ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄

Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 27 Οκτωβρίου 2016

Αʹ Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ

0 σχόλια

AGIOS

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Αʹ Παῦλος ἀπόστολος  Ἰησοῦ Χριστοῦ διὰ  θελήματος  Θεοῦ, καὶ  Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ· χά ρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυ ρίου Ἰησοῦ Χριστοῦ.

Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πα τὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει  ἡμῶν,  εἰς  τὸ  δύνασθαι  ἡμᾶς  παρακαλεῖν  τοὺς  ἐν  πάσῃ θλίψει,  διὰ  τῆς παρακλήσεως, ἧς πα ρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. αʹ. Ἄξιον ζητῆσαι πρότερον, τίνος  ἕνεκεν  δευτέραν  προστίθησιν Ἐπιστολὴν τῇ προτέρᾳ, καὶ τί δήποτε οὕτως ἄρχεται ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ καὶ τῆς  παρακλήσεως. Τίνος οὖν ἕνεκεν δευτέραν προστίθησιν; Εἰπὼν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, ὅτι Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν, καὶ πρὸς τῷ τέλει πάλιν  προσηνέστερον αὐτὸ τοῦτο ὑποσχόμενος· Ἐλεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς, ὅταν   Μακεδονίαν   διέλθω·   Μακεδονίαν   γὰρ  διέρχομαι·  πρὸς  ὑμᾶς  δὲ  τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω· πολλοῦ μεταξὺ γενομένου  χρόνου οὐ παρεγένετο, ἀλλὰ καὶ τῆς προθεσμίας παρελθούσης, ἔμελλεν ἔτι καὶ ἐβράδυνε, τοῦ Πνεύματος αὐτὸν κατέχοντος  ἐν ἑτέροις πολλῷ τούτων ἀναγκαιοτέροις.


Read More ->>

Βʹ Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

Βʹ Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς  ἡμῶν  βεβαία  ὑπὲρ  ὑμῶν. 

αʹ. Εἰπὼν  μίαν  καὶ  πρώτην  παρακλήσεως  καὶ παραμυθίας ἀφορμὴν  (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν),  τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ αὕτη, τὸ αὐτῶν τῶν μαθητευομένων  ἐντεῦθεν κατασκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν  καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόμεθα, μηδὲ θορυβηθῆτε καὶ δείσητε· καὶ γὰρ δι' αὐτὸ τοῦτο μᾶλλον ἂν εἴη δίκαιον ὑμᾶς θαῤῥεῖν.  Εἰ γὰρ μὴ  ἐθλιβόμεθα,  πάντας  ἂν  ὑμᾶς  ταῦτα  ἀπώλεσε.  Πῶς καὶ  τίνα τρόπον; Ὅτι εἰ μαλακισθέντες  καὶ τὰ δεινὰ  δείσαντες, μὴ ἐκηρύξαμεν  ὑμῖν  τὸν λόγον,  ὥστε μαθεῖν  τὴν  ἀληθῆ  γνῶσιν,  ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν;  ἀφ' ὧν ἐθορυβοῦντο, ἀπὸ τούτων  αὐτοὺς παραμυθεῖται. 

Read More ->>

Γʹ Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

Γʹ Ἡ  γὰρ  καύχησις  ἡμῶν  αὕτη  ἐστὶ,  τὸ  μαρτύριον  τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ' ἐν χάριτι   Θεοῦ  ἀνεστράφημεν   ἐν   τῷ   κόσμῳ. 

αʹ.  Ἐνταῦθα   πάλιν   καὶ   ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων  βαπτιζομένην. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὁ Θεὸς ἡμᾶς ἐῤῥύσατο, καὶ  τοῖς  οἰκτιρμοῖς  αὐτοῦ  καὶ  ταῖς  εὐχαῖς  τούτων  τὸ πᾶν ἀνέθηκεν· ἵνα μὴ ταύτῃ τὸν ἀκροατὴν ὕπτιον ποιήσῃ, τῷ ἐλέῳ τοῦ Θεοῦ μόνον καὶ ταῖς ἑτέρων εὐχαῖς θαῤῥοῦντα, δείκνυσιν ὅτι καὶ αὐτοὶ οὐ μικρὸν οἴκοθεν συνεισήνεγκαν. Καὶ ἐδήλωσε μὲν αὐτὸ καὶ ἔμπροσθεν εἰπὼν, ὅτι Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, περισσεύει καὶ ἡ παράκλησις ἡμῶν· ἐνταῦθα δὲ καὶ ἕτερόν τι λέγει οἰκεῖον κατόρθωμα. Ποῖον δὴ τοῦτο; Ὅτι ἐν καθαρῷ συνειδότι καὶ ἀδόλῳ πανταχοῦ  τῆς  οἰκουμένης  ἀναστρεφόμεθα,  φησίν.

Read More ->>

∆ʹ Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

∆ʹ Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν, ὅτι φειδόμενος ὑμῶν, οὐκέτι ἦλ θον εἰς Κόρινθον.

αʹ. Τί φὴς, ὦ μακάριε Παῦλε; φειδόμενος αὐτῶν οὐκ  ἦλθες  εἰς  Κόρινθον;  Οὐκοῦν  ἐναντιολογίαν  τινὰ  ἡμῖν  εἰσάγεις  ἐνταῦθα. Ἀνωτέρω μὲν γὰρ ἔλεγες, ὅτι διὰ τοῦτο οὐκ ἦλθες, ἐπειδὴ οὐ κατὰ σάρκα βουλεύῃ, οὐδὲ κύριος εἶ σαυτοῦ, ἀλλ' ὑπὸ τῆς τοῦ Πνεύματος ἐξουσίας πανταχοῦ περιάγῃ, καὶ τὰς θλίψεις εἰς μέσον ἦγες· ἐνταῦθα δὲ σὸν φὴς εἶναι τὸ μὴ ἐλθεῖν, οὐκέτι τῆς τοῦ Πνεύματος ἐξουσίας· καὶ γάρ φησιν, ὅτι Φειδόμενος ὑμῶν, οὐκ ἦλθον εἰς Κόρινθον. Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Πνεύματος ἦν, καὶ ἠθέλησε μὲν αὐτὸς ἐλθεῖν, ὑπέβαλε δὲ τὸ Πνεῦμα μὴ παραγενέσθαι, τὴν φειδὼ τὴν αὐτῶν προβαλλόμενον·  ἢ  περὶ  ἑτέρας  λέγει  παρουσίας, δηλῶν  ὅτι  πρὶν  ἢ  γράψαι  τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν,  καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι.

Read More ->>

Εʹ Ἐλθὼν δὲ εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Εʹ Ἐλθὼν  δὲ εἰς τὴν  Τρωάδα εἰς τὸ εὐαγγέλιον  τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης  ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν  ἀδελφόν  μου.

αʹ. Ταῦτα δοκεῖ  μὲν  ἀνάξια  εἶναι  Παύλου τὰ  ῥήματα, εἰ  δι' ἀπουσίαν ἀδελφοῦ τοσαύτην προήκατο σωτηρίαν· δοκεῖ δὲ καὶ τῆς ἀκολουθίας ἀπηρτῆσθαι. Τί οὖν; βούλεσθε πρότερον ἀποδείξωμεν, ὅτι τῆς ἀκολουθίας ἤρτηται, ἢ ὅτι οὐδὲν ἀνάξιον εἴρηκεν ἑαυτοῦ; Ἐμοὶ δοκεῖ τὸ δεύτερον· οὕτω γὰρ κἀκεῖνο ἡμῖν εὐκολώτερον ἔσται καὶ σαφέστερον. Πῶς οὖν ἤρτηται τῶν προτέρων ταῦτα; Ἀναμνησθῶμεν αὐτῶν ἐκείνων, καὶ οὕτως εἰσόμεθα τοῦτο. Τίνα οὖν ἦν τὰ πρότερα; Ἅπερ  ἔλεγεν  ἀρχόμενος·  Οὐ θέλω  ὑμᾶς  ἀγνοεῖν  ὑπὲρ  τῆς  θλίψεως,  φησὶ,  τῆς γενομένης  ἡμῖν  ἐν  τῇ Ἀσίᾳ, ὅτι  καθ' ὑπερβολὴν  ἐβαρήθημεν  ὑπὲρ δύναμιν·  καὶ δείξας πῶς ἀπηλλάγη, καὶ τὰ ἐν μέσῳ παρενθεὶς, ἀναγκαίως διδάσκει πάλιν ὅτι καὶ ἑτέρως ἐθλίβη. Πῶς καὶ τίνι τρόπῳ; Τῷ μὴ εὑρεῖν Τίτον.

Read More ->>

Ζ΄ Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐν τετυπωμένη ἐν λίθοις

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Ζ΄  Εἰ δὲ  ἡ  διακονία  τοῦ  θανάτου  ἐν  γράμμασιν  ἐν  τετυπωμένη  ἐν  λίθοις, ἐγενήθη  ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ  τὴν  δόξαν  τοῦ  προσώπου  αὐτοῦ  τὴν  καταργουμένην·  πῶς  οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ·

αʹ. Εἶπεν, ὅτι λίθιναι αἱ πλάκες αἱ Μωϋσέως,  ὡς  ὅτι  γράμματα  εἶχον,  καὶ  ὅτι  σάρκιναι  αὗται,  αἱ  καρδίαι  τῶν ἀποστόλων, καὶ πνεύματι ἦσαν ἐγγεγραμμέναι· καὶ ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ· ἐλείπετο λοιπὸν τῇ συγκρίσει ταύτῃ προσθεῖναι καὶ ἕτερον οὐ μικρὸν, τὸ τῆς δόξης Μωϋσέως· ὅπερ ἐνταῦθα οὐδεὶς εἶδεν ἐπὶ τῆς Καινῆς τοῖς τοῦ σώματος ὀφθαλμοῖς. ∆ιὸ καὶ μέγα ἐδόκει εἶναι, ἐπειδὴ αἰσθητὴ ἦν δόξα· ὀφθαλμοῖς γὰρ ἑωρᾶτο σώματος, εἰ καὶ ἀπρόσιτος ἦν· ἡ δὲ τῆς Καινῆς νοητή. Οὐ γὰρ σαφὴς τοῖς ἀσθενεστέροις τῆς τοιαύτης ὑπεροχῆς ἡ κατάληψις· ἀλλ' ἐκείνη μᾶλλον αὐτοὺς ἦρε, καὶ  ἐπέστρεφε  πρὸς  ἑαυτήν.  Ἐπεὶ  οὖν  εἰς  ταύτην  ἐνέπεσε  τὴν  σύγκρισιν,  καὶ σπουδάζει δεῖξαι τὴν ὑπεροχὴν, σφόδρα δὲ δύσκολον ἦν διὰ τὸ παχὺ τῶν ἀκροατῶν· ὅρα τί ποιεῖ, καὶ πῶς αὐτὸ μεθοδεύει, πρῶτον ἀπὸ λογισμῶν τὴν διαφορὰν εἰσάγων, καὶ πλέκων αὐτοὺς ἀπὸ τῶν ἔμπροσθεν εἰρημένων.

Read More ->>

Θʹ Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΘʹἘν παντὶ  θλιβόμενοι, ἀλλ'  οὐ στενοχωρούμενοι· ἀπορούμενοι,ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκό μενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι.

αʹ. Ἔτι  μένει  δεικνὺς,  ὅτι  τῆς  τοῦ  Θεοῦ δυνάμεως  ἔργον  τὸ  πᾶν  ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήματα τῶν καυχωμένων ἐφ' ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, θαυμαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττομεν τὸν θησαυρὸν τοῦτον,   ἀλλ'  ὅτι  καὶ  μυρία  πάσχοντες  δεινὰ,  καὶ  πανταχοῦ   περικρουόμενοι, τηροῦμεν αὐτὸν, καὶ οὐκ ἀπόλλυμεν.  Καίτοι εἰ καὶ ἀδαμάντινον  σκεῦος ἦν, οὔτεθησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ' ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν  διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ  γὰρ θλιβόμενοι, φησὶν, ἀλλ' οὐ στενοχωρούμενοι. Τί ἐστιν, Ἐν παντί;

Read More ->>

ΙΑʹ Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΙΑʹ  Εἰδότες οὖν τὸν φόβον τοῦ Κυρίου, ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα· ἐλπίζω δὲ καὶ ἐν ταῖς συνειδήσεσιν ὑμῶν πεφανερῶσθαι.

αʹ. Ταῦτα οὖν εἰδότες, φησὶ, τὸ δικαστήριον ἐκεῖνο τὸ φοβερὸν, πάντα  πράττομεν  ὥστε μὴ δοῦναι ὑμῖν λαβὴν μηδὲ πρόσκομμα μηδὲ ψευδῆ τινα  ὑποψίαν  πονηρᾶς πράξεως καθ' ἡμῶν. Εἶδες πολιτείας ἀκρίβειαν, καὶ σπουδὴν ψυχῆς κηδεμονικῆς; Οὐ γὰρ δὴ μόνον,  ἂν  πονηρόν  τι  πράξωμεν,  φησὶν,  ἐγκαλούμεθα·  ἀλλὰ  κἂν  μὴ πράξωμεν, ὑποπτευθῶμεν δὲ, καὶ κύριοι τὴν ὑποψίαν ὄντες ἀποκρούσασθαι, καταφρονήσωμεν, δίκην  τίνομεν.  Οὐ πάλιν  ἑαυτοὺς  συνιστάνομεν,  ἀλλ'  ἀφορμὴν  διδόντες  ὑμῖν καυχήματος ὑπὲρ ἡμῶν. Ὅρα πῶς συνεχῶς διορθοῦται τὴν τοῦ δοκεῖν ἐγκωμιάζειν ἑαυτὸν ὑπόνοιαν. Οὐδὲν γὰρ οὕτω προσίσταται τοῖς ἀκούουσιν, ὡς τὸ περὶ ἑαυτοῦ τινα  λέγειν  μεγάλα  καὶ θαυμαστά. Ἐπεὶ οὖν  ἠναγκάζετο  εἰς ταύτην  τῶν  λόγων ἐμπίπτειν τὴν ὑπόθεσιν, ἐπιδιορθώσει κέχρηται λέγων, ὅτι Τοῦτο δι' ὑμᾶς ποιοῦμεν, οὐ δι' ἡμᾶς, ἵνα ὑμεῖς ἔχητε καλλωπίζεσθαι, οὐχ ἵνα ἡμεῖς· καὶ οὐδὲ τοῦτο ἁπλῶς,

Read More ->>

ΙΓʹ Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΙΓʹΤὸ στόμα ἡμῶν  ἀνέῳγε  πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν  πεπλάτυνται.  Οὐ στενοχωρεῖσθε   ἐν   ἡμῖν,   στενοχωρεῖσθε   δὲ   ἐν   τοῖς   σπλάγχνοις    ὑμῶν.

 αʹ.∆ιηγησάμενος περὶ τῶν ἑαυτοῦ πειρασμῶν καὶ θλίψεων· Ἐν ὑπομονῇ γὰρ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις· καὶ δείξας ὅτι μέγα ἀγαθὸν τὸ πρᾶγμα· Ὡς λυπούμενοι γὰρ, φησὶν, ἀεὶ δὲ χαίροντες· ὡς πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· καὶ ὅπλα αὐτὰ εἰπών· Ὡς παιδευόμενοι γὰρ, φησὶ, καὶ μὴ θανατούμενοι· καὶ τοῦ Θεοῦ τὴν πολλὴν κηδεμονίαν διὰ τούτων ἐμφήνας καὶ τὴν δύναμιν· Ἵνα γὰρ ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, φησὶ, καὶ μὴ ἐξ ἡμῶν· καὶ τοὺς   ἄθλους   αὐτοῦ   καταλέξας·   Πάντοτε   γὰρ   τὴν   νέκρωσιν   αὐτοῦ,   φησὶ, περιφέρομεν· καὶ ὅτι ἀναστάσεως τοῦτο ἀπόδειξις σαφής·

Read More ->>

ΙΕʹ Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΙΕʹ Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην.

αʹ. Ἀπολογεῖται  λοιπὸν  ὑπὲρ  τῆς  ἐπιστολῆς,  ὅτε  ἀκίνδυνον   ἦν  αὐτοὺς θεραπεύειν, τῆς ἁμαρτίας διορθωθείσης, καὶ δείκνυσι τοῦ πράγματος τὴν ὠφέλειαν. Ἐποίησε μὲν γὰρ αὐτὸ καὶ ἔμπροσθεν, εἰπὼν, Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. Ποιεῖ δὲ αὐτὸ καὶ νῦν, διὰ πλειόνων  οὕτως αὐτὸ κατασκευάζων. Καὶ οὐκ εἶπε, Πρότερον μὲν μετεμελόμην, νῦν δὲ οὐ μεταμέλομαι· ἀλλὰ πῶς; Οὐ μεταμέλομαι  νῦν, εἰ καὶ μετεμελόμην. Εἰ καὶ τοιαῦτα ἦν, φησὶ, τὰ γεγραμμένα παρ' ἐμοῦ, ὡς ὑπερβαίνειν τὸ μέτριον τῆς ἐπιτιμήσεως, καὶ ποιῆσαί με μεταμελη   . θῆναι·  ἀλλὰ   τὸ  πολὺ   κέρδος  τὸ  ἐξ  αὐτῶν   οὐκ  ἐᾷ  με μεταμεληθῆναι.

