Ἐπιστολὴ πρὸς τὸν βασιλέα
Θεόφιλον περὶ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων
Ἁγίου Ἰωάννου τοῦ
Δαμασκηνοῦ
αʹ. Ἐπεὶ τοιγαροῦν κατὰ τὴν
θεόλεκτον φωνὴν τὴν φάσκουσαν, «Ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ
παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.»
Καὶ πάλιν· «Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν
τινων δὲ κρατῆτε, κεκράτηνται.» Καὶ πάλιν· «Καθήσεσθε ἐπὶ δώδεκα θρόνους
κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.» Καὶ αὖθις· «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται
δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.»
Καὶ ἀλλαχοῦ· «Οὐ περὶ τούτων δὲ ἐρωτῶ, φησὶν ὁ Κύριος, ἀλλὰ καὶ περὶ τῶν
πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν
ἐμοὶ, κἀγὼ ἐν σοί. Καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσι
τετελεσμένοι εἰς ἓν, καὶ ἵνα γνῷ ὁ κόσμος, ὅτι ἠγάπησας αὐτοὺς, καθὼς ἐμὲ ἠγάπησας·
καὶ ἵνα ὁποῦ εἰμι ἐγὼ, κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμὴν, ἣν
δέδωκάς μοι.» Καὶ ὁ θεσπέσιος ἀπόστολος Πέτρος φησί· «∆οὺς τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς,
ὡς καὶ ἡμῖν,» καὶ τὴν ἴσην δωρεὰν δέδωκεν ὁ Θεὸς τοῖς ἔθνεσι, καθὼς καὶ ἐλάλουν
γλώσσαις, καὶ προεφήτευον. Καὶ πάλιν ὁ μέγας Παῦλος, καὶ κήρυξ τῆς οἰκουμένης
καὶ διδάσκαλος, φησὶν, ὅτι «Ἔθετο ὁ Θεὸς ἐν Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους,
δεύτερον προφήτας, τρίτον διδασκάλους.» Τοίνυν τῷ ὅρῳ καὶ κανόνι ἑπόμενοι τῶν
θεσπεσίων ἀποστόλων, καὶ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ Ἐκκλησίᾳ,
ἔνθα ὁμοφρόνως καὶ ὁμογνωμόνως ὁ ὅρος καὶ ὁ ἦχος τῶν ἑορταζόντων ἐν φωνῇ ἀγαλλιάσεως
γίνεται, τὰ αὐτὰ τῆς ὀρθοδόξου πίστεως σύμβολα, τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
δογμάτων τὰς κλεῖς κατέχοντες, τοιαῦτα ὑπεγράφομεν.
Read More ->>