πολιτεία· ἀλλὰ ἅπαντα ταῦτα, ὅτε ὁ Χριστὸς παρεγένετο, γέγονεν. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι τοῦτον παρακρουόμενοι τῆς προφητείας τὸν νόμον, μάλιστα μὲν ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων ῥᾳδίως διελεγχθεῖεν, εἴ τις μετὰ ἀκριβείας τὰς προφητείας ἐξαπλώσας καὶ πᾶσαν ῥῆσιν μετὰ τῆς προσηκούσης ἐξετάζων προσοχῆς, ἁρμόζοι τὰ εἰρημένα τοῖς γεγενημένοις. Ὥστε δὲ καὶ ἐκ περιουσίας αὐτῶν ἀπορράψαι τὰ στόματα, οὐκ ἀπὸ τῶν εἰς τὸν Χριστὸν εἰρημένων, ἀλλ' ἀπὸ τῶν εἰς τοὺς αὐτῶν πατριάρχας προφητευθέντων, τοῦτο πειράσομαι ποιῆσαι φανε ρόν, δεικνὺς ὅτι αἱ πολλαὶ τῶν προφητειῶν εἴρηνται μὲν εἰς τοὺς φυλάρχους, ἐξέβησαν δὲ εἰς τοὺς ἐξ ἐκείνων. Καὶ παραδείγματος ἕνεκεν μίαν καὶ δευτέραν εἰπὼν ἱστορίαν, ἅψομαι τῶν προκειμένων. Καὶ γὰρ ὅτε τὸν Συμεὼν καὶ τὸν Λευῒ καλέσας ὁ Ἰακὼβ προαναφωνεῖ τὰ συμβησόμενα αὐτοῖς, οὕτως ἔλεγε· Συμεὼν καὶ Λευῒ ἀδελφοί, καὶ κατηγορήσας αὐτῶν τῆς παρανομίας καὶ τῆς ἀδίκου σφαγῆς τῆς εἰς τοὺς Σικημίτας γεγενημένης, προϊών φησι· ∆ιαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Τοῦτο δὲ ἐπὶ τοῦ Λευῒ καὶ τοῦ Συμεὼν οὐδεὶς ἂν ἴδοι γεγενημένον, ἀλλ' ἐπὶ τῶν φυλῶν τῶν ἐξ αὐτῶν. Καὶ γὰρ ἡ τοῦ Λευῒ φυλὴ διεσπάρη, τὸ δέκατον μέρος αὐτῆς ἑκάστης φυλῆς ἐχούσης· ἥ τε τοῦ Συμεών, ἥτις τὸ αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημμένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκροτημένην. Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός. Ὁ μὲν γὰρ πατὴρ αὐτοῦ προὔλεγεν εὐετηρίαν πολλὴν καὶ διηνεκῆ δεσποτείαν τοῦ Ἠσαῦ· οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; ὅτι ψεῦδος ἡ προφητεία; Ἄπαγε· ἀλλ' ὅτι τοιοῦτον αὐτῆς πολλαχοῦ τὸ ἔθος, τὰ ἐφ' ἑτέρων ἐκβησόμενα ἑτέρων ὑποκειμένων προσώπων λέγειν καὶ ἀποκεχρῆσθαι ὀνόμασιν ἄλλοις ἀνθ' ἑτέρων· ὃ καὶ ἐπὶ τοῦ Χαναὰν γέγονεν. Οὐδὲ γὰρ ὁρῶμεν ἐκεῖνον δουλεύσαντα τοῖς ἀδελφοῖς, οὐ μὴν οὐδὲ τὴν ἀρὰν διαπεσοῦσαν, ἀλλ' ἐπὶ τῶν Γαβαιονιτῶν λαβοῦσαν τὸ τέλος τῶν ἐκ τοῦ Χαναὰν γεγονότων. Καὶ γὰρ ἐν τάξει ἀρᾶς προφητεία τὸ λεγόμενον ἦν.
Τοσούτων τοίνυν καὶ τοιούτων ὄντων παραδειγμάτων τῶν ἀποδεικνύντων ἡμῖν, ὅτι πολλὰ τῶν εἰρημένων λέγεται μὲν ἐφ' ἑτέρων, ἐκβαίνει δὲ ἐπ' ἄλλων καὶ ὀνόμασιν ἀποκέχρηνται οἱ προφῆται, τί θαυμαστὸν εἰ καὶ νῦν τὸ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ προθεὶς ὄνομα ὁ προφήτης περὶ τῆς Ἐκκλησίας προαναφωνεῖ; Καὶ γὰρ ἐπειδὴ πρὸς ἀγνώμονας ὁ λόγος ἦν αὐτῷ προφήτας ἀναιροῦντας, τὰ βιβλία καίοντας, τὰ θυσιαστήρια κατασκάπτοντας, εἰκότως τὸ κάλυμμα ἔκειτο ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς ∆ιαθήκης, κατὰ τὸν μακάριον Παῦλον. Ἦ γὰρ ἂν καὶ ἠφάνισαν τὰ βιβλία, εἰ συνῆκαν τῆς προφητείας τὴν δύναμιν τῆς περὶ τοῦ Χριστοῦ. Ὅπου γὰρ παρόντα αὐτὸν καὶ θαυματουργοῦντα καὶ ἐντελῆ τῆς οἰκείας δυνάμεως καὶ τῆς πρὸς τὸν Πατέρα συμφωνίας τε καὶ ὁμονοίας παρεχόμενον τὴν ἀπόδειξιν οὐκ ᾐδέσθησαν, οὐδὲ ἀπέστησαν ἕως ἐσταύρωσαν, σχολῇ γε ἂν τῶν περὶ αὐτοῦ λεγόντων ἐφείσαντο, οὓς καὶ χωρὶς τούτου κατέλευον συνεχῶς. ∆ιὰ τοῦτο τοῖς οἰκείοις καὶ γνωρίμοις αὐτοῖς ἐμφιλοχωροῦντες ὀνόμασι, τὰς προφητείας τούτῳ συσκιάζουσι τῷ προσώπῳ. Ὅτι γὰρ οὐ περὶ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ λόγος, ἑκάστην παράγοντες λέξιν εἰς μέσον μετὰ ἀκριβείας εἰσόμεθα τὰ εἰρημένα. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Ὅρα ἀκρίβειαν προφήτου, οὐ τὰ πράγματα λέγοντος μόνον, ἀλλὰ καὶ τὸν χρόνον ἐπισημαινομένου. Ὅπερ γάρ φησιν ὁ Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἑτέρωθι πάλιν· Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, τοῦτο ὁ προφήτης φησίν· Ἐν ταῖς ἐσχάταις ἡμέραις. Ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ τὸ τῶν δογμάτων ἀκαταγώνιστον καλεῖ. Καθάπερ γὰρ ὄρεσι κἂν μυρία προσβάλλῃ στρατόπεδα τόξα τείνοντες καὶ δόρατα ἀφιέντες, μηχανήματα προσάγοντες, ἐκεῖνα μὲν οὐδὲν παραβλάψαι δυνήσονται, τὴν δὲ οἰκείαν καταλύσαντες ἰσχὺν ἀπελεύσονται· οὕτω δὴ καὶ οἱ τῇ Ἐκκλησίᾳ πολεμήσαντες ἅπαντες ταύτην μὲν οὐκ ἔσεισαν, τὴν δὲ οἰκείαν ἀπολέσαντες δύναμιν κατῃσχύνθησαν, ἐν τῷ παίειν διαλυόμενοι καὶ ἐν τῷ βάλλειν ἀσθενοῦντες καὶ ἐν τῷ ποιεῖν ὑπὸ τῶν πασχόντων νικώμενοι· ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ μόνῳ δυνατός. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς Ἐκκλησίας, οὐχ ὅτι ἐνίκησεν, ἀλλ' ὅτι καὶ οὕτως ἐνίκησεν. Ἐλαυνομένη γάρ, διωκομένη, μυρίοις κατακοπτομένη τρόποις, οὐ μόνον οὐκ ἠλαττονοῦτο, ἀλλὰ καὶ μείζων ἐγίνετο καὶ τοὺς ταῦτα ποιεῖν ἐπιχειροῦντας αὐτῷ τῷ πάσχειν μόνον κατέλυεν· ὅπερ ἀδάμας ποιεῖ περὶ τὸν σίδηρον, τῷ παίεσθαι μόνον διαλύων τοῦ παίοντος τὴν ἰσχύν· καὶ κέντρα πρὸς τοὺς λακτίζοντας, αὐτὰ μὲν οὐδὲν ἀμβλύτερα ἐντεῦθεν γινόμενα, τοὺς δὲ λακτίζοντας αἱμάσσοντα πόδας. ∆ιὰ δὴ τοῦτο ὄρος ἐκάλεσεν. Εἰ δὲ οὐκ ἀνέχεται τῆς μεταφορᾶς ὁ Ἰουδαῖος, οἴκοθεν πάλιν δεχέσθω τὸν ἔλεγχον. Αὐτὸς γὰρ οὗτος ὁ προφήτης λύκους καὶ ἄρνας ἔφησε τῆς αὐτῆς νομῆς κοινωνήσειν καὶ μυίαις τὸν Θεὸν συριεῖν καὶ ταῖς μελίσσαις καὶ ποταμὸν ἀνάγειν ῥαγδαῖον ἐπὶ τοὺς Ἰουδαίους, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς ἔχειν τὸ ὕδωρ τοῦ Σιλωάμ. Ἅπερ εἴ τις ἐπὶ τῶν λέξεων ἐκλάβοι, πολὺ τὸ ἀπερινόητον ἔχει· ἀλλὰ δεῖ † τὰ ἐκ τούτων σημαινόμενα δεχομένους οὕτω ποικίλλειν τῶν νοημάτων τὴν ἀκολουθίαν. † Τί οὖν ἐστι τὰ ἐκ τούτων σημαινόμενα; ∆ιὰ μὲν τῶν λύκων καὶ τῶν ἀρνῶν, οἱ τῶν ἀνθρώπων τρόποι οἱ θηριώδεις καὶ ἥμεροι· διὰ δὲ τῶν μυιῶν, τὸ ἀναίσχυντον τῶν Αἰγυπτίων· διὰ δὲ τοῦ ποταμοῦ, τὸ σφοδρὸν τῆς στρατείας τοῦ βαρβάρου· διὰ δὲ τοῦ Σιλωάμ, τὸ πρᾶον καὶ ἐπιεικὲς τοῦ τότε ἄρχοντος τοῦ τῶν Ἰουδαίων ἔθνους. Καὶ οὐδεὶς οὐδὲ τῶν σφόδρα ἀνοήτων πρὸς ταῦτα ἡμῖν ἀντερεῖ. Ὥσπερ γὰρ οὖν ἐκεῖνα ἑτέροις ὀνόμασι παρεδηλώθη, οὕτω καὶ τῆς Ἐκκλησίας τὸ στερρόν, τὸ ἀκίνητον, τὸ ὑψηλόν, τὸ ἀχείρωτον διὰ τῆς τοῦ ὄρους ᾐνίξατο προσηγορίας. Καὶ γὰρ ἕτερος προφήτης τοὺς πεποιθότας ἐπὶ τὸν Θεὸν ὄρει παραβάλλει, τὸ ἀκαταγώνιστον αὐτῶν ἐνδεικνύμενος. Ἐμφανές. Τοῦτο οὐδὲ τῆς ἀπὸ τοῦ λόγου λοιπὸν ἑρμηνείας δεῖται. Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπροτέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας. Οὐ γὰρ οὕτως ἥλιος φανὸς οὐδὲ τὸ ἐκ τούτου φῶς, ὡς τῆς Ἐκκλησίας τὰ πράγματα.
Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων. Πῶς ἂν τοῦτο ἑρμηνεύσειεν ὁ Ἰουδαῖος; Οὐδαμοῦ γὰρ ἐπ' ἄκρων τῶν ὁρέων ὁ ναὸς ἔστη· ἡ μέντοι τῆς Ἐκκλησίας δύναμις αὐτῶν ἥψατο τῶν οὐρανῶν. Καὶ ὡσανεὶ οἶκος ὑπὲρ κορυφῆς ὀρῶν κείμενος πᾶσίν ἐστι κατάδηλος, οὕτω καὶ πολλῷ πλέον αὐτὴ περιφανὴς πᾶσιν ἀνθρώποις γέγονε. Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ αὐτὸ τοῦτο πάλιν ἡρμήνευσεν, ὅπερ ἐπὶ τοῦ ναοῦ οὐδέποτε συνέβη, οὐδὲ ἡνίκα ἄριστα πράττειν ἐδόκει. Πῶς γάρ, ὅπου γε καὶ ὑπ' αὐτῶν τῶν Ἰουδαίων πολλάκις ἠτιμάζετο καὶ ὑπὸ βαρβαρικῶν ἠφανίζετο χειρῶν; Ἡ δὲ τῆς Ἐκκλησίας ἰσχὺς ἐπολεμήθη μὲν ἐκείνου χαλεπώτερον καὶ πλέον· εἶξε δὲ οὐδέποτε ταῖς τῶν πολεμούντων χερσίν, ἀλλ' ὑψηλοτέρα καὶ περιφανεστέρα μάλιστα ὑπὸ τῶν πολεμίων ἐγίνετο. Τότε γοῦν τῶν μαρτύρων οἱ δῆμοι, τότε τῶν ὁμολογητῶν τὰ πλήθη, τότε αἱ σιδήρου στερρότεραι ἀπεδείκνυντο ψυχαὶ καὶ τῶν ἀστέρων αὐτῶν ἀκριβέστερον ἔλαμπον, τῶν μὲν σωμάτων αὐτοῖς κατακοπτομένων, τῆς γνώμης δὲ οὐ νικωμένης, ἀλλὰ κρατούσης καὶ στεφανουμένης. Τίς εἶδε, τίς ἤκουσε φόνον στέφανον φέροντα καὶ σφαγὴν νίκην ἐργαζομένην καὶ τότε τὸ στρατόπεδον λαμπρότερον γινόμενον, ὅτε πλείους οἱ σφαττόμενοι παρὰ τῶν πολεμίων ἐφαίνοντο; Καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Προϊὼν σαφέστερος ὁ προφήτης γίνεται καὶ μᾶλλον ἀνακαλύπτει τὸν λόγον καὶ τρανότερον δείκνυσι τὴν προφητείαν καὶ ἀκριβέστερον ἀπορράπτει τῶν Ἰουδαίων τὰ στόματα. Τοῦτο γάρ, καὶ εἰ σφόδρα ἀναισχυντοῖεν, οὐ δυνήσονται τῷ ναῷ [τῶν Ἰουδαίων] ἁρμόσαι. Καὶ γὰρ καὶ ἀπηγόρευτο καὶ μεθ' ὑπερβολῆς κεκώλυτο ἔθνη εἰς τὸν ναὸν εἰσιέναι. Καὶ τί λέγω εἰς τὸν ναὸν εἰσιέναι, ὅπου γε καὶ αὐτοῖς μετὰ πολλῆς τῆς ἀπειλῆς ὁ νόμος ἀπηγόρευε τὰς τῶν ἐθνῶν ἐπιμιξίας καὶ τὴν ἐσχάτην ὑπὲρ τούτων ἀπῄτει δίκην; Ὁ γοῦν προφήτης Μαλαχίας ἅπασαν εἰς τοῦτο κατηνάλωσε τὴν προφητείαν, ἐγκαλῶν, ἀπειλῶν, εὐθύνας ἀπαιτῶν τῆς οὐ προσηκούσης ἐπιγαμβρίας. Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ μετὰ ἀδείας ἁπάσης ἀναπετάσασα τοὺς κόλπους ἡ Ἐκκλησία, χερσὶν ὑπτίαις ἅπαντα τὰ τῆς οἰκουμένης καθ' ἑκάστην ἡμέραν ὑποδέχεται ἔθνη. Τοῦτο γὰρ καὶ οἱ πρῶτοι τῶν δογμάτων διδάσκαλοι παρὰ τοῦ Μονογενοῦς ἐκελεύσθησαν, ταύτην εὐθέως ἀκούσαντες τὴν φωνήν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Σκόπει δέ μοι πῶς οὐ τὴν κλῆσιν τῶν ἐθνῶν ᾐνίξατο μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὴν μετὰ προθυμίας αὐτῶν ὑπακοήν. Οὐ γὰρ εἶπεν· Ἀχθήσονται, ἀλλά· Ἥξουσιν· ὅπερ ἕτερος προφήτης σαφέστερον ἐνδεικνύμενος ἔλεγε· Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Ἐπὶ μὲν γὰρ τῶν Ἰουδαίων καὶ ἡ κτίσις ἀνεστοιχειοῦτο καὶ ἀπειλαὶ συνεχεῖς καὶ κολάσεις διηνεκεῖς καὶ θαύματα ἐπάλληλα καὶ προφητῶν δρόμοι καὶ νομοθέτου φόβος καὶ πολέμων ἀπειλαὶ καὶ βαρβάρων ἔφοδοι καὶ ὀργαὶ θεήλατοι καὶ δείματα ἐκ τῶν οὐρανῶν πεμπόμενα· καὶ ἔμενον σκληροτράχηλοι καὶ ἀπερίτμητοι ὄντες, καθὼς ἡ Γραφή φησιν, ἀτενεῖς καὶ δυσένδοτοι· ἐπὶ δὲ τῶν ἐθνῶν ἤρκεσε ῥῆμα ψιλὸν καὶ ἀκοὴ μόνη, καὶ πάντες εὐθέως προσέδραμον. Ὅπερ οὖν καὶ ὁ ∆αυῒδ αἰνιττόμενος ἔλεγε· Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· καὶ τὸν τρόπον τῆς ὑπακοῆς θαυμάζων προσετίθει· Εἰς ἀκοὴν ὠτίου ἐπήκουσέ μου. Τοῦτο αὐτὸ καὶ ὁ Ἰακὼβ αἰνιγματωδέστερον ἐμφαίνων ἔλεγε· ∆εσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Καίτοι τίς εἶδεν ἕλικι πῶλον δεσμούμενον καὶ παρεστῶτα ἀμπέλῳ καὶ μὴ λυμαινόμενον τὸν καρπόν; Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων οὐδείς, ἐπὶ δὲ τῶν ἀνθρώπων μετὰ πολλῆς τοῦτο γέγονε τῆς ἀκριβείας. Οἱ μὲν γὰρ Ἰουδαῖοι μυρίοις δεθέντες δεσμοῖς, συνέτριψαν τὸν ζυγόν, διέρρηξαν τὸν δεσμόν, καθὼς ὁ προφήτης φησί· τὰ δὲ ἔθνη οὐδεμιᾷ τοιαύτῃ δεθέντες ἀνάγκῃ, ἑτοίμως ὑπήκουσαν, ὡς ἂν ἕλικι πῶλος δεσμούμενος, καὶ οὐδὲν ἐλυμήναντο τῶν ἐπιταγμάτων, ἀλλὰ παρειστήκεισαν πολλὴν ἐνδεικνύμενοι τὴν ὑπακοήν. Καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· ∆εῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ὅρα χορεύοντας καὶ πανηγυρίζοντας καὶἀλλήλοις ἐγκελευομένους καὶ πάντας διδασκάλους γινομένους· καὶ οὐχ ἓν καὶ δεύτερον καὶ τρίτον, ἀλλὰ καὶ πολλὰ ἔθνη συντρέχοντα. Ἥξουσι γάρ, φησί, λαοὶ πολλοὶ καὶ ἐκ διαφόρων χωρῶν, ὅπερ ἐπὶ τῶν Ἰουδαίων οὐδέποτε γέγονεν· ἀλλ' εἰ καί τινες προσῆλθον, ὀλίγοι ποτὲ προσήλυτοι, μετὰ πολλῆς καὶ αὐτοὶ τῆς πραγματείας καὶ οὐδέποτε ἔθνη ἐκλήθησαν, ἀλλὰ προσήλυτοι. Προσήλυτοι γὰρ ἐπὶ σὲ διελεύσονται καί σοι ἔσονται δοῦλοι, φησίν. Εἰ δὲ ἐπιμένει τῇ μεταφορᾷ ὁ προφήτης, ὄρος καλῶν καὶ οἶκον τοῦ Θεοῦ Ἰακώβ, μὴ θαυμάσῃς. Ὅπερ γὰρ ἔφθην εἰπών, νῦν μὲν παρανοίγει, νῦν δὲ συσκιάζει τὴν προφητείαν· τὸ μέν, ἵνα τοῖς συνετωτέροις ἀφορμὰς παράσχῃ τοῦ συνιδεῖν τὰ λεγόμενα· τὸ δέ, ἵνα τῶν ἀγνωμόνων κατάσχῃ τὴν ἄτακτον ῥύμην· καὶ πανταχόθεν ποικίλλει τὸν λόγον.
