αʹ. Ἔτι μένει δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον τὸ πᾶν ἐστι, καταστέλλων ἐκείνων τὰ φρονήματα τῶν καυχωμένων ἐφ' ἑαυτοῖς. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶ, θαυμαστὸν, ὅτι ἐν ὀστρακίνοις σκεύεσι φυλάττομεν τὸν θησαυρὸν τοῦτον, ἀλλ' ὅτι καὶ μυρία πάσχοντες δεινὰ, καὶ πανταχοῦ περικρουόμενοι, τηροῦμεν αὐτὸν, καὶ οὐκ ἀπόλλυμεν. Καίτοι εἰ καὶ ἀδαμάντινον σκεῦος ἦν, οὔτεθησαυρὸν τοσοῦτον βαστάσαι ἴσχυσεν ἂν, οὐδ' ἂν πρὸς τοσαύτας ἤρκεσεν ἐπιβουλάς· νῦν δὲ καὶ φέρει καὶ οὐδὲν πάσχει δεινὸν διὰ τὴν τοῦ Θεοῦ χάριν. Ἐν παντὶ γὰρ θλιβόμενοι, φησὶν, ἀλλ' οὐ στενοχωρούμενοι. Τί ἐστιν, Ἐν παντί;
Ἐν τοῖς ἐχθροῖς, ἐν τοῖς φίλοις,ἐν τοῖς ἀναγκαίοις, ἐν ταῖς ἄλλαις χρείαις, ὑπὸ τῶν πολεμίων, ὑπὸ τῶν οἰκείων. Ἀλλ' οὐ στενοχωρούμεθα. Καὶ ὅρα πῶς πράγματα ἐναντία λέγει, ἵνα κἀντεῦθεν δείξῃ τοῦ Θεοῦ τὴν ἰσχύν. Θλιβόμενοι γὰρ οὐ στενοχωρούμεθα, φησίν· ἀπορούμενοι οὐκ ἐξαπορούμεθα· τουτέστιν, οὐκ εἰς τέλος ἐκπίπτομεν. Ἀλγοῦμεν γὰρ πολλαχοῦ, καὶ ἀποτυγχάνομεν, ἀλλ' οὐχ οὕτως, ὥστε ἐκπεσεῖν τῶν προκειμένων· εἰς γυμνασίαν γὰρ ἡμῶν ταῦτα, οὐκ εἰς ἧτταν συγκεχώρηται παρὰ τοῦ Θεοῦ.∆ιωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι. Οἱ μὲν γὰρ πειρασμοὶ συμβαίνουσι, τὰ δὲ ἀπὸ τῶν πειρασμῶν οὐκέτι.Καὶ τοῦτο δὲ διὰ τὴν τοῦ Θεοῦ δύναμιν καὶ χάριν. Ἀλλαχοῦ δέ φησι, καὶ διὰ τὴν αὐτῶν ταπεινοφροσύνην, καὶ διὰ τὴν ἑτέρων ἀσφάλειαν συγκεχωρῆσθαι ταῦτα· Ἵνα γὰρ μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ, φησί· καὶ πάλιν, Ἵνα μή τις λογίσηται εἰς ἐμὲ ὑπὲρ ὃ βλέπει, καὶ ἀκούει τι ἐξ ἐμοῦ· καὶ ἀλλαχοῦ πάλιν, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς. Ἐνταῦθα μέντοι, Ἵνα φανῇ τοῦ Θεοῦ ἡ δύναμις. Ὁρᾷς ὅσον τῶν
πειρασμῶν τὸ κέρδος; Καὶ γὰρ τοῦ Θεοῦ τὴν δύναμιν ἐδείκνυ, καὶ τὴν χάριν ἀπεκάλυπτε μειζόνως· Ἀρκεῖ γάρ σοι ἡ χάρις μου, φησί· καὶ εἰς ταπεινοφροσύνην ἤλειφε, καὶ τοὺς ἄλλους καταστέλλεσθαι παρεσκεύαζε, καὶ αὐτοὺς καρτερικωτέρους εἰργάζετο· Ἡ γὰρ ὑπομονὴ, φησὶ, δοκιμὴν κατεργάζεται, ἡ δὲ δοκιμὴ ἐλπίδα. Οἱ γὰρ μυρίοις περιπεσόντες κινδύνοις, καὶ ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἀνενεγκόντες, ἐπαιδεύοντο ταύτης ἔχεσθαι ἐπὶ πλεῖον ἐν πᾶσι. Πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν. Καὶ τί ἐστιν ἡ νέκρωσις τοῦ Κυρίου Ἰησοῦ, ἣν περιέφερον; Οἱ θάνατοι οἱ καθημερινοὶ, δι' ὧν καὶ ἡ ἀνάστασις ἐδείκνυτο. Εἰ γάρ τις ἀπιστεῖ, φησὶν, ὅτι ἀπέθανεν Ἰησοῦς καὶ ἀνέστη, ἡμᾶς ὁρῶν τοὺς καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντας καὶ ἀνισταμένους, πιστευέτω λοιπὸν τῇ ἀναστάσει. Εἶδες πῶς καὶ ἑτέραν αἰτίαν εὕρηκε τῶν πειρασμῶν; Ποίαν δὴ ταύτην; Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡμᾶς τῶν κινδύνων. Ὥστε τοῦτο, ὃ δοκεῖ ἀσθενείας εἶναι καὶ ἐγκαταλείψεως, τοῦτο αὐτοῦ κηρύττει τὴν ἀνάστασιν. Οὐ γὰρ ἂν οὕτως ἐφάνη, μηδὲν πασχόντων ἡμῶν ἀηδὲς, ἡ δύναμις ἡ ἐκείνου, ὡς νῦν δείκνυται, πασχόντων μὲν, οὐ νικωμένων δέ. Καὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν ἡμῖν ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Πανταχοῦ γὰρ, ὅταν τι ἀσαφὲς εἴπῃ, ἑαυτὸν ἑρμηνεύει πάλιν· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησε, τοῦτο, ὅπερ εἶπεν, ἑρμηνεύων σαφῶς. ∆ιὰ τοῦτο γὰρ παραδιδόμεθα, φησὶ, τουτέστι, τὴν νέκρωσιν περιφέρομεν, ἵνα ἡ δύναμις αὐτοῦ τῆς ζωῆς φανῇ, μὴ συγχωροῦντος σάρκα θνητὴν τοσαῦτα πάσχουσαν, ὑπὸ τῆς νιφάδος τῶν κακῶν νικηθῆναι. Καὶ ἑτέρως δὲ αὐτὸ ἐκληπτέον. Πῶς; Ὡς ἀλλαχοῦ φησιν, Εἰ συναπεθάνομεν, καὶ συζήσομεν. Ὥσπερ γὰρ τὸν θάνατον αὐτοῦ ὑπομένομεν νῦν, καὶ αἱρούμεθα ζῶντες ἀποθανεῖν δι' αὐτόν· οὕτω καὶ αὐτὸς αἱρήσεται ἀποθανόντας ζωογονῆσαι τότε. Εἰ γὰρ ἡμεῖς ἀπὸ ζωῆς εἰς θάνατον ἐρχόμεθα, καὶ αὐτὸς ἀπὸ θανάτου εἰς ζωὴν ἡμᾶς χειραγωγήσει. Ὥστε ὁ θάνατος ἐνεργεῖται ἐν ἡμῖν, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Οὐκέτι περὶ τοῦ θανάτου λέγων, ἀλλὰ περὶ πειρασμῶν καὶ ἀνέσεως. Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασμοῖς, φησὶν, ὑμεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωήν· καὶ τὰ μὲν ἐπικίνδυνα ἡμεῖς ὑπομένομεν, τῶν δὲ χρηστῶν ὑμεῖς ἀπολαύετε· οὐ γὰρ τοσούτους ὑπομένετε πειρασμούς. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν· ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν, καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ. Ἀνέμνησεν ἡμᾶς ψαλμοῦ πολλὴν ἔχοντος φιλοσοφίαν, καὶ ἱκανοῦ μάλιστα ἐν κινδύνοις ἀλείφειν. Τὴν γὰρ ῥῆσιν ταύτην ἐν μεγάλοις κινδύνοις ὢν ὁ δίκαιος ἐκεῖνος ἐφθέγξατο, καὶ ἐξ ὧν οὐκ ἦν ἄλλως ἀνενεγκεῖν, ἢ διὰ τῆς τοῦ Θεοῦ βοηθείας.
βʹ. Ἐπεὶ οὖν τὰ συγγενῆ μάλιστα οἶδε παραμυθεῖσθαι, διὰ τοῦτό φησιν, Ἔχοντες τὸ αὐτὸ πνεῦμα· τουτέστιν, ἀπὸ τῆς αὐτῆς συμμαχίας, ἀφ' ἧς ἐκεῖνος ἐσώθη, καὶ ἡμεῖς σωζόμεθα· ἀπὸ τοῦ πνεύματος, ἀφ' οὗ ἐφθέγξατο, καὶ ἡμεῖς φθεγγόμεθα. Ὅθεν δείκνυσι πολλὴν τῇ Καινῇ πρὸς τὴν Παλαιὰν τὴν συμφωνίαν οὖσαν, καὶ τὸ αὐτὸ πνεῦμα ἐν ἑκατέροις ἐνεργῆσαν, καὶ ὅτι οὐχ ἡμεῖς μόνον ἐν κινδύνοις, ἀλλὰ καὶ οἱ παλαιοὶ πάντες, καὶ δεῖ πίστει καὶ ἐλπίδι διορθοῦσθαι, καὶ μὴ λύσιν εὐθέως ζητεῖν τῶν ἐπικειμένων. Ἐπειδὴ γὰρ ἔδειξε διὰ τῶν λογισμῶν τὴν ἀνάστασιν καὶ τὴν ζωὴν, καὶ ὅτι οὐκ ἀσθενείας οὐδὲ ἐγκαταλείψεως ὁ κίνδυνος· λοιπὸν καὶ τὴν πίστιν εἰσάγει, καὶ αὐτῇ τὸ πᾶν ἐπιτρέπει. Ἀλλ' ὅμως καὶ αὐτῆς ἀπόδειξιν παρέχεται τοῦ Χριστοῦ τὴν ἀνάστασιν, εἰπών· ὅτι Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Τί πιστεύομεν, εἰπέ μοι; Ὅτι ὁ ἐγείρας Ἰησοῦν, καὶ ἡμᾶς ἐγερεῖ, καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα, διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ. Πάλιν πληροῖ φρονήματος αὐτοὺς, ἵνα μὴ ἀνθρώποις χάριν εἰδῶσι, τοῖς ψευδαποστόλοις, λέγω. Τοῦ γὰρ Θεοῦ τὸ πᾶν, ὃς βούλεται πολλοῖς χαρίσασθαι, ὥστε μείζονα ὀφθῆναι τὴν χάριν. ∆ι' ὑμᾶς γοῦν ἡ ἀνάστασις, καὶ τὰ ἄλλα πάντα. Οὐ γὰρ ἑνὸς ἕνεκεν μόνου ταῦτα πεποίηκεν, ἀλλὰ πάντων. ∆ιὸ καὶ οὐκ ἐκκακοῦμεν· ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς φθείρεται; Μαστιζόμενος, ἐλαυνόμενος, μυρία πάσχων δεινά. Ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Πῶς ἀνακαινοῦται; Τῇ πίστει, τῇ ἐλπίδι, τῇ προθυμίᾳ. Τὸ λοιπὸν δεῖ κατατολμᾷν τῶν δεινῶν. Ὅσῳ γὰρ ἂν μυρία πάσχῃ τὸ σῶμα, τοσούτῳ χρηστοτέρας ἔχει τὰς ἐλπίδας ἡ ψυχὴ, καὶ λαμπροτέρα γίνεται, καθάπερ χρυσίον πυρούμενον ἐπὶ πλέον. Καὶ ὅρα πῶς καθαιρεῖ τὰ λυπηρὰ τοῦ παρόντος βίου. Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως, φησὶν, εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Εἰς τὴν ἐλπίδα τὸ πρᾶγμα κατακλείσας, καὶ ὅπερ ἐν τῇ πρὸς Ῥωμαίους ἔλεγεν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπὶς, τοῦτο καὶ ἐνταῦθα κατασκευάζων, τίθησι παράλληλα τὰ παρόντα τοῖς μέλλουσι, τὸ παραυτίκα πρὸς τὸ αἰώνιον, τὸ ἐλαφρὸν πρὸς τὸ βαρὺ, τὴν θλῖψιν πρὸς τὴν δόξαν. Καὶ οὐδὲ τούτοις ἀρκεῖται, ἀλλ' ἑτέραν τίθησι λέξιν, διπλασιάζων αὐτὴν, καὶ λέγων, Καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. Εἶτα καὶ τὸν τρόπον δείκνυσι πῶς ἐλαφρὸν τὸ τῶν τοσούτων θλίψεων. Πῶς οὖν ἐλαφρόν; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Οὕτω καὶ τοῦτο κοῦφον τὸ παρὸν, κἀκεῖνο μέγα τὸ μέλλον, ἂν τῶν ὁρωμένων ἀπαγάγωμεν ἑαυτούς. Τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Οὐκοῦν καὶ αἱ θλίψεις τοιαῦται. Τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Οὐκοῦν καὶ οἱ στέφανοι τοιοῦτοι. Καὶ οὐκ εἶπεν, Αἱ θλίψεις τοιαῦται, ἀλλὰ, Τὰ βλεπόμενα πάντα, κἂν κόλασις ᾖ, κἂν ἀνάπαυσις· ὥστε μήτε ἐκεῖθεν χαυνοῦσθαι, μήτε ἐντεῦθεν βιάζεσθαι. ∆ιὰ τοῦτο οὐδὲ περὶ τῶν μελλόντων λέγων, εἶπεν, Ἡ βασιλεία αἰώνιος, ἀλλὰ, Τὰ μὴ βλεπόμενα αἰώνια, κἂν βασιλεία, κἂν κόλασις ᾖ πάλιν· ὥστε καὶ ἐκεῖθεν φοβῆσαι, καὶ ἐκεῖσε προτρέψασθαι. Ἐπεὶ οὖν τὰ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια, πρὸς ἐκεῖνα βλέπωμεν. Ποίαν γὰρ καὶ σχοίημεν ἀπολογίαν, τὰ πρόσκαιρα ἀντὶ τῶν αἰωνίων αἱρούμενοι; Εἰ γὰρ καὶ τὸ παρὸν ἡδὺ, ἀλλ' οὐ διηνεκές· τὸ μέντοι ὀδυνηρὸν αὐτοῦ, διηνεκὲς καὶ ἀσύγγνωστον. Ποίαν γὰρ ἕξουσιν ἀπολογίαν οἱ πνεύματος καταξιωθέντες καὶ τοσαύτης ἀπολαύσαντες δωρεᾶς, καὶ χαμαίζηλοι γινόμενοι καὶ καταπίπτοντες πρὸς τὴν γῆν; Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων τὰ καταγέλαστα ταῦτα ῥήματα· ∆ός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον. Ἂν μὲν γὰρ τοιαῦτα ᾖ, φησὶν, οἷα καί φατε, ἐκεῖ, ἓν ἀνθ' ἑνὸς γέγονεν· ἂν δὲ μηδὲν ὅλως ᾖ, δύο ἀντ' οὐδενός. Τί τῶν ῥημάτων τούτων παρανομώτερον; τί δὲ ληρωδέστερον; Ἡμεῖς περὶ οὐρανοῦ διαλεγόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐκείνων· καὶ σὺ τὰ τῶν ἱπποδρομίων ἡμῖν ἄγεις εἰς μέσον, καὶ οὐκ αἰσχύνῃ οὐδὲ ἐγκαλύπτῃ τοιαῦτα φθεγγόμενος, ἃ τῶν παραπαιόντων ἐστίν; οὐκ ἐρυθριᾷς, οὕτω προσηλωμένος τοῖς παροῦσιν; οὐ παύσῃ παραφρονῶν καὶ ἐξεστηκὼς, καὶ ἐν νεότητι ληρῶν; Καὶ τὸ μὲν Ἕλληνας ταῦτα λέγειν, οὐδὲν θαυμαστόν· τὸ δὲ πιστοὺς ἀνθρώπους τοιαῦτα ληρεῖν, ποίαν ἔχει συγγνώμην; Ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας; ὅλως νομίζεις ἀμφίβολα ταῦτα εἶναι; καὶ ποῦ ταῦτα ἄξια συγγνώμης; Καὶ τίς ἦλθε, φησὶ, καὶ ἀπήγγειλε τὰ αὐτόθι; Ἀνθρώπων μὲν οὐδεὶς, ὁ Θεὸς δὲ ὁ πάντων ἀξιοπιστότερος ταῦτα ἀπεφήνατο. Ἀλλ' οὐχ ὁρᾷς τὰ ἐκεῖ; Οὐδὲ γὰρ τὸν Θεὸν βλέπεις· ἆρ' οὖν οὐχ ἡγήσῃ εἶναι Θεὸν, ὅτι μὴ ὁρᾷς; Καὶ σφόδρα ἡγοῦμαι, φησίν. γʹ. Ἂν οὖν σε ἔρηταί τις τῶν ἀπίστων, Καὶ τίς ἦλθεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ταῦτα ἀπήγγειλε, τί ἐρεῖς; πόθεν οἶσθα ὅτι ἔστι Θεός; Ἀπὸ τῶν ὁρωμένων, φησὶν, ἀπὸ τῆς εὐταξίας τῆς ἐν πάσῃ τῇ κτίσει, ἀπὸ τοῦ πᾶσιν εἶναι τοῦτο κατάδηλον. Οὐκοῦν καὶ τὸν περὶ κρίσεως οὕτω δέχου λόγον. Πῶς; φησίν· Ἐρήσομαί σε· σὺ δέ μοι ἀπόκριναι. ∆ίκαιός ἐστιν οὗτος ὁ Θεὸς, καὶ τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· ἢ τοὐναντίον, τοὺς μὲν ἀδίκους βούλεται εὐημερεῖν καὶ τρυφᾷν, τοὺς δὲ ἀγαθοὺς ἐν τοῖς ἐναντίοις εἶναι; Οὐδαμῶς, φησίν· οὐδὲ γὰρ ἄνθρωπος τοῦτο πάθοι. Ποῦ οὖν οἱ καλῶς ἐνταῦθα πράξαντες, τῶν ἀγαθῶν ἀπολαύσονται; ποῦ δὲ οἱ πονηροὶ τῶν ἐναντίων, εἰ μὴ μέλλοι τις ζωὴ μετὰ ταῦτα καὶ ἀντίδοσις εἶναι; Ὁρᾷς ὅτι ἓν ἀνθ' ἑνὸς τέως, καὶ οὐχὶ δύο ἀνθ' ἑνός; Ἐγὼ δέ σοι δείξω προϊὼν, ὅτι οὐδὲ ἓν ἀνθ' ἑνὸς, ἀλλὰ δύο ἀνθ' ἑνὸς ἔσται τοῖς δικαίοις, τοῖς δὲ ἁμαρτωλοῖς καὶ ἐνταῦθα τρυφῶσι τοὐναντίον ἅπαν. Οἱ μὲν γὰρ ἐνταῦθα τρυφήσαντες, οὐδὲ ἓν ἀνθ' ἑνὸς ἔλαβον· οἱ δὲ ἐν ἀρετῇ διάγοντες, δύο ἀνθ' ἑνός. Τίνες γὰρ ἐν ἀνέσει, οἱ τῷ παρόντι παραχρησάμενοι βίῳ, ἢ οἱ φιλοσοφήσαντες; Σὺ μὲν ἴσως ἐκείνους ἐρεῖς, ἐγὼ δὲ τούτους δείκνυμι, μάρτυρας αὐτοὺς ἐκείνους καλῶν, τοὺς ἀπολελαυκότας τῶν παρόντων· καὶ οὐκ ἀναισχυντήσουσι πρὸς ἃ μέλλω λέγειν. Καὶ γὰρ προμνηστρίαις ἐπηράσαντο πολλάκις, καὶ τῇ ἡμέρᾳ καθ' ἣν ἐπλάκησαν αἱ παστάδες, καὶ τοὺς μὴ γεγαμηκότας ἐμακάρισαν. Πολλοὶ δὲ τῶν νέων, καὶ παρὸν αὐτοὺς γαμεῖν, δι' οὐδὲν ἕτερον παρῃτήσαντο, ἀλλ' ἢ διὰ τὸ φορτικὸν τοῦ πράγματος. Καὶ ταῦτα λέγω, οὐ τὸν γάμον διαβάλλων (τίμιος γὰρ), ἀλλὰ τοὺς κακῶς αὐτῷ κεχρημένους. Εἰ δὲ οἱ γάμοις ὡμιληκότες ἀβίωτον πολλάκις τὸν βίον ἐνόμισαν, τί ἂν εἴποιμεν περὶ τῶν εἰς πορνικὰ βάραθρα κατενεχθέντων, καὶ παντὸς αἰχμαλώτου δουλικώτερον καὶ ἀθλιώτερον διατεθέντων; τί περὶ τῶν ἐν τρυφῇ κατασαπέντων, καὶ μυρία τῷ σώματι νοσήματα περιβεβληκότων; Ἀλλὰ τὸ ἐν δόξῃ εἶναι ἡδύ. Οὐδὲν μὲν οὖν ταύτης τῆς δουλείας πικρότερον. Καὶ γὰρ πάντων ἀνδραπόδων μᾶλλόν ἐστι δουλικώτερος ὁ κενόδοξος, καὶ τοῖς τυχοῦσιν ἀρέσαι βουλόμενος· ὁ δὲ ταύτην καταπατήσας, πάντων ἐστὶν ἀνώτερος, ὁ μὴ φροντίζων τῆς παρ' ἑτέρων δόξης. Ἀλλὰ τὸ χρήματα ἔχειν, ἐπέραστον. Ἀλλὰ πολλάκις ἀπεδείξαμεν, ὅτι ἐν πλείονι πλούτῳ καὶ ἀνέσει οἱ τούτων ἀπηλλαγμένοι καὶ μηδὲν ἔχοντες, μᾶλλόν εἰσιν. Ἀλλὰ τὸ μεθύειν ἡδύ. Καὶ τίς ἂν εἴποι τοῦτο; Οὐκοῦν εἰ τὸ μὴ πλουτεῖν τοῦ πλουτεῖν ἥδιον, καὶ τὸ μὴ γαμεῖν τοῦ γαμεῖν, καὶ τὸ μὴ κενοδοξεῖν τοῦ κενοδοξεῖν, καὶ τὸ μὴ τρυφᾷν τοῦ τρυφᾷν· καὶ ἐνταῦθα τὸ πλέον ἔχουσιν οἱ μὴ τοῖς παροῦσι προσηλωμένοι. Καὶ οὔπω λέγω, ὅτι ἐκεῖνος μὲν κἂν μυρίαις βασάνοις κατατείνηται, ἔχει τὴν χρηστὴν ἐλπίδα διαβαστάζουσαν αὐτόν· οὗτος δὲ κἂν μυρίας ἀπολαύῃ τρυφῆς, ἔχει τὸν φόβον τοῦ μέλλοντος ἐπιταράττοντα αὐτοῦ τὴν ἡδονὴν καὶ συγχέοντα. Καὶ γὰρ καὶ οὗτος οὐ μικρὸς τρόπος κολάσεως, ὥσπερ οὖν ὁ ἐναντίος, τρυφῆς καὶ ἀνέσεως. Καὶ τρίτος δὲ μετὰ τούτων ἐστὶ τρόπος. Ποῖος δὲ οὗτος; Ὅτι τὰ μὲν τῆς τρυφῆς τῆς βιωτικῆς, οὐδὲ ἡνίκα ἐστὶ, φαίνεται, τῇ τε φύσει καὶ τῷ χρόνῳ ἐλεγχόμενα· ἐκεῖνα δὲ οὐ μόνον ἐστὶν, ἀλλὰ καὶ ἀκίνητα μένει. Ὁρᾷς ὅτι οὐ δύο ἀντ' οὐδενὸς μόνον, ἀλλὰ καὶ τρία, καὶ πέντε, καὶ δέκα, καὶ εἴκοσι, καὶ μυρία ἀντ' οὐδενὸς δυνησόμεθα θεῖναι; Ἵνα δὲ ἐπὶ ὑποδείγματος αὐτὸ τοῦτο μάθῃς, ὁ πλούσιος καὶ ὁ Λάζαρος, ὁ μὲν τῶν παρόντων, ὁ δὲ τῶν μελλόντων ἀπέλαυσαν. Ἆρ' οὖν σοι δοκεῖ ἓν εἶναι καὶ ἓν, τὸ ἐν παντὶ τῷ χρόνῳ κολάζεσθαι, καὶ τὸ ἐν βραχείᾳ ὥρᾳ πεινῇν; τὸ νοσεῖν ἐν φθαρτῷ σώματι, καὶ τὸ ἐν ἀθανάτῳ χαλεπῶς ἀποτηγανίζεσθαι; τὸ στεφανοῦσθαι καὶ τρυφᾷν ἀθάνατα μετὰ τὴν μικρὰν ἀῤῥωστίαν ἐκείνην, καὶ τὸ βασανίζεσθαι ἀπέραντα μετὰ τὴν βραχεῖαν τῶν ὄντων ἀπόλαυσιν; καὶ τίς ἂν ταῦτα εἴποι; Τί γὰρ βούλει θῶμεν; τὴν ποσότητα, τὴν ποιότητα, τὴν τάξιν τοῦ Θεοῦ, τὴν περὶ ἑκάτερον ψῆφον; Μέχρι τίνος τὰ κανθάρων φθέγγεσθε ῥήματα, τῶν τῷ βορβόρῳ διηνεκῶς ἐγκαλινδουμένων; Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν. Βούλει σε καὶ ἑτέρωθεν διδάξω, ὅτι ἔστιν ἐκεῖ κρι τήριον φοβερόν; Ἄνοιξόν σου τὰς θύρας τοῦ συνειδότος, καὶ βλέπε τὸν ἐν τῇ διανοίᾳ σου καθήμενον δικαστήν. Εἰ δὲ σὺ σαυτὸν κατακρίνεις, καίτοι γε φίλαυτος ὢν, καὶ οὐκ ἂν ἀνάσχοιο μὴ δικαίαν τὴν κρίσιν ἐνεγκεῖν· οὐ πολλῷ μᾶλλον ὁ Θεὸς πολλὴν ποιήσεται τοῦ δικαίου πρόνοιαν, καὶ τὴν ἀδέκαστον περὶ πάντων οἴσει ψῆφον, ἀλλ' ἁπλῶς καὶ εἰκῆ πάντα φέρεσθαι ἐάσει; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἔστιν οὐδείς· ἀλλὰ καὶ Ἕλληνες καὶ βάρβαροι, καὶ ποιηταὶ καὶ φιλόσοφοι, καὶ πᾶν ἀνθρώπων γένος συμφωνοῦσιν ἐν τούτοις ἡμῖν, εἰ καὶ μὴ ὁμοίως, καί φασιν εἶναί τινα δικαστήρια ἐν ᾅδου· οὕτω φανερὸν καὶ ὡμολογημένον τὸ πρᾶγμά ἐστι. Καὶ τίνος ἕνεκεν οὐκ ἐνταῦθα κολάζει; φησίν. Ἵνα τὴν μακροθυμίαν ἐπιδείξηται τὴν αὑτοῦ, καὶ τὴν ἐκ μετανοίας ἡμῖν παράσχῃ σωτηρίαν, καὶ μὴ τότε τὸ γένος ἡμῶν ἀνάρπαστον ἐργάσηται, τούς τε ἐκ μεταβολῆς ἀρίστης δυναμένους σωθῆναι μὴ προεξαρπάσῃ τῆς σωτηρίας. Εἰ γὰρ εὐθέως ἐκόλαζε παρὰ τὰ ἁμαρτήματα καὶ ἀνῄρει, πῶς ἂν ἐσώθη Παῦλος, πῶς δὲ Πέτρος, οἱ κορυφαῖοι τῆς οἰκουμένης διδάσκαλοι; πῶς ἂν ὁ ∆αυῒδ τὴν ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο σωτηρίαν; πῶς οἱ Γαλάται; πῶς ἕτεροι πλείους; ∆ιά τοι τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκας, ἀλλ' ἐκ τῶν πάντων ἐνίους, οὔτε ἐκεῖ πάντας, ἀλλὰ τὸν μὲν ἐνταῦθα, τὸν δὲ ἐκεῖ, ἵνα καὶ τοὺς σφόδρα ἀναισθήτους διεγείρῃ δι' ὧν κολάζει, καὶ τὰ μέλλοντα προσδοκᾷν ποιήσῃ δι' ὧν οὐ κολάζει. Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζομένους πολλοὺς, οἷον ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷμα ταῖς θυσίαις ἀνέμιξεν ὁ Πιλᾶτος, ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρων κατασφαγέντας, ὡς ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς; Καὶ ἕτεροι δὲ πολλὰ ἁμαρτόντες, ἀπῆλθον μὴ δόντες ἐνταῦθα δίκην· ὡς ὁ πλούσιος ὁ ἐπὶ τοῦ Λαζάρου, ὡς ἕτεροι πολλοί.
δʹ. Ταῦτα δὲ ποιεῖ, καὶ τοὺς διαπιστοῦντας τοῖς μέλλουσι διεγείρων, καὶ τοὺς πιστεύοντας καὶ ῥᾳθυμοῦντας σπουδαιοτέρους ποιῶν. Ὁ γὰρ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν. Ἂν δὲ τῇ μακροθυμίᾳ παραχρησώμεθα, ἔσται καιρὸς, ὅτε οὐδὲ βραχὺ μακροθυμήσει λοιπὸν, ἀλλ' εὐθέως ἐπάξει τὴν δίκην. Μὴ τοίνυν, ἵνα μίαν ῥοπὴν τρυφήσωμεν (τοῦτο γὰρ ὁ παρὼν βίος), ἀπείρων αἰώνων ἐπισπασώμεθα κόλασιν, ἀλλὰ ῥοπὴν πονήσωμεν, ἵνα διηνεκῶς στεφανωθῶμεν. Οὐχ ὁρᾶτε, ὅτι καὶ ἐν τοῖς βιωτικοῖς οὕτως οἱ πλείους τῶν ἀνθρώπων ποιοῦσι, καὶ τὸν ὀλίγον πόνον αἱροῦνται ὑπὲρ τῆς μακρᾶς ἀναπαύσεως, εἰ καὶ τοὐναντίον αὐτοῖς ἐκβαίνει; Ἐνταῦθα μὲν γὰρ ἰσομοιρία καὶ πόνων καὶ κέρδους· πολλάκις δὲ τοὔμπαλιν, ὁ μὲν πόνος ἄπειρος, ὁ δὲ καρπὸς ὀλίγος· ἢ οὐδὲ ὀλίγος πολλάκις· ἐπὶ δὲ τῆς βασιλείας ἀντιστρόφως, ὀλίγον μὲν τὸ ἐπίπονον, πολὺ δὲ τὸ ἡδὺ καὶ ἄπειρον. Σκόπει δέ· ὁ γεωργὸς δι' ὅλου πονεῖ τοῦ ἔτους, καὶ πρὸς αὐτῷ τῷ τέλει τῆς ἐλπίδος ἐκπίπτει πολλάκις τοῦ καρποῦ τῶν πολλῶν πόνων. Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρα τιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθεν, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ μετὰ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι, ἐν μὲν τοῖς βιωτικοῖς τὰ ἐπίπονα προτιμῶντες, ἵνα μικρὸν ἀναπαυσώμεθα, ἢ οὐδὲ μικρόν (καὶ γὰρ ἄδηλος ἡ ἐλπίς)· ἐν δὲ τοῖς πνευματικοῖς ἀντιστρόφως τοῦτο ποιοῦντες, καὶ ἄφατον κόλασιν ἐπισπώμενοι διὰ μικρὰν ῥᾳθυμίαν; ∆ιὸ παρακαλῶ πάντας ὑμᾶς ὀψὲ γοῦν ποτε ἐκ τῆς παραπληξίας ταύτης ἀνενεγκεῖν. Οὐδεὶς γὰρ ἡμᾶς ἐξαιρήσεται ἐν ἐκείνῳ τῷ καιρῷ, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ παῖς, οὐ φίλος, οὐ γείτων, οὐκ ἄλλος οὐδείς· ἀλλ' ἂν ὑπὸ τῶν ἔργων προδοθῶμεν, πάντα οἰχήσεται, καὶ ἀπολούμεθα πάντως. Πόσα ὁ πλούσιος ἐθρήνησεν ἐκεῖνος, καὶ τὸν πατριάρχην παρεκάλεσε, καὶ πεμφθῆναι τὸν Λάζαρον ᾔτησεν; Ἀλλ' ἄκουσον τί πρὸς αὐτὸν ἔλεγεν Ἀβραάμ. Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ. Πόσα παρεκάλεσαν αἱ παρθένοι ἐκεῖναι τὰς ὁμήλικας ὑπὲρ ὀλίγου ἐλαίου; Ἀλλ' ἄκουσον καὶ ἐκεῖναι τί λέγουσι· Μήποτε οὐ μὴ ἀρκέσῃ ὑμῖν καὶ ἡμῖν· καὶ οὐδεὶς αὐτὰς ἴσχυσεν εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν. Ταῦτα δὴ λογιζόμενοι καὶ ἡμεῖς ἐπιμελώμεθα τῆς ἡμετέρας ζωῆς. Ὅσους γὰρ ἂν εἴπῃς πόνους, καὶ ὅσας ἂν προσενέγκῃς τιμωρίας, οὐδὲν ἅπαντα ταῦτα ἔσται πρὸς τὰ μέλλοντα ἀγαθά. Τίθει γοῦν, εἰ βούλει, πῦρ καὶ σίδηρον καὶ θηρία, καὶ εἴ τι τούτων χαλεπώτερον· ἀλλ' ὅμως οὐδὲ σκιὰ ταῦτα πρὸς ἐκεῖνα τὰ βασανιστήρια. Ταῦτα μὲν γὰρ ὅταν σφοδρότερον ἐπιτεθῇ, τότε μάλιστα γίνεται κοῦφα, ταχεῖαν ποιοῦντα τὴν ἀπαλλαγὴν, τοῦ σώματος οὐκ ἀρκοῦντος καὶ εἰς σφοδρότητα καὶ εἰς μῆκος κολάσεως· ἐκεῖ δὲ οὐχ οὕτως, ἀλλ' ἀμφότερα συνέρχεται, καὶ παράτασις καὶ ὑπερβολὴ, καὶ ἐν τοῖς χρηστοῖς καὶ ἐν τοῖς λυπηροῖς. Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν. Οὐχ ὁρᾷς τοὺς ἐνταῦθα στρατιώτας τοὺς τοῖς ἄρχουσι διακονουμένους, πῶς ἕλκουσι, πῶς δεσμοῦσι, πῶς μαστιγοῦσι, πῶς τὰς πλευρὰς διορύττουσι, πῶς λαμπάδας ταῖς βασάνοις προσάγουσι, πῶς ἀποτέμνουσιν; Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας. Καὶ γὰρ πρόσκαιροι αὗται αἱ κολάσεις· ἐκεῖ δὲ οὔτε ὁ σκώληξ τελευτᾷ, οὔτε τὸ πῦρ σβέννυται· καὶ γὰρ τὸ σῶμα ἄφθαρτόν ἐστιν. Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά· μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐνταῦθα σωφρονισθῆναι. Πόσα τότε ἐροῦμεν, ἑαυτῶν κατηγοροῦντες; πόσα ὀλοφυρούμεθα; πόσα οἰμώξομεν; Ἀλλ' οὐδὲν ὄφελος λοιπόν· ἐπεὶ οὐδὲ οἱ ναῦται, τοῦ πλοίου διαλυθέντος καὶ καταδύντος, ὠφελῆσαί τι δύναιντ' ἂν λοιπόν· οὔτε ἰατροὶ, τοῦ κάμνοντος ἀπελθόντος· ἀλλ' ἐροῦσι μὲν πολλάκις, ὅτι Τὸ καὶ τὸ ποιῆσαι ἐχρῆν, πάντα δὲ εἰκῆ καὶ μάτην. Ἕως μὲν γὰρ ἐκ τῆς διορθώσεως ἐλπίδες μένουσι, καὶ λέγειν ἅπαντα καὶ ποιεῖν χρή· ἐπειδὰν δὲ μηκέτι κύριοι μηδενὸς ὦμεν, τοῦ παντὸς διαφθαρέντος, εἰκῆ καὶ λέγεται πάντα καὶ γίνεται. Καὶ γὰρ καὶ Ἰουδαῖοι ἐροῦσι τότε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἀλλ' οὐδὲν ταύτης ἀπόνασθαι δυνήσονται τῆς φωνῆς, εἰς τὸ τὴν κόλασιν διαφυγεῖν· ὅτε γὰρ ἔδει εἰπεῖν, οὐκ εἶπον. Ἵν' οὖν μὴ καὶ ἡμεῖς ἐπὶ τῆς πολιτείας τοῦτο πάθωμεν, ἐντεῦθεν ἤδη μεταβαλλώμεθα, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πάσης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, καὶ τὰ ἑξῆς.
Ιʹ. Οἴδαμεν γὰρ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχο μεν, οἰκείαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
αʹ. Πάλιν τὴν προθυμίαν αὐτῶν διεγείρει διὰ τὸ πολλοὺς ἐπάγεσθαι πειρασμούς. Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι. Τί οὖν φησιν; Οὐ δεῖ θαυμάζειν, ὅτι κακῶς πάσχομεν, οὐδὲ θορυβεῖσθαι· καὶ γὰρ πολλὰ κέρδη ἐντεῦθεν καρπούμεθα. Καὶ τὰ μὲν ἔμπροσθεν εἶπεν, οἷον, ὅτι καὶ νέκρωσιν τοῦ Ἰησοῦ περιφέρομεν, καὶ τῆς δυνάμεως αὐτοῦ ἀπόδειξιν παρεχόμεθα μεγίστην. Ἵνα γὰρ, φησὶν, ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ· καὶ τῆς ἀναστάσεως τεκμήριον ἐκφέρομεν σαφές· Ἵνα γὰρ, φησὶν, ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ἐπειδὴ δὲ μετὰ τούτων εἶπεν, ὅτι καὶ ὁ ἔσω ἡμῶν ἄνθρωπος βελτίων γίνεται οὕτως. Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, φησὶν, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· δεικνὺς πάλιν, ὅτι τοσούτῳ χρήσιμον τοῦτο τὸ μαστίζεσθαι καὶ ἐλαύνεσθαι, ἐπάγει λέγων, ὅτι ὅταν ὁλοσχερῶς τοῦτο γένηται, τότε τὰ μυρία ἀγαθὰ ἀναβλαστήσει τοῖς ταῦτα ὑπομεμενηκόσιν. Ἵνα γὰρ μὴ ἀκούων, ὅτι φθείρεται ὁ ἄνθρωπός σου ὁ ἔξω, ἀλγῇς, λέγει ὅτι, ὅταν παντελῶς τοῦτο γένηται, τότε μάλιστα χαρήσῃ, καὶ ἥξεις ἐπὶ βελτίονα λῆξιν. Ὥστε οὐ μόνον ἀλγεῖν οὐ δεῖ, ἐκ μέρους αὐτοῦ φθειρομένου νῦν, ἀλλὰ καὶ τὸ ὅλον τῆς φθορᾶς ταύτης ἐπιζητεῖν· αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει· διὸ καὶ ἐπήγαγεν, Οἴδαμεν γὰρ ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Ἐπειδὴ γὰρ τὸν περὶ ἀναστάσεως γυμνάζει λόγον πάλιν, εἰς ἣν μάλιστα ἐνόσουν, προσλαμβάνει καὶ τὴν τῶν ἀκουόντων κρίσιν, καὶ οὕτως αὐτὸν κατασκευάζει· ἀλλ' οὐχ ὁμοίως ὡς ἔμπροσθεν, ἀλλ' ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών· καὶ γὰρ ἦσαν διορθωθέντες ἤδη· καί φησιν, Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, ὅτι οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς. Τινὲς μὲν τὴν οἰκίαν τὴν ἐπίγειον τὸν κόσμον τοῦτόν φασιν· ἐγὼ δὲ τὸ σῶμα μᾶλλον ἂν φαίην αὐτὸν αἰνίττεσθαι. Σὺ δέ μοι σκόπει, πῶς διὰ τῶν ὀνομάτων δείκνυσι τὴν ὑπεροχὴν τῶν μελλόντων πρὸς τὰ παρόντα. Εἰπὼν γὰρ ἐπίγειον, ἀντέθηκε τὴν οὐρανίαν· εἰπὼν οἰκίαν σκήνους, καὶ τὸ εὐδιάλυτον καὶ πρόσκαιρον δείξας ἐντεῦθεν, ἀντέθηκε τὴν αἰωνίαν· τὸ γὰρ τῆς σκηνῆς ὄνομα, τὸ πρόσκαιρον πολλάκις δείκνυσι. ∆ιό φησιν, Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Εἰ δέ που καὶ σκηνὰς καλοίη τῶν ἁγίων τὰς ἀναπαύσεις, οὐχ ἁπλῶς σκηνὰς, ἀλλὰ μετὰ προσθήκης· οὐ γὰρ εἶπεν, Ἵνα δέξωνται εἰς τὰς σκηνὰς αὐτῶν, ἀλλ', Εἰς τὰς αἰωνίους σκηνάς. Εἰπὼν δὲ καὶ Ἀχειροποίητον, ᾐνίξατο τὴν χειροποίητον. Τί οὖν; τὸ σῶμα χειροποίητον; Οὐδαμῶς· ἀλλ' ἢ τὰς οἰκίας ἐνταῦθα αἰνίττεται τὰς χειροποιήτους· ἢ εἰ μὴ τοῦτο, ἀλλ' οἰκίαν σκήνους τὸ σῶμα ἐκάλεσε τὸ ἀχειροποίητον. Οὐ γὰρ πρὸς ἀντιδιαστολὴν τούτου ἀντέθηκεν, ἀλλ' αὔξων τὰ ἐγκώμια, καὶ προστιθεὶς τοὺς ἐπαίνους. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες. Ποῖον οἰκητήριον; εἰπέ μοι. Τὸ σῶμα τὸ ἄφθαρτον. Καὶ διὰ τί στενάζομεν νῦν; Ἐπειδὴ πολλῷ βέλτιον ἐκεῖνο. Ἐξ οὐρανοῦ δὲ αὐτό φησι διὰ τὸ ἄφθαρτον. Οὐ γὰρ δὴ ἄνωθεν ἡμῖν κάτεισι σῶμα, ἀλλὰ τὴν ἐκεῖθεν πεμπομένην χάριν δηλοῖ τῷ ὀνόματι τούτῳ. Τοσοῦτον οὖν οὐ δεῖ ἀλγεῖν ἐπὶ τοῖς κατὰ μέρος πειρασμοῖς, ὅτι καὶ τὸ καθολικὸν δεῖ ζητεῖν· ὡσανεὶ ἔλεγε, Στένεις ὅτι διώκῃ, ὅτι φθείρεταί σου ὁ ἄνθρωπος ὁ ἔξω; στέναξον ὅτι οὐ μεθ' ὑπερβολῆς τοῦτο γίνεται, μηδὲ ὁλοκλήρως φθείρεται. Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον; ∆ιὰ τοῦτο οὐδὲ σκῆνος αὐτὸ καλεῖ λοιπὸν, ἀλλ' οἰκητήριον· καὶ μάλα εἰκότως. Ἡ μὲν γὰρ σκηνὴ καταλύεται ῥᾳδίως, ἐκεῖνο δὲ μένει διηνεκῶς. Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Τουτέστι, κἂν ἀποθώμεθα τὸ σῶμα, οὐ χωρὶς σώματος, ἐκεῖ παραστησόμεθα, ἀλλὰ καὶ μετὰ τοῦ αὐτοῦ ἀφθάρτου γενομένου. Τινὲς δέ φασιν, ὃ καὶ μάλιστα ἐγκριτέον· Εἴπερ καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Ἵνα γὰρ μὴ ἀπὸ τῆς ἀναστάσεως πάντες θαῤῥῶσι, φησίν· Εἴ γε καὶ ἐνδυσάμενοι· τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες· οὐ γυμνοὶ εὑρεθησόμεθα, δόξης καὶ ἀσφαλείας. Ὃ καὶ ἐν τῇ πρὸ ταύτης πρὸς Κορινθίους ἔλεγεν, ὅτι Πάντες μὲν ἀναστησόμεθα, ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· καὶ, Ἔστι σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων, ἡ δὲ δόξα οὐκέτι κοινὴ, ἀλλ' οἱ μὲν ἐν τιμῇ, οἱ δὲ ἐν ἀτιμίᾳ, καὶ οἱ μὲν εἰς βασιλείαν, οἱ δὲ εἰς κόλασιν ἀναστήσονται. Τοῦτο γοῦν καὶ ἐνταῦθα ἐδήλωσεν εἰπὼν, Εἴ γε ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα. Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι.
βʹ. Ἐνταῦθα πάλιν ὁλοσχερῶς καὶ σαφῶς ἀπέφραξε τὰ στόματα τῶν αἱρετικῶν, δείξας ὅτι οὐ περὶ σώματος ἁπλῶς διαλέγεται ἄλλου καὶ ἄλλου, ἀλλὰ περὶ φθορᾶς καὶ ἀφθαρσίας. Οὐ γὰρ διὰ τοῦτο στενάζομεν, φησὶν, ἵνα τοῦ σώματος ἀπαλλαγῶμεν (τοῦτο γὰρ οὐδὲ ἐκδύσασθαι βουλόμεθα), ἀλλὰ τῆς φθορᾶς τῆς ἐν αὐτῷ σπεύδομεν ἐλευθερωθῆναι. ∆ιό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν. Εἶτα καὶ ἑρμηνεύει αὐτό· Ἵνα καταποθῇ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς. Ἐπειδὴ γὰρ πολλοῖς φορτικὸν εἶναι ἐδόκει τὸ ἀποθέσθαι τὸ σῶμα, καὶ ταῖς ψήφοις ταῖς ἁπάντων ἠναντιοῦτο λέγων, ὅτι Στενάζομεν, οὐ βουλόμενοι αὐτοῦ ἀπαλλαγῆναι; (εἰ γὰρ τοιαῦτα πάσχει, καὶ ὀδύρεται αὐτοῦ ἡ ψυχὴ χωριζομένη, πῶς σὺ λέγεις, φησὶν, ὅτι στενάζομεν, ἐπειδὴ οὐ χωριζόμεθα αὐτοῦ;) ἵν' οὖν μὴ ταῦτα αὐτῷ ἀνθυποφέρηται, οὐδὲ ἐγὼ τοῦτο λέγω, φησὶν, ὅτι διὰ τοῦτο στενάζομεν, ἵνα αὐτὸ ἀποθώμεθα (οὐδεὶς γὰρ ἀλύπως αὐτὸ ἀποτίθεται· ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν. Καὶ γὰρ τοῦτό ἐστιν, ᾧ τὸ σῶμα βαρυνόμεθα· οὐχ ὅτι σῶμα, ἀλλ' ὅτι φθαρτὸν περικείμεθα σῶμα καὶ παθητόν· τοῦτο γὰρ ἡμῖν καὶ τὴν λύπην παρέχει· ἀλλὰ ἀναλίσκει καὶ δαπανᾷ τὴν φθορὰν ἡ ζωὴ παραγινομένη, τὴν φθορὰν, οὐ τὸ σῶμα. Καὶ πῶς γίνεται τοῦτο; φησί. Μὴ ζήτει, ὁ Θεὸς ποιεῖ· μὴ περιεργάζου. ∆ιὸ καὶ ἐπήγαγεν, Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο, Θεός. Ἐντεῦθεν δείκνυσι ταῦτα ἄνωθεν προτυπωθέντα. Οὐ γὰρ νῦν τοῦτο ἔδοξεν, ἀλλ' ὅτε ἐξ ἀρχῆς ἔπλαττεν ἡμᾶς ἀπὸ γῆς, καὶ τὸν Ἀδὰμ ἐδημιούργει· οὐκ εἰς τοῦτο δὲ ἐδημιούργει, ἵνα ἀποθάνῃ, ἀλλ' ἵνα καὶ ἀθάνατον ἐργάσηται. Εἶτα τὸ ἀξιόπιστον δεικνὺς, καὶ τὴν ἀπόδειξιν παρέχων, ἐπήγαγεν, Ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Καὶ γὰρ καὶ τότε ἐπὶ τούτῳ διέπλασε, καὶ νῦν εἰς τοῦτο κατειργάσατο διὰ τοῦ βαπτίσματος, καὶ τούτου παρέσχεν ἡμῖν ἐνέχυρον οὐ μικρὸν, τὸ Πνεῦμα τὸ ἅγιον. Συνεχῶς δὲ ἀῤῥαβῶνα καλεῖ, ὀφειλέτην αὐτὸν ἀποδεῖξαι βουλόμενος τοῦ παντὸς, καὶ ἀξιοπιστότερον καὶ ἐντεῦθεν τοῖς παχυτέροις καταστῆσαι τὸν λόγον. Θαῤῥοῦντες οὖν πάντοτε, καὶ εἰδότες. Τὸ θαῤῥοῦντες, πρὸς τοὺς διωγμοὺς, πρὸς τὰς ἐπιβουλὰς, πρὸς τοὺς θανάτους τοὺς συνεχεῖς εἴρηται· ὡς ἂν εἰ ἔλεγεν, Ἐλαύνει σέ τις καὶ διώκει καὶ ἀναιρεῖ; μὴ καταπέσῃς· ὑπὲρ σοῦ τὸ πᾶν γίνεται· μὴ φοβηθῇς, ἀλλὰ θάῤῥει. Καὶ γὰρ δι' ὃ στενάζεις καὶ ἀλγεῖς, ὅτι φθορᾷ δουλεύεις, τοῦτο ἀναιρεῖ λοιπὸν ἐκ τοῦ μέσου, καὶ ταχύτερόν σε ταύτης ἀπαλλάττει τῆς δουλείας. ∆ιὸ καὶ λέγει, Θαῤῥοῦντες οὖν πάντοτε, οὐχὶ ἐν ταῖς ἀνέσεσιν, ἀλλὰ καὶ ἐν ταῖς θλίψεσι, καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἀποδημοῦμεν ἀπὸ τοῦ Κυρίου· διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἀποδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Τὸ μεῖζον πάντων ὕστερον τέθεικε· τοῦ γὰρ ἄφθαρτον λαβεῖν τὸ μετὰ Χριστοῦ εἶναι βέλτιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ σβέννυσιν ἡμῶν τὴν ζωὴν ὁ πολεμῶν καὶ ἀναιρῶν· μὴ φοβηθῇς· θάῤῥει κατακοπτόμενος. Οὐ γὰρ μόνον φθορᾶς σε ἀπαλλάττει καὶ βάρους, ἀλλὰ καὶ τῷ Κυρίῳ σε παραπέμπει ταχέως. ∆ιὸ οὐδὲ εἶπεν, Ὄντες ἐν τῷ σώματι, ὡς ἐν ἀλλοτρίᾳ ὄντων καὶ ξένῃ. Εἰδότες οὖν ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν ἐκδημῆσαι ἀπὸ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. Εἶδες πῶς τὰ λυπηρὰ ἀποκρυψάμενος, τὰ ὀνόματα τοῦ θανάτου καὶ τῆς τελευτῆς, τὰ σφόδρα ποθεινὰ ἀντ' αὐτῶν τέθεικεν, ἐνδημίαν αὐτὰ καλῶν πρὸς τὸν Θεόν· καὶ τὰ δοκοῦντα εἶναι γλυκέα ἀφεὶς, τὰ τῆς ζωῆς, ἀπὸ τῶν λυπηρῶν αὐτὰ ὠνόμασεν, ἐκδημίαν ἀπὸ Κυρίου τὴν ἐνταῦθα καλέσας
ζωήν; Τοῦτο δὲ ἐποίησεν, ἵνα μηδεὶς μήτε τοῖς παροῦσιν ἐμφιλοχωρῇ, ἀλλὰ καὶ βαρύνηται, μήτε μέλλων τελευτᾷν ἀλύῃ, ἀλλὰ καὶ χαίρῃ, ὡς ἐπὶ μείζονα ἀπιὼν ἀγαθά. Εἶτα ἵνα μηδεὶς εἴπῃ, ἀκούων, ὅτι Ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, Τί ταῦτα λέγεις, ἀλλοτριούμεθα οὖν αὐτοῦ ἐνταῦθα ὄντες; προδιώρθωσε τοῦτο εἰπὼν, ∆ιὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· καὶ ἐνταῦθα μὲν αὐτὸν ἴσμεν, ἀλλ' οὐχ οὕτω σαφῶς. Ὃ καὶ ἀλλαχοῦ λέγει, Ἐν ἐσόπτρῳ, καὶ, Ἐν αἰνίγματι. Θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν. Βαβαὶ, ποῦ τὸν λόγον περιήγαγεν; εἰς ἐπιθυμίαν ἄκραν τελευτῆς, τὸ φορτικὸν ἡδὺ δείξας, καὶ τὸ ἡδὺ φορτικόν· τὸ γὰρ, Εὐδοκοῦμεν, ἐπιθυμοῦμεν, φησί. Τί ἐπιθυμοῦμεν; Ἐκδημῆσαι ἐκ τοῦ σώματος, καὶ ἐνδημῆσαι πρὸς Κύριον. Τοῦτο δὲ ἀεὶ ποιεῖ, ὃ καὶ ἔμπροσθεν ἔδειξα, εἰς τἀναντία περιτρέπων τὸν λόγον τῶν ἀντιλεγόντων αὐτῷ. ∆ιὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι, φησὶν, ἄν τε ἐκεῖ ὦμεν, ἄν τε ἐνταῦθα, κατὰ γνώμην αὐτοῦ ζῇν· τοῦτο γάρ ἐστι τὸ προηγούμενον. Ὥστε ἐντεῦθεν ἤδη τὴν βασιλείαν ἔχεις ἄνευ δοκιμῆς. Ἵνα γὰρ μὴ πάλιν εἰς τοσαύτην ἐλθόντες ἐπιθυμίαν ἀλύωσι πρὸς τὴν μέλλησιν τῆς ἐπιδημίας, ἐντεῦθεν ἤδη δίδωσιν αὐτοῖς τὸ κεφάλαιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Τὸ εὐαρέστους εἶναι. Οὐδὲ γὰρ τὸ ἀπελθεῖν ἁπλῶς καλὸν, ἀλλὰ τὸ εὐδοκιμοῦντα, δι' ὃ γίνεται καλὸν κἀκεῖνο· οὐδὲ τὸ ἁπλῶς ἐνταῦθα εἶναι βαρὺ, ἀλλὰ τὸ προσκρούοντα.
γʹ. Μὴ τοίνυν νόμιζε τὴν ἐκ τοῦ σώματος ἀποδημίαν ἀρκεῖν· ἀρετῆς γὰρ πανταχοῦ χρεία. Ὥσπερ γὰρ εἰπὼν ἀνάστασιν, οὐκ ἀφῆκεν αὐτῇ θαῤῥεῖν μόνον, λέγων, Εἴ γε καὶ ἐνδυσάμενοι, οὐ γυμνοὶ εὑρεθησόμεθα· οὕτω καὶ ἀποδημίαν δείξας, ἵνα μὴ νομίσῃς αὐτὴν ἀρκεῖν σοι πρὸς σωτηρίαν, τὸ, Εὐαρέστους δεῖ εἶναι, προσέθηκεν. Ἐπειδὴ τοίνυν προὔτρεψεν ἀπὸ πολλῶν χρηστῶν, λοιπὸν καὶ ἀπὸ τῶν σκυθρωποτέρων φοβεῖ. Τὸ γὰρ συμφέρον καὶ ἐν τῇ κτήσει τῶν ἀγαθῶν καὶ ἐν τῇ φυγῇ τῶν κακῶν συνίσταται, ὅπερ ἐστὶ γέεννα καὶ βασιλεία. Ἐπειδὴ δὲ τοῦτο μείζονα ἔχει τὴν ἰσχὺν, τὸ φυγεῖν κόλασιν (ἔνθα μὲν γὰρ μέχρι τοῦ μὴ λαβεῖν τὰ ἀγαθὰ ἡ ζημία, εὐκόλως οἱ πολλοὶ τοῦτο οἴσουσιν· ἂν δὲ καὶ μέχρι τοῦ κακῶς παθεῖν, οὐκέτι· ἔδει μὲν γὰρ ἐκείνην ἀφόρητον νομίζειν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῶν πολλῶν καὶ τὸ χαμαίζηλον, τοῦτο φαίνεται αὐτοῖς χαλεπώτερον)· ἐπεὶ οὖν οὐχ οὕτω διεγείρει τὸν ἀκροατὴν τὸν πολὺν ἡ τῶν ἀγαθῶν δόσις, ὡς ἡ τῶν κολάσεων ἀπειλὴ, ἀναγκαίως ἐνταῦθα καταλύει, λέγων· Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Εἶτα φοβήσας καὶ κατασείσας τῇ μνήμῃ τοῦ βήματος ἐκείνου τὸν ἀκούοντα, οὐδὲ ἐνταῦθα χωρὶς τῶν χρηστῶν τέθεικε τὰ λυπηρὰ, ἀλλὰ ἀνέμιξέ τινα ἡδονὴν, εἰπών· Ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, ὅσα ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ταῦτα δὲ λέγων, τούς τε κατωρθωκότας καὶ ἐλαυνομένους ἀνιστᾷ ταῖς ἐλπίσι, τούς τε ἀναπεπτωκότας σπουδαιοτέρους ποιεῖ τῷ φόβῳ. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ τῶν σωμάτων ἐβεβαίου λόγον. Οὐ γὰρ δήπου τὸ διακονησάμενον εἰς τοῦτο κἀκεῖνο, τῶν ἀμοιβῶν ἔξω στήσεται, φησίν· ἀλλὰ μετὰ τῆς ψυχῆς τὰ μὲν κολάζεται, τὰ δὲ στεφανοῦται. Ἀλλά τινες τῶν αἱρετικῶν φασιν, ὅτι ἕτερον ἐγείρεται σῶμα. Πόθεν; εἰπέ μοι· ἄλλο ἥμαρτε, καὶ ἄλλο κολάζεται; ἄλλο κατώρθωσε, καὶ ἄλλο στεφανοῦται; Τί δὲ ἐρεῖτε λέγοντι Παύλῳ, Οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι; πῶς δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνεται; Οὐ γὰρ εἶπεν, Ἵνα καταποθῇ τὸ θνητὸν ἢ τὸ φθαρτὸν σῶμα ὑπὸ τοῦ ἀφθάρτου σώματος· ἀλλ', Ἵνα ἡ φθορὰ ὑπὸ τῆς ζωῆς. Τότε γὰρ τοῦτο γίνεται, ὅταν τὸ αὐτὸ ἐγείρηται σῶμα· ἐὰν δὲ ἐκεῖνο ἀφεὶς, ἄλλο κατασκευάσῃ, οὐκέτι καταπίνεται, ἀλλὰ μένει ἡ φθορὰ κρατήσασα. ∆ιὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν. Τὸ γὰρ σῶμα μέσον ἐστὶ, νῦν μὲν ἐν τούτῳ γενόμενον, ὕστερον δὲ ἐσόμενον ἐν ἐκείνῳ· καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι. Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν·ἐπεὶ πῶς ἔνι ἀφθαρσία; ἀλλὰ τοὐναντίον, καταπίνεται ἡ φθορὰ ὑπὸ τῆς ζωῆς· τοῦτο μὲν γὰρ ἐκείνου περιγίνεται, ἐκεῖνο δὲ τούτου οὐκέτι. Ὥσπερ γὰρ κηρὸς, λύεται μὲν ὑπὸ πυρὸς, αὐτὸς δὲ οὐκέτι λύει τὸ πῦρ· οὕτω καὶ ἡ φθορὰ τήκεται ὑπὸ τῆς ἀφθαρσίας καὶ ἀφανίζεται, αὕτη δὲ ἐκείνης κρατῆσαι οὐδέποτε δύναται. Ἀκούσωμεν τοίνυν τῆς Παύλου φωνῆς λεγούσης, ὅτι ∆εῖ ἡμᾶς παρασταθῆναι τῷ βήματι τοῦ Χριστοῦ, καὶ ὑπογράψωμεν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσωμεν αὐτὸ παρεῖναι νῦν, καὶ τὰς εὐθύνας ἀπαιτεῖσθαι. Ἐγὼ γὰρ αὐτὸ πλατύτερον ἐρῶ. Παῦλος γὰρ, ἐπειδὴ περὶ θλίψεως ἦν ὁ λόγος αὐτῷ, καὶ οὐκ ἐβούλετο πάλιν θλῖψαι αὐ τοὺς, οὐκ ἐνδιέτριψε τῷ λόγῳ, ἀλλ' ἐν βραχεῖ τὸ στῦφον εἰπὼν, Ἕκαστος κομίσεται πρὸς ἃ ἔπραξε, ταχέως παρέδραμε. Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν ∆ικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι· οὐ γὰρ παραστῆναι ἡμᾶς ἁπλῶς δεῖ, ἀλλὰ καὶ φανερωθῆναι. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐξέστητε; Εἰ δὲ νῦν οὔπω τοῦ πράγματος παρόντος, ἀλλὰ ἁπλῶς καθ' ὑπόθεσιν δοθέντος καὶ λογισμῷ τυπωθέντος, ἀπωλόμεθα ὑπὸ τοῦ συνειδότος· τί ποιήσομεν, ὅταν παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἐπάλληλοι τάξεις, καὶ δρόμος ἁπάντων, καὶ ἁρπαγαὶ ἐπὶ τῶν νεφελῶν, καὶ παράταξις τρόμου γέμουσα; ὅταν αἱ σάλπιγγες αἱ ἐπάλληλοι, αἱ συνεχεῖς ἐκεῖναι φωναί; Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ ἐν τοσαύτῃ λαμπρότητι ἀπωσθῆναι, καὶ ἄτιμον ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν· τί τότε ἔσται; ἢ μικρὰν εἶναι νομίζεις κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ, τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης, τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβεστον, καὶ θλῖψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζόμεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπωμεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τάξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον;
δʹ. Εἰ γὰρ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶντας ὁρῶντες, τοὺς δὲ δεδεμένους καὶ πεινῶντας, τοὺς δὲ ἐν σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα ὑπὲρ τοῦ μήποτε ἐμπεσεῖν ἐκεῖσε πράττομεν· ὅταν ἀπαγώμεθα συρόμενοι εἰς αὐτὰ τῆς γεέννης τὰ βασανιστήρια, τίνες ἐσόμεθα; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ' ἀπὸ πυρὸς οὐδέποτε σβεννυμένου· οὐδὲ ὁμότιμοι οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ' ἄγγελοι, οἷς οὐδὲ προσβλέψαι θέμις, σφοδρῶς ὑπὲρ ὧν τὸν ∆εσπότην ὑβρίκαμεν ὀργιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρακλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν· ἀλλὰ πάντα ἀσύγγνωστα ἐκεῖ· κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ, καὶ τοὺς οἰκείους ἴδῃ κολαζομένους, οὐ τολμᾷ παραστῆναι. Καὶ γὰρ καὶ τὴν ἐκ τῆς φύσεως συμπάθειαν τότε ἀναιρεῖσθαι συμβαίνει. Ἐπειδὴ γὰρ συμβαίνει δικαίους εἶναι παίδων πατέρας πονηρῶν, καὶ παῖδας πατέρων· ὥστε καθαρὰν εἶναι τὴν ἡδονὴν καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν, καὶ ταύτην σβέννυσθαι τὴν συμπάθειάν φημι, καὶ αὐτοὺς συναγανακτεῖν τῷ ∆εσπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ ἄνθρωποι οἱ τυχόντες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύττουσι καὶ τῆς συγγενείας ἐκτέμνουσι· πολλῷ μᾶλλον οἱ δίκαιοι τότε. Τοιγαροῦν μηδεὶς ἐλπιζέτω χρηστὰ, μὴ ἐργασάμενός τι χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους· Ἕκαστος γὰρ κομίσεται πρὸς ἃ ἔπραξε τὰ διὰ τοῦ σώματος. Ἐνταῦθά μοι δοκεῖ καὶ τοὺς πορνεύοντας αἰνίττεσθαι, καὶ τὸν ἐκεῖθεν ἐπιτειχίζων φόβον αὐτοῖς· οὐκ ἐκείνοις δὲ μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ὁτιοῦν πλημμελοῦσι. Ἀκούωμεν τοίνυν καὶ ἡμεῖς· κἂν πῦρ ἔχῃς ἐπιθυμίας, ἀντίστησον ἐκεῖνο τὸ πῦρ, καὶ τοῦτο εὐθέως κατασβεσθὲν οἰχήσεται· κἂν βουληθῇς τι φθέγξασθαι ἀπηχὲς, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι ὁ φόβος· κἂν ἁρπάσαι βουληθῇς, ἄκουσον τοῦ δικαστοῦ κελεύοντος καὶ λέγοντος, ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· καὶ ἐκβαλεῖς καὶ ταύτην οὕτω τὴν ἐπιθυμίαν. Κἂν μεθύῃς καὶ κραιπαλῶν διατελῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος· καὶ ἀποστήσῃ τοῦ πάθους. Εἰ δὲ τρυφῆς ἐρᾷς, ἐννόησον τὴν ἐκεῖ θλῖψιν καὶ τὴν στενοχωρίαν, καὶ οὐδὲν ἐννοήσεις ταύτην· εἰ δὲ ἀπηνὴς εἶ καὶ ὠμὸς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐταῖς σβεσθεισῶν, οὕτω τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάνθρωπος. Ἀλλὰ νωθρὸς εἶ καὶ παρειμένος; Λογίζου τὸν τὸ τάλαντον κατακρύψαντα, καὶ ἔσῃ πυρὸς σφοδρότερος. Ἀλλὰ κατεσθίει σε ἡ τῆς τοῦ πλησίον οὐσίας ἐπιθυμία; Λογίζου τὸν σκώληκα τὸν ἀτελεύτητον, καὶ εὐκόλως καὶ τοῦτο ἀποθήσῃ τὸ νόσημα, καὶ τὰ ἄλλα πάντα κατορθώσεις· οὐδὲν γὰρ φορτικὸν οὐδὲ ἐπαχθὲς ἐπέταξε. Πόθεν οὖν ἡμῖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ἡμετέρας ῥᾳθυμίας. Ὥσπερ οὖν ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα ἀφόρητα εἶναι, κοῦφα ἔσται καὶ ῥᾴδια· οὕτως ἐὰν ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ δύσκολα ἡμῖν φανεῖται. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, μὴ τρυφῶντας ἐννοῶμεν, ἀλλὰ τί τὸ τέλος αὐτῶν· ἐνταῦθα μὲν κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ· μὴ τοὺς ἁρπάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν· φροντίδες ἐνταῦθα καὶ φόβοι καὶ ἀγωνίαι, ἐκεῖ δὲ δεσμὰ ἄλυτα· μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ ἐκ τούτων τικτόμενον· δουλεῖαι ἐνταῦθα καὶ εἰρωνεῖαι, ἐκεῖ δὲ καὶ ζημία ἀφόρητος καὶ τὸ ἐμπυρίζεσθαι διηνεκῶς. Ἂν γὰρ οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐπᾴδωμεν συνεχῶς ταῖς πονηραῖς ἡμῶν ἐπιθυμίαις, ταχέως καὶ τὸν τῶν παρόντων ἐκβαλοῦμεν ἔρωτα, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Ἀνάψωμεν τοίνυν αὐτὸν, καὶ ἐκκαύσωμεν. Εἰ γὰρ ἡ ἔννοια αὐτῶν, καίτοι γε ἀμυδρά τις οὖσα, τοσαύτην παρέχει τὴν ἡδονήν· ἐννόησον ὅσην αὕτη ἡ πεῖρα ἡ σαφὴς οἴσει τὴν εὐφροσύνην ἡμῖν. Μακάριοι καὶ τρισμακάριοι καὶ πολλάκις τοῦτο οἱ τῶν ἀγαθῶν ἀπολαύοντες ἐκείνων· ὥσπερ οὖν ἐλεεινοὶ καὶ τρισάθλιοι οἱ τἀναντία τούτων ὑπομένοντες. Ἵν' οὖν μὴ τούτων, ἀλλ' ἐκείνων γενώμεθα, ἑλώμεθα τὴν ἀρετήν· οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη εισαγωγή και δημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο
Η επεξεργασία, επιμέλεια μορφοποίηση κειμένου και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
0 σχόλια :
Δημοσίευση σχολίου