Read More ->>

ΙΖʹ Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΙΖʹ Ἀλλ' ὡς ἐν παντὶ περισσεύητε, πίστει καὶ λόγῳ καὶ γνώσει καὶ πάσῃ σπουδῇ.

αʹ. Ὅρα πάλιν μετ' ἐγκωμίων τὴν προτροπὴν γινομένην ἐγκωμίων μειζόνων. Καὶ οὐκ εἶπεν, Ἵνα δῶτε, ἀλλ', Ἵνα περισσεύητε πίστει τῇ τῶν χαρισμάτων, καὶ λόγῳ τῷ τῆς σοφίας, καὶ γνώσει τῇ τῶν  δογμάτων,  καὶ πάσῃ σπουδῇ πρὸς τὴν ἄλλην ἀρετὴν, καὶ τῇ ἐξ ὑμῶν ἀγάπῃ· ταύτῃ ᾗ προεῖπον, ἧς καὶ τὴν ἀπόδειξιν ἐποιησάμην. Ἵνα καὶ ἐν ταύτῃ τῇ χάριτι περισσεύητε. Εἶδες ὅτι διὰ τοῦτο ἐκεῖθεν ἤρξατο ἀπὸ τῶν ἐπαίνων ἐκείνων, ἵνα ὁδῷ προβαίνων, εἰς τὴν αὐτὴν αὐτοὺς καὶ ἐν τούτοις ἑλκύσῃ σπουδήν.  Οὐ  κατ'  ἐπιταγὴν   λέγω.  Ὅρα  πῶς  συνεχῶς  αὐτοῖς  χαρίζεται,  πῶς ἀνεπαχθὴς γίνεται, καὶ οὐ βίαις οὐδὲ ἀναγκαστικός· μᾶλλον δὲ ἀμφότερα ὁ λόγος ἔχει, καὶ τὸ ἀνεπαχθὲς, καὶ τὸ ἀκατανάγκαστον.

Read More ->>

ΙΘʹ Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΙΘʹ Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.

αʹ. Τοσαῦτα περὶ αὐτῆς εἰπὼν, ἐνταῦθά φησι, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν.  Καὶ οὐ  τοῦτο  μόνον  ἐστὶν  αὐτοῦ  τὸ  συνετὸν,  ὅτι  τοσαῦτα  εἰπὼν,  λέγει, Περιττόν μοί ἐστι τὸ γράφειν ὑμῖν, ἀλλ' ὅτι καὶ πάλιν λέγει περὶ αὐτῆς. Ταῦτα μὲν γὰρ ἃ μικρὸν ἔμπροσθεν εἴρηκε, περὶ τῶν  τὰ χρήματα ὑποδεξαμένων  εἶπεν, ὥστε τιμῆς ἀπολαῦσαι πολλῆς· τὰ δὲ πρὸ ἐκείνων,  ἃ περὶ Μακεδόνων διελέγετο, ὅτι ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, καὶ τὰ ἄλλα πάντα, περὶ φιλανθρωπίας  καὶ ἐλεημοσύνης. Ἀλλ' ὅμως, καὶ ἔμπροσθεν τοσαῦτα εἰπὼν, καὶ πάλιν μέλλων  ἐρεῖν, Περιττόν μοί ἐστι, φησὶ, τὸ γράφειν ὑμῖν. Ποιεῖ δὲ τοῦτο, ὥστε μᾶλλον αὐτοὺς ἐπισπάσασθαι. Αἰσχύνεται γὰρ ἄνθρωπος δόξαν τοιαύτην ἔχων, ὡς μηδὲ δεῖσθαι συμβουλῆς, ἐλάττων  φανῆναι  τῆς ὑπολήψεως καὶ ὑστερεῖσθαι.

Read More ->>

ΚΒʹ Τὰ κατὰ πρόσωπον βλέπετε.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

ΚΒʹ Τὰ κατὰ πρόσωπον βλέπετε. Εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ' ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς.

αʹ. Ὃ μάλιστα ἄν τις θαυμάσειε Παύλου μετὰ τῶν ἄλλων, τοῦτό ἐστιν, ὅτι εἰς ἀνάγκην ἐμπεσὼν μεγάλην τοῦ ἐπᾶραι ἑαυτὸν, ἀμφότερα ἐργάζεται, τοῦτο τε αὐτὸ, καὶ τὸ μὴ δοκεῖν ἐπαχθὴς εἶναι τοῖς πολλοῖς διὰ τὴν περιαυτολογίαν  ταύτην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας μάλιστα ἴδοι τις ἄν. Καὶ γὰρ ἐκεῖ ἐμπεσὼν εἰς τοιαύτην ὑπόθεσιν, ἀμφοτέρων ἐπιμελεῖται τούτων· ὅπερ τῶν σφόδρα ἐστὶ δυσκολωτάτων, καὶ πολλῆς  δεομένων συνέσεως· καὶ μετριάζει, καὶ περὶ ἑαυτοῦ μέγα τι λέγει. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα μέγα αὐτὸ ποιεῖται. Τὰ κατὰ πρόσωπον βλέπετε. Ὅρα κἀνταῦθα σύνεσιν. Ἐπιτιμήσας γὰρ τοῖς ἀπατῶσιν αὐτοὺς, οὐ μέχρις ἐκείνων τὸν λόγον ἔστησεν, ἀλλ' ἀπ' ἐκείνων  καὶ εἰς τούτους μεταπηδᾷ· καὶ συνεχῶς τοῦτο οὕτω ποιεῖ. Οὐ γὰρ δὴ μόνον  τῶν  παρακρουομένων,  ἀλλὰ καὶ τῶν  ἠπατημένων  καθάπτεται.  Εἰ γὰρ καὶ αὐτοὺς  ἀφῆκεν  ἀνευθύνους,  οὐκ  ἂν  οὕτως  εὐκόλως  ἐκ τῶν  ἑτέροις  εἰρημένων διωρθώθησαν. ἀλλὰ καὶ σφόδρα ἂν ἐπήρθησαν, οὐκ ὄντες ἐγκλήμασιν ὑπεύθυνοι.

Read More ->>

Κ∆ʹ Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

 Κ∆ʹ Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.

αʹ. Τί  λέγεις;  οἱ  Χριστὸν κηρύττοντες,  οἱ  χρήματα  μὴ  λαμβάνοντες,  οἱ Εὐαγγέλιον ἕτερον μὴ ἐπεισάγοντες, ψευδαπόστολοι; Ναὶ, φησί· καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα, ὅτι ταῦτα  ὑποκρίνονται  πάντα,  ἵνα  ἀπατήσωσιν. Ἐργάται δόλιοι. Ἐργάζονται μὲν γὰρ, ἀλλ' ἀνασπῶσι τὰ πεφυτευμένα. Ἐπειδὴ γὰρ ἴσασιν, ὅτι ἑτέρως οὐκ ἂν γένοιντο  εὐπαράδεκτοι, τὸ προσωπεῖον  λαβόντες  τῆς  ἀληθείας,  οὕτω  τὸ δρᾶμα τῆς πλάνης ὑποκρίνονται. Καὶ μέντοι χρήματα, φησὶν, οὐ λαμβάνουσιν. Ἵνα πλείονα   λάβωσιν,  ἵνα  ψυχὴν   ἀπολέσωσι.  Μᾶλλον  δὲ  καὶ  τοῦτο  ψεῦδος·  καὶ ἐλάμβανον, ἀλλ' ἐλάνθανον· καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἐπιοῦσι. Καὶ ἤδη μὲν γὰρ ᾐνίξατο  αὐτὸ  εἰπὼν,  Ἵνα  ἐν  ᾧ  καυχῶνται  εὑρεθῶσιν  ὡς  καὶ  ἡμεῖς· πλὴν  ἀλλ' ὕστερον αὐτὸ σαφέστερον ᾐνίξατο εἰπὼν, ὅτι Εἴ τις ὑμᾶς κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, τούτου ἀνέχεσθε. Νῦν δὲ ἑτέρωθεν αὐτοὺς διαβάλλει λέγων, Μετασχηματιζόμενοι.

Read More ->>

ΚΣΤ΄ Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΚΣΤ΄Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.

αʹ. Τί τοῦτο; ὁ τοσαῦτα εἰπὼν, φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι, φησὶν, ὡς οὐδὲν εἰρηκώς; Οὐχ ὡς οὐδὲν εἰρηκὼς, ἀλλ' ἐπειδὴ μέλλει μεταβαίνειν  εἰς ἕτερον εἶδος καυχήσεως, ὃ μισθὸν μὲν οὐκ ἔχει τοσοῦτον, λαμπρότερον δὲ δοκεῖ δεικνύναι τοῖς πολλοῖς, οὐ τοῖς ἀκριβῶς ἐξετάζουσι· φησὶ, Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι. Τὰ γὰρ μεγάλα καυχήματα ταῦτα, ἅπερ ἀπηριθμήσατο, τὰ τῶν πειρασμῶν· ἔχει δὲ καὶ ἕτερα  λέγειν,  τὰ  τῶν  ἀποκαλύψεων,  τὰ  τῶν  ἀποῤῥήτων  μυστηρίων.  Καὶ τίνος ἕνεκέν φησιν, Οὐ συμφέρει μοι; Ἵνα μή με εἰς ἀπόνοιαν ἐπάρῃ, φησί. Τί λέγεις; ἂν γὰρ μὴ εἴπῃς αὐτὰ, οὐκ οἶδας αὐτά; Ἀλλ' οὐχ ὁμοίως ἐπαιρόμεθα αὐτοὶ εἰδότες αὐτὰ, καὶ εἰς ἄλλους ἐκφέροντες.

Read More ->>

ΚΗʹ Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


ΚΗʹ Ἔστω δὲ, αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν, ἀλλ' ὑπάρχων πανοῦργος, δόλῳ ὑμᾶς ἔλαβον. Μή τινα ὧν ἀπέστειλα πρὸς ὑμᾶς, δι' αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς; Παρεκάλεσα Τίτον, καὶ συναπέστειλα τὸν ἀδελφόν. Μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;

αʹ. Ἀσαφῶς σφόδρα εἴρηται ταυτὶ τῷ Παύλῳ τὰ ῥήματα, ἀλλ' οὐ μάτην οὐδὲ εἰκῆ. Ἐπειδὴ γὰρ περὶ χρημάτων ὁ λόγος καὶ ἀπολογίας τῆς ὑπὲρ τούτων, εἰκότως συνεσκίασται τὰ εἰρημένα. Τί ποτ'  οὖν ἐστι τὸ εἰρημένον; Εἶπεν, ὅτι Οὐκ ἔλαβον, ἀλλ' ἕτοιμός εἰμι καὶ προσδοῦναι καὶ δαπανῆσαι· καὶ πολλὰ περὶ τούτου καὶ ἐν τῇ προτέρᾳ καὶ ἐν  ταύτῃ  διελέχθη  τῇ Ἐπιστολῇ. Νῦν δὲ ἕτερόν  τι  λέγει,  ὥσπερ ἐξ ἀντιθέσεως  εἰσάγων  τὸν  λόγον,  καὶ λύων  προηγουμένως.  Ὃ δὲ λέγει,  τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν ὑμᾶς οὐκ ἐπλεονέκτησα· ἔχει δέ τις ἴσως εἰπεῖν, ὅτι Αὐτὸς μὲν οὐκ ἔλαβον,  πανοῦργος  δὲ ὢν  παρεσκεύασα τοὺς ὑπ' ἐμοῦ ἀποσταλέντας 

Read More ->>

Λʹ ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61


Λʹ ∆ιὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν, ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν, καὶ οὐκ εἰς καθαίρεσιν.

αʹ. Ἤσθετο αὑτοῦ σφοδρότερον διαλεχθέντος, καὶ μάλιστα πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς. Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας  τοῦ Χριστοῦ· ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς  ἐν ὑμῖν, ἀπὼν  δὲ  θαῤῥῶ  εἰς  ὑμᾶς.  ∆έομαι  δὲ  τὸ  μὴ  παρὼν  θαῤῥῆσαι τῇ  πεποιθήσει,  ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους  ἡμᾶς κατὰ σάρκα περιπατοῦντας· καὶ, Ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή· καὶ, Φοβοῦμαι μή πως ἐλθὼν, οὐχ οἵους θέλω, εὕρω ὑμᾶς, καὶ ἐγὼ εὑρεθῶ ὑμῖν, οἷον οὐ θέλετε· καὶ πάλιν,

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |