Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62
ΟΜΙΛΙΑ ∆ʹ.Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
αʹ. Οὕτω μεγάλαι εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μήτε ἐνενόησε, μήτε προσεδόκησε νοῦς ἀνθρώπινος, ταῦτα ἡμῖν ἐχαρίσατο. ∆ιὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντα. Καθά περ γὰρ ἐπὶ τῶν μεγάλων ἀγαθῶν τοῦτο πάσχομεν, ἆρα μὴ ὄναρ ἐστίν; λέγοντες, τῷ ἀπιστεῖν· οὕτω καὶ ἐπὶ τῶν τοῦ Θεοῦ δωρεῶν. Τί οὖν ἦν τὸ ἀπιστούμενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ ἐν νόμῳ μὴ δικαιωθέντες μηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι. Πολλὰ μὲν οὖν καὶ ἐν τῇ πρὸς Ῥωμαίους περὶ τούτου διαλέγεται τοῦ κεφαλαίου, πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο, πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς.
Read More ->>