Εἰ δὲ τοῦ Θεοῦ Ἰακὼβ εἶπε, μὴ θορυβηθῇς, ἀγαπητέ· καὶ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Θεὸς Ἰακὼβ ἦν. Αὐτὸς γὰρ καὶ τὸν νόμον ἔδωκε καὶ τὰ κατ' αὐτοὺς ἐθαυματούργησεν ἅπαντα· καὶ τοῦτο ἐκ τῆς Παλαιᾶς αὐτῆς μάλιστα ἔστιν ἰδεῖν, ἐπειδὴ τῆς Καινῆς οὐδὲ εἷς Ἰουδαίοις λόγος. Ὁ οὖν Ἱερεμίας φησί· ∆ιαθήσομαι ὑμῖνδιαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· δεικνὺς ὅτι ἑκατέρων τῶν νόμων αὐτὸς ὁ νομοθέτης ἦν. Ὅτι δὲ καὶ τῆς Αἰγύπτου αὐτὸς αὐτοὺς ἀπήλλαξεν, ἐπήγαγεν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Εἰ δὲ αὐτὸς ἐξήγαγε, καὶ πάντα ἐκεῖνα τὰ ἐν τῇ Αἰγύπτῳ καὶ τὰ ἐν τῇ ἐρήμῳ αὐτὸς ἐποίησε θαύματα. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. Ὁρᾷς ἕτερόν τινα ἐπιζητοῦντας νόμον; Ὁδὸν γὰρ ἡ Γραφὴ τὰς ἐντολὰς τοῦ Θεοῦ εἴωθε λέγειν· εἰ δὲ ἐπὶ τῆς προτέρας ἔλεγε ∆ιαθήκης, οὐκ ἂν εἶπεν· Ἀναγγελεῖ ἡμῖν· δήλη γὰρ ἦν καὶ σαφὴς καὶ γνώριμος ἅπασι. Καὶ ὅτι οὐ σοφιζόμενοι ταῦτά φαμεν, τὰ μὲν εἰρημένα καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἱκανὰ πεῖσαι. Ἐπειδὴ γὰρ ὁδοῦ μόνον ἐμνήσθη, λέγει καὶ ποίας ὁδοῦ καὶ πολλὰ τίθησιν αὐτῆς τὰ παράσημα. Ἐπήγαγε γοῦν λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Πρὸς ταῦτα καὶ σφόδρα ἀναισχυντοῦντες Ἰουδαίων παῖδες οὐδὲ διᾶραι τὸ στόμα δυνήσονται. Ὅτι γὰρ περὶ τῆς Καινῆς ταῦτα εἴρηται ∆ιαθήκης, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῶν δεξαμένων τὸν νόμον καὶ ἀπὸ τοῦ πράγματος τοῦ μετὰ τὸν νόμον καὶ πάντοθεν ἁπλῶς ἔστι συνιδεῖν. Καὶ πρῶτον ἀπὸ τοῦ τόπου, τοῦ Σιὼν ὄρους. Ὁ γὰρ διὰ Μωσέως νόμος ἐν τῷ Σιναίῳ ὄρει τοῖς προγόνοις αὐτῶν ἐδόθη. Πῶς οὖν ἐνταῦθα Ἐκ Σιών φησι; Καὶ οὐκ ἠρκέσθη τούτῳ μόνον, ἀλλὰ καὶ τὸν χρόνον προστέθεικεν. Οὐ γὰρ εἶπεν· Ἐξῆλθε νόμος, ἀλλ', Ἐξελεύσεται νόμος, ὅπερ ἐστὶ μέλλοντος χρόνου καὶ πράγματος οὐδέπω γεγενημένου. Ὅτε δὲ ὁ προφήτης ταῦτα ἔλεγε, πρὸ πολλῶν ἐτῶν ἦν δεδομένος ὁ νόμος· ὁ δὲ τῆς Καινῆς ἔμελλε μετὰ ἔτη πλείονα δίδοσθαι. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν, ἀλλ', Ἐξελεύσεται, τουτέστι, μετὰ ταῦτα. Καὶ πάλιν ἐπὶ τὸν τόπον αὐτὸν καταφεύγει λέγων· Καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Μετὰ ἀκριβείας ἡμῖν τὸ παράσημον τῆς Καινῆς ∆ιαθήκης ἐνταῦθα τίθησι. Καὶ γὰρ νῦν μὲν ἐν τῷ ὄρει καθήμενος, τὰ ὑψηλὰ καὶ τῶν οὐρανῶν ἄξια προστάγματα ἐνομοθέτει, νῦν δὲ ἐν Ἱερουσαλὴμ διατρίβων. Εἰπὼν τοίνυν καὶ τὸν τόπον καὶ τὸν χρόνον, προστίθησι καὶ τοὺς ὑποδέχεσθαι αὐτὸν μέλλοντας, πάντοθεν ἀπορράπτων τῶν ἀντιλεγόντων τὰ στόματα. Τίνες οὖν οἱ μέλλοντες αὐτὸν ὑποδέχεσθαι; ἆρα τῶν Ἑβραίων ὁ δῆμος καὶ Ἰουδαίων παῖδες; Οὐδαμῶς, ἀλλ' οἱ ἐξ ἐθνῶν. ∆ιὸ καὶ ἐπήγαγε. Καὶ κρινεῖ ἀνάμεσον ἐθνῶν. Τοῦτο γὰρ μάλιστα νόμου, τὸ δικάζειν τοῖς μαχομένοις αὐτόν. Ὅτι δὲ οὐ περὶ τῆς Παλαιᾶς ὁ λόγος, δῆλον ἀπὸ τῶν πραγμάτων αὐτῶν. Οὔτε γὰρ σαββατίζομεν, οὐ περιτομὴν ἐδεξάμεθα, οὐ τὰς ἑορτὰς ἐκείνων, οὐκ ἄλλο τῶν παλαιῶν οὐδέν. Ἠκούσαμεν γὰρ Παύλου λέγοντος, ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καί· Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς; Φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Ὅθεν δῆλον ὅτι περὶ τῆς Καινῆς ὁ λόγος, ὅτι γὰρ ἀνάμεσον ἐθνῶν κρίνει, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Πῶς κρινεῖ; εἰπέ μοι· κατὰ τὴν Παλαιὰν ∆ιαθήκην; Οὐδαμῶς, ἀλλά· Κατὰ τὸ εὐαγγέλιόν μου. Εἶδες διάφορα μὲν τὰ ῥήματα, συμφωνοῦντα δὲ τὰ νοήματα; Ἡσαΐας φησί· Κρινεῖ ἀνάμεσον ἐθνῶν· Παῦλος δέ· Κρινεῖ κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ἐλέγξει λαὸν πολύν· τοὺς μαχομένους καὶ παραβαίνοντας. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐκ ἐγὼ κρινῶ ὑμᾶς, ἀλλ' ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ ὑμᾶς. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐκ ἠρκέσθη σημείοις τοῖς προτέροις ὁ προφήτης. Πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. ∆ιὰ τοῦτο καὶ ἕτερον τίθησι γνώρισμα τῆς Καινῆς ∆ιαθήκης κατὰ τὴν οἰκουμένην λάμπον ἅπασαν. Τί δὲ τοῦτό ἐστιν; Εἰρήνη καὶ πολέμων ἀναίρεσις. Ὅταν γὰρ ταῦτα γένηται, φησί, τοσαύτη λήψεται εὐνομία τὴν οἰκουμένην, ὡς καὶ αὐτὰ τὰ ὅπλα τὰ πολεμικὰ εἰς γεωργικὰ χαλκεύεσθαι ὄργανα· ὅπερ ἐπὶ τῶν καιρῶν τῶν Ἰουδαίων οὐκ ἄν τις ἴδοι γεγενημένον, ἀλλὰ τοὐναντίον ἅπαν. Οὐ γὰρ διέλειπον ἅπαντα τῆς πολιτείας αὐτῶν τὸν καιρὸν πολεμοῦντες καὶ πολεμούμενοι, καὶ διὰ μακροῦ καὶ δι' ὀλίγου τῶν πολεμίων αὐτοὺς ἐπιόντων. Καὶ γὰρ οἱ ἐκ γειτόνων οἰκοῦντες, μᾶλλον δὲ καὶ οἱ ἐν αὐτῇ τῇ Παλαιστίνῃ χαλεπὰ πράγματα παρέσχον αὐτοῖς πολλάκις καὶ [περὶ] τὸν ἔσχατον ἐπεκρέμασαν κίνδυνον.
Καὶ ταῦτα δηλοῖ μὲν ἡ τῶν Βασιλειῶν ἱστορία σαφῶς, ὅλη δι' ὅλης ἐκ πολέμων ὑφαινομένη· δηλοῦσι δὲ οἱ προφῆται πάντες, τὰ γενόμενα ἀπαγγέλλοντες ταῦτα, καὶ πρὶν ἢ γενέσθαι προαναφωνοῦντες· καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἡμέρας, ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων τυραννίδος, ἐν πολέμοις τὸν ἅπαντα χρόνον ἐβίωσαν. Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλὰ πολλὴ κατὰ τὴν οἰκουμένην εἰρήνη. Εἰ δέ τινες γίνονται πόλεμοι, ἀλλ' οὐχ ὁμοίως ὡς πρότερον. Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη. Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ' ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν. Καὶ οὐ παρὰ Ἰουδαίοις μόνον οὗτος ὁ νόμος ἐκράτει, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ὅπου γε καὶ ῥήτορες καὶ φιλόσοφοι ἐξωμίδος πλέον οὐδὲν ἔχοντες, πολέμου καλοῦντος, καὶ ἀσπίδα μετεχειρίζοντο καὶ ἐπὶ παρατάξεως ἵσταντο. Ὁ γοῦν παρ' Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρονίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη. Καὶ τῶν ῥητόρων τῶν παρ' αὐτοῖς τὸ κεφάλαιον ∆ημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις. Εἰ δὲ ῥήτορας καὶ φιλοσόφους οὐδεὶς ἐξῄρητο νόμος τοῦ πολεμεῖν, σχολῇ γἂν ἕτερός τις τοῦ δήμου ταύτης ἀπήλαυσε τῆς ἀτελείας. Ἀλλ' οὐχὶ τούτων οὐδὲν νῦν γινόμενον ἴδοι τις ἄν. Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ' εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας. Εἰ δέ που καὶ νῦν γίγνονται πόλεμοι, πόρρω που καὶ πρὸς τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, οὐ κατὰ πόλιν καὶ χώρας, ὡς ἔμπροσθεν. Τότε μὲν γάρ, ὡς ἔφθην εἰπών, καὶ ἐν ἑνὶ ἔθνει μυρίαι συνεχῶς ἐπαναστάσεις ἐγίγνοντο, καὶ πολυπρόσωποι πόλεμοι· νυνὶ δὲ ὅσην ἥλιος ἐφορᾷ γῆν ἀπὸ τοῦ Τίγρητος ἐπὶ τὰς Βρεττανικὰς νήσους, αὐτὴ πᾶσα, καὶ μετὰ ταύτης Λιβύη καὶ Αἴγυπτος καὶ Παλαιστινῶν ἔθνος, μᾶλλον δὲ ἅπαν τὸ ὑπὸ τὴν Ῥωμαίων· ἀρχὴν κείμενον. ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον. Ἠδύνατο μὲν γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ' ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς. Καὶ ὁ προφήτης δὲ τοῖς δυναμένοις ἀκριβῶς συνιδεῖν αὐτὸ δὴ τοῦτο ᾐνίξατο, ὅπερ ἔφθην εἰπών, τὸ μηκέτι τὰς δι' ὀλίγου γίγνεσθαι ἐπαναστάσεις. Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί; Οὐ μὴ ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν· καὶ τὴν τῶν δήμων ἐλευθερίαν προστέθεικεν εἰπών, Οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, οὔκουν ἴσμεν πολεμεῖν πλὴν ὀλίγων τῶν εἰς τοῦτο ἀποτεταγμένων στρατιωτῶν. Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ. Ἀπαρτίσας τὴν περὶ τῆς Ἐκκλησίαςπροφητείαν, πάλιν ἐπὶ τὴν ἱστορίαν μεταβαίνει, ὡς δὴ τῶν ἀκολούθων ἐχόμενος ῥημάτων. Τοιοῦτον γὰρ ἔθος τοῖς προφήταις, μὴ τῇ τῶν εἰρημένων ἀσαφείᾳ μόνον, ἀλλὰ καὶ τῷ σχήματι τῆς ἀκολουθίας συσκιάζειν τὴν προφητείαν. ∆ιόπερ οὐδὲ ἀπηρτισμένον ποιεῖ τὸν λόγον ἀλλὰ ὡς μίαν τινὰ ἕλκων σειράν, οὕτω πρὸς τὴν τῶν Ἰουδαίων νουθεσίαν μεταβαίνει πάλιν, καί φησι· Καὶ νῦν σύ, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ Κυρίου· τουτέστι, ταῖς ἐντολαῖς αὐτοῦ, τῷ νόμῳ αὐτοῦ· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς καὶ ζωὴ καὶ ἔλεγχος καὶ παιδεία· καὶ ὁ ∆αυῒδ πάλιν φησίν· Ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς· καί· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Καὶ πανταχοῦ οὕτω τὸν νόμον καλούμενον κατίδοι τις ἄν. Οὕτω καὶ Παῦλός φησι· Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων. Οὐ γὰρ οὕτως αἱ τοῦ ἡλίου ἀκτῖνες χειραγωγοῦσιν ἡμῶν τοῦ σώματος τοὺς ὀφθαλμούς, ὡς αἱ τοῦ νόμου ἐντολαὶ καταυγάζουσι τὰ τῆς ψυχῆς ὄμματα.
∆εικνὺς τοίνυν ὁ προφήτης, ὅτι καὶ πρὸ τῆς ἀντιδόσεως καὶ πρὸ τῆς ἀμοιβῆς, ἐν αὐτῷ τῷ πληροῦσθαι τὴν ἀμοιβὴν παρέχουσιν ἡμῖν αἱ ἐντολαί, φῶς αὐτὰς ἐκάλεσεν. Ὥσπερ γὰρ ὀφθαλμὸς ἐν αὐτῷ τῷ φωτίζεσθαι κερδαίνει, οὕτω καὶ ψυχὴ ἐν αὐτῷ τῷ πείθεσθαι τῷ νόμῳ τὰ μέγιστα καρποῦται, ἐκκαθαιρομένη καὶ κακίας ἀπαλλαττομένη καὶ πρὸς αὐτὴν ἀναβᾶσα τὴν ἀρετήν· ὥσπερ οὖν τοὐναντίον οἱ παραβαίνοντες καὶ πρὸ τῆς κολάσεως ἐν αὐτῷ τῷ παραβαίνειν δίκην διδόασι, τῶν ἐν σκότει καθημένων ἀθλιώτερον διακείμενοι, φόβου καὶ τρόμου καὶ πονηροῦ γέμοντες συνειδότος καὶ ἐν μεσημβρίᾳ μέσῃ δεδοικότες καὶ τρέμοντες ἅπαντας, τοὺς συνειδότας, τοὺς οὐδὲν συνειδότας. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον τοῦ Ἰακώβ· τουτέστιν, εἴασεν, ἀφῆκεν, παρεῖδεν, τῆς αὐτοῦ προνοίας ἐγύμνωσεν. Εἶτα φοβήσας, λέγει καὶ τὴν αἰτίαν, ὥστε αὐτοὺς διορθῶσαι τὰ γεγενημένα. Τίς οὖν ἐστιν ἡ αἰτία; Ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Ἔμπροσθεν μὲν γὰρ καπηλείαν αὐτοῖς καὶ φιλαργυρίαν καὶ τὴν τῶν χηρῶν ὑπεροψίαν ἐνεκάλει· ἐνταῦθα δὲ καὶ δογμάτων πονηρῶν, καὶ ἀσεβείας λείψανα, κατὰ μικρὸν αὐτοὺς ὑποσύροντα πρὸς τὴν τῶν δαιμόνων πλάνην. Εἶτα καθικνούμενος αὐτῶν, οὐκ εἶπεν ὅτι κλῃδονίζονται ἁπλῶς, ἀλλ' ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν. Μετὰ πολλῆς ὑπερβολῆς ἡ κακία αὐτῶν πάλιν ηὔξετο, φησίν. Ὥσπερ ἀνωτέρω ἔλεγε· Λαός, οὐχ ἁπλῶς ἁμαρτωλός, ἀλλά· Πλήρης ἁμαρτιῶν, οὕτω καὶ ἐνταῦθα· Ἐνεπλήσθη. Εἶτα πάλιν ἐπιτείνων τὸ ὄνειδος προσέθηκεν· Ὡς τὸ ἀπ' ἀρχῆς. Ἀπ' ἀρχῆς, πότε; Ὅτε Θεὸν οὐκἐγνώκεισαν, ὅτε νόμον οὐκ εἰλήφεισαν, ὅτε τῆς εὐεργεσίας αὐτοῦ πεῖραν εἰληφότες οὐκ ἦσαν, ὅτε μετὰ τῶν ἐθνῶν ἔζων, ὅπερ ἐσχάτης καταγνώσεως ἦν, μηδὲν ἄμεινον διακεῖσθαι νῦν, μετὰ τὴν τοσαύτην πρόνοιάν τε καὶ ἐπιμέλειαν, τῶν μηδενὸς τούτων ἀπολελαυκότων. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καταπλήττων αὐτοὺς πάλιν προστέθεικεν· Ὡς ἡ τῶν ἀλλοφύλων· τῇ συγκρίσει τοῦ προσώπου τὴν κατηγορίαν χαλεπωτέραν ποιῶν. Ὃ καὶ Παῦλος εἴωθεν ἐργάζεσθαι συνεχῶς· ὡς ὅταν λέγῃ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ πάλιν· Εἰδέναι ἕκαστον τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. Καὶ οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ προστέθεικε λέγων· Καθὼς καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Μάλιστα γὰρ οὗτος ὁ λόγος δάκνειν εἴωθε καὶ τοὺς σφόδρα ἀναπεπτωκότας. Εἰ δὲ Ἰουδαῖοι ταῦτα ἐγκαλοῦνται, τίνος ἂν τύχοιμεν συγγνώμης ἡμεῖς, ποίας ἀπολογίας, οἱ μετὰ χάριν τοσαύτην καὶ τιμὴν ἄφατον καὶ τὰς ἀθανάτους ἐλπίδας, πρὸς τὴν αὐτὴν ἐκείνοις καταπίπτοντες πλάνην; Καὶ γὰρ πολλοὶ καὶ νῦν εἰσι τῷ νοσήματι κεχρημένοι τούτῳ καὶ τὸν ἑαυτῶν διαφθείροντες βίον, οἳ τῇ τῶν κλῃδόνων ἀλογίᾳ ἐκδιδόντες ἑαυτούς, μετὰ τοῦ τῷ Θεῷ προσκρούειν, καὶ περιττὰς καρποῦνται λύπας, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλύονται πόνους. Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ' αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, † καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας ἀφελέσθαι δῶρον. Τοῦτο διὰ κλῃδόνων, τοῦτο διὰ συμβόλων, τοῦτο διὰ παρατηρήσεως ἡμερῶν, τοῦτο διὰ τοῦ πονηροῦ τῆς εἱμαρμένης δόγματος, τοῦτο δι' ἑτέρων πολλῶν εἰς τὸν βίον εἰσήγαγε τὸ χαλεπὸν νόσημα, πάντα ἄνω καὶ κάτω ποιῶν. ∆ι' ὃ δὴ καὶ ὁ προφήτης σφοδρῶς ἔστη κατηγορῶν, ὥστε πρόρριζον ἀνασπάσαι τὸ πάθος.
Καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγεννήθη αὐτοῖς. Τί ἐστι· Τέκνα ἀλλόφυλα; Νόμος ἦν αὐτοῖς ἄνωθεν κείμενος διὰ τὸ τῆς γνώμης εὐόλισθον καὶ τὸ τῆς διανοίας εὐεξαπάτητον μηδενὶ τῶν λοιπῶν ἀνθρώπων ἐπιμίγνυσθαι, ὥστε μὴ τὰς τοιαύτας συγγενείας ἀσεβείας ὑπόθεσιν γενέσθαι. Ἐπειδὴ γὰρ οὐ μόνον ἑτέρους διορθῶσαι οὐκ ἴσχυον, ἀλλ' οὐδὲ τὴν παρ' ἑτέρων οἷοι τε ἦσαν διακρούεσθαι βλάβην, τῷ νόμῳ τειχίσας αὐτοὺς καὶ τῆς πρὸς τοὺς λοιποὺς ἐπιμιξίας αὐτοὺς ἀποστήσας, κατ' ἰδίαν αὐτοὺς ἔπλαττε καὶ ἐρρύθμιζεν· ἀγαπητὸν γὰρ ἦν καὶ οὕτως ἀγομένους δυνηθῆναι διατηρῆσαι τὴν παρὰ τοῦ θεοῦ δεδομένην πολι τείαν αὐτοῖς. Ἀλλ' ὥσπερ τὰς ἄλλας παρέβαινον ἐντολάς, οὕτω δὴ καὶ ταύτης ὑπεριδόντες μετέβησαν πρὸς τὰς τῶν πλησίον ἀγχιστείας καὶ νύμφας ἐκεῖθεν ἀγόμενοι παρὰ Μωαβιτῶν, παρὰ Ἀμμανητῶν, παρ' ἑτέρων ἀσεβῶν ἐθνῶν καὶ τὰς ἄλλας ἀσπαζόμενοι συγγενείας, διδασκάλους πονηρίας ἐδέχοντο καὶ τὸ τῆς εὐγενείας ἀκέραιον διέφθειρον. Τοῦτο τοίνυν μετὰ τῶν ἄλλων ὁ προφήτης ἐγκαλεῖ. Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν, φησίν, ἀργυρίου καὶ χρυσίου καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Καὶ ἐνεπλήσθη ἡ γῆ αὐτῶν ἵππων καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Καὶ ποῖον ἔγκλημα τοῦτο, ἴσως εἴποι τις ἄν, τὸ χρήματα ἔχειν καὶ ἵππους κεκτῆσθαι καὶ μάλιστα ἐπὶ τῆς γενεᾶς ἐκείνης, ὅτε οὐ πολλὴ φιλοσοφίας ἦν ἀκρίβεια; Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐ τὴν χρῆσιν διέβαλλεν, ἀλλὰ τὴν γνώμην τὴν οὐκ εἰς δέον αὐτοῖς κεχρημένην. Ὥσπερ γὰρ ὅταν λέγῃ· Οὐαὶ οἱ ἰσχύοντες, οὐ τὴν δυναστείαν αἰτιᾶται, ἀλλὰ τοὺς κακῶς τῇ δυναστείᾳ κεχρημένους· οὕτω δὴ καὶ ἐνταῦθα, οὐχ ὅτι χρήματα ἐκέκτηντο, ἀλλ' ὅτι μετὰ πολλῆς τῆς περιουσίας, καὶ ὑπὲρ τὴν χρείαν συνῆγον. Οὐκ ἦν, φησίν, ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' ὅτι πεφυσημένοι τῷ πλούτῳ καὶ τῇ τῶν ἵππων δυναστείᾳ κατὰ μικρὸν ἀπὸ τῆς εἰς τὸν Θεὸν ἐλπίδος παρεσύροντο, ὃ καὶ ἀλλαχοῦ αὐτοῖς ὁ προφήτης ἔλεγεν· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν ἐγκαυχώμενοι. Καὶ πάλιν ἑτέρωθι· Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Καὶ ἐν ἑτέρῳ δὲ πάλιν ψαλμῷ φησιν· Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὔτε ἐνταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Ὥσπερ σοφὸς ἰατρός, ὁ προφήτης πρὸ τοῦ νοσήματος τὴν αἰτίαν λέγει καὶ τὴν πηγὴν τοῦ νοσήματος. Μέλλων γὰρ κατηγορεῖν αὐτῶν τὴν ἀσέβειαν, προλαβὼν εἶπε τὰς ἀφορμὰς τῆς ἀρρωστίας φιλαργυρίαν, ἀπόνοιαν, τὰς οὐ προσηκούσας ἐπιμιξίας, δηλῶν ὅτι ἐντεῦθεν κατὰ μικρὸν ὑπεσκελίσθησαν εἰς τὸτῆς ἀπωλείας βάραθρον καὶ εἴδωλα προσεκύνησαν. Εἶτα κωμῳδῶν αὐτῶν τὴν θρησκείαν, ἐπήγαγε· Τῶν ἔργων τῶν χειρῶν αὐτῶν. Τί γὰρ ἂν γένοιτο καταγελαστότερον ἄλλο ἢ ὅταν ἄνθρωπος δημιουργὸς ᾖ θεοῦ; Βδέλυγμα δὲ εἴωθεν ἡ Γραφὴ καλεῖν τὰ εἴδωλα· ἐντεῦθεν καὶ βδέλυγμα ἐρημώσεως λέγεται ὁ ἀνδριάς, ὁ ἐπὶ τοῦ ναοῦ ἑστώς. Ὅταν γὰρ ἴδητε, φησί, τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων νοείτω. Ἐπειδὴ γὰρ αὐτοὺς ἀπήγαγε τοῦ πρὸς τὰ αἰσθητὰ ἐπτοῆσθαι, ἀπηγόρευσεν αὐτοῖς πᾶν ἐξεικόνισμα ποιῆσαι· καὶ βδέλυγμα τοῦτο ἐκάλεσε, πόρρωθεν αὐτοὺς ἀναστέλλων τῆς ἀσεβείας· τὸ γὰρ βδελύττεσθαι τὸ μεθ' ὑπερβολῆς ἐστι μισεῖν, ὡς ἀκάθαρτον, ὡς ἐναγές. Τὸ τοίνυν βδέλυγμα τὸ μισητὸν καὶ ἀποστροφῆς ἄξιον ἐν τῇ Γραφῇ λέγεται. Πᾶν δὲ εἴδωλον τοιοῦτον. Καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ὥσπερ γὰρ ἡ τοῦ Θεοῦ προσκύνησις εἰς ὕψος ἀνάγει, οὕτως ἡ ἐκείνων τῶν εἰδώλων ταπεινοῖ καὶ κατάγει. Τί γὰρ ταπεινότερον ἀνθρώπου σωτηρίας ἐκπεπτωκότος καὶ τὸν τῶν ὅλων Θεὸν ἐσχηκότος ἐχθρὸν [καὶ] τοῖς ἀψύχοις ὑποκύπτοντος καὶ λίθους θεραπεύοντος; Ὁ μὲν γὰρ Θεὸς εἰς τοσαύτην ἡμᾶς ἀνήγαγε τιμήν, ὡς καὶ τῶν οὐρανῶν ὑψηλοτέρους ποιῆσαι· ὁ δὲ διάβολος εἰς τοσαύτην ἐσπούδασε καταγαγεῖν εὐτέλειαν τοὺς πειθομένους, ὡς καὶ τῶν ἀναισθήτων ἀναισθητοτέρους ἐργάσασθαι. ∆ιὸ δή φησιν ὁ προφήτης· Καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ. Ἤρκει μὲν καὶ αὐτὴ ἡ κατηγορία τὸν νοῦν ἔχοντα ἀπαγαγεῖν τοῦ νοσήματος. Ἐπειδὴ δὲ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτω τὰς ἁμαρτίας ὡς τὰς τιμωρίας δεδοίκασιν, ἐπήγαγε καὶ τὴν κόλασιν, λέγων· Οὐ μὴ ἀνήσω αὐτοῖς. Οὐ συγχωρήσω, φησίν, οὐκ ἀφήσω, οὐ παρόψομαι, ἀλλὰ ἀπαιτήσω δίκας καὶ εὐθύνας τῶν πεπλημμελημένων. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Κωμῳδήσας ἱκανῶς τὴν ἄνοιαν τῶν τὰ εἴδωλα προσκυνούντων καὶ ἀπὸ τοῦ τρόπου τῆς δημιουργίας δείξας κἀκείνων τὴν παραπληξίαν καὶ τῶν εἰδώλων τὴν ἀσθένειαν, ἐπαγωνίζεται τῷ λόγῳ πάλιν, τῇ πείρᾳ τῶν πραγμάτων ἐπιτρέπων τῶν εἰρημένων τὴν ἐξέτασιν καί φησιν· ἤρκει μὲν καὶ αὐτὸ τοῦτο τὸ παρὰ ἀνθρώπων αὐτὰ γενέσθαι δεῖξαι τὴν ἄνοιαν τῶν ἀπατωμένων· ἐπειδὴ δὲ ὥσπερ τινὶ μέθῃ τῇ ἀσεβείᾳ κεκαρωμένοι πρὸς τὰ φανερὰ καὶ σαφῆ τῶν πραγμάτων πεπήρωνται, τοιαῦτα καταλήψονται τὴν πόλιν κακά, ὡς καὶ τοὺς σφόδρα ἀναισθήτους διδάξαι, πόση ἡ ἐκείνων ἀσθένεια καὶ πόση ἡ τοῦ Θεοῦ δύναμις.
∆ιὰ δὴ τοῦτο πρὶν ἢ τὸν πόλεμον εἰπεῖν, τὰ ἐξ αὐτοῦ συμβησόμενα λέγει, κελεύων εἰς πέτρας εἰσιέναι καὶ ὑπ' αὐτὴν καταδῦναι τὴν γῆν, οὐχ ἵνα τοῦτο ποιήσωσιν, ἀλλ' ἵνα ἐκ τούτων μάθωσιν, ὡς ἀφόρητός ἐστιν ἡ παρὰ τοῦ Θεοῦ τότε φερομένη ὀργή. Κρύπτεσθε γάρ, φησίν, εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οὐκ εἶπεν ἁπλῶς ἀπὸ τῆς ἰσχύος, ἀλλά· Ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Τοιαῦτα γὰρ αὐτοῦ τὰ κατορθώματα, τοιαῦτα τὰ τρόπαια, πολλὴν ἔχοντα τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα. Ἐνταῦθά μοι δοκεῖ τὴν νίκην τὴν ἐπὶ τοῦ Ἐζεχίου σημαίνειν, γῆν τὸ πλῆθος τῶν ἀνθρώπων καλῶν καὶ θραῦσιν τὴν κατάπτωσιν, ἀνάστασιν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν ἀντίληψιν ἔξοδον. Ἐπεὶ καὶ ὁ ∆αυῒδ οὕτω φησίν· Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ· καὶ πάλιν· Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν· ἀπὸ τῶν ἀνθρωπίνων σχημάτων τοῦ Θεοῦ τὰς ἐνεργείας χαρακτηρίζων. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός. Εἶτα ἵνα μηδεὶς τῶν ἀκουόντων τότε ἀπιστῇ τοῖς λεγομένοις (πολὺ γὰρ παρ' ἐλπίδας τὸ συμβησόμενον καὶ προσδοκίας ἁπάσης ἀνώτερον), κατέφυγεν ἐπὶ τὴν δύναμιν τοῦ ποιοῦντος καὶ τὴν εὐτέλειαν τῶν πασχόντων. Οὔτε γὰρ Θεοῦ, φησίν, ὑψηλότερόν τί ἐστιν, οὔτε ἀνθρώπων εὐτελέστερον. Μὴ τοίνυν ἀπόρει, εἰ ὁ μέγας οὗτος καὶ ἰσχυρὸς τοὺς εὐτελεῖς ἀθρόον οὕτω ταπεινῶσαι δυνήσεται. Καὶ καλῶς εἶπεν· Οἱ ὀφθαλμοὶ Κυρίου ὑψηλοί. Οὐκ εἶπεν· Ἡ δύναμις, ἀλλ'· Οἱ ὀφθαλμοὶ Κυρίου, ὡς ἀρκούσης καὶ τῆς ὄψεως μόνης ἅπαντα τὰ ἐναντιούμενα καθελεῖν· ὅπερ καὶ ὁ ∆αυῒδ ἑτέρωθι ἔλεγεν· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ ἕτερος πάλιν προφήτης· Ἐπιβλέψομαι πρὸς αὐτὸν καὶ δυνήσομαι αὐτῷ. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τῆς γὰρ παραδόξου γενομένης νίκης καὶ τῶν λαμπρῶν καὶ θαυμαστῶν τροπαίων ἐκείνων, καὶ δαίμονες ἠλέγχθησαν καὶ εἴδωλα ἠτιμώθη καὶ ψευδοπροφῆται ἐπεστομίσθησαν καὶ τῶν βαρβάρων ἡ τυραννὶς κατελύθη, καὶ πᾶν τῷ Θεῷ στόμα ἐναντιούμενον ἐνεφράγη. ∆ιὰ τοῦτό φησιν· Ὑψωθήσεται Κυρίος μόνος. Οὐδεὶς ἔσται λοιπὸν ὁ ἀντερῶν, οὐδὲ ἀμφιβάλλων περὶ τῆς τοῦ Θεοῦ δυνάμεως, τῆς τῶν πραγμάτων ἀποδείξεως οὕτω σαφεστάτης γεγενημένης. Τὸ μὲν γὰρ τῆς φύσεως ὕψος ἔχει διηνεκές, οὐδέποτε ἀρξάμενον, ἀλλὰ ἀεὶ ὄν· ὑψοῦσθαι δὲ λέγεται ἐν τῇ διανοίᾳ τῶν ἀνθρώπων, ὅταν οἱ ἀντιλέγοντες καὶ ἐναντιούμενοι, ἀπ' αὐτῆς τῶν πραγμάτων πεισθέντες τῆς ἀποδείξεως, ὑποκύψωσι, καὶ τὴν προσήκουσαν ἀνενέγκωσιν εὐφημίαν. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ παραγίνεται ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασᾶν. Καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν. Καὶ ἐπὶ πάντα πύργον ὑψηλόν. Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν κάλλους πλοίων. Καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τεῖχος ἐνταῦθα καὶ κέδρον καὶ βουνὸν καὶ δρῦν τοὺς δυνάστας ἀνθρώπους φησί, τῷ ὕψει τῶν δένδρων τούτων μεταφορικῶς τὴν δυναστείαν αὐτῶν ἐνδεικνύμενος· καὶ πλοῖον καὶ θέαν κάλλους πλοίων λέγων, τοὺς εὐπορωτέρους αὐτῶν αἰνίττεται.
Ὃ δὲ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· ὅτι πᾶς ἰσχυρός, πᾶς δυνάστης, πᾶς στρατηγός, πᾶς περιβεβλημένος πλοῦτον, πᾶσα, ὡς εἰπεῖν, τῶν ἀνθρώπων ἡ εὐπρέπεια καὶ ἰσχὺς τότε οἰχήσεται καὶ διαλυθήσεται· καὶ οὐδὲν αὔτως προστήσεται πρὸς τὸ διαφυγεῖν τοῦ Θεοῦ τὴν ὀργήν, οὐκ ἰσχὺς σώματος, οὐκ ἐμπειρία πολέμου, οὐ χρημάτων περιουσία, οὐ δυναστείας περιβολή, οὐ στρατοπέδου πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Κέδρους δὲ Λιβάνου διὰ τοῦτό φησι, διὰ τὸ αὐτόθι τοῦτο μάλιστα φύεσθαι τὸ δένδρον ἢ διὰ τὸ πλησίον τὰ πράγματα γίνεσθαι· θέαν δὲ κάλλους πλοίων, τὴν εὐπρέπειαν τῶν στρατηγῶν τῶν ἀπὸ πλούτου καὶ ὅπλων καὶ δορυφόρων κεκαλλωπισμένων. ∆οκεῖ δέ μοι καὶ τὴν διὰ μακροῦ γενομένην ἀποδημίαν τῶν βαρβάρων αἰνίττεσθαι. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοσοῦτον γὰρ ἀφέξουσιν αὐτῶν, φησίν, οἱ θεοὶ παρασχεῖν τινα συμμαχίαν, ὅτι καὶ τῆς παρὰ τῶν ἀνθρώπων δεήσονται βοηθείας καὶ τόπων ἀσφαλείας, ὥστε μὴ ἁλῶναι· Ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἵνα γὰρ μή τις τῇ τῶν βαρβάρων ἐφόδῳ ταῦτα λογίζηται, μηδὲ τῆς ἰσχύος τῆς ἐκείνων εἶναι νομίζῃ τὸν φόβον, ἀνάγει τὸν λόγον ἐπὶ τὸν τῶν ὅλων Θεόν, λέγων ὅτι αὐτὸς τοῦ πολέμου στρατηγεῖ τούτου, καὶ παρ' ἐκείνου δύναμις † ἐν τοσούτῳ κινδύνῳ τῶν ἤδη πεπλημμελημένων †. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις αὐτῶν καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς στερεὰς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἱκανῶς αὐτοὺς ἐκωμῴδησε, δεικνὺς μετὰ τῶν θεῶν κρυπτομένους καὶ εἰς τὴν γῆν καταδυομένους καὶ οὐδὲ τὴν πολυτέλειαν τῆς ὕλης ἀρκέσαι τι δυναμένην πρὸς τὴν ἐπικειμένην συμφοράν. Νυκτερίδας δὲ ἐκάλεσε τὰ εἴδωλα, ἢ διὰ τὴν ἀσθένειαν ἢ διὰ τὸ τῆς πλάνης ἐσκοτισμένον, καὶ τὸ πάντα λάθρα παρὰ τῶν δαιμόνων πράττεσθαι. Ὥσπερ γὰρ ταῖς νυκτερίσιν ὁ μὲν ἥλιος πολέμιον καὶ τὸ φῶς, ἡ δὲ νὺξ καὶ τὸ σκότος φίλον· οὕτω καὶ τοῖς δαίμοσι καὶ τοῖς ὑπ' ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου. Ἀρκεῖ γὰρ φανῆναι μόνον καὶ πάντα καταλύει ἐκεῖνα. Παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Ἐνταῦθά μοι δοκεῖ τὸν Ἐζεχίαν αἰνίττεσθαι, ἐκ τοῦ δέους καὶ τῆς πολλῆς ἀγωνίας πρὸς ἐσχάτας ὄντα ἀναπνοάς. Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις. ∆ιὰ τοῦτό φησι· Παύσασθε ἀπὸ τοῦ ἀνθρώπου, οὗ ἐστιν ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτοῖς οὗτος; Τουτέστιν, ὅτι ἐν οὐδενὶ ἐλογίσθη. Καὶ γὰρ ὡς ἐξ ἐπιδρομῆς πάντα ἤλπισαν ἀναιρήσεσθαι· ἐξέβη δὲ τοὐναντίον ἅπαν· καὶ ὁ μηδὲν εἶναι νομιζόμενος παρ' ὑμῖν, ἀλλ' εὐκαταφρόνητος καὶ εὐκαταγώνιστος, οὗτος λαμπρότερος πάντων φανεῖται, τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύων ῥοπῆς.
.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου