ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου",

Τετάρτη 26 Οκτωβρίου 2016

ἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου",




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Εἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου", καὶ περὶ ταπεινοφροσύνης, καὶ ὅτι χρὴ μὴ θαρρεῖν τὸν ἐνάρετον, καὶ ὅσον κακὸν ἡ ἀπόνοια.

Εὐλογητὸς ὁ Θεός, καὶ ἐπὶ τῆς γενεᾶς  τῆς ἡμετέρας ἐβλάστησαν μάρτυρες, κατηξιώθημεν  καὶ ἡμεῖς ἀνθρώπους ἰδεῖν ὑπὲρ Χριστοῦ σφαττομένους, αἷμα στάζοντας ἅγιον, τὴν Ἐκκλησίαν ἅπασαν ἄρδον, αἷμα στάζοντας, δαίμοσι μὲν φοβερόν, ἀγγέλοις δὲ ποθεινόν,    ἡμῖν   δὲ   σωτήριον.   Κατηξιώθημεν   ἰδεῖν   ἀνθρώπους    ὑπὲρ   εὐσεβείας παλαίοντας,  στεφανουμένους.  Οὐκ ἰδεῖν  δὲ κατηξιώθημεν  μόνον,  ἀλλὰ  καὶ αὐτὰ τὰ σώματα τῶν  ἀθλητῶν  δέξασθαι, καὶ παρ' ἑαυτοῖς τοὺς στεφανίτας  ἔχομεν  νῦν. Ἀλλὰ τὸν μὲν περὶ τῶν μαρτύρων λόγον ἀφήσωμεν νῦν τῷ τῶν μαρτύρων ζηλωτῇ, τῷ κοινῷ διδασκάλῳ·   αὐτοὶ   δὲ   τὰ   κατὰ   τὸν   Ὀζίαν   πρὸς   ὑμᾶς   ἐροῦμεν   νῦν,   παλαιὸν καταβάλλοντες  χρέος  καὶ χρονίους  ὠδῖνας  ἀκροάσεως λύοντες.


 Ὠδίνει  γὰρ ἕκαστος ὑμῶν,   εὖ  οἶδ'  ὅτι,  τῆς  ἱστορίας  ἀκοῦσαι  ἐκείνης·   καὶ  τὴν   ὠδῖνα   ταύτην   ἡμεῖς παρετείναμεν, οὐχὶ τὴν ὀδύνην ὑμῖν ἐπιτεῖναι βουλόμενοι, ἀλλὰ τὴν ἐπιθυμίαν αὐξῆσαι σπουδάζοντες, ὥστε ἡδίστην ὑμῖν φανῆναι  τὴν ἡμετέραν ἑστίασιν. Οἱ μὲν γὰρ εὔποροι τῶν   ἑστιατόρων,  ἐὰν  ἐμπεπλησμένους   λάβωσι  τοὺς  δαιτυμόνας,   δύναιντ'  ἂν  τῇ πολυτελείᾳ   τῶν   παρασκευασθέντων   διεγεῖραι   τὴν  ἐπιθυμίαν   αὐτοῖς·  τὴν  δὲ  τῶν πενήτων  τράπεζαν οὐδὲν οὕτω ποιεῖ φαίνεσθαι λαμπράν, ὡς τὸ πεινῶντας  ἀπαντῆσαι τοὺς μέλλοντας  μετέχειν  αὐτῆς. Τίς οὖν ἐστιν Ὀζίας καὶ τίνων  ἀπόγονος  καὶ τίνων βασιλεὺς καὶ πόσον ἐβασίλευσε χρόνον καὶ τί μὲν κατώρθωσεν, τί δὲ διήμαρτεν, πῶς δὲ τὸν βίον κατέλυσεν; Ἅπαντα  ταῦτα πρὸς ὑμᾶς ἐροῦμεν νῦν, μᾶλλον  δὲ ὅσα δυνατὸν εἰπεῖν,  ὥστε  μὴ  τῷ  πλήθει  καταχῶσαι  τὴν  μνήμην  ὑμῶν·  ὃ  γίνεται   καὶ  ἐπὶ  τοῦ λυχνιαίου  πυρός. Ἂν  μὲν  γὰρ ἐκεῖ  κατὰ  πικρὸν  ἐπιστάξῃς  τῇ  θρυαλλίδι  τὸ ἔλαιον, ἱκανὴν  ἔδωκας  τῷ  πυρὶ τὴν  τροφήν· ἂν δὲ ἀθρόον  καταχέῃς,  καὶ τὴν  οὖσαν φλόγα κατέσβεσας. Οὗτος τοίνυν  ὁ  Ὀζίας  ἀπόγονος  μὲν  ἦν  τοῦ  ∆αυίδ,  βασιλεὺς  δὲ  τῶν Ἰουδαίων· ἐβασίλευσε δὲ δύο καὶ πεντήκοντα  ἔτη· καὶ τὰ πρῶτα εὐδόκιμος ὤν, ὕστερον εἰς ἁμαρτίαν  κατέπεσεν. Μείζονα γὰρ τῆς οἰκείας φρονήσας ἀξίας, ἐπεπήδησε τῇ τῆς ἱερωσύνης ἀρχῇ. Τοσοῦτόν ἐστιν ἀπόνοια κακόν· καὶ γὰρ ἑαυτόν τινα ἕκαστον ἀγνοεῖν ἀναπείθει καὶ μετὰ πολλοὺς πόνους ἅπαντα κενοῖ τῆς ἀρετῆς τὸν θησαυρόν. Καὶ τὰ μὲν ἄλλα  κακὰ  ῥᾳθυμούντων   ἡμῶν  περιγίνεσθαι  πέφυκεν,  αὕτη  δὲ  κατορθοῦσιν  ἡμῖν ἐπιφύεται.  Οὐδὲν γὰρ οὕτως  ἀπόνοιαν  τίκτειν  εἴωθεν,  ὡς  συνειδὸς  ἀγαθόν,  ἐὰν  μὴ προσέχωμεν.  ∆ιὰ τοῦτο  καὶ ὁ Χριστὸς εἰδὼς  ὅτι μετὰ τὰ κατορθώματα  ἐπεισέρχεται τοῦτο τὸ πάθος ἡμῖν τοῖς μαθηταῖς ἔλεγεν· "Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι ἀχρεῖοι δοῦλοί  ἐσμεν." Ὅταν  γὰρ ἐπεισιέναι  μέλλῃ  τὸ θηρίον  ὑμῖν,  τότε  διὰ  τῶν  ῥημάτων τούτων,  φησίν,  ἀποκλείετε  τὰς  θύρας  αὐτῷ.  Καὶ οὐκ  εἶπεν·  Ὅταν  πάντα  ποιήσητε, ἀχρεῖοί ἐστε, ἀλλ'· "Ὑμεῖς λέγετε ὅτι ἀχρεῖοί ἐσμεν." Εἰπέ, μὴ φοβηθῇς, οὐ γὰρ ἀπὸ τῆς κρίσεως τῆς σῆς φέρω τὴν ψῆφον  ἐγώ. Ἂν γὰρ σὺ σαυτὸν εἴπῃς ἀχρεῖον, ἐγώ σε ὡς χρήσιμον στεφανῶ.  Οὕτω καὶ ἀλλαχοῦ  φησιν· "Λέγε σὺ τὰς ἀνομίας  σου πρῶτος, ἵνα δικαιωθῇς."   Ἐπὶ  μὲν   γὰρ   τῶν   ἔξωθεν   δικαστηρίων   μετὰ   τὴν   κατηγορίαν   τοῦ ἁμαρτάνοντος θάνατος· ἐπὶ δὲ τοῦ θείου δικαστηρίου μετὰ τὴν κατηγορίαν τῶν ἁμαρτημάτων  στέφανος.  ∆ιὸ  καὶ  ὁ  Σολομῶν  ἔλεγε·  "Μὴ δικαίου  σεαυτὸν  ἐνώπιον Κυρίου." Ἀλλ' οὐδενὸς  τούτων  ἤκουσεν  ὁ Ὀζίας, ἀλλ' ἐπεισῆλθεν  εἰς τὸν  ναὸν  καὶ θυμιᾶν  ἐβούλετο  καὶ τοῦ ἱερέως κωλύοντος  οὐκ ἠνείχετο.  Τί οὖν ὁ Θεός; Ἐπαφῆκεν αὐτῷ λέπραν κατὰ τοῦ μετώπου, τὴν ἀναίσχυντον  κολάζων ὄψιν καὶ παιδεύων  αὐτὸν ὅτι θεῖόν ἐστι τὸ δικαστήριον καὶ οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος ἦν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν ταῦτα. Φέρε δὴ οὖν ἄνωθεν  τὴν ἱστορίαν αὐτὴν ἐπέλθωμεν.  ∆ιὰ γὰρ τοῦτο καὶ αὐτὸς προλαβὼν ἐν βραχεῖ διηγησάμην ὑμῖν τὰ συμβεβη κότα πάντα, ἵν' ὅταν ἀκούητε τῆς Γραφῆς ταῦτα ἀπαγγελλούσης, παρακολουθῆτε μετὰ ἀκριβείας αὐτοῖς. Ἀλλὰ προσέχετε. "Καὶ ἐποίησε, φησίν, Ὀζίας τὸ εὐθὲς ἐνώπιον  Κυρίου." Μεγάλην αὐτῷ διὰ τούτων ἐμαρτύρησεν ἀρετήν. Οὐ γὰρ τὸ εὐθὲς ἐποίει μόνον, ἀλλὰ καὶ ἐνώπιον τοῦ Θεοῦ, οὐ  πρὸς  ἐπίδειξιν   ἀνθρώπων,   καθάπερ  ἐκεῖνοι   οἱ  παρὰ  τοῖς  Ἰουδαίοις   πρὸ  τῆς ἐλεημοσύνης σαλπίζοντες, οἱ ἐν ταῖς νηστείαις τὰ πρόσωπα ἀφανίζοντες,  οἱ τὰς εὐχὰς ἐν  ταῖς  ἀμφόδοις  ποιούμενοι·  ὧν  τί  γένοιτ' ἂν  ἀθλιώτερον,  ὅταν  τοὺς  μὲν  πόνους ὑπομένωσιν, τῆς δὲ ἀμοιβῆς ἀποστερῶνται πάσης; Τί ποιεῖς, ἄνθρωπε;  ἑτέρῳ μέλλεις  εὐθύνας  διδόναι  τῶν  πεπραγμένων  καὶ ἕτερον  μάρτυρα  καλεῖς  τῶν  γινομένων;   ἕτερον  ἔχεις  δικαστὴν  καὶ  ἕτερον  καθίζεις θεατήν;  Οὐχ ὁρᾷς τοὺς ἡνιόχους,  οἳ τῆς πόλεως  ἁπάσης ἄνω καθημένης  ἐν ταῖς τῶν ἵππων  ἁμίλλαις,  ἅπαν τοῦ σταδίου παρατρέχοντες  τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι  τὰ τῶν ἀντιτέχνων  ἅρματα  καταστρέφειν,   ἔνθα  ἂν  ἴδωσιν   τὸν  βασιλέα  καθήμενον,   καὶ τοσούτων  ὄψεων  ἕνα νομίζουσιν  ἀξιοπιστότερον  ὀφθαλμόν;  Σὺ δὲ τὸν τῶν  ἀγγέλων αὐτὸν  βασιλέα  τοῖς  σοῖς δρόμοις  ἀγωνοθετοῦντα ὁρῶν,  ἐκεῖνον  ἀφεὶς  ἐπὶ  τὰς  τῶν ὁμοδούλων  καταφεύγεις  ὄψεις;  ∆ιά τοι  τοῦτο  μετὰ  τὰς  μυρίας  πάλας  ἀστεφάνωτος ἀναχωρεῖς, μετὰ τοὺς πολλοὺς ἱδρῶτας χωρὶς βραβείων ἀπέρχῃ πρὸς τὸν ἀγωνοθέτην. Ἀλλ' οὐκ Ὀζίας τοιοῦτος ἦν, ἀλλ' ἐνώπιον  Κυρίου τὸ εὐθὲς ἐποίει. Πῶς οὖν οὕτω μετὰ ἀκριβείας  πολιτευόμενος  ὑπεσκελίσθη καὶ κατέπεσεν; Τοῦτο γὰρ κἀγὼ  θαυμάζω  καὶ διαπορῶ, μᾶλλον  δὲ οὐκ ἂν εἴη τοῦτο διαπορήσεως ἄξιον· ἄνθρωπος  γὰρ ἦν, πρᾶγμα πρὸς ἁμαρτίαν  εὐόλισθον  καὶ  πρὸς  κακίαν  ὀξύρροπον.  Καὶ οὐ τοῦτο  μόνον  ἐστὶ τὸ χαλεπόν, ἀλλ' ὅτι καὶ ὁδὸν στενὴν καὶ τεθλιμμένην  ἐπετάγημεν ὁδεύειν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην. Ὅταν οὖν καὶ προαιρέσεως εὐκολία καὶ ὁδοῦ δυσκολία συνέλθωσιν εἰς ταὐτόν, μὴ θαύμαζε λοιπὸν ὑπὲρ τῶν παραπτωμάτων; Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην  ἀναβαίνειν  καὶ καταβαίνειν μελετῶντες,    ἂν   μικρὸν   παραβλέψωσιν,   περιτραπέντες   κατενεχθήσονται    εἰς   τὴν ὀρχήστραν καὶ ἀπολοῦνται· οὕτω καὶ οἱ τὴν ὁδὸν ταύτην ὁδεύοντες, ἂν μικρὸν ῥᾳθυμήσωσιν,  κατακρημνίζονται.   Καὶ γὰρ  κἀκείνης  τῆς  σχοίνου  ἡ  ὁδὸς  αὕτη  καὶ στενωτέρα  καὶ ὄρθιος καὶ προσάντης  μᾶλλόν  ἐστι καὶ ὑψηλοτέρα  πολλῷ·  πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανὸν καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ διαβήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ· τοῖς γὰρ ἐφ' ὕψους ἑστῶσι πολὺς ὁ τρόμος καὶ μία  μόνον  ἀσφάλεια  λείπεται,  τὸ  μὴ κατακῦψαι  κάτω,  μηδὲ εἰς  γῆν  ἰδεῖν.  Καὶ γὰρ χαλεπὸς ἐντεῦθεν ὁ σκοτόδινος γίνεται. ∆ιά τοι τοῦτο συνεχῶς ἡμῖν ὁ προφήτης ἐπιβοᾷ λέγων·  "Εἰς τὸ τέλος μὴ διαφθείρῃς",  ῥᾳθυμοῦσαν ἡμῶν τὴν ψυχὴν  ἀναστέλλων  καὶ μέλλουσαν καταπίπτειν  ἀνέχων  καὶ διακρατῶν.  Ἐν ἀρχῇ μὲν γὰρ οὐ πολλῆς  δεόμεθα τῆς παρακλήσεως. Τί δήποτε; Ὅτι πᾶς ἄνθρωπος, κἂν ἁπάντων  νωθέστατος ᾖ, μέλλων ἅπτεσθαι πράγματος, πολλὴν ἐν τοῖς προοιμίοις ἐπιδείκνυται τὴν σπουδὴν καὶ τῆς προθυμίας   ἀκμαζούσης   καὶ   τῆς   δυνάμεως   νεαρᾶς   οὔσης   ἔτι   [ῥᾳδίως   πρὸς   τὸ προκείμενον  ἐπιβαίνει]· ὅταν δὲ τὸ πλέον  τῆς ὁδοῦ προέλθωμεν  καὶ μαρανθῇ τὰ τῆς προθυμίας ἡμῖν, τὰ δὲ τῆς δυνάμεως ἡμῶν λήξῃ, μέλλωμεν  δὲ καταπίπτειν,  τότε ἡμῖν ὁ προφήτης  εὐκαίρως παρίσταται, καθάπερ βακτηρίαν τινὰ τὸ ἐπίφθεγμα  τοῦτο ὀρέγων καὶ λέγων·  "Εἰς τὸ τέλος  μὴ διαφθείρῃς."  Καὶ γὰρ καὶ ὁ διάβολος  τότε σφοδρότερον πνεῖ. Καὶ καθάπερ οἱ τὴν  θάλατταν  πλέοντες  πειραταί,  οὐχ ὅταν  ἴδωσιν  ἐξιόντα  τοῦ λιμένος  τὰ πλοῖα, τότε ἐπιτίθενται  τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος; ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην,   τὴν  ἄλλην   ἅπασαν  ἀρετήν,  ὅταν  ἴδῃ  γέμον  ἡμῶν   τὸ  πλοῖον   τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν  διορύττων  τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν. ∆ιὰ τοῦτο ὁ προφήτης προστάττει πᾶσι λέγων· "Εἰς τὸ τέλος  μὴ  διαφθείρῃς."  Καὶ γὰρ  μετὰ  τὴν  τοιαύτην  πτῶσιν  δυσανάκλητος  πάλιν  ἡ ἀνάστασις. "Ὁ γὰρ ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ."  Καὶ τοῖς μὲν ἐν ἀρχῇ πεσοῦσι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν· τὸν δὲ μετὰ πολλοὺς τοὺς διαύλους ὑποσκελισθέντα οὐκ ἄν τις ῥᾳδίως ἀξιώσειε συγγνώμης ἢ ἀπολογίας· ῥᾳθυμίας γὰρ τότε τὸ  πτῶμα  εἶναι  δοκεῖ.  Καὶ οὐ τοῦτο  μόνον  ἐστὶ τὸ  δεινόν,  ἀλλ' ὅτι  καὶ  πολλοὶ  οἱ σκανδαλιζόμενοι τοῖς τοῦ τοιούτου πτώμασίν εἰσιν, ὥστε καὶ ταύτῃ πάλιν ἀσύγγνωστον τὸ ἁμάρτημα γίνεται.  Ταῦτ' οὖν εἰδότες, ἀκούωμεν  τοῦ προφήτου καὶ εἰς τὸ τέλος μὴ διαφθείρωμεν.  ∆ιὰ γὰρ τοῦτο καὶ ὁ Ἰεζεκιὴλ βοᾷ λέγων· "Ἐὰν γένηταί τις δίκαιος, εἶτα μεταπεσὼν ἁμάρτῃ, οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται."  Καὶ γὰρ καὶ οὗτος δέδοικεν  ὑπὲρ τοῦ τέλους.  Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων  δείκνυσι πολλὴν  τοῦ πράγματος τὴν ἰσχὺν οὖσαν. "Ἂν  γὰρ γένηταί  τις ἁμαρτωλός,  φησίν,  εἶτα μεταβαλόμενος  γένηται  δίκαιος, οὐ μὴ μνησθῶσιν  αἱ ἁμαρτίαι  αὐτοῦ· ἐν  τῇ δικαιοσύνῃ  αὐτοῦ  ζήσεται." Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τοῦ τέλους αὐτὸν ποιούμενον πρόνοιαν. Ἵνα γὰρ μήτε ὁ δίκαιος τῇ δικαιοσύνῃ αὐτοῦ θαρρῶν, εἰς ῥᾳθυμίαν ἀποκλίνας  ἀπόληται, φοβεῖ διὰ τοῦ τέλους αὐτόν· μήτε ὁ ἁμαρτωλὸς ἀπογνοὺς  ἐπὶ τοῖς παραπτώμασι μένῃ διαπαντὸς  ἐν τῷ πτώματι,  ἀνίστησι διὰ τοῦ τέλους αὐτόν. Ἥμαρτες πολλά, φησίν, ἀλλὰ μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος, ἐὰν ἐναντίον  τῆς ἀρχῆς δείξῃς τὸ τέλος. Πάλιν πρὸς τὸν δίκαιον· Κατώρθωσας πολλά, φησίν, ἀλλὰ μὴ θαρσήσῃς· συμβαίνει γὰρ καὶ πεσεῖν, ἂν μὴ διὰ τέλους τὴν ἴσην ἔχῃς σπουδήν. Εἶδες πῶς τοῦ μὲν τὴν  ῥᾳθυμίαν,  τοῦ δὲ τὴν  ἀπόγνωσιν  ἀνεῖλεν;  Ἀλλ' οὐδενὸς  τούτων   ἤκουσεν  Ὀζίας·  διὸ  καὶ  θαρσήσας  κατέπεσε  πτῶμα  χαλεπὸν   καὶ ἀνίατον. Οὐδὲ γὰρ ἅπαν πτῶμα ἴσον ἡμῖν ἐργάζεται τὸ τραῦμα, ἀλλὰ τῶν ἁμαρτημάτων τὰ μὲν ὑπὸ κατάγνωσιν  κεῖται μόνον, τὰ δὲ χαλεπωτάτην δέχεται τιμωρίαν. Τοῖς γοῦν οὐκ ἀναμένουσι  τοὺς  ἀδελφοὺς  ἐν  τοῖς  κοινοῖς  δείπνοις  ὁ Παῦλος ἐπιτιμῶν,  οὕτως ἔλεγεν· "Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ." Ὁρᾷς μέχρι καταγνώσεως  ἱστάμενον τὸ ἁμάρτημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον. Ἀλλ' οὐχ, ὅταν περὶ πορνείας διαλέγηται, οὕτω ποιεῖ. Ἀλλὰ πῶς; "Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός." Ἐνταῦθα γὰρ οὐκ ἔστι ψόγος, οὐδὲ κατάγνωσις, ἀλλ' ἡ χαλεπωτάτη  τιμωρία. Οἶδε καὶ ὁ Σολομῶν ἁμαρτημάτων  διαφοράς·  τὴν γοῦν κλοπὴν  τῇ μοιχείᾳ  συγκρίνων,  οὑτωσί πώς φησιν· "Οὐ θαυμαστόν,  ἐὰν  ἁλῷ  τις  κλέπτων· κλέπτει  γάρ, ἵνα  ἐμπλήσῃ  τὴν  ψυχὴν  αὐτοῦ πεινῶσαν·  ὁ δὲ μοιχὸς  δι' ἔνδειαν  φρενῶν  ἀπώλειαν  τῇ ἑαυτοῦ  ψυχῇ  περιποιεῖται." Ἁμάρτημα καὶ τοῦτο κἀκεῖνο, φησίν, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον· ὁ μὲν γὰρ ἔχει τὴν  ἀπὸ τῆς πενίας  πρόφασιν, οὗτος δὲ πάσης ἀπολογίας  ἐστέρηται. Ἀλλὰ καὶ οὗτος ἔχει, φησί, τὴν ἀπὸ τῆς φυσικῆς ἐπιθυμίας  ἀνάγκην.  Ἀλλ' οὐκ ἀφίησιν  ἡ κληρωθεῖσα αὐτοῦ γυνή, ἀλλ' ἐφέστηκεν ἀποστεροῦσα τῆς συγγνώμης αὐτόν. ∆ιὰ γὰρ τοῦτο γάμος καὶ ἀπόλαυσις ἔνθεσμος, ἵνα μηδὲν ἔχῃ τούτων λέγειν  ὁ ἀνήρ. ∆ιὰ τοῦτο αὐτῷ βοηθὸς ἐδόθη ἡ γυνὴ,  ἵνα μαινομένην  καταστέλλῃ  τὴν φύσιν, ἵνα στορέσῃ τῆς ἐπιθυμίας  τὰ κύματα.  Ὥσπερ  οὖν  κυβερνήτης   ἐν  λιμένι   ναυάγιον   ἐργαζόμενος  οὐκ  ἂν  τύχοι συγγνώμης  τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν  τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων  γάμους, ἢ γυναῖκα  ἡντιναοῦν  περιέργως  ὁρῶν, οὐκ ἂν τύχοι  τινὸς ἀπολογίας,  οὐ παρὰ ἀνθρώποις,  οὐ παρὰ Θεῷ, κἂν  μυριάκις  λέγῃ  τὴν  τῆς  φύσεως ἡδονήν.  Μᾶλλον δὲ ποία γένοιτ' ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία  καὶ κίνδυνος  καὶ προσδοκία τοσούτων  δεινῶν,  ὅπου  δικαστήρια  καὶ  εὐθῦναι  καὶ  δικαστοῦ  θυμὸς  καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη; Πάντα τρέμει καὶ δέδοικεν ὁ τοιοῦτος, τὰς σκιάς, τοὺς τοίχους, τοὺς λίθους αὐτούς, καθάπερ φωνὴν  ἀφιέντας·  πάντας  ὑφορᾶται καὶ ὑποπτεύει,  τοὺς  οἰκέτας,  τοὺς  γείτονας,  τοὺς  φίλους,  τοὺς  ἐχθρούς,  τοὺς  πάντα εἰδότας, τοὺς οὐδὲν εἰδότας. Μᾶλλον δέ, εἰ βούλει, καὶ ταῦτα ἀναιρείσθω, καὶ μηδεὶς εἰδέτω τὰ τετολμημένα,  ἀλλ' ἢ μόνος αὐτὸς μετὰ τῆς ὑβριζομένης γυναικός· πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περιφέρων κατήγορον; Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν ποτέ τις φύγοι, οὕτω οὐδὲ τὴν ἀπὸ τοῦ κριτηρίου ψῆφον ἐκείνου. Τοῦτο τὸ δικαστήριον οὐ χρήμασιν διαφθείρεται, οὐ κολακείαις ἐνδίδωσιν· θεῖον γάρ ἐστιν καὶ παρὰ Θεοῦ ταῖς ἡμετέραις ἐνιδρυμένον  ψυχαῖς. Ὄντως "ὁ μοιχὸς δι' ἔνδειαν  φρενῶν ἀπώλειαν   τῇ   ἑαυτοῦ   ψυχῇ   περιποιεῖται".   Οὐ  μὴν   οὐδὲ   ὁ   κλέπτων    κολάσεως ἀπεστέρηται,  ἀλλὰ  δίδωσι  μὲν  δίκην,  ἐλάττονα  δέ.  Αἱ γὰρ  συγκρίσεις  οὐκ  εἰς  τὴν ἐναντίαν  ἐξωθοῦσιν τάξιν τὰ συγκρινόμενα, ἀλλ' ἀφιεῖσαι μένειν ἐπὶ τῆς οἰκείας χώρας αὐτά, ἐλάττωσιν εἰσάγουσι καὶ ὑπεροχήν. Τάχα οὐ συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον εἰπεῖν. Καλὸν ὁ γάμος, ἀλλὰ κρείττων  ἡ παρθενία· οὐκ ἐπειδὴ κρείττων  ἡ παρθενία, διὰ τοῦτο κακὸν ὁ γάμος, ἀλλ' ἔλαττον μὲν ἐκείνου, καλὸν δὲ καὶ αὐτό. Οὕτω καὶ ἐνταῦθα· κακὸν ἡ κλοπή, ἀλλὰ χεῖρον ἡ μοιχεία· οὐκ ἐπειδὴ χεῖρον ἡ μοιχεία, διὰ τοῦτο  οὐ  κακὸν  ἡ  κλοπή,  ἀλλ'  ἔλαττον   μὲν  ἐκείνου,  κακὸν  δὲ  καὶ  αὐτό.  Εἶδες ἁμαρτημάτων  διαφοράς; Ἴδωμεν οὖν ποίαν οὗτος ἁμαρτίαν ἥμαρτεν. "Ὑψώθη, φησίν, ἡ καρδία αὐτοῦ." Χαλεπὸν τὸ τραῦμα· ἀπόνοια γάρ ἐστιν, ἀπόνοια ἡ πηγὴ πάντων  τῶν κακῶν. Καὶ ἵνα συντόμως μάθῃς τοῦ νοσήματος τὴν κακίαν, ἐκεῖνο ἄκουσον. Τὰ μὲν ἄλλα  ἁμαρτήματα  περὶ  τὴν  ἡμετέραν  στρέφεται  φύσιν,  ἡ  δὲ  ὑπερηφανία  δύναμιν ἀσώματον κατέσπασεν καὶ κατέβαλεν  ἄνωθεν.  Τὸν γὰρ διάβολον, οὐκ ὄντα πρότερον διάβολον, τοῦτο εἶναι διάβολον ἐποίησεν. Κἂν μὲν τὸν Ἡσαΐαν παραγάγωμεν  μάρτυρα λέγοντα   οὕτω  περὶ  αὐτοῦ·  "Εἰς  τὸν  οὐρανὸν  ἀναβήσομαι,  καὶ  ἔσομαι  ὅμοιος  τῷ Ὑψίστῳ",  οἱ  τὰς  ἀλληγορίας  οὐχ  ἡδέως  δεχόμενοι  παραγράψονται   τὴν  μαρτυρίαν ἡμῶν· ἂν δὲ τὸν Παῦλον ἐπιστήσωμεν αὐτῷ κατήγορον, οὐδεὶς οὐκέτι λοιπὸν ἀντερεῖ. Τί οὖν ὁ Παῦλος Τιμοθέῳ γράφων; ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ  μέγα  τῆς  ἐπισκοπῆς  ἄγειν  ἀξίωμα,  οὑτωσί  πώς  φησιν·  "Μὴ  νεόφυτον,   ἵνα  μὴ τυφωθείς,  εἰς  κρῖμα  ἐμπέσῃ [καὶ  παγίδα]  τοῦ  διαβόλου"· ἵνα  μὴ  τὰ  αὐτὰ  ἁμαρτὼν ἐκείνῳ, φησί, τὰ αὐτὰ αὐτῷ κολάζηται.
. Καὶ οὐκ ἐντεῦθεν  δὲ μόνον τοῦτο δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐξ ὧν τῷ πρώτῳ πάντων  ἀνθρώπων  γενομένῳ  συνεβούλευσεν  ὁ πονηρὸς δαίμων  ἐκεῖνος. Ὥσπερ γὰρ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν,  δι' ὧν αὐτοὶ γεγόνασιν ἀγαθοί, οὕτω καὶ τοῖς πονηροῖς ἔθος τοιαῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι' ὧν αὐτοὶ γεγόνασι φαῦλοι. Ἓν γὰρ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστιν καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τί οὖν διάβολος συνεβούλευσε τῷ Ἀδάμ; Μείζονα τῆς οἰκείας φύσεως λαβεῖν  ἔννοιαν  καὶ ἰσοθεΐαν ἐλπίσαι. Εἰ γὰρ ἐμὲ τοῦ οὐρανοῦ τοῦτο, φησίν, ἐξέβαλεν, πολλῷ  μᾶλλον  τοῦτον  τοῦ παραδείσου τὸ αὐτὸ τοῦτο ἐκβαλεῖ. ∆ιὰ τοῦτο καὶ ὁ Σολομῶν ἔλεγεν· "Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται." Οὐκ εἶπεν ὅτι ὁ Θεὸς ὑπερηφάνους ἀφίησιν καὶ ἐγκαταλιμπάνει καὶ τῆς οἰκείας βοηθείας γυμνοῖ, ἀλλ' "Ἀντιτάσσεται", φησίν, οὐχ ὅτι παρατάξεως αὐτῷ καὶ μάχης ἔδει πρὸς τὸν ὑπερήφανον· τί γὰρ ὑπερηφάνου  γένοιτ' ἂν ἀσθενέστερον; Ὥσπερ γὰρ ὁ τὰς ὄψεις ἀπολέσας ἅπασι πρόκειται πρὸς τὸ κακῶς παθεῖν, οὕτως ὁ ὑπερήφανος,  ὁ μὴ εἰδὼς τὸν Κύριον "ἀρχὴ γάρ, φησίν, ὑπερηφανίας,  τὸ μὴ εἰδέναι  τὸν Κύριον", καὶ ἀνθρώποις  εὐάλωτός  ἐστιν, τοῦ φωτὸς ἐκπεσὼν ἐκείνου. Εἰ δὲ ἰσχυρὸς ἦν, οὐκ ἂν παρατάξεως ἐδέησε τῷ Θεῷ πρὸς αὐτόν· ᾧ γὰρ ἡ βούλησις ἤρκεσε πρὸς τὸ πάντα παραγαγεῖν,  πολλῷ  μᾶλλον  καὶ πρὸς τὴν  ἀναίρεσιν  αὐτῶν  ἤρκεσεν  ἄν.  Τίνος  οὖν  ἕνεκεν,  φησίν,  ἀντιτάσσεται;  Ἵνα  τὸ σφοδρὸν τῆς ἀπεχθείας ἐνδείξηται  τῆς πρὸς τὸν ὑπερήφανον.  Ὅτι μὲν οὖν χαλεπὸν  τὸ τραῦμα  τὸ  ὑπερηφανίας   καὶ  ἐκ  τούτων,  καὶ  ἀλλαχόθεν   πολλαχόθεν   δῆλον.  Εἰ δὲ βούλεσθε, καὶ τὴν αἰτίαν  αὐτὴν  μάθωμεν,  ἀφ' ἧς τὸ ἕλκος ἐγένετο.  Καὶ γὰρ ἔθος τῇ Γραφῇ, ἐπειδὰν  μέλλῃ τινὸς  κατηγορεῖν,  μὴ τὴν ἁμαρτίαν  αὐτοῦ λέγειν  μόνον, ἀλλὰ καὶ   αἰτίαν    τῆς   ἁμαρτίας   διδάσκειν   ἡμᾶς·   ποιεῖ   δὲ   τοῦτο,   τοὺς   ὑγιαίνοντας ἀσφαλεστέρους κατασκευάζουσα πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὕτω καὶ ἰατροί,πρὸς τοὺς κάμνοντας  εἰσιόντες, καὶ πρὸ τῶν νοσημάτων  ἀνιχνεύουσι  τὰς πηγάς, ὥστε ἄνωθεν  ἀναστεῖλαι  τὸ κακόν· ὁ γάρ, τῆς  ῥίζης μενούσης,  τὰ βλαστήματα  ἐκτέμνων μόνον, οὐδὲν ἕτερον ἢ ματαιοπονεῖ. Ποῦ οὖν ἡ Γραφὴ καὶ τὴν ἁμαρτίαν καὶ τὴν αἰτίαν τῆς  ἁμαρτίας  εἶπεν;  Κατηγορεῖ τῶν  πρὸ  τοῦ  κατακλυσμοῦ  γενομένων   ἐπὶ  ταῖς  οὐ προσηκούσαις ἐπιμιξίαις· καὶ ἄκουσον πῶς τίθησι τὴν αἰτίαν· "Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων  ὅτι καλαί εἰσιν, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας." Τί οὖν, τὸ κάλλος τῆς ἁμαρτίας αἴτιον; Μὴ γένοιτο· τῆς γὰρ Θεοῦ σοφίας ἔργον ἐστίν· Θεοῦ δὲ ἔργον οὐκ ἄν ποτε γένοιτο πονηρίας αἴτιον. Ἀλλὰ τὸ ἰδεῖν; Οὐδὲ τοῦτο· καὶ γὰρ καὶ τοῦτο  τῆς  φύσεως  ἔργον  ἐστίν.  Ἀλλὰ  τί;  Τὸ κακῶς  ἰδεῖν·  τοῦτο  γὰρ  προαιρέσεως διεφθαρμένης ἐστίν. ∆ιὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· "Μὴ καταμάνθανε κάλλος ἀλλότριον." Οὐκ εἶπεν· Μὴ ἴδῃς· συμβαίνει γὰρ καὶ ἀπὸ τοῦ αὐτομάτου τοῦτο γενέσθαι· ἀλλά "Μὴ καταμάνθανε",  φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν. Καὶ τί, φησίν,  ἐκ τούτου  γένοιτ' ἂν  βλάβος; "Ἐκ τούτου,  φησί, φιλία  ὡς  πῦρ ἀνακαίεται." Καθάπερ γὰρ τὸ πῦρ, ἐπειδὰν χόρτου τινὸς ἢ καλάμης ἐπιλάβηται, οὐκ ἀναμένει χρόνον τινά, ἀλλ' ὁμοῦ τε ἥψατο τῆς ὕλης, καὶ λαμπρὰν ἀνῆψε τὴν φλόγα· οὕτω καὶ τὸ πῦρ τῆς ἐπιθυμίας τῆς ἐν ἡμῖν, ἐπειδὰν διὰ τῶν ὀφθαλμῶν  ὄψεως εὐειδοῦς καὶ λαμπρᾶς ἅψηται, εὐθέως τὰς τῶν  ὁρώντων  ἐμπίπρησι ψυχάς. Μὴ τοίνυν  τὴν πρόσκαιρον ἴδῃς ἡδονήν, τὴν ἀπὸ τῆς θεωρίας, ἀλλὰ τὴν διηνεκῆ  σκόπησον ὀδύνην, τὴν ἀπὸ τῆς ἐπιθυμίας. Ἡ μὲν γὰρ μέγα τραῦμα ἐνθεῖσα ἀπεπήδησε πολλάκις·  τὸ δὲ τραῦμα οὐκ ἀποπηδᾷ, ἀλλὰ μένει καὶ ἀπόλλυσιν. Καὶ καθάπερ ἔλαφος δεξαμένη βέλος ἐν καιρίῳ τοῦ σώματος, κἂν ἐκφύγῃ  τῶν  θηρατῶν  τὰς χεῖρας, οὐδὲν  κερδαίνει  λοιπόν,  οὕτω  καὶ ψυχὴ  δεξαμένη βέλος ἐπιθυμίας  ἐξ ἀκολάστου καὶ περιέργου  θεωρίας,  κἂν τὸ βέλος ἀφεῖσα ἀπέλθῃ, αὐτὴ διαφθείρεται  καὶ ἀπόλλυται, πανταχοῦ τὸν πολέμιον ὁρῶσα καὶ ἑπόμενον ἔχουσα. Ἀλλ' ὅπερ ἔλεγονοὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν· ἄκουε γοῦν καὶ ἐνταῦθα τί φησι περὶ τοῦ Ὀζίου. Οὐ γὰρ ὅτι ὑψώθη ἡ καρδία αὐτοῦ, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ἀλλὰ καὶ πόθεν ὑψώθη προσέθηκεν. Πόθεν οὖν ὑψώθη; "Ἡνίκα ἴσχυσεν, φησίν, ὑψώθη ἡ καρδία αὐτοῦ." Οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται  φλεγμονή,  ἐκ φλεγμονῆς  δὲ τίκτεται  πυρετός, εἶτα ἐκεῖθεν θάνατος πολλάκις, οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς πολλῆς τῶν πραγμάτων  περιβολῆς ἀπόνοια γέγονεν.  Ὅπερ γὰρ ἐπὶ  τῶν  σωμάτων  φλεγμονή,  τοῦτο  ἐπὶ  τῶν  ψυχῶν  ἀπόνοια.  Εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων αὐτῷ πραγμάτων.
. Ταῦτα οὐχ ἁπλῶς μηκύνομεν, ἀλλ' ἵνα μηδέποτε ζηλωτοὺς  εἶναι νομίζητε[,μηδὲ μακαρίζητε] τοὺς ἐν δυναστείαις ὄντας, εἰδότες ὅσον τοῦ πράγματος τὸ ἐπισφαλές, ἵνα  μηδέποτε  τοὺς  ἐν  πενίᾳ  καὶ  ταλαιπωρίᾳ   ἀθλίους  ἡγῆσθε,  εἰδότες  ὅτι  πλείων ἐντεῦθεν  ἡ  ἀσφάλεια.  ∆ι'  ὃ  καὶ  ὁ  προφήτης  ἐβόα  λέγων·  "Ἀγαθόν  μοι,  Κύριε, ὅτι ἐταπείνωσάς  με." Ὅρα γοῦν ὅσον ἐκ τοῦ ὕψους γέγονε  τὸ κακόν. "Ὑψώθη  ἡ καρδία αὐτοῦ  ἕως  τοῦ  διαφθεῖραι",  φησίν.  Τί ἐστιν;  "Ἕως τοῦ  διαφθεῖραι;"  Τῶν  πονηρῶν λογισμῶν  οἱ μὲν  οὐδὲ ὅλως  ἡμῶν  ἐπιβαίνουσι  τῆς  ψυχῆς,  ἂν  πολλῇ  περιφράξωμεν ἑαυτοὺς   ἀσφαλείᾳ·   οἱ   δὲ   τίκτονται    μὲν   ἔνδον,   ῥᾳθυμησάντων   δὲ   ἡμῶν,   καὶ βλαστάνουσιν· ἂν δὲ προληφθῶσιν,  ἀποπνίγονται ταχέως  καὶ καταχώννυνται. Ἄλλοι καὶ τίκτονται καὶ αὐξάνονται καὶ πρὸς τὰς πονηρὰς ἐκβαίνουσι πράξεις καὶ πᾶσαν ἡμῶν τῆς ψυχῆς  τὴν  ὑγίειαν  διαφθείρουσιν,  ὅταν ἐν πολλῇ  γενώμεθα  ῥᾳθυμίᾳ. Τοῦτο οὖν ἔστιν ὅπερ λέγει  "Ὑψώθη  ἡ καρδία αὐτοῦ"·  καὶ οὐκ ἔμεινεν  ἔνδον  ἡ ἀπόνοια,  οὐδὲ κατεσβέσθη, ἀλλ' ἐξεπήδησεν, καὶ πρὸς ἔργον ἐλθοῦσα πονηρόν, πᾶσαν αὐτοῦ διέφθειρε τὴν ἀρετήν. Τὸ μὲν οὖν μακάριον, μηδὲ ὅλως δέξασθαι τὸν πονηρὸν λογισμόν· ὅπερ οὖν καὶ ὁ προφήτης ἔλεγεν· "Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου." Καὶ οὐκ εἶπεν· Ὑψώθη μέν, κατέστειλα  δὲ  αὐτήν,  ἀλλ'  Οὐδὲ τὴν  ἀρχὴν  ὑψώθη,  τουτέστιν,  ἄβατον  διὰ  παντὸς ἐτήρησα τῇ κακίᾳ τὴν ψυχήν. Τὸ μὲν οὖν μακάριον, τοῦτο· τὸ δὲ μετ' ἐκεῖνο, ἐπεισελθόντας   τοὺς  λογισμοὺς  ταχέως  ἀπώσασθαι  καὶ  μὴ  συγχωρῆσαι  ἐνδιατρῖψαι πλέον,  ὥστε  μὴ  πονηρὰν  ἐν  ἡμῖν  ἐργάσασθαι  τὴν  νομήν.  Εἰ δὲ  καὶ  μέχρι  τούτου ῥᾳθυμήσαιμεν,   ἔστι  διὰ  τὴν   τοῦ  Θεοῦ  φιλανθρωπίαν  καὶ  ταύτης   τῆς  ῥᾳθυμίας παραμυθία,  καὶ  πολλὰ  παρὰ τῆς  ἀγαθότητος  ἐκείνης  τῆς  ἀφάτου  καὶ  μεγάλης  τοῖς τοιούτοις τραύμασι κατεσκεύασται τὰ φάρμακα. Ἀλλὰ φέρε λοιπὸν τὸν λόγον καταπαύσωμεν,  ἵνα  μὴ τοῦτο,  ὅπερ ἐδείσαμεν  ἐν  ἀρχῇ,  γένηται  νῦν  καὶ  τὸ πλῆθος λυμήνηται  τὴν μνήμην  ὑμῶν. ∆ι' ὃ καὶ διὰ βραχέων ἀνακεφαλαιώσασθαι  τὰ εἰρημένα ἀναγκαῖόν  ἐστιν. Οὕτω γὰρ καὶ αἱ μητέρες ποιοῦσιν· ἐπειδὰν ὀπώρας ἢ τραγήματα ἤ τι τοιοῦτον εἰς τὸν παιδικὸν ἐμβάλωσι κόλπον, ὥστε μὴ τῇ ῥᾳθυμίᾳ τῶν παιδίων ἐκπεσεῖν τι τῶν δοθέντων  αὐτοῖς, περιστείλασαι πάντοθεν  τὸν χιτωνίσκον  ὑποβάλλουσι τῇ τῆς ζώνης   ἀσφαλείᾳ.   Τοῦτο  καὶ  ἡμεῖς   ποιήσωμεν,   εἰς  μῆκος  ἐκταθέντα   τὸν   λόγον συστείλωμεν καὶ τῇ τῆς μνήμης παρακαταθώμεθα  φυλακῇ. Ἠκούσατε πῶς οὐδὲν ἡμᾶς πρὸς ἐπίδειξιν ἀνθρώπων  χρὴ ποιεῖν καὶ πόσον ῥᾳθυμία κακόν, πῶς καὶ τὸν ἐν ἀκριβεῖ ζῶντα βίῳ ῥᾳδίως ὑπεσκέλισεν. Ἔγνωτε πόσης ἡμῖν δεῖ τῆς σπουδῆς, καὶ μάλιστα πρὸς αὐτὰ τοῦ βίου τὰ τέλη, καὶ πῶς οὔτε ἀπογινώσκειν ἐπὶ τοῖς παραπτώμασι τὸν μεταβαλλόμενον,    οὔτε   θαρρεῖν   ἐπὶ   τοῖς   κατορθώμασι   τὸν   ῥᾳθυμήσαντα   χρή. ∆ιελέχθημεν περὶ διαφορᾶς ἁμαρτημάτων ὑμῖν, περὶ τοῦ μὴ κεχηνέναι  πρὸς τὰ λαμπρὰ τῶν σωμάτων καὶ πόσον ἐκ τούτου κακὸν ἐδείξαμεν. Τὰ περὶ ἀπονοίας εἰρημένα ὑμῖν μέμνησθε, τὰ περὶ τῶν πονηρῶν λογισμῶν. Ταῦτα φυλάσσοντες ἀναχωρήσωμεν οἴκαδε· μᾶλλον  δὲ ταῦτα φυλάσσοντες  δεξώμεθα καὶ τὴν τελειοτέραν  τοῦ καλοῦ διδασκάλου παραίνεσιν.  Τὰ μὲν  γὰρ ἡμέτερα,  οἷα ἂν  εἴη, ἔχει  τὰ  τῆς  νεότητος  δείγματα·  τὰ δὲ τούτου, οἷα ἂν ᾖ, πολιῷ κεκόσμηται τῷ φρονήματι. Καὶ τὰ μὲν ἡμέτερα προσέοικε ῥύακι ῥοιζηδὸν  φερομένῳ·  τὰ  δὲ  τούτου  προσέοικε  πηγῇ  ποταμοὺς  ἀφιείσῃ  μεθ'  ἡσυχίας πολλῆς, ἐλαίου μᾶλλον ἢ ὑδάτων μιμουμένῃ τὸν δρόμον. ∆εξώμεθα οὖν τὰ νάματα, ἵνα γένηται  ἐν ἡμῖν "πηγὴ ὕδατος ἁλλομένου  εἰς ζωὴν αἰώνιον"· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |