ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.




Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.


Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώ μεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθά περ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυ κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται.


 Ἀλλ' ἐπειδὴ ἀπὸ τοῦ ἀναγνώσματος τοῦ στεναγμοῦ τῆς Ῥαχὴλ, καθάπερ ὑπὸ κέντρου, νυττόμενος πρὸς αὐτὴν ἀποστρέφομαι· Λέγε μοι, ὦ Ῥαχὴλ, λέγε τὸν ἐν τῷ στεναγμῷ σου κρυπτό μενον πόνον· οὕτω γὰρ τὸ σκάφος τῆς διανοίας σου, τὸ ὑπὸ τῆς λύπης βαρυνόμενον, κουφισθήσεται· προ φερομένων δὲ τῶν λόγων ἐκ τῆς καρδίας σου σημαινόν των τὸν πόνον, συνεξέρχεται τοῖς ῥήμασι καὶ τὸ βαρὺ τῆς λύπης. Λέγε μοι τοίνυν, Ῥαχὴλ, τί κλαίεις; ὁρῶ γάρ σου τὰ δάκρυα περὶ τὰς παρειὰς ποταμηδὸν ἐπιῤ ῥέοντα, καὶ τὸ πνεῦμα πικρῶς περὶ τὴν καρδίαν εἱλού μενον, καὶ διὰ τῶν μυκτήρων ἀτάκτως φερόμενον. Τί λύεις σου τὰς κόμας, καὶ ταύτας προφέρεις, ἃς δεῖ σε κρύπτειν; τί τῶν αἰδεσίμων γυναικῶν τὸ σεμνὸν μυστή ριον ἐκπομπεύεις νικωμένη ὑπὸ τῆς ἄγαν μανίας; Οἴμοι, οἴμοι Ῥαχήλ! λαλήσω λοιπὸν ἐν πικρίᾳ ψυχῆς συνεχομένη· καὶ τί εἴπω; Βούλομαι ἐκ καρδίας προ φέρειν τὸν λόγον, καὶ πάλιν ἀναποδίζω, τὴν αἰτίαν τῶν κακῶν καὶ τῆς μεγίστης συμφορᾶς οὐχ εὑρίσκουσα. Ὢ βασιλέως Ἡρώδου τοῦ διδάσκοντός με μὴ φονεύειν, καὶ ἔργῳ τὸν ἑαυτοῦ νόμον ἀκυροῦντος! ὃν ἐνόμιζον βασι λέα εἶναι τῆς εὐταξίας, τοῦτον ἡγεμόνα τῆς ἀταξίας ὁρῶ νῦν, ἀτάκτως καὶ ἀνόμως ἐργαζόμενον. Ὢ μεγί στης ἀνοίας! ὁ ἕνα φόνον ποιήσας ὑπεύθυνος θανάτου γίνεται, καὶ Ἡρώδης τοσούτους φόνους ποιήσας, βασι λεὺς ὀνομάζεται. Καὶ οἱ μὲν γεωργοὶ ἐξ οἰκείων θησαυ ρῶν τὸν σπόρον προφέροντες ἐν σχισταῖς λαγόσι τῆς γῆς καθαρὸν τὸν σῖτον ῥαίνουσιν· ὁπόταν δὲ βλαστήσαν τες οἱ ἀστάχυες λαμπρὰν τὴν ὥραν τοῦ σπόρου σημαί νωσιν, τότε δὴ τὰς χεῖρας ἐκτείναντες ὀξείᾳ δρεπάνῃ τὰ λήϊα τέμνουσιν. Ἡρώδης δὲ τὰ τῆς ἐμῆς κοιλίας γεννή ματα μήπω τὰ ἄνθη τῆς ἡλικίας κυπριάσαντα, μήπω τῶν ἐαρινῶν τῶν χαρίτων ἰούλων περὶ τὰς παρειὰς ἀνατεί λαντα, ὀξείᾳ μαχαίρᾳ τῶν ἐμῶν λαγόνων τὴν χλόην ἀπ εμάρανεν. Οἴμοι, οἴμοι! τὴν κοιλίαν μου ἐγὼ ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει· ἡ ψυχή μου σπαράττεται τῇ καρδίᾳ· οὐ σιωπήσω. ∆ιὰ γὰρ τὴν ἄγαμον νύμφην Μαριὰμ ταῦτα ὑπομένω, διὰ τὸν ἐν φάτνῃ κρυπτόμενον Λόγον.Μήπω τοὺς ἐμοὺς βότρυας, τῶν αἰσθήσεων τοὺς ῥῶγας περκάζοντας ἤδη ἀφανισμένους ὁρῶ. Οἴμοι, οἴμοι! οὕσπερ ἐνναμηνιαίῳ χρόνῳ μετὰ πό νων βαστάσασα ἡ φύσις ὡρίμους ποιήσασα ἔτεκε, τού τους ἀώρους μιᾷ πληγῇ μαχαίρας σφαγέντας ὁρῶ. Οἴμοι! ὦ παρθένε Μαριὰμ, ὁμοῦ τε καὶ μήτηρ, ἡ ἄνδρα οὐ γινώσκουσα, καὶ υἱὸν γεννήσασα, σὺ τὸν πόνον τῶν μητέρων οὐκ οἶδας· εἰ γὰρ ᾔδεις, ἔκλαυσας ἄν. Ἀπόνως ἐβάστασας, ἀπόνως ἐκύησας, ἀπόνως τὸν οὐράνιον Λόγον ἐν τῷ οἴκῳ τῆς μήτρας σου ἐξένισας, ἀπόνως τὸ οὐράνιον ἄνθος τῇ οἰκουμένῃ ἐβλάστησας.
Ἀλλὰ δεῦρο λοιπὸν, καὶ μηκέτι θρήνει, ἀλλὰ παῦσαι τοῦ πένθους, Ῥαχήλ. Ἡρώδης τοὺς σοὺς νηπίους ἐπὶ γῆς ἀπέκτεινεν, ἀλλὰ τούτους Θεὸς ἐν οὐρανῷ ἀνατρέφει· Ἡρώδης τοὺς σοὺς παῖδας τοῦ προσκαίρου φωτὸς ἐστέρησεν, ἀλλὰ τούτους ἐν οὐρανῷ τοῦ ἰδίου φωτὸς ἐμπλήσει. Οὐχ ὁρᾷς αὐτοὺς ἐπὶ γῆς ἁλλομένους, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους ὡς ἄρνας σκιρτῶντας ἐν παραδείσῳ. Νῦν λυπῇ οὐχ ὁρῶσα τούτους ἐπὶ τραπέζης χεῖρας ἐκτείνοντας, ἀλλὰ τότε ὄψει, καὶ χαρήσῃ ὁρῶσα τούτους μετ' ἀγγέλων εὐωχουμένους τὸν οὐράνιον ἄρτον· νῦν λυπῇ οὐχ ὁρῶσα τούτους κελαδοῦντας, ἀλλὰ τότε ὄψει καὶ χαρήσῃ τούτων τῶν νηπίων τὸν χορὸν, δίκην χελιδόνων ἐαρινῶν, ἐν τῷ παραδείσῳ Χριστὸν ἀνυμνοῦντα. Ἐπειδὴ γὰρ ὁ προφήτης ἔλεγεν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, προέλαβεν ὁ τῶν νηπίων χορὸς ὕμνους ἐπινικίους Χριστῷ ἑτοιμάζων, τὸν τοῦ προφήτου λόγον πληρῶν, τὸ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἀλλὰ ταῦτα μὲν, ἀγαπητοὶ, πρὸς ψυχῆς τέρψιν εἰρήκαμεν· λοιπὸν γὰρ ἐπὶ τὴν ἀτραπὸν τοῦ Εὐαγγελίου τραπῶμεν.Ἀκούσας γὰρ, φησὶν, Ἡρώδης ἐταράχθη. Τί ἀκούσας; Ὅτι ὁ βασιλεὺς τῶν Ἰουδαίων ἐγεννήθη. Ὅρα μοι, ἀγαπητὲ, τὸν διάβολον ἐν τῷ Ἡρώδῃ ταραττόμενον, καὶ τοῦτον λίαν. Ὁρᾷ τὸν ποιμένα γεννηθέντα ὁ λύκος, καὶ τοῦτον κρυπτόμενον ἐν φάτνῃ, καὶ τὴν ἰσχυρὰν βακτηρίαν τοῦ Πνεύματος ἐν ταῖς χερσὶ κατέχοντα, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ ὁ δράκων τὸ δέλεαρ τοῦ σώματος, καὶ τὸν νήπιον καθάπερ σκώληκα ἕρποντα· Ἐγὼ γάρ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· καὶ κεχηνὼς ἐπέρχεται, καὶ θεωρεῖ ἔνδον τὸν οὐράνιον Λόγον ἐν τῇ σαρκὶ, καθάπερ ἄγκιστρον, κρυπτόμενον, καὶ τοῦτον θεωρῶν ταράττεται λίαν. Ὁρᾷ τὸν κόκκον τοῦ σινάπεως ἐπὶ τῆς γῆς ἐληλυθότα, καὶ κλάδους ἐκπέμποντα ἐλπίδος, καὶ μέλλοντα τὸ τῶν ἀνθρώπων γένος ὑπὸ τὰ φύλλα τῆς σωτηρίας σκεπάζεσθαι, καὶ ταῦτα ὁρῶν ὁ μισόκαλος δαίμων ταράττεται λίαν· ὁρᾷ τὴν σοφίαν ἐπὶ γῆς ἐληλυθυῖαν, καὶ λαβοῦσαν τὴν μικρὰν ζύμην τοῦ σώματος, καὶ μιγνύουσαν εἰς τὰ τρία μέρη τοῦ ἀλεύρου, εἰς ψυχὴν καὶ σῶμα καὶ πνεῦμα, καὶ μέλλουσαν πᾶσαν τὴν ἀνθρωπότητα εἰς μίαν πίστεως σωτηρίαν ζυμεῖν, καὶ ταῦτα θεωρήσας ταράττεται λίαν. Ὁρᾷ τὸν λεγεῶνα τοῦ δαίμονος ἀπὸ τῆς ἀνθρωπότητος ἐκβαλλόμενον, καὶ εἰς ἄβυσσον ἐκπεμπόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὰ κλεῖθρα τοῦ ᾅδου συντριβόμενα, καὶ τὸν Ἀδὰμ πάλιν εἰς παράδεισον ἀνακοντιζόμενον, καὶ ταράττεται λίαν· ὁρᾷ πάλιν Εὔαν διὰ Μαρίας σωζομένην, καὶ τὸν ὄφιν, ἐν ᾧ μάλιστα ἐθάῤῥει, κτεινόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν· ὁρᾷ τὸ ξύλον τῆς ζωῆς φυτευόμενον, καὶ ταῦτα ὁρῶν ταράττεται λίαν.Καὶ ἐπιλείψει μοι, ἀγαπητοὶ, διηγουμένῳ ὁ χρόνος τὴν ταραχὴν τοῦ διαβόλου. Λοιπὸν μηδὲν δυνάμενος κατὰ τοῦ Κυρίου ὁ διάβολος ἐπὶ τοὺς νηπίους καὶ ἀτελεῖς τῶν βρεφῶν παῖδας κατατρέχει. Καὶ τίνας κατασφάζει; Ἀπὸ διετοῦς καὶ κατωτέρω· τοὺς δὲ τὴν τριάδα τῶν ἐτῶν ζήσαντας οὐ κατασφάζει. Νήπιοι γὰρ οἱ τὴν δυάδα ὁμολογοῦντες, καὶ τῇ Τριάδι μὴ πιστεύσαντες. Ὅθεν αὕτη ἡ Ῥαχὴλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τούτους πενθεῖ, ὥστε τὴν φωνὴν αὐτῆς ἀκουσθῆναι ἐν Ῥαμᾷ, τουτέστιν, ἐν ὑψηλῷ· οὕτω γὰρ ἑρμηνεύεται Ῥαμὰ, ὑψηλὴ, ἡ ἄνω Ἱερουσαλὴμ παρὰ τῷ ὑψίστῳ Θεῷ· ᾧ πρέπει πᾶσα δόξα, κράτος σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἰς τὸν Ἡρώδην καὶ εἰς τὰ νήπια.

Ἤθελον μὲν ἀεὶ καὶ πάντοτε τὸν πνευματικὸν ἀφηγεῖσθαι λόγον, πειθόμενος Παύλῳ τῷ λέγοντι· Πνευματικοῖς πνευματικὰ συγκρίνοντες· μάλιστα δὲ ὅτι χρεώστης ἀπεφάνθην τῆς προτέρας Κυριωνύμου Κυριακῆς. Οὐκ οἶδ' ὅπως τοῦτο συμβαίνει περὶ ἐμὲ, τοῦ ἀεὶ χρέους μὴ ἀπαλλάττεσθαι τὴν ἐμὴν πενίαν, ὑμῶν τῶν ἀπλήστων ἐν τοῖς πνευματικοῖς δανειστῶν μεθοδευόντων σὺν τόκῳ τὸ ὄφλημα. Ἀλλ' ὅμως οὐκ ἀποδύρομαι, ὦ φίλοι, ἀλλὰ πλέον ἀγάλλομαι· πλουσίου γὰρ δεσπότου εὔελπις δοῦλός εἰμι. ∆ιὸ συγγνώμην οὐκ αἰτῶ, ἀλλ' ἐνδοχὴν παρακαλῶ. Ἔχω γὰρ τὸν λογοδότην Θεὸν, τὸν λέγοντα· Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, οὐ διὰ τὴν τοῦ λαλοῦντος ἀξίαν, ἀλλὰ διὰ τὴν τῶν ἀκουόντων εὐσεβῆ φιληκοΐαν. Ἤκουες γοῦν τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· Ἰδὼν δὲ ὁ βασιλεὺς Ἡρώδης, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ὄντας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Ταῦτα ἐν τῇ κατὰ σάρκα γεννήσει τοῦ Χριστοῦ. Ἄκουε δὲ πῶς ἐκ πολλῶν τῶν χρόνων προελέγετο.Ὅπως, φησὶ πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Κραυγὴ ἐν Ῥαμᾷ ἠκούσθη Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς. Ὁρᾷς πρὸ πόσων γενεῶνκατηγγέλλετο ἡ τοῦ Ἡρώδου ἐπ' ἐσχάτων τῶν ἡμερῶν μανία; Ἀποστείλας γὰρ, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὢ τῆς τοῦ Ἡρώδου μανίας, μᾶλλον δὲ τῆς τοῦ διαβόλου κακίας! αὐτοῦ γὰρ ἦν καὶ τοῦτο τὸ ἔργον· αὐτὸς ὥπλισε τὸν Ἡρώδην κατὰ τῶν νηπίων. Ἀλλ' ὅμως καθ' ἑαυτοῦ τὸ ξίφος τῆς βρεφοκτονίας ἤγειρε· πολλὰ γὰρ ὁ Ἡρώδης μηχανησάμενος οὐκ ἀνεῖλεν Ἰησοῦν, ὃν ἐζήτει· ἡ δὲ τοῦ Ἡρώδου ἀποτυχία, τοῦ διαβόλου ταλαιπωρία. Ἰδὼν, φησὶν, ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς. Ὦ Ἡρώδη, τί προπετῶς θυμοῦσαι; τί ὁπλίζῃ κατὰ τῶν νηπίων; Ὑπὸ τῶν μάγων ἐνεπαίχθης, καὶ τὰ βρέφη φονοκτονεῖς; μὴ γὰρ τὰ βρέφη τοὺς μάγους ὡδήγησαν; ἀστὴρ αὐτοῖς ἐμήνυσε τὸν τεχθέντα ∆εσπότην. Τὸν ἀστέρα οὖν μὴ δυνάμενος τοξεῦσαι, τὰ βρέφη φονοκτονεῖς; ἢ διὰ τοῦτο τῆς βασιλείας ἐπελάβου, ἵνα κατὰ θηλαζόντων τὴν ἰσχὺν ἐπιδείξῃ; νηπίοις πολεμεῖς, Ἡρώδη; μητέρας ἀτεκνοῖς; μαστοὺς ξηραίνεις; ἀγκάλας γυμνοῖς; σπλάγχνα τιτρώσκεις; γυναιξὶν ὠδινούσαις θρήνους πληθύνεις; ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνελεῖς τὰ βρέφη; Ἔχεις γὰρ ποῦ ἐμπείρῃς τὸ ξίφος. Τοῦτο οὐκ ἔστι φονοκτονῆσαι, ἀλλὰ ἀωροτομῆσαι. Ἐπίδειξον τοῖς παισὶ τὸ ξίφος· ἐὰν φοβηθέντα δειλιάσωσι, φόνευε, κατάσφαζε· ἐὰν δὲ ἱλαρυνόμενα προσδράμωσι τῷ ξίφει, τί προσφέρεις τὸ ξίφος τοῖς προσγελῶσι τῷ ξίφει; Νομίζεις, Ἡρώδη, μετελθεῖν τὸν Σωτῆρα καὶ φονοκτονῆσαι τοῦτον; Ἐπειδὴ δὲ ὅλως προῄρησαι, ἔκπεμψον δόγμα, τοὺς μάγους μετακάλεσαι, τὸν ἀστέρα παράστειλον, τὸν Γαβριὴλ φυλάκισον, τοὺς προφήτας ἀνάκρινον, μητέρα Παρθένον ζήτησον· ἐὰν τούτων ἐπιλάβῃ, τότε δυνήσῃ καὶ τὸν Χριστὸν εὕρασθαι.Οὐ δοξολογεῖς, ἀλλὰ ζητεῖς τὸν ἀρεύστως τεχθέντα; θεομαχεῖς, βασιλεῦ; τὸν βασιλέα τυγχάνοντα πολυπραγμονεῖς; κρατῆσαι θέλεις τὸν κρατοῦντά σε; ὀλέσθαι θέλεις τὸν θέλοντά σε σῶσαι; συσχεῖν πανουργεύεις τὸν παρεστῶτά σοι, καὶ διὰ τὴν πονηρίαν σου ὀφθῆναί σοι μὴ βουλόμενον; οὗτός ἐστιν, Ἡρώδη, ὁ ἐκ πολλῶν τῶν χρόνων βοήσας· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. Ὡς νηπίου καταφρονεῖς τούτου; Πολὺ τοῦ Ἀβραὰμ παλαιότερός ἐστι κατὰ τὴν θεότητα· οὐ μόνον δὲ τοῦ Ἀβραὰμ παλαιότερος, ἀλλὰ καὶ τοῦ Ἀδὰμ δημιουργός. Οὐ δειλίαν ἠμφίεσται, ἀλλ' οἰκονομίαν μετέρχεται. Τί οὖν προπετῶς, Ἡρώδη, θυμοῦσαι; Ἀκαίρου θυμοῦ τὸ κέρδος πτῶσις. Τί τὰ ὅμοια Φαραὼ διαπράττῃ; Ἐκεῖνος ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἑβραίων ποταμοῤῥιφῆναι προσέταξε, καὶ σὺ ἐν Βηθλεὲμ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προστάττεις. Ὢ ὁμόθυμος θυμός! ὢ ἰσοτάλαντος ἀσπλαγχνία! ὢ ὁμοδίαιτος πονηρίας! μᾶλλον δεῖ ἤδη τἀληθέστερον εἰπεῖν, ὅτι ὁ Ἡρώδης τοῦ Φαραὼ πολὺ θηριωδέστερος. Ὡσαύτως δὲ καὶ οἱ δορυφόροι τοῦ Ἡρώδου τῶν ὑπασπιστῶν τοῦ Φαραὼ πολὺ χαλεπώτεροι. Ὁ Φαραὼ, εἰ καὶ ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προσέταξεν, ἀλλ' ὅμως ὡς ἀλλοεθνὴς ἐπεχείρει τοῦτο, δεδιὼς μὴ κατισχύσῃ τοῦτο τὸ τῶν Ἰσραηλιτῶν γένος, καὶ πορθήσῃ τοὺς Αἰγυπτίους. Φειδοῖ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλιτῶν παῖδας κατασφάζει· διὰ φόβον πολεμεῖ, οὐ διὰ φθόνον ἀναιρεῖ. Οὕτω γὰρ ὁ Φαραὼ τοῦ Ἡρώδου φιλανθρωπότερος ἦν, ὅτι καὶ ὃν ἐθέσπισε νόμον ἀνέλυσε, καὶ διαλυτὴς ἐγένετο τοῦ ἰδίου θεσπίσματος. Μόνον γὰρ εὗρε τὸν Μωϋσῆν ἐν θήκῃ τῷ ποταμῷ φερόμενον· ἀνείλατο τοῦτον διὰ τῆς θυγατρὸς αὐτοῦ, καὶ οὐ μόνον οὐκ ἐφόνευσεν, ἀλλὰ καὶ ὡς υἱὸν ἀνέθρεψε, φειδοῖ τοῦ βρέφους τὸν νόμον καταλύσας. Τί λέγεις, Ἡρώδη; Φαραὼ τὸν Μωϋσέα διασώζει, καὶ σὺ τὸν ∆εσπότην Χριστὸν μετελθεῖν προῄρησαι; ἐκεῖνος τὸν μέλλοντα τὴν Αἴγυπτον μαστίζειν περιποιεῖται, καὶ σὺ τὸν σώζοντα τὴν οἰκουμένην φονεύειν θέλεις; Οὕτω πάλιν καὶ τῶν δορυφόρων τοῦ Ἡρώδου οἱ ὑπασπισταὶ τοῦ Φαραὼ αἰδεσιμώτεροι. Αἱ γὰρ μαῖαι ἅμα τῷ τοκετῷ τῶν βρεφῶν βροχῆσαι προσταχθεῖσαι τὰ ἄῤῥενα τῶν Ἑβραίων, οὐ μετῆλθον τοῦτο φιλόθεοι τυγχάνουσαι, καὶ ταῦτα Αἰγύπτιαι οὖσαι τῷ γένει· εἱλίσσετο γὰρ αὐτῶν ἔνδον σπλάγχνα, ἐπιστάμεναι τί πάσχουσι μητέρες ἀῤῥένων βρεφῶν βιαίῳ θανάτῳ στερούμεναι. ∆ιὸ εἵλαντο μᾶλλον τῷ προσκαίρῳ προσκροῦσαι βασιλεῖ, ἢ τῷ μείζονι βασιλεῖ καὶ Θεῷ ἀντιτάξασθαι. Ὁ δὲ Ἡρώδης οὐ πρὸς ἄλλο ἔθνος τὴν κακίαν ἐπεδείξατο, ἀλλὰ πρὸς τοὺς ὁμοφύλους τὴν μανίαν ἐτεκτήνατο. Καὶ Φαραὼ μὲν τῇ Αἰγύπτῳ μόνῃ τὸν τοιοῦτον θυμὸν ἐγύμνωσε, καὶ οὐ περαιτέρω· Ἡρώδης δὲ οὐ μόνον ἐν Βηθλεὲμ, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς χλωροκοπεῖσθαι τὰ βρέφη προσέταξεν.
Ὢ τοῦ ἀδίκου δόγματος ἐκείνου, τοῦ ἀθρόως ἐπισκηψαμένου τότε κατὰ πόλιν καὶ κώμας καὶ ἀγροὺς καὶ ῥύμας! Οὐκ ἦν ποῦ κρύψωσιν αἱ μητέρες τὰ τέκνα· ἔξω γὰρ τῶν μητρικῶν ἀγκαλῶν μένειν οὐκ ἠνείχοντο. Εἰ δέ ποτε μήτηρ ἠβουλήθη κρύψαι τὸ ἴδιον τέκνον ἐκεῖνο κλαυθμῷ ἑαυτὸ παρεδίδου, τῇ πρὸς τὸν μαστὸν φιλίᾳ τὸν θάνατον ἐφελκόμενον. Ὥσπερ γὰρ ἰχθὺς ἔξω τοῦ ὕδατος ζῇν οὐκ ἀνέχεται, οὕτω καὶ βρέφος μητρικῶν μαστῶν στερούμενον οὐκ εἰς μακρὰν τὴν διαφθορὰν δέχεται. Ὢ τῆς καθολικῆς θρηνῳδίας ἐκείνης! οὐχ εὑρίσκω πῶς διαγράψω τῶν μητρικῶν ὀδυρμῶν τὰ σχήματα. Εἰ βαρβάρων ἔφοδος ἐγεγόνει, κουφότερον ἂν αἱ μητέρες τὴν ὀδύνην ἔφερον· συμφορὰ γὰρ μεριζομένη μετριώτερον οἶδε δάκνειν τὸν πάσχοντα. Οὐκ ἦν βαρβάρων ἔφοδος, ἀλλ' ἐμφύλιος πόλεμος· βία ἦν ἐντυχίαν μὴ ἔχουσα, παρανομία ἦν νόμον ἔχουσα συνήγορον. Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν· τὰ βρέφη ἀντεθρήνουν, καὶ ὁ ἐλεῶν οὐ παρῆν· οἱ μαστοὶ τῷ γάλακτι τὴν γῆν κατέῤῥεον, καὶ ὁ Ἡρώδης μᾶλλον ὡς λίθος ἐπεπήγει. Ὠμότεροι τοῦ βασιλέως οἱ δορυφόροι, ἀλληνάλλως τὰ βρέφη μετήρχοντο, τὰ μὲν αὐτῶν πρὸς τοὺς τοίχους σπαράττοντες, τὰ δὲ ἐπὶ τῶν πετρῶν ἐδαφίζοντες, τὰ δὲ καὶ μακρόπνικτα καταλιμπάνοντες. Ἐθορύβει γὰρ αὐτοὺς τοῦ τοιούτου δράματος ὁ ἐργοδιώκτης διάβολος. Ἐπὶ τούτοις οὖν καὶ τοῖς παραπλησίοις αἱ μητέρες ἠσθένουν, καὶ τῷ πάθει μεθύουσαι τῆς εὐπρεπείας οὐκ ἐφρόντιζον. Τοὺς χιτῶνας διεῤῥήγνυον, τοὺς πλοκάμους τῷ ἀέρι διέῤῥιπτον, τοὺς ὀφειλομένους κρύπτεσθαι μαστοὺς ἐδημοσίευον, τὸ στῆθος λίθοις κατήρασσον, τὰς παρειὰς ὡς δήμιοι κατέξεον, τὸν οὐρανὸν ὡς σιωπῶντα κριτὴν ἐμαρτύροντο, ἐντυχίαν ἐποιοῦντο πρὸς τὸν τῶν ὅλων κριτὴν καὶ ∆εσπότην, λέγοντες· Τίς ἡ τοσαύτη τοῦ βασιλέως ὠμότης, ∆έσποτα;Ἐν τοῖς σοῖς ἐκεῖνος πλάσμασι διαπράττεται· σὺ ἐδημιούργησας, ἐκεῖνος κατασφάττων οὐ παύεται· σὺ εὐχαρίσω, ἐκεῖνος ζημιοῖ. ∆ιὰ τί δὲ καὶ ἄῤῥενας ἐτέκομεν, εἰ οὕτω τῶν ἀῤῥένων πικρὸς ὁ θάνατος; Εἰ σὸν τὸ πρόσταγμα, καὶ ἡμᾶς αὐτὰς συναποθανεῖν κέλευσον· εἰ δὲ τοῦ παρανόμου βασιλέως τὸ ἐγχείρημα καὶ πρόσταγμα, τί θᾶττον αὐτὸν οὐ μετέρχῃ; Ἀλλ' εἰκὸς μὲν τὰς μητέρας ὑπὸ τοῦ πάθους δακνομένας ταῦτα βοᾷν, μὴ εἰδυίας τὸ συμφέρον τοῖς αὐτῶν νεοττοῖς. Τί δὲ μακαριώτερον τῶν διὰ τὸν ∆εσπότην Χριστὸν ἐπιβουλευομένων; τί μακαριώτεροντούτων τῶν παίδων, ὅτι οὐ δι' ἑαυτῶν ἐσφάζοντο μόνον, ἀλλὰ καὶ ὡς αὐτὸς ὁ Χριστὸς ἐφονεύετο;Ὄντως εὔκαιρον εἰπεῖν πρὸς τὰς μητέρας τὸ τοῦ Κυρίου ῥητόν· Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· πρὸς ὀλίγον τοὺς ὑμετέρους κόλπους ἐζημίωσαν, ἀλλὰ τοὺς Ἀβραμιαίους κόλπους ἐκληρονόμησαν. Μὴ κλαίετε, μητέρες, μὴ κλαίετε· μηδὲ κωλύετε τὰ νήπια ἔρχεσθαι πρός με· Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |