ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 24 Οκτωβρίου 2016

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήμα τος Θεοῦ, τοῖς ἐν Ἐφέσω

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Ἡ Ἔφεσος ἔστι μὲν  τῆς  Ἀσίας μητρόπολις· ἐτελεῖτο  δὲ τῇ Ἀρτέμιδι, καὶ μάλιστα ταύτην ἐκεῖ ἔσεβον ὡς μείζονα δῆθεν θεόν· καὶ τοσαύτῃ δεισιδαιμονίᾳ οἱ ταύτην  τιμῶντες  ἐκέχρηντο,  ὡς μηδὲ τοὔνομα τοῦ τὸν ναὸν  αὐτῆς ἐμπρήσαντος ποιῆσαι φανερόν· ἐνεπρήσθη γάρ. Καὶ ὁ μακάριος δὲ Ἰωάννης  ὁ εὐαγγελιστὴς  τὰ πολλὰ  ἐνδιέτριψεν   ἐκεῖ·  καὶ  γὰρ  καὶ  ἐξωρίσθη  ἐκεῖ,  καὶ  ἐτελεύτησε.  Καὶ τὸν Τιμόθεον δὲ ἐκεῖ κατέλιπεν  ὁ Παῦλος, καθὼς  γράφων  πρὸς αὐτὸν,  φησί· Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ. Καὶ τῶν φιλοσόφων οἱ πολλοὶ, καὶ μάλιστα οἱ ἀνθήσαντες περὶ τὴν Ἀσίαν, ἦσαν ἐκεῖ. Λέγεται δὲ καὶ Πυθαγόρας ἐκεῖθεν εἶναι· καὶ γὰρ ἡ Σάμος, ὅθεν ἦν, Ἰωνική ἐστι νῆσος. Τοὺς δὲ περὶ Παρμενίδην καὶ Ζήνωνα καὶ ∆ημόκριτον, καὶ  πολλοὺς ἔτι καὶ νῦν εὕροι τις ἂν φιλοσόφους ἐκεῖ. Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ὥστε δεῖξαι, ὅτι πολλῆς ἔδει τῷ Παύλῳ σπουδῆς πρὸςἐκείνους γράφοντι. Λέγεται δὲ καὶ τὰ βαθύτερα τῶν νοημάτων αὐτοῖς ἐμπιστεῦσαι,ἅτε  ἤδη  κατηχημένοις.   Ἔστι  δὲ  νοημάτων   μεστὴ  ἡ  Ἐπιστολὴ  ὑψηλῶν,   καὶ δογμάτων. Γράφει δὲ τὴν Ἐπιστολὴν ἀπὸ Ῥώμης δεδεμένος, καθὼς καὶ αὐτός φησι· Προσεύχεσθε ὑπὲρ  ἐμοῦ,  ἵνα  μοι  δοθῇ  λόγος  ἐν  ἀνοίξει  τοῦ  στόματός  μου  ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ Εὐαγγελίου, ὑπὲρ οὗ ἐγὼ πρεσβεύω ἐν ἁλύσει. Καὶ ὑψηλῶν  σφόδρα γέμει τῶν νοημάτων  καὶ ὑπερόγκων. Ἃ γὰρ μηδαμοῦ σχεδὸν ἐφθέγξατο, ταῦτα ἐνταῦθα δηλοῖ, ὡς ὅταν λέγῃ· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις  διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος  σοφία τοῦ Θεοῦ· καὶ  πάλιν,  Συνήγειρε  καὶ  συνεκάθισεν  ἡμᾶς  ἐν  τοῖς  ἐπουρανίοις·  καὶ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, νῦν ἀπεκαλύφθη τοῖς ἀποστόλοις τοῖς ἁγίοις αὐτοῦ καὶ  προφήταις  ἐν  τῷ  Πνεύματι, εἶναι  τὰ  ἔθνη  συγκληρονόμα  καὶ  σύσσωμα καὶ συμμέτοχα τῆς κληρονομίας αὐτοῦ ἐν τῷ Χριστῷ.

Read More ->>

Γʹ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Γʹ∆ιὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην  τὴν  εἰς πάντας  τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν  ὑπὲρ ὑμῶν,  μνείαν ὑμῶν  ποιούμενος  ἐπὶ  τῶν  προσευχῶν  μου,  ἵνα  Θεὸς τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ὁ  Πατὴρ  τῆς  δόξης,  δῴη  ὑμῖν  πνεῦμα  σοφίας  καὶ  ἀποκαλύψεως   ἐν ἐπιγνώσει αὐτοῦ· πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν  ἐν  τῷ  Χριστῷ, ἐγείρας  αὐτὸν  ἐκ  νεκρῶν.

 αʹ. Οὐδὲν  ἦν  ἴσον  τῶν σπλάγχνων  τῶν ἀποστολικῶν, οὐδὲν ὅμοιον τῆς συμπαθείας καὶ τῆς φιλοστοργίας ἐγένετο τῆς τοῦ μακαρίου Παύλου, ὃς πάσας αὐτοῦ τὰς εὐχὰς ὑπὲρ πόλεων ὁλοκλήρων ἐποιεῖτο καὶ δήμων. Καὶ πᾶσι τοῦτο γράφει, ὅτι Εὐχαριστῶ τῷ Θεῷ ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου. Ἐννοήσατε ὅσους εἶχεν ἐν τῇ  διανοίᾳ,  ὧν  καὶ  μνησθῆναι  ἔργον  ἦν·  ὅσων  ἐμέμνητο  ἐν  ταῖς  εὐχαῖς,  ὑπὲρ ἁπάντων εὐχαριστῶν τῷ Θεῷ, ὡς αὐτὸς τὰ μέγιστα εὐεργετούμενος. ∆ιὰ τοῦτο, φησί· τουτέστι,  διὰ  τὸ  μέλλον,  καὶ  τὰ  ἀποκείμενα  ἀγαθὰ  τοῖς  ὀρθῶς  πιστεύουσι  καὶ βιοῦσιν.


Read More ->>

Εʹ ∆ιὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Εʹ ∆ιὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγο μένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς  Χριστοῦ, ἀπηλ  λοτριωμένοι   τῆς  πολιτείας   τοῦ  Ἰσραὴλ,  καὶ  ξένοι  τῶν διαθηκῶν  τῆς ἐπαγγελίας,  ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.

αʹ. Πολλὰ δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς φιλανθρωπίαν· πρῶτον, ὅτι δι' ἑαυτοῦ ἔσωσε, καὶ δι' ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρίτον, ὅτι ποῦ ἀνήγαγε. Ταῦτα γὰρ πάντα  καὶ καθ' ἑαυτὰ μεγίστην ἔχει τὴν ἀπόδειξιν  τῆς φιλανθρωπίας αὐτοῦ· καὶ ταῦτα πάντα κινεῖ νῦν γράφων ὁ Παῦλος. Εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι, καὶ τέκνα  ὀργῆς, ἔσωσε· νῦν  λέγει  καὶ τίνων  ἐποίησεν ἴσους. ∆ιὸ, φησὶ,  μνημονεύετε.  Ἔθος γὰρ  ἡμῖν  ἅπασιν,  ὅταν  ἐκ  τῆς  πολλῆς  εὐτελείας  εἰς ἀντίῤῥοπον, ἢ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων, ἐντρεφομένοις  ἐκείνῃ τῇ δόξῃ. ∆ιὰ τοῦτό φησι, ∆ιὸ μνημονεύετε.  ∆ιὸ, ποῖον; Ὅτι ἐκτίσθημεν   ἐπ'   ἔργοις   ἀγαθοῖς.

Read More ->>

Ζʹ Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Ζʹ Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων  ἁγίων  ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστη ρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων  ἐν τῷ Θεῷ τῷ τὰ  πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ· ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν  τοῖς  ἐπουρανίοις  διὰ  τῆς  Ἐκκλησίας ἡ  πολυποίκιλος  σοφία  τοῦ  Θεοῦ, κατὰ πρόθεσιν τῶν  αἰώνων,  ἣν  ἐποίησεν ἐν  Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν.

  Τοὺς εἰς ἰατρεῖον ἐρχομένους οὐχ ἁπλῶς ἐκεῖ δεῖ πορεύεσθαι, ἀλλ' ὥστε μανθάνειν θεραπεύεσθαι, καὶ φάρμακα ἐπιτιθέναι.  Καὶ ἡμᾶς τοίνυν ἐνταῦθα παραγενομένους, οὐχ ἁπλῶς  δεῖ τοῦτο ποιεῖν,  ἀλλὰ  μανθάνειν  τῆς ταπεινοφροσύνης  Παύλου τὴν ὑπερβολήν. Τί γάρ; Ἐπειδὴ ἔμελλε λέγειν τὸ μέγεθος τῆς χάριτος τοῦ Θεοῦ, ἄκουσον τί  φησιν·  Ἐμοὶ  τῷ  ἐλαχιστοτέρῳ  πάντων  ἁγίων  ἐδόθη  ἡ  χάρις  αὕτη.  Ἦν μὲν ταπεινοφροσύνης  καὶ  τὸ  ἐπὶ  τοῖς  προτέροις  ἁμαρτήμασι, καίτοι  ἐξηλειμμένοις, θρηνεῖν, καὶ μεμνῆσθαι αὐτῶν, καὶ μετριάζειν, ὡς ὅταν λέγῃ βλάσφημον ἑαυτὸν καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' οὐδὲν ἴσον τούτου.

Read More ->>

Θʹ Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


Θʹ Παρακαλῶ  οὖν  ὑμᾶς  ἐγὼ,  ὁ  δέσμιος  ἐν  Κυρίῳ, ἀξίως  περιπατῆσαι  τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης.


 Ἀπεδείχθη τῆς ἁλύσεως τοῦ Παύλου ἡ ἰσχὺς καὶ μεγάλη  καὶ σημείων  λαμπροτέρα. Οὐ μάτην  οὖν  ἐνταῦθα,  ὡς  ἔοικε, ταύτην προβάλλεται,  οὐδὲ  εἰκῆ,  ἀλλ'  ὡς  μάλιστα  δι'  αὐτῆς  δυσωπήσων.  Καὶ τί  φησι; Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Πῶς; Μετὰ πάσης ταπεινοφροσύνης,  μετὰ πραότητος καὶ μακροθυμίας, ἀνεχόμενοι  ἀλλήλων  ἐν ἀγάπῃ. Οὐχ ἁπλῶς τὸ δέσμιον εἶναι καλὸν, ἀλλὰ τὸ διὰ Χριστόν. ∆ιὰ τοῦτό φησιν, Ὁ δέσμιος ἐν Κυρίῳ, τουτέστι, διὰ Χριστόν. Οὐδὲν τούτου ἴσον. Ἀλλὰ μᾶλλον  ἡμᾶς ἀποσύρει τῶν  προκειμένων  ἡ ἅλυσις καὶ περισπᾷ, καὶ ἀντιπεσεῖν οὐχ ὑπομένομεν, ἀλλ' ἑλκόμεθα καὶ ἄκοντες, μᾶλλον δὲ καὶ βουλόμενοι καὶ εὐχόμενοι.

Read More ->>

ΙΑʹ Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


 ΙΑʹ Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε  ἐν μιᾷ ἐλπίδι  τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

αʹ. Ἀγάπην ζητεῖ παρ' ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. ∆ιὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς  εἶπε, δεικνὺς  ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος ἓν πνεῦμα  ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι  ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν.

Read More ->>

ΙΓʹ Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη κέτι ὑμᾶς περιπατεῖν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


ΙΓʹ Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη κέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ  τὰ  λοιπὰ  ἔθνη  περιπατεῖ,  ἐν  ματαιότητι  τοῦ  νοὸς  αὑτῶν,  ἐσκοτισμένοι  τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.

 αʹ. Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς νῦν λέγεται, καὶ οὐ παρ' ἡμῶν, ἀλλὰ καὶ παρὰ Παύλου, μᾶλλον δὲ οὔτε παρ' ἡμῶν, οὔτε παρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύματος χάριτος. Ὡς οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν,  καθὼς  καὶ τὰ λοιπὰ  ἔθνη  περιπατεῖ, ἐν ματαιότητι  τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι  τῇ  διανοίᾳ,  ὄντες  ἀπηλλοτριωμένοι   τῆς  ζωῆς  τοῦ  Θεοῦ, διὰ  τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν  γὰρ ἀγνοοῦντα  οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι,  ἀλλὰ  μανθάνειν  δίκαιόν  ἐστιν  ἅπερ ἀγνοεῖ.  Ἀλλ' ὅρα πῶς  αὐτοὺς εὐθέως     ἀφαιρεῖται τῆς συγγνώμης.

Read More ->>

ΙΕʹ Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


 ΙΕʹ Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.

αʹ. Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν  ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία  καὶ  θυμὸς, τὰ  σμήνη ἀφίπταται.  ∆ιὰ τοῦτο  ὁ μακάριος οὗτος  καὶ  σοφὸς γεωργὸς  διακαθαίρει  καλῶς  ἡμῶν  τὰ σκεύη, οὐ δρέπανον,  οὐδέ τι  ἄλλο  σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν  τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει  εὐχαῖς καὶ πόνοις  καὶ τοῖς ἄλλοις  ἅπασιν.

Read More ->>

ΙΖʹ Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


ΙΖʹ Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητὰ,  καὶ  περιπα  τεῖτε  ἐν  ἀγάπῃ,  καθὼς  καὶ  ὁ Χριστὸς ἠγάπησεν  ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσ φορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.

 αʹ. Τὰ παρελθόντα  τῶν  μελλόντων  πλείονα  ἔχει τὴν ἰσχὺν, καὶ δοκεῖ θαυμαστότερα εἶναι  καὶ  πιστότερα. ∆ιὸ καὶ  ὁ Παῦλος ἀπὸ  τῶν  ὑπηργμένων  ἤδη  ποιεῖται  τὴν παράκλησιν· ἐκεῖνα μὲν γὰρ τοῦ Χριστοῦ ἕνεκεν  μείζονα ἔχει τὴν ἰσχύν. Τὸ γὰρ εἰπεῖν, Ἄφες, καὶ ἀφεθήσεταί σοι, κἂν μὴ ἀφῆτε, οὐ μὴ ἀφεθήσεται ὑμῖν, πρὸς μὲν φιλοσόφους ἄνδρας λεγόμενον  καὶ τοῖς μέλλουσι πιστεύοντας, μέγα δύναται· ὁ δὲ Παῦλος οὐκ ἀπὸ τούτων  ἐντρέπει μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπηργμένων.  Ἐκείνῳ μὲν γὰρ ἔστι κόλασιν φυγεῖν, τούτῳ δὲ ἀγαθοῦ τινος μετασχεῖν. Τὸν Χριστὸν, φησὶ, μιμῇ. Ἀρκεῖ τοῦτο  μόνον  εἰς  παράκλησιν  ἀρετῆς, τὸ τὸν  Θεὸν μιμεῖσθαι· τοῦτο μεῖζον  ἐκείνου,  ὅτι  Ἀνατέλλει  τὸν  ἥλιον  ἐπὶ  πονηροὺς   καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.

Read More ->>

ΙΘʹ Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62

ΙΘʹ Βλέπετε  οὖν  ἀκριβῶς  πῶς  περιπατεῖτε,  μὴ  ὡς  ἄσοφοι,

Βλέπετε  οὖν  ἀκριβῶς  πῶς  περιπατεῖτε,  μὴ  ὡς  ἄσοφοι,  ἀλλ'  ὡς  σοφοὶ,ἐξαγοραζόμενοι  τὸν  καιρὸν,  ὅτι  αἱ  ἡμέραι  πονηραί  εἰσι. ∆ιὰ  τοῦτο  μὴ  γίνεσθε ἄφρονες,  ἀλλὰ  συνιέντες  τί  τὸ  θέ  λημα  τοῦ  Κυρίου.

αʹ. Ἔτι  τὴν  τῆς  πικρίας ἐκκαθαρίζει  ῥίζαν,  ἔτι  τὴν  ὑπόθεσιν  τῆς  ὀργῆς  ἐκκόπτει.  Τί γάρ  φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. Ἤδει τὸν ∆ιδάσκαλον αὐτοῦ, ὅτι πέμπων τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν,  ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν  καὶ μεταξὺ  λύκων  ἦσαν, καὶ ἔτι προστεταγμένοι μὴ ἀμύνεσθαι, ἀλλὰ πάσχειν κακῶς, διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε καὶ τὸ πρότερον ἱκανὸν ἦν αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν. Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιμελῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος· πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ  κατὰ μητρὸς ἦσαν διεσπαρμένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται;

Read More ->>

ΚΑʹ Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


ΚΑʹ Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον.

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται,  καὶ ἔσῃ μακροχρόνιος  ἐπὶ  τῆς  γῆς. αʹ. Καθάπερ τις  σῶμα πλάττων, πρῶτον μὲν τὴν κεφαλὴν, ἔπειτα τὸν αὐχένα, εἶτα τοὺς πόδας τίθησιν, οὕτω καὶ ὁ μακάριος Παῦλος τῷ λόγῳ πρόεισιν. Εἶπε περὶ τοῦ ἀνδρὸς, εἶπε περὶ τῆς γυναικὸς, τῆς δευτέρας ἀρχῆς· χωρεῖ λοιπὸν ὁδῷ βαδίζων ἐπὶ τὴν τρίτην· αὕτη δέ ἐστιν ἡ τῶν παίδων. Τῆς μὲν γὰρ γυναικὸς ἄρχει ὁ ἀνὴρ, τῶν δὲ παίδων ὁ ἀνὴρ καὶ ἡ γυνή. Ὅρα οὖν τί φησι· Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν  ὑμῶν  ἐν Κυρίῳ· αὕτη γάρ ἐστιν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις. Οὐδὲ ἐνταῦθα περὶ τοῦ Χριστοῦ διαλέγεται, οὐδὲ περὶ τῶν ὑψηλῶν· ἔτι γὰρ πρὸς ἁπαλὰς διαλέγεται  διανοίας· διὸ καὶ βραχεῖαν ποιεῖται τὴν παραίνεσιν, ἅτε οὐ δυναμένων  τῶν παίδων μακρῷ παρακολουθῆσαι λόγῳ.

Read More ->>

ΚΓʹ Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


ΚΓʹ  Στῆτε  οὖν  περιζωσάμενοι  τὴν  ὀσφὺν  ὑμῶν  ἐν  ἀληθείᾳ.


 αʹ. Συντάξας  τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγμένους  εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν  διεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς (καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν  αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατεταγμένων,  μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς  τοῦ στρατιώτου  ψυχῆς.  ∆εῖ γὰρ πρότερον  αὐτὸν  ἔνδοθεν  ὁπλίζειν,  καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. ∆ιήγειρε τὸν θυμὸν καὶ ἀνέκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν  εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. ∆ιὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν,  Ἵνα δυνηθῆτε  πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς  τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν  πυκτευόντων  καὶ παλαιόντων  τοῦτο  πρὸ τῶν  ἄλλων  ὁ παιδοτρίβης  παρεγγυᾷ,  τὸ  ἑστάναι,  πολλῷ  μᾶλλον  ἐν  τοῖς  πολέμοις  καὶ  τοῖς στρατιωτικοῖς     πράγμασιν.  

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |